Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 13 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.0.1
Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μη κέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριω μένοι τῆς ζωῆς τοῦ Θεοῦ διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρ δίας αὐτῶν, οἵτινες ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, εἰς ἐργασίαν ἀκαθαρ σίας πάσης ἐν πλεονεξίᾳ.
13.1.1
Οὐ πρὸς Ἐφεσίους ταῦτα εἴρηται μόνον, ἀλλὰ καὶ πρὸς ὑμᾶς νῦν λέγεται, καὶ οὐ παρ' ἡμῶν, ἀλλὰ καὶ παρὰ Παύλου, μᾶλλον δὲ οὔτε παρ' ἡμῶν, οὔτε παρὰ Παύλου, ἀλλὰ παρὰ τῆς τοῦ Πνεύματος χάριτος. Ὡς οὖν αὐτῆς ταῦτα φθεγγομένης, οὕτω διακεῖσθαι χρή. Ἄκουε δὲ καὶ τί φθέγγεται· Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν Κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ λοιπὰ ἔθνη περιπατεῖ, ἐν ματαιότητι τοῦ νοὸς αὑτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ, ὄντες ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ Θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν. Εἰ οὖν ἄγνοιά ἐστιν, εἰ πώρωσίς ἐστι, τί ἐγκαλεῖς; τὸν γὰρ ἀγνοοῦντα οὐ κακῶς πάσχειν, οὐδὲ ἐγκαλεῖσθαι, ἀλλὰ μανθάνειν δίκαιόν ἐστιν ἅπερ ἀγνοεῖ. Ἀλλ' ὅρα πῶς αὐτοὺς εὐθέως ἀφαιρεῖται τῆς συγγνώμης. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ, καὶ τῇ ἐργασίᾳ τῆς ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν. Δείκνυσιν ἐνταῦθα ὅτι τῆς πωρώσεως ὁ βίος γέγονεν αὐτοῖς αἴτιος· ὁ δὲ βίος ἐξ οἰκείας γέγονε ῥᾳθυμίας καὶ ἀναλγησίας. Οἵτινες, φησὶν, ἀπηλγηκότες, ἑαυτοὺς παρέδωκαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι Παρέδωκεν αὐτοὺς ὁ Θεὸς εἰς ἀδόκιμον νοῦν, τούτου μέμνησο τοῦ ῥήματος, ὅτι ἑαυτοὺς παρέδωκαν. Εἰ οὖν ἑαυτοὺς παρέδωκαν, πῶς ὁ Θεὸς παρέδωκεν; εἰ δὲ ὁ Θεὸς αὐτοὺς παρέδωκε, πῶς ἑαυτοὺς παρέδωκαν; Ὁρᾷς τὴν δοκοῦσαν ἐναντίωσιν; Τὸ οὖν, Παρέδωκε, τοῦτό ἐστι, συγκεχώρηκεν. Ὁρᾷς ὅτι οὗ μὴ καθαρὸς βίος, καὶ δογμάτων τοιούτων ἐστὶν ὑπόθεσις; Πᾶς, φησὶν, ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Πῶς γὰρ ἂν δύναιτο μιαρὸς ἀνὴρ, καὶ μᾶλλον τῶν ἐγκαλινδουμένων βορβόρῳ χοίρων τοῖς ἁπασῶν τῶν γυναικῶν σώμασιν ἐμφυρόμενος, καὶ χρημάτων ἐρῶν, καὶ οὐδὲ ὅλως σωφροσύνης ἐφιέμενος, τοῦτον ἀναδέξασθαι τὸν βίον; Ἐργασίαν, φησὶν, ἔθεντο τὸ πρᾶγμα. Ἀπὸ τούτου ἡ πώρωσις, ἀπὸ τούτου ἡ σκοτομήνη τῆς διανοίας. Ἔστι καὶ φωτὸς λάμψαντος ἐσκοτίσθαι, ὅταν οἱ ὀφθαλμοὶ ἀσθενεῖς ὦσιν· ἀσθε 62. 