Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 11.2.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
11.2.1
Καὶ διὰ τί ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον; Οὐδὲν τοῦτο ποιεῖ, φησὶν, ἀλλ' ἀδιάφορον τὸ πρᾶγμά ἐστιν· ἕκαστος γὰρ πρὸς τὴν οἰκοδομὴν συντελεῖ. Καὶ διὰ τούτου δείκνυσιν, ὅτι οὐκ ἀπὸ τῆς οἰκείας ἀξίας ὁ μὲν πλέον, ὁ δὲ ἔλαττον ἔλαβεν, ἀλλὰ δι' ἑτέρους, ὡς αὐτὸς ἐμέτρησεν· ἐπεὶ καὶ ἀλλαχοῦ λέγει· Τὰ δὲ μέλη ἔθετο ἓν ἕκαστον αὐτῶν, καθὼς αὐτὸς ἠθέλησε. Καὶ οὐ λέγει τὸν λόγον, ἵνα μὴ καταβάλῃ τὰ φρονήματα τῶν ἀκουόντων. Διὸ λέγει· Ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις. Ὡσεὶ ἔλεγε· Τί μέγα φρονεῖς; τοῦ Θεοῦ τὸ πᾶν γέγονεν. Ὁ μὲν Προφήτης φησὶν ἐν τῷ ψαλμῷ· Ἔλαβες δόματα ἐν ἀνθρώποις· αὐτὸς δέ φησιν· Ἔδωκε δόματα ἐν ἀνθρώποις. Τοῦτο ταυτόν ἐστιν ἐκείνῳ. Τοιοῦτόν ἐστι καὶ, Τὸ δὲ ἀνέβη τί ἐστιν, εἰ μὴ ὅτι καὶ κατέβη πρῶτον εἰς τὰ κατώτερα μέρη τῆς γῆς; Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Ταῦτα ἀκούων, μὴ μετάβασιν νόμιζε. Ὅπερ γὰρ ἐν τῇ πρὸς Φιλιππησίους Ἐπιστολῇ κατασκευάζει, τοῦτο καὶ ἐνταῦθα. Καθάπερ ἐκεῖ περὶ ταπεινοφροσύνης παραινῶν παράγει τὸν Χριστὸν, οὕτω δὴ καὶ ἐνταῦθα, λέγων· Εἰς τὰ κατώτερα μέρη κατέβη τῆς γῆς. Εἰ γὰρ μὴ τοῦτο ἦν, περιττὸς οὗτος ὁ λόγος ὅνπερ λέγει· Ὑπήκοος γενόμενος μέχρι θανάτου. Ἀπὸ δὲ τοῦ ἀναβῆναι τὴν κατάβασιν αἰνίττεται. Τὰ δὲ κάτω μέρη τῆς γῆς, τὸν θάνατόν φησιν, ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπονοίας, καθάπερ καὶ ὁ Ἰακὼβ ἔλεγε· Κατάξετε τὸ γῆράς μου μετ' ὀδύνης εἰς ᾅδου· καὶ πάλιν ἐν τῷ ψαλμῷ, Ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· τουτέστι, 62. 82 τοῖς ἀποθανοῦσι. Διὰ τί τοῦτο τὸ χωρίον ἐπεξεργάζεται ἐνταῦθα; καὶ ποίαν αἰχμαλωσίαν φησί; Τὴν τοῦ διαβόλου· αἰχμάλωτον γὰρ τὸν τύραννον ἔλαβε, τὸν διάβολον λέγω, καὶ τὸν θάνατον, καὶ τὴν ἀρὰν καὶ τὴν ἁμαρτίαν. Ὁρᾷς σκῦλα καὶ λάφυρα; Τὸ δὲ ἀνέβη τί ἐστι, εἰ μὴ ὅτι καὶ κατέβη; Τοῦτο πρὸς τοὺς Παύλου τοῦ Σαμοσατέως. Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα. Εἰς τὰ κατώτερα, φησὶ, μέρη κατέβη τῆς γῆς, μεθ' ἃ οὐκ ἔστιν ἕτερα· καὶ ἀνέβη ὑπεράνω πάντων, μεθ' ὃ οὐκ ἔστιν ἕτερόν τι. Τοῦτό ἐστι τῆς ἐνεργείας αὐτοῦ καὶ τῆς δεσποτείας· καὶ γὰρ καὶ πάλαι πάντα πεπλήρωτο. Καὶ αὐτὸς ἔδωκε τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστὰς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους, πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. Ὅπερ λέγει ἀλλαχοῦ, Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, τοῦτο καὶ ἐνταῦθα λέγει· Ὁ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναβάς. Οὐδὲν αὐτὸν ἔβλαψε τὸ εἰς τὰ κατώτερα μέρη τῆς γῆς κατελθεῖν, οὐδὲ ἐνεπόδισε πρὸς τὸ ἀνωτέρω γενέσθαι τῶν οὐρανῶν. Ὥστε ὅσῳ ἄν τις ταπεινωθῇ, τοσούτῳ μᾶλλον ὑψοῦται. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος ὅσῳ ἄν τις τοῦτο εἰς τὸ κάτω κατενέγκῃ, τοσούτῳ μᾶλλον αὐτὸ πρὸς ὕψος ἀνάγει, καὶ ὅσῳ ἄν τις ἐκ διαστήματος ἀκοντίσῃ, τοσούτῳ ἐπιτυγχάνει· οὕτω ἐπὶ τῆς ταπεινοφροσύνης. Ἀλλ' ὅταν περὶ Θεοῦ λέγωμεν τὰς ἀναβάσεις, ἀνάγκη πρῶτον κατάβασιν ἐννοεῖν· ὅταν δὲ περὶ ἀνθρώπου, οὐκέτι. Εἶτα καὶ τὴν πρόνοιαν αὐτοῦ δείκνυσι καὶ τὴν σοφίαν, καί φησιν· Ὁ τοιαῦτα ἐργασάμενος, καὶ τοσαῦτα ἰσχύσας, καὶ μέχρι τῶν κατωτέρων μερῶν μὴ παραιτησάμενος κατελθεῖν δι' ἡμᾶς, οὐκ ἂν ἁπλῶς τὰς διανομὰς τῶν χαρισμάτων ἐποίησεν. Ἀλλαχοῦ δέ φησιν ὅτι τὸ Πνεῦμα τοῦτο εἰργάσατο, οὕτω λέγων· Ἐν ᾧ ἔθετο ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου. Καὶ ἐνταῦθα μέν φησιν, ὅτι ὁ Υἱὸς, ἀλλαχοῦ δὲ, ὅτι ὁ Θεός· καὶ πάλιν, Αὐτὸς ἔδωκε τῇ Ἐκκλησίᾳ τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας. Ἐν δὲ τῇ πρὸς Κορινθίους φησίν· Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισεν ἀλλ' ὁ Θεὸς ηὔξανε· καὶ πάλιν, Ὁ φυτεύων δὲ καὶ ὁ ποτίζων, ἕν εἰσιν· ἕκαστος δὲ τὸν ἴδιον μισθὸν λήψεται κατὰ τὸν ἴδιον κόπον. Οὕτω καὶ ἐνταῦθα. Τί γὰρ, εἰ ἔλαττον εἰσφέρεις; τοσοῦτον ἔλαβες. Πρῶτον ἀποστόλους· πάντα γὰρ εἶχον οὗτοι. Δεύτερον προφήτας· ἦσαν γάρ τινες, οἳ ἀπόστολοι μὲν οὐκ ἦσαν, προφῆται δὲ, ὥσπερ Ἄγαβος. Τρίτον εὐαγγελιστάς· οἱ μὴ περιιόντες πανταχοῦ, ἀλλ' εὐαγγελιζόμενοι μόνον, ὡς Πρίσκιλλα καὶ Ἀκύλας. Ποιμένας καὶ διδασκάλους, τοὺς ὁλόκληρον ἐμπεπιστευμένους ἔθνος. Τί οὖν; οἱ ποιμένες καὶ οἱ διδάσκαλοι ἐλάττους; Καὶ πάνυ, τῶν περιιόντων καὶ εὐαγγελιζομένων οἱ καθήμενοι καὶ περὶ ἕνα τόπον ἠσχολημένοι, οἷον Τιμόθεος, Τίτος. Ἄλλως δὲ, οὐ δυνατὸν ἐντεῦθεν ποιήσασθαι τὴν ὑποταγὴν καὶ τὴν προτίμησιν, ἀλλ' ἀπὸ ἑτέρας Ἐπιστολῆς. Αὐτὸς ἔδωκε, φησί· μηδὲν ἀντείπῃς. Ἢ εὐαγγελιστάς φησι, τοὺς τὸ Εὐαγγέλιον γράψαντας. Πρὸς καταρτισμὸν τῶν ἁγίων, εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ. 