In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
33.1
Οὗτος περιουσίᾳ πίστεως τὴν ἐκ Θεοῦ καὶ Πατρὸς δεξάμενος ἀποκάλυψιν, Υἱὸν τοῦ Θεοῦ τοῦ Ζῶντος τὸν Χριστὸν τρανῶς ἀνεκήρυξε καὶ τὸ τῶν δύο φύσεων ἀληθὲς ἐπιστώσατο. Οὗτος τῇ διδασκαλικῷ κατεμπιπράμενος πόθῳ πόρρωθεν τὰ τοῦ πάθους τοῦ Ἰησοῦ προαινιττομένου. «Ἵλεώς σοι, φησὶ, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο». Καὶ ὡς τὰ τῶν ἀνθρώπων φρονῶν καὶ οὐχὶ τὰ τοῦ Θεοῦ ἐπιτιμηθεὶς τὴν περὶ τούτου σιγὴν ἐδιδάσκετο.