94 νεῖς δὲ γίνονται, ἢ χυμῶν ἐπιῤῥοῇ πονηρῶν, ἢ ῥεύματος πλημμύρᾳ. Οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἡ πολλὴ ῥύμη τῶν βιωτικῶν πραγμάτων τὸ διορατικὸν ἡμῶν ἐπικλύσῃ τῆς διανοίας, ἐν σκοτώσει γίνεται· καὶ καθάπερ ἐν ὕδατι κατὰ βάθους κείμενοι, τὸν ἥλιον οὐκ ἂν δυνηθείημεν ὁρᾷν, ὥσπερ τινὸς διαφράγματος τοῦ πολλοῦ ἄνωθεν ἐπικειμένου ὕδατος· οὕτω δὴ καὶ ἐν τοῖς ὀφθαλμοῖς τῆς διανοίας γίνεται πώρωσις τῆς καρδίας, ὅταν μηδεὶς τὴν ψυχὴν κατασείῃ φόβος. Οὐκ ἔστι φόβος Θεοῦ, φησὶν, ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ πάλιν· Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Πώρωσις δὲ οὐδαμόθεν γίνεται, ἀλλ' ἢ ἀπὸ ἀναισθησίας· τοῦτο διαφράττει τοὺς πόρους. Ὅταν γὰρ ῥεῦμα πεπηγὸς εἰς ἕνα συνάγηται τόπον, νεκρὸν γίνεται τὸ μέλος καὶ ἀναίσθητον· κἂν καύσῃς, κἂν τέμῃς, κἂν ὁτιοῦν ποιῇς, οὐκ αἰσθάνεται. Οὕτω καὶ ἐκεῖνοι ἅπαξ ἑαυτοὺς δόντες τῇ ἀσελγείᾳ, κἂν πυρὸς δίκην, κἂν σιδήρου ἐπαγάγῃς αὑτοῖς τὸν λόγον, οὐδὲν καθάπτεται, οὐδὲν καθικνεῖται αὐτῶν· νενέκρωται γὰρ αὐτῶν ἅπαξ τὸ μέλος· κἂν μὴ τὴν ἀναισθησίαν ἀνέλῃς, ὥστε ὑγιαινόντων ἅψασθαι μελῶν, πάντα εἰκῆ ποιεῖς. Ἐν πλεονεξίᾳ, φησίν. Ἐνταῦθα μάλιστα αὐτῶν τὴν ἀπολογίαν ἀφείλετο. Ἐξῆν γὰρ αὐτοῖς, εἴ γε ἐβούλοντο, μήτε πλεονεκτεῖν, μήτε ἀσελγαίνειν, μήτε γαστρίζεσθαι, καὶ τῶν ἐπιθυμιῶν ἀπολαύειν· ἐξῆν καὶ χρημάτων, ἐξῆν καὶ ἡδονῆς καὶ τρυφῆς μετέχειν μετὰ συμμετρίας· ἀλλ' ἐπειδὴ ἀμέτρως ἐχρήσαντο τῷ πράγματι, πάντα διέφθειραν. Εἰς ἐργασίαν ἀκαθαρσίας, φησίν. Ὁρᾷς πῶς αὐτοὺς ἀποστερεῖ συγγνώμης, ἐργασίαν ἀκαθαρσίας εἰπών; Οὐ παραπεσόντες, φησὶν, ἥμαρτον, ἀλλ' εἰργάζοντο αὐτὰ τὰ δεινὰ, καὶ μελέτῃ τῷ πράγματι ἐκέχρηντο. Ἐν πάσῃ ἀκαθαρσίᾳ. Ἀκαθαρσία πᾶσα μοιχεία, πορνεία, παιδεραστία, φθόνος, πᾶσα ἀκολασία καὶ ἀσέλγεια. Ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστὸν, φησὶν, εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ. Τὸ, Εἴ γε αὐτὸν ἠκούσατε, οὐκ ἀμφιβάλλοντός ἐστιν, ἀλλὰ καὶ σφόδρα διαβεβαιουμένου, καθάπερ καὶ ἀλλαχοῦ φησιν· Εἴπερ δίκαιον παρὰ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις ἐμάθετε τὸν Χριστόν. Εἴ γε αὐτὸν ἠκούσατε, καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν Χριστῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρω 62. 95 πον. Ἄρα καὶ τοῦτο μαθεῖν ἐστι τὸν Χριστὸν, τὸ ὀρθῶς βιοῦν. Ὁ γὰρ πονηρῶς βιῶν, ἀγνοεῖ τὸν Θεὸν, καὶ ἀγνοεῖται παρ' αὐτοῦ. Ἄκουε γὰρ αὐτοῦ ἀλλαχοῦ λέγοντος· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ, ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον. Τουτέστιν, Οὐκ ἐπὶ τούτοις συνέθου. Οὐ ματαιότης τὰ παρ' ἡμῖν, ἀλλ' ἀλήθεια· ὥσπερ τὰ δόγματα ἀληθῆ, οὕτω καὶ ὁ βίος. Ματαιότης γὰρ ἡ ἁμαρτία ἐστὶ καὶ ψεῦδος· ὁ δὲ βίος ὁ ὀρθὸς, ἀλήθεια· ἔχει γὰρ καὶ τέλος μέγα· ἡ δὲ ἀκολασία εἰς οὐδὲν τελευτᾷ. Τὸν φθειρόμενον, φησὶν, κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης αὑτοῦ. Ὥσπερ αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται, οὕτω καὶ αὐτός.
