In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.0.1
Διὸ ἀποθέμενοι τὸ ψεῦδος, λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μὴ δίδοτε τόπον τῷ διαβόλῳ.
14.1.1
Εἰπὼν τὸν παλαιὸν ἄνθρωπον καθολικῶς, λοιπὸν αὐτὸν καὶ ὑπογράφει κατὰ μέρος. Αὕτη γὰρ εὐμαθεστέρα ἡ διδασκαλία, ὅταν καὶ κατὰ μέρος μανθάνωμεν. Καὶ τί φησι; Διὸ ἀποθέμενοι τὸ ψεῦδος. Ποῖον ψεῦδος; Τὰ εἴδωλα ἆρά φησιν; Οὐδαμῶς· ψεῦδος μὲν γὰρ καὶ ταῦτα· ἀλλὰ νῦν οὐ περὶ τούτων· οὐδὲν γὰρ αὐτοῖς κοινὸν πρὸς αὐτά· ἀλλὰ τὸ πρὸς ἀλλήλους φησὶ, τουτέστι, τὸ δολερὸν καὶ ὕπουλον. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὑτοῦ. Εἶτα καὶ τὸ ἐντρεπτικώτερον, Ὅτι ἐσμὲν ἀλλήλων μέλη, μηδεὶς ἀπατάτω τὸν πλησίον· ὅ φησιν ὁ Ψαλμῳδὸς ἄνω καὶ κάτω· Χείλη δόλια ἐν καρδίᾳ, καὶ ἐν καρδίᾳ ἐλάλησε κακά. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν οὐδὲν οὕτως ἔχθραν ποιοῦν, ὡς τὸ ἀπατᾷν καὶ παραλογίζεσθαι. Ὅρα πῶς πανταχοῦ αὐτοὺς δυσωπεῖ διὰ τοῦ σώματος. Μὴ ψευδέσθω, φησὶν, ὁ ὀφθαλμὸς τὸν πόδα, μηδὲ ὁ ποῦς τὸν ὀφθαλμόν. Οἷον, ἐὰν βαθὺ ὄρυγμα ᾖ, εἶτα ἄνωθεν ἐπὶ τῆς γῆς καλάμων διακειμένων, καὶ ὑπὸ τῆς γῆς κεκαλυμμένων, ἐν τῇ ἐπιφανείᾳ στερεᾶς γῆς παρέχῃ δόξαν τοῖς ὀφθαλμοῖς, οὐχὶ τῷ ποδὶ χρήσεται, καὶ εἴσεται πότερον εἰκῆ καὶ διάκενόν ἐστι κάτω, ἢ ἀντερείδει καὶ ἀντιτυπεῖ; μὴ ψεύδεται ὁ ποῦς, ἀλλ' οὐχ ὅπερ ἐστὶν ἀπαγγέλλει; Τὶ δέ; εἰ ὄφιν ἴδοι ὁ ὀφθαλμὸς, ἢ θηρίον, μὴ ψεύδεται τὸν πόδα; οὐκ εὐθέως ἀπαγγέλλει, κἀκεῖνος παρ' αὐτοῦ μαθὼν, οὐκέτι ἐπέρχεται. Τί δέ; ὅταν μήτε ὁ ὀφθαλμὸς, μήτε ὁ ποῦς εὕρῃ διαγνῶναι, ἀλλὰ τὸ πᾶν τῆς ὀσφρήσεως ᾖ, οἷον πότερον δηλητήριον φάρμακον, ἢ οὒ, μὴ ψεύδεται ἡ ὄσφρησις τὸ στόμα; Οὐδαμῶς. Διὰ τί; Καὶ γὰρ καὶ ἑαυτὴν προσαπόλλυσιν· ἀλλ' ὅπερ αὐτῇ παρίσταται, λέγει. Τί δέ; ἡ γλῶσσα μὴ ψεύδεται τὸν στόμαχον; οὐκ ἔνθα μὲν πικρὸν ᾖ, τοῦτο ῥίπτει, ἂν δὲ γλυκὺ, παραπέμπει; Ὅρα διακονίαν καὶ δουλείας ἀντίδοσιν· ὅρα πρόνοιαν ἐξ ἀληθείας γεγενημένην, καὶ ἐκθύμως, ὡς ἄν τις εἴποι. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ψευδώμεθα, εἰ ἀλλήλων μέλη ἐσμέν. Τοῦτο φιλίας τεκμήριον, τὸ δὲ ἐναντίον ἔχθρας. Τί οὖν, ἂνἐπιβουλεύῃ, φησί; Τὸ ἀληθὲς μάθε· ἂν γὰρ ἐπιβουλεύῃ, οὐκ ἔστι μέλος. Εἶπε δὲ, Μὴ ψεύδεσθε πρὸς τὰ μέλη. Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὅρα σύνεσιν· καὶ λέγει ὅπως μὴ ἁμαρτήσωμεν, καὶ παρακούσαντας πάλιν οὐκ ἐγκαταλιμπάνει· οὐ γὰρ ἀφίησιν αὐτοῦ τὰ σπλάγχνα τὰ πνευματικά. Καθάπερ γὰρ ὁ ἰατρὸς διαγορεύει μὲν τὰ πρακτέα τῷ κάμνοντι, καὶ μὴ ἀνασχομένου δὲ ὅμως οὐ καταφρονεῖ, ἀλλὰ τὴν ἐκ τῆς πειθοῦς εἰσάγων συμβουλὴν, θεραπεύει πάλιν, οὕτω καὶ ὁ Παῦλος. Ὁ μὲν γὰρ ἐκεῖνο ποιῶν, τὴν δόξαν μόνον ζητεῖ, καὶ ὅτι κατεφρονήθη δάκνεται· ὁ δὲ πανταχοῦ τὴν ὑγείαν τοῦ κάμνοντος ἐπιζητῶν, πρὸς ἓν τοῦτο μόνον ὁρᾷ, ὅπως ἀναστήσῃ τὸν κείμενον. Τοῦτο καὶ ὁ Παῦλος ποιεῖ. Εἶπε, Μὴ ψεύδεσθε· εἰ δέ ποτε γένοιτο ἀπὸ ψεύδους ὀργὴ, καὶ τοῦτο θεραπεύει πάλιν. Τί γάρ φησιν; Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Καλὸν μὲν γὰρ τὸ μὴ ὀργίζεσθαι· εἰ δέ τις ἐμπέσοι ποτὲ εἰς τὸ πάθος, ἀλλὰ μὴ εἰς τοσοῦτον. Ὁ ἥλιος γὰρ, φησὶ, μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν. Βούλει τῆς ὀργῆς ἐμπλησθῆναι; ἀρκεῖ σοι μία ὥρα καὶ δευτέρα καὶ τρίτη· μὴ καταλιπὼν ἐχθροὺς ὑμᾶς ὁ ἥλιος ἀπέλθοι. Ἀπὸ ἀγαθότητος ἀνέτειλε, μὴ ἀπερχέσθω εἰς ἀναξίους λάμψας. Εἰ γὰρ ὁ Δεσπότης αὐτὸν ἀπὸ πολλῆς ἀγαθότητος ἔπεμψε, καὶ αὐτὸς μὲν ἀφῆκέ σοι τὰ ἁμαρτήματα, σὺ δὲ τῷ πλησίον οὐκ ἀφίης, ὅρα πόσον τὸ κακόν. Καὶ ἄλλο δὲ μετὰ τούτου· δέδοικε τὴν νύκτα ὁ μακάριος Παῦλος, μὴ λαβοῦσα ἐπ' ἐρημίας τὸν ἠδικημένον ἔτι φλεγμαίνοντα, ἀνακαύσῃ τὸ πῦρ. Ἕως μὲν γὰρ ἂν πολλὰ ἐκκρούῃ, τῆς ἡμέρας οὔσης, ἔξεστί σοι ἐμφορεῖσθαι· ὅταν δὲ μέλλοι ἑσπέρα γίνεσθαι, καταλλάττου καὶ πρόσφατον σβέσον τὸ κακόν. Ἂν γὰρ νὺξ ἐπιλάβηται, οὐκ ἀρκέσει ἡ μετὰ ταῦτα ἡμέρα τὸ συναχθὲν καὶ ἐν τῇ νυκτὶ σβέσαι