Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 37 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
37.1
Τούτου αἱ μὲν σκιαὶ καὶ τὰ σουδάρια νόσων ὑπῆρχον φυγαδευτήρια. Αἱ δὲ τοῦ τιμίου σώματος προσψαύσασθαι ἁλύσεις ὅσῳ πλησιεστέρας ἔτυχον τῆς προσψαύσεως, τοσοῦτον ἀφθονοτέρας τῆς τῶν θαυμάτων μετέσχον ἐνεργείας· ἁλύσεις ἐκεῖναι αἱ πάνσεπτοι, αἱ πάντιμοι, αἱ τὸ ἀποστολικὸν ἐκεῖνο καὶ μακάριον συνδεσμήσασαι σῶμα, αἱ τὰς θαυματουργοὺς αὐτοῦ περισφίγξασαι χεῖρας, αἱ τῆς θείας χάριτος ἐξ αὐτοῦ ἐμπλησθεῖσαι, αἱ τὰ θαύματα ποταμηδὸν ἀναβλύζουσαι, αἱ τοὺς κάμνοντας τῶν νόσων ἀπολυτρούμεναι αἱ τοὺς πιστῶς προσπτυσσομένους καθαγιάζουσαι, αἱ τῶν ψυχῶν τὰς ῥυτίδας μυστικῶς ἐκκαθαίρουσαι, αἱ τῶν σαρκῶν τὰς νοσώδεις ἐπιρροίας ἀναστέλλουσαι, αἱ τῷ ἀερίῳ ὕψει συμπαρεκτεινόμεναι μέχρις αὐτῶν οὐρανῶν φθάνουσαι, καὶ ὡς ἀπό τινος ἀγκύρας τοῦ δεσποτικοῦ καὶ θείου θρόνου ἀποτεινόμεναι. Ταύτας ἔφριξε μὲν ὁ τῶν ἀποστατικῶν [φ. 169 ρο] δυνάμεων ἄρχων καὶ εἰς ἔτι καὶ νῦν δέδοικε καὶ συνδέει πολλῷ ὑποχωρεῖ καὶ συστέλλεται. Ταύτας καὶ ἡ τῶν ἀερίων πληθὺς δεδοικυῖα καὶ τρέμουσα ταῖς ἐξ αὐτῶν θαυματουργοῖς βολίσι βαλλομένη, μακρὰν ἀπελήλαται· οὐ γὰρ φέρει τὴν ἐν αὐταῖς ἐπισκιάζουσαν χάριν τοῦ Πνεύματος, οὐδ' ὑποστέγει τοὺς ἐν αὐταῖς τοῦ θείου πυρὸς ἀναπτομένους σπινθῆρας, ἀλλ' ὑπ' αὐτῶν πυρπολουμένη κατατεφροῦται καὶ καταφλέγεται.

Intertext edge

Open linked passage

Note