13.2.1
Πῶς ἄρα αἱ ἐπιθυμίαι αὐτοῦ φθείρονται; Τῷ θανάτῳ πάντα λύεται· ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ. Καὶ οὐ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ ἄλλοις πολλοῖς· οἷον τὸ κάλλος, καὶ νόσου καὶ γήρως ἐπελθόντος, ὑπεξέστη καὶ ἀπέθανε καὶ ἐφθάρη· ἡ ῥώμη τοῦ σώματος τοῖς αὐτοῖς πάλιν ἁλίσκεται· ἡ τρυφὴ οὐδὲ αὕτη τὴν αὐτὴν ἔχει ἐν γήρᾳ ἡδονήν. Καὶ δῆλον ἡμῖν τοῦτο ἀπὸ τοῦ Βερζελλῆ. Ἴστε πάντως τὴν ἱστορίαν. Ἢ ἑτέρως πάλιν τοῦτον αὐτὸν φθείρει καὶ ἀπόλλυσιν ἡ ἐπιθυμία. Καθάπερ γὰρ τὸ ἔριον, ἀφ' ὧν τίκτεται, ὑπὸ τούτων καὶ ἀπόλλυται· οὕτω καὶ ὁ παλαιὸς ἄνθρωπος. Καὶ γὰρ δόξης ἔρως ἀπόλλυσι, καὶ ἡδοναὶ πολλάκις ἀπώλεσαν, καὶ ἐπιθυμία ἐξηπάτησεν. Οὐ γάρ ἐστιν ὄντως ἡδονὴ, ἀλλὰ πικρία καὶ ἀπάτη τὸ πρᾶγμα, ὑπόκρισις καὶ σκηνή· καὶ τὸ μὲν πρόσωπον λαμπρὸν τῶν πραγμάτων, αὐτὰ δὲ τὰ πράγματα οὐδὲν ἕτερον, ἢ ταλαιπωρίας καὶ πολλῆς πτωχείας γέμοντα καὶ ἀηδίας καὶ πολλῆς τῆς πενίας· κἂν ἀφέλῃς τὸ προσωπεῖον, καὶ γυμνώσῃς τὴν ὄψιν, ὄψει τὴν ἀπάτην. Ἀπάτη γὰρ τοῦτό ἐστιν, ὅταν ὅπερ τί ἐστι, μὴ φαίνηται, ἀλλ' ὅπερ μή ἐστι, δείκνυται. Οὕτω καὶ οἱ παραλογισμοὶ γίνονται. Τέσσαρας δὲ ἡμῖν ἀνθρώπους ἐνταῦθα ὑπογράφει· καὶ, εἰ βούλεσθε, τούτων ἤδη τὴν ἀπόδειξιν παρέχω· Ἐνταῦθα μὲν δύο, οὕτω λέγων· Ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, ἀνανεοῦσθε τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ἐν δὲ τῇ πρὸς Ῥωμαίους ἄλλους δύο, ὡς ὅταν λέγῃ· Βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου, ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου, αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Καὶ οὗτοι πρὸς ἐκείνους ἔχουσι τὴν συγγένειαν, πρὸς μὲν τὸν ἔσω ὁ καινὸς, πρὸς δὲ τὸν ἔξω ὁ παλαιός· ἀλλ' ὅμως οἱ τρεῖς διεφθάρησαν. Μᾶλλον δὲ τρεῖς εἰσι καὶ νῦν, καινὸς καὶ παλαιὸς, καὶ οὗτος ὁ οὐσιώδης καὶ φυσικός. Ἀνανεοῦσθε δὲ, φησὶ, τῷ πνεύματι τοῦ νοὸς ὑμῶν. Ἵνα μή τις νομίσῃ, ὅτι ἐπεισάγει ἄνθρωπον ἕτερον, εἰπὼν παλαιὸν καὶ καινὸν, ὅρα τί φησιν· Ἀνανεοῦσθε. Ἀνανεοῦσθαί ἐστιν, ὅταν αὐτὸ τὸ γεγηρακὸς ἀνανεῶται, ἄλλο ἐξ ἄλλου γινόμενον. Ὥστε τὸ μὲν ὑποκείμενον τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκός. Καθάπερ τὸ μὲν σῶμά ἐστι τὸ αὐτὸ, ἡ δὲ μεταβολὴ περὶ τὸ συμβεβηκὸς, οὕτω δὴ καὶ ἐνταῦθα. Πῶς δ' ἂν γένοιτο ἡ ἀνανέωσις; Ἐν τῷ πνεύματι τοῦ νοὸς ὑμῶν, φη 62. 96 σίν. Ὃς ἐὰν οὖν ἔχῃ πρᾶγμα παλαιὸν, οὐδὲν ἐργάσεται· οὐ γὰρ ἀνέξεται τὸ πνεῦμα παλαιῶν πράξεων. Τῷ πνεύματι, φησὶ, τοῦ νοὸς ὑμῶν· τουτέστι, τῷ πνεύματι τῷ ἐν τῷ νῷ. Καὶ ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον. Ὁρᾷς ὅτι τὸ μὲν ὑποκείμενον ἕν ἐστι, τὰ δὲ ἐνδύματα δύο, τό τε ἐκδυόμενον καὶ τὸ ἐνδυόμενον; Τὸν καινὸν ἄνθρωπον, φησὶ, τὸν κατὰ Θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Διὰ τί δὲ ἄνθρωπον καλεῖ τὴν ἀρετὴν, καὶ διὰ τί ἄνθρωπον τὴν κακίαν; Ὅτι χωρὶς ἐνεργείας οὐκ ἂν δειχθείη ἄνθρωπος. Ὥστε οὐχ ἧττον τῆς φύσεως ταῦτα ἄνθρωπον δείκνυσιν, εἴτε καλὸν, εἴτε πονηρόν. Ὥσπερ δὲ τὸ ἀποδύσασθαι, εὔκολον, οὕτω καὶ ἐπὶ ἀρετῆς καὶ κακίας ἔστιν ἰδεῖν. Ὁ νέος ἰσχυρός ἐστιν· οὐκοῦν καὶ ἡμεῖς ἰσχυροὶ γενώμεθα πρὸς τὴν ἐνέργειαν τῶν ἀγαθῶν πράξεων. Ὁ νέος ῥυτίδα οὐκ ἔχει· οὐκοῦν μηδὲ ἡμεῖς. Ὁ νέος οὐ περιφέρεται, οὐδέ ἐστιν εὐάλωτος τοῖς νοσήμασιν· οὐκοῦν μηδὲ ἡμεῖς. Τὸν κτισθέντα. Ὅρα ἐνταῦθα πῶς κτίσιν καλεῖ τὴν οὐσίωσιν τῆς ἀρετῆς, τὴν ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παραχθεῖσαν. Τί δέ; ἐκείνη οὐ κατὰ Θεὸν ἡ κτίσις; Οὐδαμῶς, ἀλλὰ κατὰ τὸν διάβολον· αὐτὸς δημιουργὸς τῆς ἁμαρτίας. Πῶς; Ὁ γὰρ ἄνθρωπος οὐκ ἀπὸ ὕδατος, οὐδὲ ἀπὸ γῆς ἐκτίσθη λοιπὸν, ἀλλ' ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Τί ἐστι τοῦτο; Υἱὸν εὐθέως, φησὶν, αὐτὸν ἔκτισε· τοῦτο γὰρ ἀπὸ τοῦ βαπτίσματος γίνεται· αὕτη ἐστὶν ἡ οὐσία. Καλῶς εἶπεν· Ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας. Ἦν ποτε δικαιοσύνη, ἦν καὶ ὁσιότης ἐπὶ Ἰουδαίων, ἀλλ' οὐ τῆς ἀληθείας, ἀλλὰ τοῦ τύπου ἡ δικαιοσύνη ἐκείνη. Τὸ γὰρ καθαρὸν εἶναι σώματι τύπος καθαρότητος ἦν, οὐχὶ ἀλήθεια καθαρότητος· τύπος δικαιοσύνης ἦν, οὐχὶ ἀλήθεια δικαιοσύνης. Ἐν ὁσιότητι, φησὶ, καὶ δικαιοσύνῃ τῆς ἀληθείας. Τάχα καὶ πρὸς τὸ ψευδὲς εἴρηται τοῦτο, ὅτι εἰσὶ πολλοὶ παρὰ τοῖς ἔξωθεν δοκοῦντες εἶναι δίκαιοι, ἀλλὰ ψευδεῖς. Δικαιοσύνη δὲ, ἡ καθολικὴ ἀρετὴ λέγεται. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ἐὰν μὴ περισσεύῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πάλιν, Δίκαιος λέγεται ὁ μηδεμίαν ἔχων λαβήν. Ἐπεὶ καὶ ἐν τοῖς δικαστηρίοις ἐκεῖνόν φαμεν δίκαιον, τὸν ἀδικηθέντα, καὶ μὴ ἀνταδικήσαντα. Ἂν τοίνυν καὶ ἡμεῖς ἐπὶ τοῦ φρικτοῦ δικαστηρίου δυνηθῶμεν δίκαιοι πρὸς ἀλλήλους ὀφθῆναι, δυνησόμεθα φιλανθρωπίας τινὸς τυχεῖν. Πρὸς μὲν γὰρ τὸν Θεὸν ἀδύνατον, ὅσα ἂν ἐπιδειξώμεθα· πανταχοῦ γὰρ αὐτὸς τοῖς δικαίοις νικᾷ, καθὼς καὶ ὁ Προφήτης λέγει· Καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε. Ἀλλὰ τὰ πρὸς ἀλλήλους δίκαια ἂν μὴ διαφθείρωμεν, τότε ἐσόμεθα δίκαιοι· ἂν δυνηθῶμεν δεῖξαι, ὅτι ἠδικήθημεν, τότε ἐσόμεθα δίκαιοι. Πῶς ἐνδεδυμένοις αὐτοῖς πάλιν λέγει, Ἐνδύσασθε; Ἀπὸ τοῦ βίου νῦν φησι καὶ τῶν ἔργων. Τότε γέγονεν ἀπὸ τοῦ βαπτίσματος τὸ ἔνδυμα, νῦν δὲ ἀπὸ τῆς πολιτείας καὶ τῶν ἔργων, οὐκέτι κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀλλὰ κατὰ τὸν Θεόν. Τὸ δὲ ὅσιον τί ἐστι; Τὸ καθαρὸν, τὸ ὀφειλόμενον. Διὰ τοῦτο καὶ τὴν ὁσίαν ἐπὶ ἀπελθόντων φαμέν· τουτέστιν, Οὐδὲν ὀφείλω αὐτοῖς λοιπὸν, οὐκ εἰμὶ ὑπεύθυνος. Οὕτως ἔθος ἡμῖν λέγειν καὶ τὸ, Ἀφωσιωσάμην, καὶ ὅσα τοιαῦτα, τουτέστι τὸ, Μηδὲν ὀφείλω. 