κακόν· ἀλλὰ κἂν τὸ πλέον ὑποτέμῃς, τὸ δὲ ὅλον μὴ δυνηθῇς, πάλιν δίδωσιν ἀπὸ τοῦ ὑπολειφθέντος τῇ ἐπιούσῃ νυκτὶ σφοδροτέραν ἐργάσασθαι τὴν πυράν. Καὶ καθάπερ ὁ ἥλιος, ἂν τὸ νεφωθὲν καὶ πυκνωθὲν τοῦ ἀέρος διὰ τῆς νυκτὸς μὴ ἀρκέσῃ τῇ καθημερινῇ μαλάξαι καὶ διασκεδάσαι θέρμῃ, ὑπόθεσιν χειμῶνος παρέχεται, τῆς νυκτὸς ἐπιλαβομένης τοῦ λειψάνου, καὶ πάλιν αὐτὸ τρεφούσης ἑτέροις ἀτμοῖς· οὕτω καὶ ἐπὶ τῆς ὀργῆς. Μήτε δίδοτε τόπον τῷ διαβόλῳ. Ὥστε τὸ ἀλλήλους πολεμεῖν, τόπον ἐστὶ δοῦναι τῷ διαβόλῳ. Δέον γὰρ πάντας συμπεφράχθαι, καὶ κατ' ἐκείνου ἵστασθαι, ἐκλύσαντες ἡμεῖς τὴν πρὸς ἐκεῖνον ἔχθραν, ἐπ' ἀλλήλους κελεύομεν τρέπεσθαι. Οὐδέποτε γὰρ οὕτως ἔχει τόπον ὁ διάβολος, ὡς ἐν ταῖς ἔχθραις.
14.2.1
Τὰ μυρία ἐντεῦθεν κακὰ τίκτεται. Καὶ καθάπερ ἕως μὲν ἂν ὦσιν ἡρμοσμένοι λίθοι, καὶ μηδὲν διάκενον ἔχοντες, ἑστήκασιν ἀῤῥαγεῖς· ἂν δὲ βελόνης μόνης διάτρησιν διαμπὰξ γεγενημένην, ἢ ῥαγάδα τριχὸς ἐπέχουσαν τόπον συμβῇ γενέσθαι, τοῦτο πάντα καταλύει καὶ ἀπόλλυσιν· οὕτω καὶ ἐπὶ τοῦ διαβόλου· ἕως μὲν ἂν ὦμεν πεπυκνωμένοι καὶ συνηρμοσμένοι, οὐδὲν ὅλως ἐπεισάγει τῶν αὑτοῦ· ἐπειδὰν δὲ μικρὸν ἡμᾶς διαχαυνώσῃ, καθάπερ τις χειμάῤῥους ἐπιχέεται. Πανταχοῦ γὰρ ἀρχῆς αὐτῷ χρεία μόνης, καὶ τοῦτό ἐστι τὸ δυσκατόρθωτον· τούτου δὲ γενομένου, αὐτὸς ἑαυτῷ τὰ πάντα εὐρύνει· λοιπὸν γὰρ διαβολαῖς τὰ ὦτα ἀνέῳγε, καὶ οἱ τὰ ψευδῆ λέγοντες, πιστότεροι· τὴν γὰρ ἔχθραν ἔχουσι δικάζουσαν, οὐ τὴν ἀλήθειαν κρίνουσαν. Καὶ ὥσπερ φιλίας οὔσης, καὶ τὰ ἀληθῆ ψευδῆ φαίνεται τῶν κακῶν· οὕτως ἔχθρας οὔσης, καὶ τὰ ψευδῆ ἀληθῆ· ἕτερος νοῦς, ἕτερον δικαστήριον, οὐκ ἐξ ἴσης ἀκοῦον, ἀλλὰ μετὰ πολλῆς τῆς προσκλίσεως καὶ ἐπιῤῥεπείας. Καθάπερ γὰρ ἐν ζυγῷ μόλυβδος προστεθεὶς τὸ πᾶν εἵλκυσεν· οὕτω καὶ ἐνταῦθα, τὸ τῆς ἔχθρας βάρος, μολύβδου χαλεπώτερον ὄν. Διὸ, παρακαλῶ, πάντα πράττωμεν, ὥστε πρὸ τοῦ ἡλίου σβεννύναι τὰς ἔχθρας. Ἂν γὰρ τῇ ἡμέρᾳ τῇ πρώτῃ μὴ κρατήσῃς καὶ τῇ ἑξῆς, πολλάκις καὶ εἰς ἐνιαυτὸν αὐτὴν