In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.0.1
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκο τισμένοι τῇ διανοίᾳ.
12.1.1
Τὸν διδάσκαλον, οὐ μόνον συμβουλεύοντα καὶ διδάσκοντα δεῖ καταρτίζειν καὶ ὀρθοῦν τὰς τῶν μαθητευομένων ψυχὰς, ἀλλὰ καὶ φοβοῦντα καὶ τῷ Θεῷ παραδιδόντα. Ἐπειδὴ γὰρ τὰ παρὰ τῶν ἀνθρώπων λεγόμενα, ὡς παρὰ ὁμοδούλων, οὐχ ἱκανὰ καθ 62. 88 άψασθαι ψυχῆς, ἀναγκαῖον τῷ Κυρίῳ παραδιδόναι λοιπόν. Τοῦτο οὖν καὶ ὁ Παῦλος ποιεῖ. Περὶ ταπεινοφροσύνης γὰρ καὶ ἑνώσεως διαλεχθεὶς, καὶ τοῦ μὴ δεῖν ἕτερον κατεξανίστασθαι τοῦ ἑτέρου, ἄκουσον τί φησι· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ. Οὐκ εἶπε, Μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς περιπατεῖτε· πληκτικώτερος γὰρ ὁ λόγος· ἀλλὰ τὸ αὐτὸ μὲν ἐδήλωσεν, ἀπὸ δὲ ἑτέρων τὸ παρά 62. 89 δειγμα ἤγαγε. Καὶ πρὸς Θεσσαλονικέας δὲ γράφων, τὸ αὐτὸ τοῦτο ποιεῖ λέγων· Μὴ ἐν πάθει ἐπιθυμίας, καθὼς καὶ τὰ λοιπὰ ἔθνη. Διεστήκατε, φησὶ, τοῖς δόγμασιν αὐτῶν, ἀλλὰ τὸ ὅλον γέγονε τοῦ Θεοῦ· ἐγὼ δὲ ζητῶ τὰ παρ' ὑμῶν, τὸν βίον καὶ τὸν περίπατον τὸν κατὰ τὸν Θεόν· τοῦτο ὑμέτερόν ἐστι. Μάρτυρα δὲ τὸν Κύριον καλῶ τῶν εἰρημένων ἐμοὶ, ὅτι οὐχ ὑπεστειλάμην, ἀλλ' εἶπον πῶς δεῖ περιπατεῖν. Ἐν ματαιότητι, φησὶ, τοῦ νοὸς αὑτῶν. Τί ἐστι νοῦ ματαιότης; Τὸ περὶ τὰ μάταια ἠσχολῆσθαι. Τίνα δέ ἐστι μάταια, ἀλλ' ἢ τὰ παρόντα ἅπαντα; περὶ ὧν φησιν ὁ Ἐκκλησιαστής· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἀλλ' ἐρεῖ τις· Εἰ μάταια καὶ ματαιότης, τίνος ἕνεκεν γέγονεν; εἰ τοῦ Θεοῦ ἔργα, πῶς μάταια; καὶ πολὺς περὶ τούτων ὁ λόγος. Ἀλλ' ἄκουε, ἀγαπητέ· Οὐ τὰ τοῦ Θεοῦ ἔργα εἶπε μάταια, μὴ γένοιτο· οὐκ οὐρανὸς μάταιος, οὐδὲ γῆ ματαία, μὴ γένοιτο· οὐχ ἥλιος, οὐδὲ σελήνη καὶ ἄστρα, οὐδὲ τὸ σῶμα τὸ ἡμέτερον· πάντα γὰρ ταῦτα καλὰ λίαν· ἀλλὰ τί μάταιον; Ἀκούσωμεν αὐτοῦ λέγοντος τοῦ Ἐκκλησιαστοῦ· Ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐγένετό μοι ποίμνια καὶ βουκόλια, συνήγαγον