62. 97 γʹ. Ἡμῶν τοίνυν ἐστὶ μὴ ἀποδύσασθαι τὸ τῆς δικαιοσύνης ἱμάτιον, ὃ καὶ ὁ Προφήτης ἱμάτιον σωτηρίου καλεῖ, ἵνα τῷ Θεῷ ὁμοιωθῶμεν· καὶ γὰρ αὐτὸς δικαιοσύνην ἐνδέδυται. Τοῦτο ἐνδυσώμεθα τὸ ἱμάτιον. Τὸ δὲ, ἐνδύσασθαι, οὐδὲν ἄλλο δηλοῖ, ἢ τὸ μηδέποτε ἀποθέσθαι. Ἄκουε γὰρ τοῦ Προφήτου λέγοντος· Ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, καὶ ἥξει αὐτῷ. Καὶ πάλιν, Ὁ περιβαλλόμενος φῶς ὡς ἱμάτιον. Καὶ πάλιν ἡμῖν ἔθος λέγειν ἐπὶ τῶν ἀνθρώπων· Ὁ δεῖνα τὸν δεῖνα ἐνεδύσατο. Ὥστε οὐ μίαν ἡμέραν οὐδὲ δευτέραν οὐδὲ τρίτην, ἀλλὰ διαπαντὸς ἡμᾶς βούλεται εἶναι ἐν ἀρετῇ, καὶ μηδέποτε γυμνοὺς εἶναι τοῦ ἱματίου τούτου. Οὐ γὰρ οὕτως ἄνθρωπος ἀσχημονεῖ γυμνὸς ὢν τὸ σῶμα, ὡς γυμνὸς ὢν τὴν ἀρετήν. Ἐνταῦθα αὐτὸν οἱ ὁμόδουλοι βλέπουσιν ἀσχημονοῦντα, ἐκεῖ δὲ ὁ Δεσπότης καὶ οἱ ἄγγελοι. Ἂν οὖν τινα ἴδῃς, εἰπέ μοι, γυμνὸν διὰ τῆς ἀγορᾶς προϊόντα, οὐχὶ ἀλγεῖς; Ὅταν οὖν σὺ γυμνὸς τοῦ ἱματίου τούτου τρέχῃς, τί ἐροῦμεν; Οὐχ ὁρᾷς τούτους τοὺς προσαιτοῦντας, οὓς λώταγας ἡμῖν ἔθος καλεῖν, πῶς περιίασι, πῶς καὶ αὐτοὺς ἐλεοῦμεν; Ἀλλ' ὅμως τούτοις οὐδὲ συγγνώμη τίς ἐστιν· οὐδὲ γὰρ συγγινώσκομεν αὐτοῖς, ὅταν κυβεύοντες ἑαυτῶν τὰ ἱμάτια ἀπολλύωσι. Πῶς οὖν ἡμῖν ὁ Θεὸς συγγνώσεται τὸ ἱμάτιον τοῦτο ἀπολέσασιν; Ὅταν γὰρ ὁ διάβολος ἴδῃ γυμνὸν ἀρετῆς τινα, εὐθέως καὶ ἀσβολοῖ καὶ ἀμαυροῖ τὸ πρόσωπον, καὶ τιτρώσκει, καὶ ἀναγκάζει μεγάλα. Γυμνοὶ γενώμεθα χρημάτων, ἵνα μὴ γυμνωθῶμεν ἀπὸ δικαιοσύνης· ἡ τῶν χρημάτων περιβολὴ τοῦτο λυμαίνεται τὸ ἱμάτιον· ἀκανθῶν ἐστι περιβολή. Τοιαῦταί εἰσιν αἱ ἄκανθαι, καὶ ὅσῳ ἂν πλείονας περιβαλώμεθα, τοσούτῳ μᾶλλον γυμνούμεθα. Ἡ ἀσέλγεια γυμνοῖ τοῦ ἱματίου τούτου· πῦρ γάρ ἐστι, τὸ δὲ πῦρ ἀναλωτικὸν τοῦ ἱματίου τούτου. Σής ἐστιν ὁ πλοῦτος· καθάπερ ὁ σὴς πάντα διατρώγει καὶ οὐδὲ τῶν σηρικῶν φείδεται, οὕτω καὶ οὗτος. Πάντα τοίνυν ταῦτα ἀποθώμεθα, ἵνα γενώμεθα δίκαιοι, ἵνα ἐνδυσώμεθα τὸν καινὸν ἄνθρωπον. Μηδὲν παλαιὸν, μηδὲν φαινόμενον, μηδὲν φθειρόμενον κατέχωμεν. Οὐκ ἔστιν ἡ ἀρετὴ ἐπίπονος, οὐκ ἔστι δυσκατόρθωτος. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς ὄρεσιν; ἐκεῖνοι καὶ οἰκίας ἀφιᾶσι καὶ γυναῖκας καὶ παῖδας καὶ προστασίαν ἅπασαν, καὶ ἐκτὸς ἑαυτοὺς τοῦ κόσμου ποιησάμενοι, σάκκον περιθέμενοι, σποδὸν ὑποστρωσάμενοι, κλοιὰ τῶν τραχήλων ἐξαρτήσαντες, ἐν οἰκίσκῳ μικρῷ κατακλείσαντες ἑαυτοὺς, οὐδὲ μέχρι τούτων ἵστανται, ἀλλὰ καὶ νηστείαις καὶ λιμῷ διηνεκεῖ κατατείνουσιν ἑαυτούς. Εἰ τοιαῦτα ἐπέταττον νῦν ἐγὼ, οὐκ ἂν ἅπαντες ἀπεπηδήσατε; οὐκ ἂν εἴπατε τὸ πρᾶγμα φορτικόν; Οὐδὲ τοιοῦτόν