Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 51 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
51.1
Σκοπεῖν οὖν χρὴ, εἰ [φ. 174 ῃο] τὰ ἐνεργούμενα τοιαῦτα ποταπὸς ἦν ὁ ἐνεργῶν, καὶ εἰ τὰ μετέχοντα τηλικούτων θαυμάτων παρεκτικὰ, πηλίκον οἴεσθαι δεῖν τὸν ὑπ' αὐτῶν μετεχόμενον. Μεῖζον γὰρ τὸ δι' οὗ τοῦ ἐν ᾧ ἐστι, αἰτίαν τοῦ λόγου ἐπέχον πρὸς αἴτιον καὶ ὑποδεοῦς πρὸς δεκτικὸν ὕψωμα καὶ ἀξίωμα. Εἰ δὲ καὶ τὰ σανδάλια τούτου καὶ τὰ ἱμάτια, ἃ περιβαλέσθαι πρὸς τοῦ ἀγγέλου ἐπετέτραπτο, δοίη μοί τις θεάσασθαι, ἠσπασάμην ἂν καὶ περιεπτυξάμην καὶ ὡς οὐράνιον δῶρον τοῖς τῆς καρδίας ταμείοις συνέκρυψα. Τὴν οὖν τοιαύτην ἱερὰν μάχαιραν ταῖς ἱεραῖς καὶ ἀποστολικαῖς ἐπισυνάπτοντες ἁλύσεσιν, ἐκεῖνον ὁρᾶν νοητῶς φανταζόμεθα, καὶ ἀμφοτέροις προσψαύοντες, ἐκείνῳ προσψαύειν οἰόμεθα. Καὶ οὐδαμῶς ταῖς ἐννοίαις συνδιϊστῶμεν τὰ τοπικῶς ἀπ' ἀλλήλων διϊστάμενά τε καὶ διαιρούμενα. Ἀλλ' ἐντυποῦντες αὐτὰ τῷ νῷ καὶ ταῦτα κἀκεῖνον εἰς ἓν διὰ τῆς πίστεως ἑνοῦντες καὶ συνάπτοντες, πρὸς τὸν δι' αὐτὸν πεπονθότα τὴν ἀναφορὰν τοῦ λόγου ποιούμεθα.

Intertext edge

Open linked passage

Note