χρυσίον καὶ ἀργύριον· καὶ εἶδον ὅτι πάντα ματαιότης· καὶ πάλιν, Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἄκουε καὶ τοῦ Προφήτου λέγοντος· Θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά. Κατὰ τοῦτο ματαιότης ματαιοτήτων, αἱ λαμπραὶ οἰκοδομαὶ, ὁ πολὺς καὶ περιῤῥέων χρυσὸς, τῶν ἀνδραπόδων αἱ ἀγέλαι κατὰ τὴν ἀγορὰν σοβοῦσαι, ὁ τῦφος καὶ ἡ κενοδοξία, τὰ φρονήματα καὶ ὁ κόμπος. Ταῦτα γὰρ πάντα μάταια· οὐ γὰρ παρὰ Θεοῦ γεγένηται, ἀλλὰ παρ' ἡμῶν δεδημιούργηται. Τί δήποτε δὲ μάταια; Ὅτι οὐδὲν ἔχει τέλος χρηστόν. Τὰ χρήματα μάταια, ὅταν εἰς τρυφὴν ἀναλίσκηται· οὐ μάταια δὲ γίνεται, ὅταν εἰς πένητας σκορπίζηται. Ὅταν δὲ εἰς τρυφὴν ἀναλώσῃς, ἴδωμεν αὐτῶν τὸ τέλος τί ποτέ ἐστι· λιπασμὸς σώματος, ἐρυγαὶ, πνεύματα, κόπρου πλῆθος, καρηβαρία, μαλακία σαρκὸς, καὶ θερμότης καὶ ἔκλυσις. Ὡς γὰρ ἂν εἴ τις τετρημένον πίθον ἐπαντλῶν ματαιοπονεῖ, οὕτω καὶ ὁ τρυφῶν εἰς πίθον τετρημένον ἀντλεῖ. Ἄλλως δὲ, μάταιον λέγεται τὸ προσδοκηθὲν μὲν ἔχειν τιμὴν, μὴ ἐσχηκὸς δέ· ὅπερ καὶ κενὸν λέγουσι, καὶ κενὰς ἐλπίδας, καὶ τὸ εἰκῆ. Καὶ ἁπλῶς δὲ μάταιον λέγεται τὸ πρὸς μηδὲν χρήσιμον. Ἴδωμεν οὖν, εἰ μὴ τοιαῦτα τὰ ἀνθρώπινα. Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Τί οὖν τὸ τέλος, εἰπέ μοι; Φθορά. Ἐνδυσώμεθα καὶ περιβαλώμεθα, καὶ τί τὸ πέρας; Οὐδέν. Τοιαῦτά τινες τῶν Ἑλλήνων ἐφιλοσόφησαν, ἀλλὰ μάτην· τὸν σκληρὸν βίον ἐπεδείξαντο, ἀλλ' ἁπλῶς, οὐ πρός τι τέλος χρήσιμον ὁρῶντες, ἀλλὰ πρὸς κενοδοξίαν καὶ τὴν παρὰ τῶν πολλῶν τιμήν. Τί δὲ ἡ παρὰ τῶν πολλῶν τιμή; Οὐδέν. Εἰ γὰρ αὐτοὶ οἱ τὴν τιμὴν παρεχόμενοι ἀπόλλυνται, πολλῷ μᾶλλον ἡ τιμή. Ὁ τιμὴν παρέχων ἑτέρῳ, ἑαυτῷ πρότερον ὀφείλει παρασχεῖν· εἰ δὲ μὴ παρέχοι ἑαυτῷ, πῶς ἂν ἑτέρῳ παρέξοι; Νῦν δὲ καὶ τὰς τιμὰς ζητοῦμεν ἐξ εὐτελῶν καὶ εὐκαταφρονήτων ἀνδρῶν, ἀτίμων ὄντων καὶ ἐπονειδίστων. Ποία οὖν αὕτη τιμή; 62. 