φημι δεῖν ποιεῖν· βούλομαι μὲν γὰρ, πλὴν οὐ νομοθετῶ. Ἀλλὰ τί; Καὶ λουτροῖς κέχρησο, καὶ τὸ σῶμα θεράπευε, καὶ εἰς ἀγορὰν ἔμβαλλε, καὶ οἰκίαν ἔχε, καὶ διακόνοις διακονοῦ, καὶ χρῶ σιτίοις καὶ ποτοῖς· πανταχοῦ τὴν πλεονεξίαν ἔκβαλλε. Ἐκείνη γάρ ἐστιν ἡ τὴν ἁμαρτίαν ποιοῦσα, καὶ τὸ αὐτὸ πρᾶγμα πλεονάζον ἁμαρτία γέγονεν. Ὥστε οὐδὲν ἕτερόν ἐστιν ἡ πλεονεξία, ἢ ἁμαρτία. Καὶ ὅρα· Ὁ θυμὸς ὅταν πλέον τοῦ δέοντος κινηθῇ, τότε ἐκπηδῶν λοιδορεῖται, τότε ἀδίκως πάντα ποιεῖ· ὁ τῶν σωμάτων ἔρως, ὁ τῶν χρημάτων, ὁ τῆς δόξης, ὁ τῶν ἄλλων ἁπάντων. Καὶ μή μοι εἴπῃς, ὅτι ἐκεῖνοι ἠδυνή 62. 98 θησαν· πολλοὶ γὰρ πολλῷ ἀσθενέστεροί σου καὶ πλουσιώτεροι καὶ τρυφερώτεροι τὸν σκληρὸν ἐκεῖνον καὶ τραχὺν ἀνεδέξαντο βίον. Καὶ τί λέγω ἄνδρας; κόραι εἰκοστὸν ἔτος οὔπω γενόμεναι, ἐν θαλάμοις καὶ ἐν σκιατροφίᾳ τὸν ἅπαντα διατελέσασαι χρόνον, [ἐν] θαλάμοις μύρων γέμουσαι καὶ θυμιαμάτων, ἐπὶ στρωμνῆς ἁπαλῆς κατακείμεναι, ἁπαλαὶ καὶ αὐταὶ τὴν φύσιν, καὶ τῇ πολλῇ θεραπείᾳ μαλακώτεραι γινόμεναι, διὰ τῆς ἡμέρας πάσης οὐδὲν ἕτερον ἔργον ἔχουσαι, ἢ τὸ καλλωπίζεσθαι καὶ χρυσοφορεῖν καὶ τρυφῆς ἀπολαύειν πολλῆς, οὐδὲ ἑαυταῖς διακονούμεναι, ἀλλὰ πολλὰς ἔχουσαι τὰς θεραπαινίδας τὰς παρεστηκυίας, ἱμάτια ἔχουσαι μαλακὰ τοῦ σώματος μαλακώτερα, λεπτὰς ὀθόνας καὶ τρυφερὰς, ἐν ῥόδοις καὶ ταῖς τοιαύταις εὐωδίαις διηνεκῶς ἀσχολούμεναι· αὗται δὴ ἐξαίφνης τῷ πυρὶ ληφθεῖσαι τοῦ Χριστοῦ, πᾶσαν ἐκείνην ἀποδυσάμεναι τὴν βλακείαν καὶ τὸν τῦφον, καὶ τρυφῆς καὶ ἡλικίας ἐπιλαθόμεναι, καθάπερ τινὲς ἀθληταὶ γενναῖοι τὰ μαλακὰ ἐκεῖνα ἀποδυσάμεναι, εἰς μέσους ἐνέβησαν τοὺς ἀγῶνας. Καὶ ἴσως μὲν ἄπιστα δόξω ἐρεῖν, πλὴν ἀλλ' ἀληθῆ. Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσαύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύτερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶν τοῖς σώμασι γεγυμνωμένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι· μᾶλλον δὲ τὸ πλέον ἐγρηγορέναι τῆς νυκτὸς, καὶ οὔτε μύρου, οὔτε ἄλλου τινὸς τῶν παλαιῶν πρόνοιαν ποιεῖσθαι, ἀλλὰ καὶ τὴν οὕτω θεραπευομένην κεφαλὴν ἀτημέλητον ἔχειν, ἁπλῶς καὶ εἰκῆ τὰς τρίχας ἐνδεδεμένην, ὥστε μὴ εἰς ἀσχημοσύνην ἐμπεσεῖν. Τράπεζα δὲ αὐταῖς ἐστιν ἑσπερινὴ μόνη, τράπεζα οὐδὲ λαχάνου οὐδὲ ἄρτου, ἀλλὰ σεμίδαλις καὶ κύαμος καὶ ἐρέβινθος, καὶ ἐλαία καὶ σῦκα· καὶ ταλασιουργία διηνεκὴς καὶ τῶν οἴκοι θεραπαινίδων ἔργα πολλῷ χαλεπώτερα. Τί γάρ; τὰς καμνούσας τὸ σῶμα θεραπεύειν ἀνεδέξαντο, τὰς κλίνας βαστάζουσαι, τοὺς πόδας νίπτουσαι· πολλαὶ δὲ αὐτῶν καὶ μαγειρεύουσι. Τοσαῦτα δύναται τοῦ Χριστοῦ τὸ πῦρ· οὕτω καὶ φύσεως ἀνώτερον ἡ προθυμία. Πλὴν ἀλλ' οὐδὲν τοιοῦτον ἐγὼ ὑμᾶς ἀπαιτῶ, ἐπειδὴ βούλεσθε παρελαύνεσθαι παρὰ γυναικῶν.
