In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
41.1
Παλαιὸς γάρ τις καὶ ἀρχαίζων λόγος καὶ βίβλοις αὐταῖς ἐναπόγραφος κάτεισιν ὡς ἡμᾶς μὴ μακρὰν τῶν τοῦ τετράρχου Ἡρώδου βασιλείων, φρουρεῖσθαί τε καὶ συγκεκλεῖσθαι [φ. 170 ῃο] τὸν ἀπόστολον, πλησίον δέ που καὶ σύνεγγυς ταῖς στρατιωτικαῖς σπείραις φυλάττεσθαι. Δέει τοῦ μὴ παρά τινων τῶν δεσμῶν ἀπολυθέντα τερατούργημα δόξῃ τὸ δραματούργημα· ἵν' ἔκ τε τοῦ πλησιάζειν ταῖς βασιλικαῖς οἰκίαις, ἔκ τε τῶν φυλασσόντων καὶ τῆς τῶν ἁλύσεων περιβολῆς τε καὶ περιστάσεως, πάντοθεν σχοίη τὸ ἀναπόδραστον. Ἀλλ' ἐπειδὴ πολλοὶ τῶν δι' αὐτοῦ τῷ Χριστῷ πεπιστευκότων ἀνὰ τὴν βασιλικὴν ἑστίαν διῆγόν τε καὶ διέτριβον, καὶ ταῖς βασιλέως θεραπείαις ὑπηρετούμενοι, τὸ πρὸς Χριστὸν καὶ τὸν αὐτοῦ ἀπόστολον φίλτρον, ἐν καρδίας μυχοῖς περιέφερον. Παραδόξως τῆς ἀπολυτρώσεως δι' ἀγγελικῆς ἐπιστασίας ἐνεργηθείσης, ἐκεῖνος μὲν διὰ τῆς πύλης ἐξῄει τῆς πρὸς τὴν πόλιν φερούσης· τὰς δέ γε ἁλύσεις περὶ τὴν φρουρὰν καταλειφθείσας, οἱ τῶν τοῦ Ἡρώδου ὑπηρετῶν, ὅσοις τὸ τῆς θεογνωσίας ἐνήστραψε φῶς, ταύτας κρυφῇ ἀνελόμενοι καὶ παρ' ἑαυτοῖς θησαυρίσαντες, καὶ παῖς παρὰ πατρός, ὃ δὴ λέγεται, τὸ περὶ αὐτὰς διήγημα τοῖς ἐφεξῆς παραπέμψαντες ἐν ἀσφαλεῖ κατεῖχον καὶ συγκατέκρυπτον, ἕως τὸ τῆς ἰουδαϊκῆς πατριᾶς ἔργον γεγονυίας πολέμου καὶ εἰς φροῦδον χωρησάσης, ἔτι μὴν καὶ τῆς εἰδωλικῆς σκοτομήνης περιαιρεθείσης, ὑπὸ βασιλεῦσι πιστοῖς τὰ Ῥωμαίων γέγονε σκῆπτρα, οἷς διὰ σπουδῆς ὄντα περὶ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλων παντοίως τιμᾶν, φανεροῦται καὶ ἡ ἀποστολικὴ αὕτη ἅλυσις, καὶ ὑπ' αὐτῶν πρὸς τὴν βασιλεύουσαν τῶν πόλεων ἀναφέρεται, καὶ τῷ τοῦ ἀποστόλου ἱερῷ τεμένει ἐπαξίως ἐγκατατίθεται, ἣν ὡς αὐτοῦ ἐκείνου τὸ θαυματουργὸν σκῆνος καὶ τιμῶμεν καὶ κατασπαζόμεθα.