90 βʹ. Ὁρᾷς ὅτι ματαιότης ματαιοτήτων τὰ πάντα; Διὰ τοῦτο ἔλεγεν· Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Ἀλλ' ἡ θρησκεία αὐτῶν οὐ τοιαύτη; Τί δαί; ἆρα οὐ ξύλα καὶ λίθοι τὰ προσκυνούμενα; Ἥλιον φαίνειν ἡμῖν ἐποίησεν ἀντὶ λύχνου· τίς τὸν λύχνον τὸν ἑαυτοῦ προσκυνεῖ; Ἥλιος παρέχει τὸ φῶς· ἀλλ' ὅταν ἐκεῖνος μὴ δύνηται, λύχνος δύναται· τί τοίνυν οὐ προσκυνεῖς τὸν λύχνον; Ναὶ, φησὶ, προσκυνῶ τὸ πῦρ. Ὢ τοῦ γέλωτος! τοσαύτη ἡ ὕβρις, καὶ οὐκ αἰσχύνῃ; Ὅρα δὲ καὶ ἑτέραν πάλιν· Τὸ προσκυνούμενον τί σβεννύεις; τί ἀπολλύεις; τί ἀναιρεῖς σου τὸν θεόν; διὰ τί μὴ συγχωρεῖς τὴν οἰκίαν ἐμπεπλῆσθαι αὐτοῦ; Εἰ γὰρ θεός ἐστι τὸ πῦρ, ἐπινεμέσθω σου τὸ σῶμα, μὴ τῷ πυθμένι τῆς χύτρας καὶ τοῦ λέβητος τὸν θεὸν ὑποβάλῃς· εἴσαγε εἰς τὰ ταμεῖα, εἴσαγε εἰς τὰ σηρικὰ ἱμάτια. Σὺ δὲ οὐ μόνον οὐκ εἰσάγεις, ἀλλὰ κἂν διὰ περιπέτειάν τινος ἐπεισέλθῃ, πάντοθεν ἐλαύνεις, πάντας συγκαλεῖς, καὶ ὥσπερ θηρίου τινὸς ἐπεισελθόντος, ὀδύρῃ καὶ στένεις, καὶ συμφορὰν τὸ πρᾶγμα καλεῖς ὑπερβάλλουσαν τὸ τὸν θεόν σου παρεῖναι. Ἔχω ἐγὼ Θεὸν, καὶ πάντα ποιῶ, ὥστε αὐτὸν ἐνστερνίσασθαι, καὶ μακαριότητα ἐμαυτοῦ ἡγοῦμαι, οὐχ ὅταν τὴν οἰκίαν ἐπισκέπτηται τὴν ἐμὴν, ἀλλ' ἂν εἰς τὴν καρδίαν αὐτὸν ἑλκύσω τὴν ἐμήν. Ἕλκυσον καὶ σὺ τὸ πῦρ εἰς τὴν καρδίαν τὴν σήν. Γέλως ταῦτα, καὶ ματαιότης. Καλὸν τὸ πῦρ εἰς χρῆσιν, οὐκ εἰς προσκύνησιν· εἰς διακονίαν, εἰς ὑπηρεσίαν, εἰς τὸ δουλεύειν ἐμοὶ, οὐκ εἰς τὸ κρατεῖν ἐμοῦ· ἐκεῖνο δι' ἐμὲ γέγονεν, οὐκ ἐγὼ δι' αὐτό. Εἰ προσκυνεῖς τὸ πῦρ, τί αὐτὸς μὲν ἐπὶ τῆς κλίνης κατάκεισαι, μαγείρῳ δὲ κελεύεις παρεστάναι σου τῷ θεῷ; Αὐτὸς ἀνάδεξαι τὴν μαγειρικὴν, καὶ ἀρτοκόπος γενοῦ, εἰ βούλει, καὶ χαλκεύς. Οὐδὲν γὰρ τούτων τῶν τεχνῶν τιμιώτερον, ἐπειδὴ ταῦτα ὁ σὸς ἐπισκέπτεται θεός. Τί ὕβριν ἡγῇ τὴν τέχνην, ἔνθα σου πολὺς ὁ θεός; τί τοῖς δούλοις ἐπιτάττεις, αὐτὸς δὲ οὐ καταξιοῖς; Καλὸν τὸ πῦρ, ἐπειδὴ καὶ καλοῦ δημιουργοῦ, ἀλλ' οὐ θεός· ἔργον γὰρ Θεοῦ, οὐ θεὸς ἐκλήθη. Οὐχ ὁρᾷς αὐτοῦ τὸ ἄτακτον; πῶς ὅταν ἐπιλάβηται οἰκίας, οὐδαμοῦ ἵσταται; ἀλλ' ἐὰν σχῇ συνεχῆ τινα, πάντα καθαιρεῖ, κἂν μὴ τεκτόνων χεῖρες ἢ καὶ ἄλλων τινῶν σβέσωσιν αὐτοῦ τὴν μανίαν, οὐ φίλους οἶδεν, οὐ πολεμίους, ἀλλ' ὁμοίως πᾶσι κέχρηται. Τοῦτο οὖν θεὸς, καὶ οὐκ αἰσχύνεσθε; Ὄντως καλῶς εἶπεν· Ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν. Ἀλλ' ὁ ἥλιος, φησὶ, θεός. Τοῦτο γὰρ, εἰπέ μοι, πόθεν, καὶ διὰ τί; ὅτι φῶς ἀφίησι πολύ; Ἀλλ' οὐχ ὁρᾷς αὐτὸν νικώμενον ὑπὸ τῶν νεφῶν, καὶ ἀνάγκῃ δουλεύοντα φύσεως, καὶ ἐκλείποντα καὶ ὑπὸ σελήνης καὶ νέφους κρυπτόμενον; Καίτοι γε νέφος ἀσθενέστερον ἡλίου, ἀλλ' ὅμως πολλαχοῦ κρατεῖ, καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας ἔργον ἐστίν. Ὁ Θεὸς παναρκὴς εἶναι ὀφείλει, οὗτος δὲ πολλῶν ἐστιν ἐνδεής· τοῦτο δὲ οὐκ ἔστι Θεοῦ. Δεῖται γὰρ ἀέρος πρὸς τὸ φᾶναι, καὶ ἀέρος λεπτοῦ· ὡς ὅ γε σφόδρα πυκνωθεὶς οὐκ ἀφίησι τὴν ἀκτῖνα διαδῦναι· δεῖται καὶ ὕδατος, καὶ ἑτέρου τοῦ ἐπέχοντος, ὥστε μὴ καταφλέξαι. Εἰ γὰρ μὴ πηγαὶ καὶ λίμναι καὶ ποταμοὶ καὶ θάλασσαι τινὰ ὑγρότητα διὰ τῆς τῶν ἀτμῶν συνέστησαν ἀναδόσεως, οὐδὲν ἂν ἐκώλυσεν ἐκπυρωθῆναι τὰ πάντα. Ὁρᾷς οὖν, φησὶν, ὅτι θεός; Ὢ τῆς μανίας! ὢ τοῦ γέλωτος! ἐπειδὴ, φησὶ, βλάψαι δύναται, θεός, Καὶ μὴν διὰ τοῦτο οὐ θεὸς, ὅτι ἐν οἷς μὲν βλάπτει, οὐδενὸς δεῖται, ἐν οἷς δὲ ὠφελεῖ, πολλῶν ἑτέρων χρῄζει· Θεοῦ δὲ τὸ μὲν βλάπτειν, πόῤῥω, τὸ δὲ ὠφελεῖν, οἰκεῖον. Ὅταν οὖν τὸ ἐναντίον ᾖ, πῶς θεός; 62. 91 Οὐχ ὁρᾷς, ὅτι τὰ δηλητήρια φάρμακα καταβλάπτει, καὶ οὐδενὸς δεῖται, ὅταν δὲ ὠφελῇ, πολλῶν; Διὰ σὲ τοίνυν ἐστὶ τοιοῦτος, καὶ καλὸς καὶ ἀσθενής· καλὸς μὲν, ἵνα ἐπιγινώσκῃς τὸν Δεσπότην· ἀσθενὴς δὲ, ἵνα μὴ Δεσπότην αὐτὸν εἶναι λέγῃς. Ἀλλὰ τρέφει, φησὶ, τὰ φυτὰ καὶ τὰ σπέρματα. Τί οὖν μὴ παρὰ τοῦτο καὶ ἡ κόπρος θεός; καὶ γὰρ καὶ ἐκείνη τρέφει. Τί μὴ παρὰ τοῦτο καὶ τὸ δρέπανον, καὶ αἱ τοῦ γεωργοῦ χεῖρες; Δεῖξόν μοι μόνον τρέφοντα τὸν ἥλιον, καὶ μηδενὸς δεόμενον, μήτε γῆς, μήτε ὕδατος, μήτε γεωργίας· ἀλλὰ βαλλέσθω τὰ σπέρματα, καὶ τὴν ἀκτῖνα ἀφεὶς δεικνύτω τοὺς ἀστάχυας. Εἰ δὲ οὐκ αὐτοῦ μόνου, ἀλλὰ καὶ τῶν