13.4.1
Κἂν γοῦν ὅσα μὴ φορτικὰ, ταῦτα πράττετε, χειρὸς κρατεῖτε καὶ ἀκολάστων ὀφθαλμῶν. Τί δύσκολον, εἰπέ μοι, τί δυσχερές; Δίκαια πράττετε, μηδένα ἀδικεῖτε, μήτε ὁ πένης, μήτε ὁ πλούσιος, μήτε ὁ ἀγοραῖος, μήτε ὁ μισθωτός· ἔστι γὰρ καὶ μέχρι πενήτων ἀδικίαν διελθεῖν. Ἢ οὐχ ὁρᾶτε πόσας οὗτοι μάχας ποιοῦσι, καὶ πάντα ἀνατρέπουσι; Κέχρησο γάμῳ, ἔχε παῖδας· καὶ Παῦλος τοιούτοις ἐπέταττε, τοιούτοις ἔγραφε. Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα; Οὐκοῦν κἂν τῶν ἐλαττόνων ἔχου, καὶ τῶν κατωτέρων ἐφίεσο. Οὐ δύνασαι κενῶσαι τὰ χρήματα; κἂν τὰ τῶν ἄλλων μὴ ἅρπαζε, μηδὲ ἀδίκει. Οὐ δύνασαι νηστεῦσαι; κἂν μὴ εἰς τρυφὴν σεαυτὸν ἐξαγάγῃς. Οὐ δύνασαι ἐπὶ στιβάδος κατακλιθῆναι; μή μοι κλίνας ἀργυρενδέτους κατασκεύαζε, ἀλλὰ κέχρησο κλίνῃ καὶ στρώμασι μὴ πρὸς ἐπίδειξιν πεποιημένοις, ἀλλὰ πρὸς ἀνάπαυσιν, μηδὲ ἐλεφαντίνας κλίνας· σύστειλον σαυτόν. Τί μυρίων ἀγωγίμων πληροῖς τὴν ὁλκάδα; Ἂν ᾖς εὐσταλὴς, οὐδὲν δείσεις, οὐ φθόνον, οὐ λῃστὰς, οὐκ ἐπιβούλους. Οὐδὲ γὰρ οὕτω 62. 99 τοῖς χρήμασιν, ὡς ταῖς φροντίσι πλουτεῖς· οὐχ οὕτως εὐπορεῖς ἐν τοῖς κτήμασιν, ὡς ταῖς ἀγωνίαις καὶ τοῖς κινδύνοις. Οἵτινες βούλονται πλουτεῖν, φησὶ, πειρασμοὺς καὶ ἐπιθυμίας βλαβερὰς ἑαυτοῖς ἐπεισάγουσι. Ταῦτα ὑπομένουσιν οἱ πολλὰ κεκτῆσθαι βουλόμενοι. Οὐ λέγω· Διακόνησον τῷ κάμνοντι· κἂν τῷ παιδὶ κέλευσον τοῦτο ποιεῖν. Ὁρᾷς πῶς φορτικὸν οὐκ ἔστι; πῶς γὰρ, ἔνθα κόραι ἁπαλαὶ ἐκ πολλοῦ τοῦ διαστήματος ἡμᾶς παρελαύνουσιν; Αἰσχυνθῶμεν, παρακαλῶ, ὅτι ἐν μὲν τοῖς κοσμικοῖς οὐδαμοῦ παραχωροῦμεν αὐταῖς, οὐκ ἐν πολέμοις, οὐκ ἐν ἄθλοις· ἐν δὲ τοῖς πνευματικοῖς ἀγῶσι πλέον ἡμῶν φέρονται, καὶ πρῶται τὸ βραβεῖον ἁρπάζουσι, καὶ ὑψηλότερα πέτανται, καθάπερ ἀετοί τινες· ἡμεῖς δὲ, καθάπερ κολοιοὶ, κάτω περὶ τὴν κνίσσαν καὶ τὸν καπνὸν ἀεὶ στρεφόμεθα. Κολοιῶν γὰρ ὄντως, τραπεζοποιοὺς καὶ μαγείρους ἐπινοεῖν, καὶ κυνῶν λίχνων. Ἄκουσον τῶν παλαιῶν γυναικῶν· μεγάλαι γὰρ ἐγένοντο, μεγάλαι γυναῖκες καὶ θαυμασταὶ, οἷον, ἡ Σάῤῥα, ἡ Ῥεβέκκα, ἡ Ῥαχὴλ, ἡ Δεβώρα, ἡ Ἄννα· καὶ ἐπὶ τοῦ Χριστοῦ δὲ ἦσαν τοιαῦται, ἀλλ' οὐδαμοῦ ἄνδρας παρήλασαν, ἀλλὰ τὴν ὑστέραν τάξιν ἐπεῖχον. Νῦν δὲ τοὐναντίον, γυναῖκες ἡμᾶς παρελαύνουσι καὶ ἀποκρύπτουσι. Ποῖος ὁ γέλως; τίς ἡ αἰσχύνη; Ἡμεῖς τῆς κεφαλῆς τὴν τάξιν ἐπέχομεν, καὶ ὑπὸ τοῦ σώματος νικώμεθα; Ἄρχειν αὐτῶν ἐτάχθημεν, οὐχ ἵνα μόνον ἄρχωμεν, ἀλλ' ἵνα καὶ ἐν ἀρετῇ ἄρχωμεν. Ὁ γὰρ ἄρχων, τούτῳ μάλιστα ἄρχειν ὀφείλει, τῷ τῇ ἀρετῇ νικᾷν· εἰ δὲ νικᾶται, οὐκέτι ἄρχων ἐστίν. Εἴδετε πόση τῆς τοῦ Χριστοῦ παρουσίας ἡ δύναμις; πῶς ἔλυσε τὴν κατάραν; Καὶ γὰρ πλείους αἱ παρθένοι παρὰ γυναιξὶ, πλείων ἡ σωφροσύνη παρ' ἐκείναις, αἱ χηρεῖαι πλείους· οὐδὲν ἂν αἰσχρὸν ταχέως γυνὴ πρόοιτο ῥῆμα. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, αἰσχρολογεῖς σύ; Μὴ γάρ μοι τὰς ἀπεγνωσμένας εἴπῃς, φιλόκοσμόν πως τὸ γένος ἐστὶ, καὶ τοῦτο ἔχει τὸ ἐλάττωμα. Ἀλλὰ κἀν τούτῳ νικᾶτεὑμεῖς οἱ ἄνδρες, οἱ καὶ ἐπ' ἐκείναις, ὡς ἐπ' οἰκείῳ κόσμῳ, ἐναβρυνόμενοι. Οὐ γὰρ οὕτως οἶμαι τοῖς ἑαυτῆς χρυσίοις τὴν γυναῖκα καλλωπίζεσθαι, ὡς τὸν ἄνδρα τοῖς τῆς γυναικός· οὐχ οὕτως ἐπὶ τῇ ζώνῃ φρονεῖ τῇ χρυσῇ, ὡς ἐπὶ τῷ τὴν γυναῖκα χρυσοφορεῖν. Ὥστε καὶ τούτου ὑμεῖς αἴτιοι οἱ τὸν σπινθῆρα ἐκκαίοντες, καὶ τὴν φλόγα ἀνάπτοντες. Ἄλλως δὲ, οὐ τοσοῦτον ἁμάρτημά ἐστιν ἐπὶ γυναικὸς, ὅσον ἐπὶ ἀνδρός. Σὺ ἐτάχθης ἐκείνην ῥυθμίζειν· πανταχοῦ τῶν πρωτείων ἀξιοῖς τυγχάνειν· οὐκοῦν καὶ ἐν τούτῳ δεῖξον, ὅτι σοι τῆς πολυτελείας οὐδεὶς λόγος ἐκείνης, ἀπὸ τῶν σαυτοῦ. Γυναικὶ μᾶλλον ἐπιτήδειον τὸ κοσμεῖσθαι, ἢ ἀνδρί. Ὅταν οὖν σὺ αὐτὸς μὴ διαφεύγῃς, πῶς ἐκείνη διαφεύξεται; Ἔχουσιν ἐκεῖναί τι κενόδοξον, ἀλλὰ τοῦτο κοινὸν καὶ ἀνδρῶν· ὀργίλαι πῶς εἰσι, καὶ τοῦτο κοινόν. Ἐν οἷς δὲ πλεονεκτοῦσιν, οὐκέτι κοινά· τὴν σεμνότητα λέγω, τὴν θερμότητα, τὴν εὐλάβειαν, τὴν περὶ τὸν Χριστὸν ἀγάπην. Διὰ τί οὖν ἀπεῖρξεν αὐτὰς τοῦ θρόνου τοῦ διδασκαλικοῦ, φησί; Καὶ τοῦτο σημεῖον τοῦ πολὺ τὸ μέσον εἶναι τῶν ἀνδρῶν, καὶ μεγάλας εἶναι τὰς τότε. Παύλου γὰρ διδάσκοντος, εἰπέ μοι, καὶ Πέτρου καὶ τῶν ἁγίων ἐκείνων, γυναῖκα τῷ πράγματι ἐπιπηδᾷν ἐχρῆν; Νυνὶ δὲ εἰς τοῦτο κακίας ἠλάσαμεν, ὡς καὶ ζητήματος ἄξιον εἶναι, διὰ τί γυναῖκες οὐ διδάσκουσιν· οὕτως εἰς τὴν αὐτὴν αὐταῖς ἀσθένειαν ἤλθομεν. Ταῦτα οὐκ ἐκείνας ἐπᾶραι βουλόμενος εἶπον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐντρέψαι καὶ παιδεῦσαι καὶ νουθετῆσαι, ὥστε τὴν προσήκουσαν ἡμῖν ἀρχὴν ἀναλαβεῖν, μὴ κατὰ τὸ μεῖζον, ἀλλὰ κατὰ τὴν πρόνοιαν καὶ τὴν προστασίαν καὶ τὴν ἀρετήν. Οὕτω γὰρ καὶ τὸ σῶμα ἐν τάξει ἔσται τῇ προσηκούσῃ, ὅταν ἀρίστου τοῦ ἄρχοντος ἐπιτύχῃ. Γένοιτο δὲ καὶ τὰς γυναῖκας καὶ τοὺς ἄνδρας κατὰ τὸ τῷ Θεῷ δοκοῦν ἅπαντας βιοῦν, ἵνα καταξιωθῶμεν ἅπαντες ἐν ἐκείνῃ τῇ φοβερᾷ ἡμέρᾳ τῆς φιλανθρωπίας ἀπολαῦσαι τοῦ Δεσπότου, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Intertext edge

Open linked passage

Note