In catenas sancti Petri
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1
Ταύτην ὡς πανεύσημον καὶ πανίερον καὶ παντὸς τοῦ κόσμου φωταγωγὸν θεοβράβευτον ἐν ἱεραῖς μελῳδίαις κατακοσμήσωμεν. Ταύτην ὡς παρεκτικὴν τῆς τοῦ Ἁγίου Πνεύματος χάριτος καὶ φωτιστικὴν τῶν πρὸς τοῦτο ἐπιτηδείων ψυχῶν τοῖς κατὰ δύναμιν ἐγκωμίοις ἀποσεμνύνωμεν. Οὕτω γὰρ ἂν ἡμῖν ὑπάρξῃ ἐραστὰς τῶν ἀποστολικῶν δεδειγμένους ἐπαίνων, καὶ τὸν τιμώμενον εἰς οἶκτον προσεπισπάσασθαι [φ. 158 ρο], καὶ τῆς εἰς αὐτὸν εὐφημίας πλουτῆσαι συλλήπτορα. Ἐκείνου γάρ μοι τὴν χάριν τῆς γλώσσης παρασχεθῆναι προσλιπαρῶ, ἣν ἡ πυρφόρος τοῦ Πνεύματος διαχαλκεύσασα δύναμις καὶ οὐρανίου καὶ ἀποῤῥήτου διδασκαλίας ἐμπλήσασα, τὰ τῶν ἐθνῶν πολύσπορα γένη τῆς οἰκείας σαγήνης εἴσω μεγαλοπρεπῶς ἐποιήσατο. Ἀλλ' ἐνταῦθα τῷ λόγῳ γενόμενος καὶ πρὸς τῶν ἀποστολικῶν πρακτέων πέλαγος τὸ τοῦ νοῦ ὀπτικὸν ἐπαφεὶς ὁ λόγος ἰλίγγου καὶ σκοτοδινίας ὑποπλησθεὶς καὶ εἰς ἑαυτὸν συστραφείς, συνῳδὸς τῷ μεγαλοφωνοτάτῳ Ἡσαίᾳ φημί· «Ὢ τάλας, λέγων, ἐγὼ, ὅτι ἀκάθαρτος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων» καθαρῶν ἐφάπτομαι ὑποθέσεων μηδεμιᾶς μοι τὸ πρὸς τὰ τοιαῦτα θαῤῥεῖν ἀφορμῆς παρεχούσης τὸ εὔελπι.