ὑετῶν ἐστι, διὰ τί μὴ καὶ τὸ ὕδωρ θεός; Ἀλλὰ μήπω περὶ τούτου. Διὰ τί μὴ καὶ ἡ γῆ θεός; διὰ τί μὴ καὶ ἡ κόπρος, καὶ ἡ δίκελλα; Πάντα οὖν, εἰπέ μοι, προσκυνήσομεν; Ὢ τῆς ληρωδίας! Καίτοι μᾶλλον ἄνευ ἡλίου γένοιτο ἄσταχυς, ἢ ἄνευ γῆς καὶ ὕδατος, καὶ φυτὰ καὶ τὰ ἄλλα ἅπαντα. Γῆς μὲν οὖν οὐκ οὔσης, οὐκ ἄν ποτε τούτων τι φανείη· εἰ δέ τις ἐν κεραμίῳ, οἷα τὰ παιδία ποιοῦσι καὶ αἱ γυναῖκες, γῆν ἐναποθέμενος, ὑπὸ τὸν ὄροφον κατάθοιτο, κέραμον ἐμπλήσας κόπρου πολλῆς, ἀσθενῆ μὲν, ἀναδίδοται δὲ ὅμως τὰ φυτά. Ὥστε πλείων ἡ παρὰ τῆς γῆς καὶ τῆς κόπρου συντέλεια, καὶ ταῦτα μᾶλλον ἐκείνου χρὴ προσκυνεῖν. Οὐρανοῦ δεῖται, ἀέρος δεῖται, ὑδάτων δεῖται τούτων, ὥστε μὴ βλάπτειν καθάπερ χαλινῶν κατεχόντων αὐτοῦ τὴν τῆς δυνάμεως ἀγριότητα, καὶ οὐκ ἐώντων ἐπαφεῖναι πανταχοῦ τὴν ἀκτῖνα, ὥσπερ τινὰ ἵππον ἄγριον. Εἰπὲ δή μοι, ποῦ ἡμῖν ἐστιν οὗτος κατὰ τὴν νύκτα; ποῦ ὁ θεὸς ἀποδεδήμηκεν; οὐ γὰρ θεοῦ τοῦτο τὸ περικλείεσθαι καὶ περατοῦσθαι· σωμάτων γὰρ ὄντως τοῦτο μόνον. Ἀλλὰ καὶ δύναμίς τίς ἐστιν ἐν αὐτῷ, φησὶ, καὶ κινεῖται. Αὕτη οὖν ἡ δύναμις, εἰπέ μοι, θεός; τί οὖν αὕτη δεῖται, καὶ μὴ κατέχει τὸ πῦρ; πάλιν γὰρ ὁ αὐτός μοι λόγος. Τί δὲ ἡ δύναμις ἐκείνη; φωτιστική τί [ς] ἐστιν, ἢ διὰ τούτου φωτίζει, αὐτὴ μετέχουσα τούτων μηδενός; Οὐκοῦν μείζων αὐτῆς ὁ ἥλιος. Μέχρι τίνος ἀνελίττομεν λαβύρινθον;
12.3.1
Τί δὲ τὸ ὕδωρ; οὐχὶ καὶ αὐτὸ θεὸς, φασί; Τοῦτο ὄντως γέλωτος πάλιν φιλονείκου. Οὐχὶ θεὸς, φησὶν, ᾧ πρὸς τοσαῦτα κεχρήμεθα; Καὶ περὶ τῆς γῆς πάλιν ὁμοίως. Ὄντως, Ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τὴν διάνοιαν. Ἀλλὰ περὶ βίου ταῦτά φησι νῦν· Πορνεύουσι καὶ μοιχεύουσιν Ἕλληνες. Εἰκότως· οἱ γὰρ τοιούτους ὑπογράφοντες ἑαυτοῖς θεοὺς, πάντα ἀκολούθως ἐργάζονται· κἂν τοὺς τῶν ἀνθρώπων δυνηθῶσι λαθεῖν ὀφθαλμοὺς, οὐδεὶς ὁ καθέξων αὐτούς. Τί γὰρ δυνήσεται ὁ περὶ ἀναστάσεως λόγος, μῦθος αὐτοῖς εἶναι δοκῶν; Ἀλλὰ περὶ τῶν ἐν ᾅδου; Ἀλλὰ καὶ ταῦτα μῦθοι· καὶ θέα τὴν σατανικὴν