62. 83 γʹ. Ὁρᾷς τὸ ἀξίωμα; Ἕκαστος οἰκοδομεῖ, ἕκαστος καταρτίζει, ἕκαστος διακονεῖ. Μέχρις οὗ καταντήσομεν, φησὶν, οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως, καὶ τῆς ἐπιγνώσεως τοῦ Υἱοῦ τοῦ Θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Ἡλικίαν ἐνταῦθά φησι τὴν τελείαν ἐπίγνωσιν. Καθάπερ γὰρ ὁ ἀνὴρ ἕστηκε βεβαίως, οἱ δὲ παῖδες τὰς φρένας περιφέρονται, οὕτω καὶ ἐπὶ τῶν πιστῶν. Εἰς τὴν ἑνότητα, φησὶ, τῆς πίστεως. Τουτέστιν, ἕως ἂν δειχθῶμεν πάντες μίαν πίστιν ἔχοντες. Τοῦτο γάρ ἐστιν ἑνότης πίστεως, ὅταν πάντες ἓν ὦμεν, ὅταν πάντες ὁμοίως τὸν σύνδεσμον ἐπιγινώσκωμεν. Μέχρι τότε ἐργάζεσθαι χρὴ, εἰ διὰ τοῦτο χάρισμα ἔλαβες, ἵνα ἄλλους οἰκοδομῇς. Βλέπε μὴ σαυτὸν καταστρέψῃς, ἑτέρῳ φθονῶν. Ἐτίμησέ σε ὁ Θεὸς, καὶ ἔταξεν, ὥστε καταρτίζειν ἕτερον. Καὶ γὰρ καὶ ὁ ἀπόστολος πρὸς τούτῳ ἦν, καὶ ὁ προφήτης πρὸς τούτῳ ἦν προφητεύων καὶ πείθων, καὶ ὁ εὐαγγελιστὴς εὐαγγελιζόμενος, καὶ ὁ ποιμὴν καὶ ὁ διδάσκαλος· πάντες ἓν ἔργον ἦσαν ἀναδεδεγμένοι. Μὴ γάρ μοι τὴν διαφορὰν τῶν χαρισμάτων εἴπῃς· πάντες ἓν ἔργον εἶχον. Ὅταν δὲ πάντες ὁμοίως πιστεύωμεν, τότε ἑνότης ἐστίν. Ὅτι γὰρ τοῦτο λέγει ἄνδρα τέλειον, δῆλον. Καὶ μὴν ἀλλαχοῦ νηπίους ἡμᾶς φησι, καὶ, ὅταν τέλειοι ὦμεν, ἀλλὰ πρὸς ἕτερον ὁρῶν. Ἐκεῖ μὲν γὰρ πρὸς τὴν μέλλουσαν γνῶσιν νηπίους ἐκάλεσεν· εἰπὼν γὰρ, Ἐκ μέρους γινώσκομεν, ἐπήγαγε καὶ τὸ, Δι' αἰνιγμάτων, καὶ ὅσα τοιαῦτα· ἐνταῦθα δὲ πρὸς ἕτερον εἶπε, πρὸς τὸ εὐμετάπτωτον· ὥσπερ καὶ ἀλλαχοῦ φησι· Τελείων δὲ ἡ στερεὰ τροφή. Ὁρᾷς κἀκεῖ τελείους πῶς φησιν; Ὅρα καὶ πῶς ἐκάλεσε τελείους ἐνταῦθα διὰ τῶν ἐπαγομένων, εἰπών· Ἵνα μηκέτι ὦμεν νήπιοι. Αὐτό φησι τὸ μέτρον τὸ ὀλίγον ὅπερ ἐλάβομεν, ἵνα κατέχωμεν μετὰ πάσης σπουδῆς, μετὰ στεῤῥότητος καὶ βεβαιώσεως. Ἵνα μηκέτι. Τὸ, Μηκέτι, δείκνυσι πάλαι τοῦτο παθόντας, καὶ τίθησι καὶ ἑαυτὸν ἐν τάξει διορθώσεως, καὶ διορθοῦται. Διὰ τοῦτό φησι· Τέκτονες τοσοῦτοι γεγόνασιν, ἵνα ἡ οἰκοδομὴ μὴ σαλεύηται, ἵνα μὴ περιφέρηται, ἵνα πεπηγότες ὦσιν οἱ λίθοι. Ἐκείνων γὰρ τοῦτό ἐστι τὸ κλυδωνίζεσθαι, τὸ περιφέρεσθαι καὶ σαλεύεσθαι. Ἵνα μηκέτι ὦμεν, φησὶ, νήπιοι, κλυδωνιζόμενοι, καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης.– Καὶ περιφερόμενοι, φησὶ, παντὶ ἀνέμῳ. Ἐπεξῆλθε τῇ τροπῇ, δεικνὺς τὰς δισταζούσας ψυχὰς ἐν οἵῳ κινδύνῳ εἰσί. Παντὶ ἀνέμῳ, φησὶν, ἐν τῇ κυβείᾳ τῶν ἀνθρώπων, ἐν πανουργίᾳ πρὸς τὴν μεθοδείαν τῆς πλάνης. Κυβευταὶ λέγονται οἱ τοῖς πεττοῖς κεχρημένοι. Τοιοῦτοί εἰσιν οἱ πανοῦργοι, ἐπειδὰν ἀφελεστέρους τινὰς λάβωσι· καὶ γὰρ ἐκεῖνοι μετατιθέασι καὶ μεταφέρουσιν ἅπαντα. Ἐνταῦθα καὶ βίου ἥψατο. Ἀληθεύοντες δὲ, φησὶν, ἐν ἀγάπῃ, αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλὴ ὁ Χριστὸς, ἐξ οὗ πᾶν τὸ σῶμα, ἀπὸ τοῦ Χριστοῦ, φησὶ, συναρμολογούμενον καὶ συμβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας, κατ' ἐνέργειαν ἐν μέτρῳ 62. 84 ἑνὸς ἑκάστου μέλους, τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν ἑαυτοῦ ἐν ἀγάπῃ. Σφόδρα ἀσαφῶς ἡρμήνευσε, τῷ πάντα ὁμοῦ θελῆσαι εἰπεῖν. Ὃ δέ φησι, τοῦτό ἐστι· Καθάπερ τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου καταβαῖνον, τὸ διὰ τῶν νεύρων [τὸ] αἰσθητικὸν οὐχ ἁπλῶς δίδωσι πᾶσιν, ἀλλὰ κατὰ ἀναλογίαν ἑκάστου μέλους, τῷ μὲν δυναμένῳ πλέον δέξασθαι, πλέον, τῷ δὲ ἐλάττω, ἔλαττον (τοῦτο γάρ ἐστιν ἡ ῥίζα, τὸ πνεῦμα)· οὕτω καὶ ὁ Χριστός· καθάπερ γὰρ μελῶν τῶν ψυχῶν εἰς αὐτὸν ἀνηρτημένων, ἡ πρόνοια αὐτοῦ καὶ ἡ χορηγία τῶν χαρισμάτων κατὰ ἀναλογίαν ἐν μέτρῳ τὴν ἑνὸς ἑκάστου μέλους αὔξησιν ποιεῖται. Τί δέ ἐστι, Διὰ τῆς ἁφῆς τῆς ἐπιχορηγίας; Τουτέστι, διὰ τῆς αἰσθήσεως. Τὸ γὰρ πνεῦμα ἐκεῖνο τὸ ἐπιχορηγούμενον τοῖς μέλεσιν ἀπὸ τῆς κεφαλῆς, ἑκάστου μέλους ἁπτόμενον οὕτως ἐνεργεῖ. Ὡς ἄν τις εἴποι· Τὸ σῶμα ἀντιλαμβανόμενον τῆς ἐπιχορηγίας, κατὰ ἀναλογίαν τῶν ἐν αὐτῷ μελῶν, οὕτω ποιεῖται τὴν αὔξησιν· ἢ ἑτέρως· Τὰ μέλη κατὰ τὴν ἀναλογίαν τοῦ οἰκείου μέτρου δεχόμενα τὴν ἐπιχορηγίαν, οὕτως αὔξεται ἢ καὶ ἑτέρως· Τὸ πνεῦμα ἄνωθεν ἐπιῤῥεόμενον ἀφθόνως, καὶ πάντων ἁπτόμενον τῶν μελῶν, καὶ χορηγούμενον, ὡς ἕκαστον δύναται δέξασθαι, οὕτως αὔξεται. Τίνος δὲ ἕνεκεν προσέθηκεν, Ἐν ἀγάπῃ; Οὐ γὰρ ἄλλως ἔνι κατελθεῖν ἐκεῖνο τὸ πνεῦμα. Καθάπερ γὰρ, εἰ τύχοι χεὶρ ἀποσπασθεῖσα τοῦ σώματος, τὸ πνεῦμα τὸ ἀπὸ τοῦ ἐγκεφάλου τὴν συνέχειαν ζητοῦν, καὶ μὴ εὑρὸν, οὐκ ἐξάλλεται τοῦ σώματος, καὶ διατρῆσαν πρὸς τὴν χεῖρα ἐξέρχεται, ἀλλ' ἂν μὴ εὕρῃ κείμενον, οὐχ ἅπτεται· οὕτω καὶ ἐνταῦθα, ἐὰν μὴ ὦμεν τῇ ἀγάπῃ συνδεδεμένοι.

Intertext edge

Open linked passage

Note