Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In catenas sancti Petri
Petr 52.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
52.1
Ταῦτα περιπτυσσόμενοι αὐτὸν ἐκεῖνον ὁρᾶν πιστεύομεν. Κἀκεῖνον ἀνιστοροῦντες, ταῦτα τούτῳ περικείμενα ὁρᾶν οἰόμεθα, καὶ οὐ πάντη τῶν αὐτοῦ χαρίτων ἀμέτοχα [φ. 175 ρο] καθεστήκαμεν. Ἀλλ' εἰ καὶ τῇ παλαιᾷ ἐμφιλοχωρεῖ Ῥώμῃ διὰ τῆς τοῦ σώματος ἀποκληρώσεως, οὐδὲ ἡμῶν ἀπολιμπάνεσθαι βούλεται διὰ τῆς αὐτοῦ μαχαίρας καὶ τῶν ἁλύσεων. Πάρεστι γὰρ καὶ πρὸς ἡμᾶς. Καὶ τοῦτον ὡς ὅλον κατέχοντες, οὐκ ἀπερρήγμεθα τῆς πρὸς αὐτὸν συναφείας τε καὶ ἑνώσεως. Ἀλλὰ καὶ τῆς χάριτος μιᾶς οὔσης τῆς διὰ τοῦ σώματος καὶ τῶν ἁλύσεων καὶ ἱματίων καὶ τῆς μαχαίρας ἐνεργούσης, οὐκ ἄν τις διαπιστήσειεν μὴ οὐχὶ καὶ ἐν ἑκάστῳ τούτων, ἄρτιον καὶ ὁλόκληρον συμπαρεῖναι, καὶ τοῖς πιστῶς προσιοῦσι καὶ περιπτυσσομένοις πρὸς τὸ τοῦ θείου πόθου διάπυρον ἀντιμετρεῖν τὴν ἀντίδοσιν.

Intertext edge

Open linked passage

Note