John Chrysostom PG 47-64
In catenas sancti Petri
Petr 46.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
46.1
Οὐκ ἔτι καιρὸς διδασκαλίας, οὐκ ἔτι θεραπείας ἀρρωστούντων, οὐ θαυμάτων ἐπιδείξεως· ὅπλων χρεία, μαχαιρῶν καὶ τῶν ὁμοίων τούτοις ἀμυντηρίων, οἷς οἱ μιαιφόνοι πρὸς τὴν ἐμὴν ἀφαίρεσιν [φ. 172 ῃο] χρήσονται. Κατὰ τοῦτον δὴ τὸν τρόπον Πέτρος τὴν μάχαιραν ἐπεφέρετο, εἰδότος μὲν τοῦ Ἰησοῦ τὸ τοῦ μαθητοῦ θερμὸν καὶ διάπυρον, καὶ ὡς διὰ ταύτης, τὴν ἐκτομὴν ποιήσαιτο τοῦ ὠτὸς, οὐ μὴν ἀπείρξαντος, ἵνα καὶ τὸ διακαὲς αὐτοῦ πρὸς τὸν διδάσκαλον παραγυμνωθῇ καὶ τὸ τῆς ἰάσεως ἔργον εἰς ἔλεγχον τῶν θεοκτόνων ἀποφανθῇ· καὶ ὅτι οὐ πρὸς ἄμυναν τὴν τῶν μαχαιρῶν κτῆσιν τοῖς μαθηταῖς διωρίζετο, ἀλλὰ πρὸς σημασίαν τοῦ πάθους τοῖς εὐαγγελικοῖς πιστώθητι ῥήμασι· «Βάλε, φησὶν, τὴν μάχαιράν σου εἰς τὴν θήκην αὐτῆς». Οὐ γὰρ διὰ ταῦτα ὑμῖν παρεκελευσάμην μαχαίρας κτήσασθαι, ὥςτε δι' αὐτῶν τοὺς ἐπιόντας ἀμύνασθαι. Οὐκ ἔστι παρ' ἐμὸν τοῦτο στεργότερον. Εἰ γὰρ προσῆκον ἦν καὶ βουλητὸν ἐμοὶ ἀντιμάχεσθαι, εἶχον ἂν παρακαλέσαι τὸν Πατέρα μου καὶ παρέστησεν ἄν μοι πλείους ἢ δώδεκα λεγεῶνας ἀγγέλων.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).