Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 48 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
48.1
Τὸ δ' αὐτὸ τοῦτο καὶ ἀλλαχόθι προαινιττόμενος εἰ ἔστι παρὰ τοῖς μαθηταῖς μάχαιρα ᾔρετο, τῶν δὲ φησάντων μίαν εἶναι παρ' αὐτοῖς, ἀρκεῖσθαι ταύτην προσεπειπεῖν τὸν Διδάσκαλον. Τί διὰ τῆς ἐρωτήσεως κατασκευάζων; μὴ μακρὰν ἔσεσθαι τὸ ἑαυτοῦ πάθος ὑποδηλῶν, ἀλλὰ καὶ ταῖς μαχαίραις χρῆσθαι τῶν ἐπιόντων εἰς ἄμυναν· εἴτε τὴν τοῦ νομικοῦ Πάσχα προσαγορεύων μετάληψιν καὶ τὸν ἐν αὐτῷ διὰ μαχαίρας ἀμνὸν τυθησόμενον, οὕτω τῆς μαχαίρας ἐπικτηθείσης τῷ Πέτρῳ ἐπεφέρετο ταύτην κἂν τῷ κηρύγματι ἅμα μὲν, εἴπου δεήσειε ταύτῃ χρησόμενος· τὸ δὲ πρόδηλον πρὸς μνήμην δι' αὐτῆς ἐναγόμενος τῆς τοῦ διδασκάλου παραινέσεως καὶ διὰ ταύτης τὸν τοῦ πάθους καιρὸν ἀναλογιζόμενος καὶ ὅσα τοῦ πάθους, τὸν φθόνον, τὸ μῖσος, τὴν ἐπιβουλὴν, τὴν προδοσίαν, τὴν ἄδικον κρίσιν, τὴν ἀδικωτέραν τοῦ θανάτου ψῆφον, τὸν σταυρὸν, τὴν ταφὴν, καὶ ὅσα ἐξῆν δρᾶσαι τοῖς μιαιφόνοις.

Intertext edge

Open linked passage

Note