Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In catenas sancti Petri
Petr 36.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
36.1
Τοῦτον καὶ ὁ Μονογενὴς Υἱὸς τοῦ Θεοῦ ἐμακάρισε καὶ [φ. 168 ρο] ὁ τούτου Θεὸς καὶ Πατὴρ ἐστεφάνωσε καὶ τὸ συγγενὲς καὶ Παράκλητον Πνεῦμα καθαγιάσαι θεόπνουν ὄργανον ἀπέδειξε. Τοῦτον αἱ τῶν νοερῶν ἀγγέλων ἐπευφήμησαν τάξεις. Τοῦτον ὁ τῶν ἀποστόλων ὑπερηγάσθη χορὸς καὶ ὡς ἑαυτῶν στόμα περιεπτύξαντό τε καὶ ἀνύμνησαν. Τοῦτον οἱ τῷ Χριστῷ πεπιστευκότες ὁδηγὸν καὶ διδάσκαλον ἔχοντες, τοῖς τῆς ἀπιστίας προσκόμμασιν οὐ προσπταίουσι. Τοῦτον καὶ οὐρανομήκη καὶ πολύφωτον στῦλον τοῦ νοητοῦ Ἰσραὴλ ὀνομάζομεν καὶ κυβερνήτην τῶν ἐν πελάγει κακοπιστίας χειμαζομένων ψυχῶν. Τοῦτον καὶ ὡς τοῦ νόμου παρωσάμενον τὸ σκιῶδες ὑπερτιμῶμεν καὶ πρὸς τὸ τῆς ἀληθείας φέγγος μεταταξάμενον ἀνυμνοῦμεν. Ὄντως οὗτός ἐστιν ἡ τῶν ἀποστόλων κρηπὶς, ὁ τῶν οὐρανίων μυσταγωγὸς, ὁ τῶν ἀποῤῥήτων ὑφυγητὴς, ὁ τῶν σαλευομένων στηριγμὸς, ὁ τῶν καταπιπτόντων ἀνορθωτὴς, ὁ τῶν ἐστηριγμένων συντηρητὴς, ὁ τῆς μετανοίας θερμότατος ὁδηγὸς, Πέτρος τὸ μέγα θαῦμα τοῦ κόσμου παντὸς, τὸ τῆς ἐκκλησίας καύχημα, τὸ τῶν μαθητῶν σεμνολόγημα, τὸ τῶν ὀρθοδόξων ὡράϊσμα, τὸ τῶν θεολόγων ἐγκαλλώπισμα, τὸ στόμα Χριστοῦ, ὁ νοῦς ὁ οὐράνιος, τὸ τῆς Τριάδος καθαρώτατον σκήνωμα, ὁ τῶν προσκεκρουκότων διαλλακτὴς, ὁ τῶν σεμνῶς βιούντων χειραγωγὸς, ὁ τῶν καλῶς τρεχόντων ὑπασπιστὴς, ὁ παντὸς οὐρανίου καὶ ἐπιγείου ἐπαίνου καὶ πάσης εὐφημίας ἐπάξιος.

Intertext edge

Open linked passage

Note