Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In catenas sancti Petri
John ChrysostomPetr 8 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Πολλαὶ μὲν αἱ τοῦδε τοῦ ἀποστόλου θεοσημεῖαι [φ. 158 ῃο] καὶ ἡ τῶν θαυμάτων πληθὺς καὶ τὰ ἄλλα ὅσα ἡ ἐν αὐτῷ κατοικοῦσα χάρις τοῦ Πνεύματος δι' αὐτοῦ ἐνήργησέ τε καὶ ἔδρασεν, ἅτινα, ἐὰν γράφηται καθ' ἓν, καλὸν γὰρ περὶ αὐτοῦ τοῖς θεολογικοῖς προσχρήσασθαι ῥήμασιν, οὐδὲ αὐτὴν οἶμαι τὴν καθ' ἡμᾶς τῶν λόγων ἰσχὺν ἐπαρκεῖν· κἂν ὅτι πάλιστα πρὸς τοῦτο νεανιεύσοιτο. Οὗτος, μετὰ τὴν ἐν τῷ πατρώῳ θρόνῳ τοῦ Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ ὑπερφυᾶ καὶ ἀπόρρητον καθίδρυσιν, συνῆν καὶ συνδιῃτᾶτο τῷ λοιπῷ τῶν ἀποστόλων συστήματι, καὶ κοινὸν μετ' αὐτῶν ἐποιεῖτο τὸ τοῦ εὐαγγελίου κήρυγμα· καὶ ποτὲ μὲν βήματι καὶ δικαστηρίοις μετ' αὐτῶν συμπαρίστατο· ποτὲ δὲ κἂν ταῖς ἐξ Ἰουδαίων ἀτιμίαις καὶ μάστιξι τοῖς ἄλλοις συνεπεπόνθει, καὶ οὐκ ἦν ὅπου μὴ οὐχὶ συνῆπτο τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνων ἐκοινώνει παθήμασιν.

Intertext edge

Open linked passage

Note