ἔννοιαν. Ὅταν μὲν λέγωσιν αὐτοῖς θεοὺς πόρνους, οὔ φασιν εἶναι μύθους, ἀλλὰ πείθονται· ὅταν δὲ περὶ κολάσεως διαλέγωνται, Ποιηταὶ, φασὶν, εἰσὶ, καὶ πάντα μυθεύουσιν, ἵνα πάντοθεν ἀνατρέπηται τῆς εὐζωΐας ἡ κατάστασις. Ἀλλ' οἱ φιλόσοφοι, φησὶν, ἐφεῦρόν τι σεμνὸν πάντως, καὶ τούτων κρεῖττον. Πῶς; οἱ τὴν εἱμαρμένην ἐπεισάγοντες, καὶ ἀπρονόητα εἶναι λέγοντες τὰ πάντα, καὶ μηδενὶ μέλειν μηδενὸς, ἀλλ' ἐξ ἀτόμων συνεστάναι; ἀλλ' ἕτεροι οἱ σῶμα τὸν Θεὸν εἰπόντες; Ἀλλὰ 62. 92 τίνες, εἰπέ μοι; οἱ τὰς ἀνθρωπίνας ψυχὰς κυνείας ποιοῦντες, καὶ τοὺς ἀνθρώπους πείθοντες, ὅτι καὶ κύων ἐγένετό ποτέ τις, καὶ λέων καὶ ἰχθύς; Μέχρι τίνος οὐ παύεσθε ληροῦντες, ἐσκοτισμένοι τῇ διανοίᾳ; καθάπερ γὰρ ὄντες ἐν σκότῳ πάντα καὶ λέγουσι καὶ πράττουσι, καὶ τὰ περὶ δογμάτων καὶ τὰ περὶ βίου. Οὐδὲν γὰρ ὁρᾷ τῶν ἐν μέσῳ κειμένων, ὅς ἐστιν ἐσκοτισμένος, ἀλλὰ σχοινίον πολλάκις ἰδὼν, ὄφιν ἐνόμισεν αὐτόματον· ὑπὸ φραγμοῦ πάλιν κατασχεθεὶς, ἐνόμισεν ἄνθρωπόν τινα ἢ δαίμονα κατέχειν αὐτόν· καὶ πολὺς ὁ θόρυβος, πολλὴ ἡ ταραχή. Τοιαῦτά τινα φοβοῦνται· Φοβηθήσονται, φησὶ, φόβον, οὗ οὐκ ἦν φόβος· τὰ δὲ ἄξια φόβου οὐ δεδοίκασιν. Ἀλλὰ καθάπερ τὰ παιδία τῷ μὲν πυρὶ τὰς χεῖρας ἀπρονοήτως, καὶ τῷ λύχνῳ τολμηρῶς ἐπαφιᾶσιν ὑπὸ τῶν τιτθῶν βασταζόμενα, σάκκον δὲ ἄνδρα ἐνδεδυμένον φοβοῦνται· οὕτω δὴ καὶ οὗτοι οἱ Ἕλληνες, καθάπερ ὄντως ἀεὶ παιδία (ὡς καί τις τῶν παρ' αὐτοῖς εἶπεν· Ἕλληνες ἀεὶ παῖδες), τὰ μὲν οὐκ ὄντα ἁμαρτήματα δεδοίκασιν, οἷον ῥύπον σώματος, κῆδος, λέχος, καὶ ἡμερῶν παρατηρήσεις, καὶ ὅσα τοιαῦτα· ἃ δέ ἐστιν ὄντως ἁμαρτήματα, παιδεραστία, μοιχεία, πορνεία, τούτων οὐδὲ λόγον ἔχουσιν. Ἀλλ' ἴδοις ἂν αὐτὸν ἀπὸ μὲν νεκροῦ λουόμενον, ἀπὸ δὲ νεκρῶν ἔργων, οὐκέτι· καὶ χρημάτων μὲν ἕνεκεν πολλὴν ποιούμενον σπουδὴν, ἑνὶ δὲ ἀλεκτρυόνι τὸ πᾶν διαλελύσθαι νομίζοντα· οὕτως ἐσκοτισμένοι εἰσὶ τῇ διανοίᾳ. Πολλῶν δειμάτων αὐτοῖς ἡ ψυχὴ μεστή, οἷον, Ὁ δεῖνά μοι πρῶτος ἐνέτυχε, φησὶν, ἐξιόντι τῆς οἰκίας· πάντως μυρία