In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Φαιδρὰ μὲν γὰρ καὶ ἡ τῆς τελειώσεως αὐτοῦ ἑορτὴ καὶ πολλῷ φωτὶ καταλαμπομένη τοῦ πνεύματος· σταυρὸν προςπηγνύμενος, ἀνάβασις πρὸς αὐτὸν πρόθυμος, χεῖρες ἐκτάδην προσεφαπλούμεναι καὶ τὸ δεσποτικὸν πάθος ἀπεικονίζουσαι, σχῆμα σταυρώσεως οὐκ ὄρθιον ἀλλ' ἀντίστροφον, εὐλαβείας τῆς πρὸς τὸν διδάσκαλον αἴνιγμα· ἀεὶ τοῦ κορυφαίου δι' αἰδοῦς τὰ πρωτεῖα τούτῳ παραχωροῦντος καὶ τὸ αὐτοῦ ταπεινὸν πρὸς τὸ ἐκείνου ὕψος ἀντιπαρατιθέντος, καὶ διὰ τοῦτο τὰ ἔσχατα καὶ ὑποδεῆ αἰρουμένου τε καὶ προκρίνοντος. Ἐνδέουσα δὲ οὐδὲν τῆς τοιαύτης φαιδρότητος καὶ ἡ σήμερον ἐπιστᾶσα πανήγυρις [φ. 157 ῃο] καὶ τῶν ἐν τέλει τὰς αἰτίας προϋποφαίνουσα καὶ τῆς ἐπὶ σταυροῦ ὑψώσεως, οὐχ ἧττον τὰ παθήματα διαγγέλλουσα, δι' ἃ καὶ ὁ σταυρὸς ἡδίων ἦν αὐτῷ μᾶλλον καὶ πάντων ἐρασμιώτερος· ἁλύσεων γὰρ αὐτοῦ τῶν τιμίων προφαίνει φανέρωσιν καὶ προσκύνησιν, ἐν αἷς καταδεσμούμενος, τὰς τοῦ ἀρχεκάκου πολυπλόκου διέλυσε μηχανὰς, καὶ τοὺς ὑπ' αὐτοῦ δεσμουμένους ἀφαρπάσας τοῦ νοητοῦ θανάτου ἀπελυτρώσατο.