In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
34.1
Οὗτος καὶ τοῦ πλοίου τὸν διδάσκαλον ἀπεπέμπετο τῷ ὑπερβάλλοντι τοῦ θαύματος ὑπερεκπληττόμενος, καὶ τῆς ἐκβολῆς αἰτίαν, τὸ ἑαυτὸν ἁμαρτωλὸν εἶναι προβαλλόμενος. Οὗτος [φ. 167 ρο] καὶ μεταμορφουμένῳ παρῆν τῷ Χριστῷ καὶ σκηνὰς ἐπὶ τοῦ ὄρους οἰκοδομεῖν προτεθύμητο, τὴν Ἰουδαίων μιαιφόνον ἐκκλίνων ὁρμήν. Ἆρ' οὐχ ὁ αὐτὸς ἐν τῷ τοῦ πάθους καιρῷ καὶ συντεθνάναι τῷ Ἰησοῦ ὑπισχνεῖτο; καὶ τῇ μαχαίρᾳ τὸ τοῦ φονέως οὖς ἀφῃρήκει; ἐν πᾶσι τὸ ζέον δεικνὺς καὶ διάπυρον τῆς πίστεως; Ἆρ' ἵνα μὴ δὲ πρὸς τὸ λίαν ἀσυμπαθὲς καὶ ἄσπλαγχνον ἀποφέροιτο, οὐκ ἀρνήσει περιπεσεῖν συγκεχώρητο, καὶ κλαυθμῷ τὸ ἁμάρτημα ἐξιάσασθαι; Τί τ' ἄλλα; Ἐῶ τὴν δειλίαν, τὴν φυγήν, τὴν ἀπιστίαν, τὴν εἰς αὐτὸν τὸν τάφον εἰσέλευσιν, τὰ τῶν μυροφόρων πρὸς αὐτὸν εὐαγγέλια, τὴν ἰδιαζόντως τοῦ Σωτῆρος πρὸς αὐτὸν ἐμφάνειαν, τὴν ἐπὶ τῆς Τιβεριάδος θαυματουργίαν, τά τε ἄλλα καὶ ὅσα καὶ πρὸ τοῦ πάθους καὶ μετὰ τὴν ἀνάστασιν ἀπιστοῦντί τε καὶ πιστεύοντι ἐνηργήθη καὶ διεπράχθη· ἅπερ οὐ μάτην συνεχωροῦντο, ἀλλ' ὅσον εἰς ἀνθρωπίνην ἧκεν κατάληψιν. Ἔσθ' ὅτε μὲν ἀνακτώμενα τὸ χαῦνον τοῦ ἀποστόλου καὶ ἀσθενές· ἔσθ' ὅτε δὲ τὸ αὐστηρὸν καὶ θρασὺ τῆς ἐκείνου γνώμης ἀπορραπίζοντα καὶ δι' ἑκατέρων διδάσκοντα μήτε μείζους τῆς ἀνθρωπίνης ἀσθενείας ποιεῖσθαι τὰς ὑποσχέσεις, μήτε κατα πίπτειν καὶ τεθηπέναι [φ. 167 ῃ0] καὶ ὀρρωδεῖν· ὅτε δέον συγκοινωνεῖν τοῦ πάθους τῷ διδασκάλῳ, καὶ τὸ τῆς μαθητείας ὑποφαίνειν δουλοπρεπές, ἀλλ' ἐν ὅροις μένειν μεσότητος, ὅσου ἀπέχειν θερμότητος ἀνεπισκέπτου καὶ ταπεινότητος μικροψύχου.