In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
38.1
Ταύτας ἐχάλκευσε μὲν ὁ τοῦ Πατρὸς συναΐδιος καὶ συνάναρχος Λόγος εἰς ἆθλον τῆς ἐκείνου θεολόγου ὁμολογίας· ἐξεπύρωσε δὲ ὁ τῷ Ἡσαίᾳ προφανεὶς θεοπτικώτατος ἄνθραξ. Τὸ δὲ Παράκλητον Πνεῦμα τῇ παρ' αὐτοῦ ἐμπνεύσει τὸ ἐκ τοῦ ἄνθρακος ἀναφυσῆσαι πῦρ πρὸς ἐργασίαν ἐναπετέλεσεν. Διά τοι τοῦτο κἂν σιδηρᾶς οὐσίας τυγχάνωσι, θεϊκῆς πεπλήρωνται χάριτος καὶ δυνάμεως. Ὑπὸ τούτων τὰ τῶν δαιμονίων πονηρὰ δεσμούμενα πνεύματα θανατοῦται καὶ ἀποπνίγεται. Ὑπὸ τούτων ὁ τοῦ κόσμου ἄρχων συρόμενος, ὡς αἰχμάλωτος ὑπὸ πιστῶν ἀνδρῶν καταπαίζεται. Ὑπὸ τούτων οἱ τοῖς τῶν πταισμάτων βρόχοις γεγονότες κάτοχοι λέλυνταί τε καὶ ἠλευθέρωνται, καὶ οἱ τοῖς τοῦ θανάτου ἄρκυσι περιεσχημένοι πρὸς ζωὴν μεταβαίνουσιν. [φ. 169 ῃο] Αὗται τὰ τῆς Θεοῦ κληρονομίας ὅρια περιζωννῦσαι καὶ περιφράττουσαι, ἀνάλωτα τοῖς ἐχθροῖς ἀπεργάζονται. Αὗται τὰς τῶν χριστωνύμων στεφανοῦσαι κορυφὰς ἀπημάντους τῆς τῶν ἀοράτων συντηροῦσιν ἐπιβουλῆς. Εἰ γὰρ καὶ παρὰ τῶν κακούντων εἰς κολαστηρίου εἶδος τῷ ἀποστόλῳ γεγόνασιν, ἀλλ' εἰς ἀποτροπὴν τῶν κακούργων βουλομένων ἐδείκνυτο, οὐ μᾶλλον κολάζουσαι, ἢ φρουροῦσαι καὶ περιτειχίζουσαι τὸ ἀποστολικὸν ἐκεῖνο καὶ τίμιον σῶμα. Ταύταις ἐκαλλωπίζετο ὁ ἀπόστολος. Ταύταις ἐγάνυτο καὶ κατετέρπετο καὶ ὡς βασίλειον κόσμον περιφέρων ἠγάλλετο. Ταύτας καὶ κολάσεως αἰτίας ἐγίνωσκε καὶ στεφάνων προ ξένους ὑπελάμβανε. Ταύτας καὶ νῦν ἡ τοῦ Θεοῦ πανάμωμος καὶ πανακήρατος νύμφη Ἐκκλησία ὥσπερ τινὰς μαργαρώδεις ὁρμίσκους καὶ χρυσηλάτους κόσμους περικειμένη, καὶ οἷόν τινι στεφάνῳ ἐξ ἀκηράτων ἀνθέων διαπλακέντι σεμνυνομένη, ἐκ δεξιῶν τοῦ νοητοῦ Νυμφίου παρίσταται.