δεῖ κακὰ συμπεσεῖν. Νῦν ὁ οἰκέτης ὁ μιαρὸς τὰ ὑποδήματα ἐπιδιδοὺς, πρῶτον ὤρεξε τὸ ἀριστερόν· συμφοραὶ δειναὶ, καὶ ὕβρεις. Ἐγὼ αὐτὸς ἐξιὼν, τῷ ἀριστερῷ προτέρῳ προὔβην ποδί· καὶ τοῦτο συμφορῶν σημεῖον. Καὶ ταῦτα μὲν περὶ τὴν οἰκίαν τὰ κακά· ἔξω δὲ ἐξελθόντι ὁ ὀφθαλμός μοι ὁ δεξιὸς κάτωθεν ἀναπηδᾷ· δακρύων τοῦτο τεκμήριον. Καὶ αἱ γυναῖκες δὲ, ὅταν τῷ ἱστόποδι προσαρασσόμενοι κροτῶσιν οἱ κάλαμοι, ἢ ὅταν αὐταὶ τῷ κτενὶ σπαθῶσι, σημεῖον καὶ τοῦτο ποιοῦνται. Πάλιν ὅταν τὴν κρόκην τῷ κτενὶ κατακρούωσι, καὶ σφοδρότερον τοῦτο ἐργάζωνται, εἶτα οἱ ἄνωθεν κάλαμοι ὑπὸ τῆς ἐντόνου πληγῆς κροτῶσι προσαρασσόμενοι τῷ ἱστόποδι, σημεῖον καὶ τοῦτο ποιοῦνται· καὶ μυρία ἕτερα γέλωτος ἄξια. Κἂν ὄνος ἀνακράξῃ, κἂν ἀλεκτρυὼν, κἂν πτάρῃ τις, κἂν ὁτιοῦν συμβῇ, καθάπερ μυρίοις δεδεμένοι δεσμοῖς, ὅπερ ἔφην, καθάπερ ἐν σκότῳ κατεχόμενοι, πάντα ὑποπτεύουσι, καὶ μυρίων εἰσὶν ἀνδραπόδων δουλικώτεροι. Ἀλλὰ μὴ καὶ ἡμεῖς· ἀλλὰ πάντων τούτων καταγελάσαντες, ἅτε ἐν φωτὶ ζῶντες, καὶ ἐν οὐρανῷ πολιτευόμενοι, καὶ πρὸς τὴν γῆν οὐδὲν ἔχοντες κοινὸν, ἓν μόνον ἡγώμεθα εἶναι φοβερὸν τὴν ἁμαρτίαν, καὶ τὸ προσκροῦσαι Θεῷ. Τούτου δὲ οὐκ ὄντος, πάντων καταγελάσωμεν τῶν ἄλλων, καὶ τοῦ ταῦτα εἰσενεγκόντος διαβόλου. Ὑπὲρ δὴ τούτων εὐχαριστῶμεν τῷ Θεῷ· σπουδάσωμεν, μηδέποτε μήτε αὐτοὶ ταύτῃ ἁλῶναι τῇ δουλείᾳ, καὶ εἴ τις ἡμῖν τῶν φίλων ἑάλωκε, διαῤῥήξωμεν αὐτοῦ τὰ δεσμὰ, ἀποδύσωμεν αὐτὸν τῆς χαλεπωτάτης καὶ καταγελάστου ταύτης εἱρκτῆς, εὔλυτον αὐτὸν ἐργασώμεθα πρὸς τὸν δρόμον τὸν εἰς τὸν οὐρανὸν, τὰ πτερὰ βαρούμενα ἀνορθώσωμεν, καὶ βίου καὶ δόγματος ἕνεκεν διδάσκωμεν φιλοσοφεῖν. Εὐ 62. 93 χαριστῶμεν τῷ Θεῷ πάντων ἕνεκεν· παρακαλῶμεν αὐτὸν, μὴ ἀναξίους ἡμᾶς ἀποφανῆναι τῆς παρασχεθείσης δωρεᾶς· καὶ αὐτοὶ μετὰ τούτων σπουδάζωμεν τὰ παρ' ἑαυτῶν εἰσενεγκεῖν, ἵνα μὴ μόνον λέγοντες, ἀλλὰ καὶ ποιοῦντες διδάσκωμεν. Οὕτω γὰρ δυνησό 62. 94 μεθα τῶν μυρίων ἀγαθῶν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.