In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
39.1
Ταύτας καὶ ἡμεῖς ὁ Χριστοῦ λαὸς περιούσιος κατασμαζόμεθα σήμερον. Ταύτας εὐλαβῶς προσκυνοῦμέν τε καὶ σεβόμεθα καὶ ὡς ψυχῶν ἀνάπλασιν λογιζόμεθα. Ταύταις πᾶσαν αἴσθησιν καὶ πᾶν μέλος προσπελάζοντες [φ. 170 ρο] τοῦ ἐκεῖθεν ἁγιασμοῦ ἐμπιπλάμεθα, καὶ νοητῶς τὴν τοῦ Πνεύματος χάριν ἐν ταῖς ψυχαῖς εἰσδεχόμεθα. Ἔδει γὰρ, ἔδει μὴ μόνον τῶν ἀποσπολικῶν χειρῶν τὰς ἁλύσεις ὑπερτιμᾶν καὶ γεραίρειν, ἀλλὰ καὶ καθ' ἓν τῶν αὐτοῦ μελῶν τὰ προσπελάσαντα δικαστήρια περιπτύσσεσθαί τε καὶ κατασπάζεσθαι καὶ καθ' ἕκαστον αὐτῶν ἑορτὴν συγκροτεῖν καὶ πανήγυριν.