ἐξέτεινας, καὶ αὐτὴ ἑαυτὴν ηὔξησε λοιπὸν ἡ ἔχθρα, καὶ οὐ δεῖταί τινος. Καὶ ῥήματα γὰρ ἑτέρως λεγόμενα ἑτέρως ὑποπτεύειν ποιοῦσα, καὶ σχήματα καὶ πᾶν ὁτιοῦν ἐκθηριοῖ καὶ ἐξαγριοῖ, καὶ τῶν μαινομένων χείρω διατίθησιν, οὔτε τὸ ὄνομα εἰπεῖν, οὔτε ἀκοῦσαι ἀνεχομένη, ἀλλ' ἀπὸ τῶν λοιδοριῶν ἅπαντα φθεγγομένη. Πῶς οὖν μαλάξομεν τὸν θυμόν; πῶς σβέσομεν τὴν φλόγα; Ἂν τὰ ἑαυτῶν ἁμαρτήματα ἐννοήσωμεν, καὶ ὅσον ἐσμὲν ὑπεύθυνοι τῷ Θεῷ· ἂν ἐννοήσωμεν, ὅτι οὐ τὸν ἐχθρὸν ἀμυνόμεθα, ἀλλ' ἡμᾶς αὐτούς· ἂν ἐννοήσωμεν, ὅτι τὸν διάβολον εὐφραίνομεν, ὅτι τὸν ἐχθρὸν τὸν ἡμέτερον, τὸν ὄντως ἐχθρὸν, δι' ὃν τὸ μέλος τὸ ἡμέτερον ἀδικοῦμεν. Βούλει εἶναι μνησίκακος καὶ ἐχθρός; Ἐχθρὸς ἔσο, ἀλλὰ τοῦ διαβόλου, μὴ τοῦ μέλους τοῦ σοῦ. Διὰ τοῦτο ἡμᾶς ὥπλισε τῷ θυμῷ ὁ Θεὸς, οὐχ ἵνα τὸ ξίφος κατὰ τῶν ἡμετέρων σωμάτων, ἀλλ' ἵνα ὁλόκληρον τὴν μάχαιραν εἰς τὸ τοῦ διαβόλου στῆθος βαπτίζωμεν. Ἐκεῖ τὸ ξίφος ἔγκλεισον μέχρι τῆς λαβῆς, εἰ βούλει, καὶ τὴν λαβὴν αὐτὴν, καὶ μηδέποτε ἐκσπάσῃς, ἀλλὰ καὶ ἕτερον πρόσθες. Τοῦτο δὲ ἔσται, ὅταν ἡμῶν φειδώμεθα, ὅταν εἰρηνικῶς πρὸς ἀλλήλους διακεώμεθα. Ἐῤῥέτω χρήματα, ἐῤῥέτω δόξα καὶ εὐδοκίμησις· πάντων τὸ μέλος τὸ ἐμὸν ἐμοὶ τιμιώτερον. Ταῦτα λέγωμεν πρὸς ἑαυτούς· μὴ τὴν φύσιν ἀδικῶμεν τὴν ἡμετέραν, ἵνα χρήματα κτησώμεθα, ἵνα δόξης ἐπιτύχωμεν. Ὁ κλέπτων, μηκέτι κλεπτέτω, φησίν. Ὁρᾷς τίνα τὰ μέλη τοῦ παλαιοῦ ἀνθρώπου; ψεῦδος, μνησικακία, κλοπή. Διὰ τί μὴ εἶπεν, Ὁ κλέπτων κολαζέσθω, βασανιζέσθω, στρεβλούσθω, ἀλλὰ, Μηκέτι κλεπτέτω· μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος τὸ ἀγαθὸν ταῖς χερσὶν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι; Ποῦ οἱ Καθαροὶ λεγόμενοι, οἱ παντὸς ῥύπου γέμοντες, καὶ τοῦτο ἑαυτοὺς ὀνομάζειν τολμῶντες; Ἔστι γὰρ, ἔστιν ἀποδύσασθαι τὸ ἔγκλημα, οὐ τῷ στῆναι μόνον τοῦ ἁμαρτήματος, ἀλλὰ καὶ τῷ ἀγαθόν τι ἐργάσασθαι. Ὁρᾶτε πῶς ἀπολύεσθαι τὰ ἁμαρτήματα δεῖ; Ἔκλεψαν, τοῦτό ἐστι τὸ ἁμάρτημα πρᾶξαι· οὐκ ἔκλεψαν, τοῦτο οὐκ ἔστι τὸ ἁμάρτημα λῦσαι· ἀλλὰ πῶς; Εἰ ἐκοπίασαν, καὶ ἑτέροις μετέδωκαν· οὕτως ἔλυσαν τὸ ἁμάρτημα. Οὐχ ἁπλῶς ἡμᾶς ἐργάζεσθαι βούλεται, ἀλλ' ὥστε κοπιᾷν, ὥστε ἑτέροις μεταδιδόναι· καὶ γὰρ ὁ κλέπτων ἐργάζεται, ἀλλὰ κακόν. Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω. Τίς ἐστι σαπρός; Ὅν φησιν ἀλλαχοῦ καὶ ἀργὸν, καταλαλιὰ, αἰσχρολογία, εὐτραπελία, μωρολογία. Ὁρᾷς πῶς τὰς ῥίζας ἐκκόπτει τῆς ὀργῆς, τὸ ψεῦδος, τὴν κλοπὴν, τὴν ἄκαιρον διάλεξιν; Τὸ δὲ, Μηκέτι κλεπτέτω, οὐκ ἐκείνοις συγγινώσκων τοσοῦτόν φησιν, ὅσον τοὺς ἠδικημένους πράους καθιστῶν, καὶ τῷ μηκέτι τὰ αὐτὰ παθεῖν ἀρκεῖσθαι παραινῶν. Καλῶς δὲ καὶ περὶ λόγων διδάσκει. Οὐ γὰρ πραγμάτων μόνον, ἀλλὰ καὶ ῥημάτων τίνομεν δίκας. Ἀλλ' εἴ τις ἀγαθὸς, φησὶ, πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσι. Τουτέστιν, Ὅπερ οἰκοδομεῖ τὸν πλησίον, τοῦτο φθέγγου μόνον, περιττὸν δὲ μηδέν.
14.3.1
Διὰ τοῦτο γάρ σοι στόμα καὶ γλῶσσαν ἔδωκεν ὁ Θεὸς, ἵνα εὐχαριστῇς αὐτῷ, ἵνα οἰκοδομῇς τὸν πλησίον· ὡς ἐὰν καθαιρῇς τὴν οἰκοδομὴν, βέλτιον σιγᾷν, καὶ μηδέποτε φθέγγεσθαι. Καὶ γὰρ χεῖρες τεχνίτου, ἀντὶ τοῦ τοὺς τοίχους ἐξυφαίνειν μαθοῦσαι καθαιρεῖν, ἐκκόπτεσθαι δίκαιαι ἂν εἶεν. Καὶ γὰρ ὁ Ψαλμῳδὸς τοῦτό φησιν· Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια. Τοῦτο πάντων αἴτιον τῶν κακῶν, τὸ στόμα· μᾶλλον δὲ οὐ τὸ στόμα, ἀλλ' οἱ κακῶς αὐτῷ χρώμενοι. Ἐντεῦθεν ὕβρεις, λοιδορίαι, βλασφημίαι, ἐκκαύματα τῶν ἡδονῶν, φόνοι, μοιχεῖαι, κλοπαὶ, πάντα ἀπὸ τούτου τίκτεται. Καὶ πῶς, φησὶ, φόνοι; Ἀπὸ ὕβρεως εἰς ὀργὴν, ἀπὸ ὀργῆς εἰς πληγὰς, ἀπὸ πληγῶν εἰς φόνον ἐξέβης. Πῶς μοιχεῖαι; Ἡ δεῖνά σε φιλεῖ, φησὶν, ἐφθέγξατό τι περὶ σοῦ χρηστὸν, ἐχάλασέ σου τὸν τόνον, εἶτα καὶ σοὶ οὕτως ἀνάπτεται τὰ τῆς ἐπιθυμίας. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγεν, Εἴ τις ἀγαθός. Ἐπεὶ οὖν πολὺ τὸ χύμα τῶν λόγων, εἰκότως ἀδιορίστως εἶπεν, ἐκεῖνα φθέγγεσθαι κελεύσας, καὶ τύπον δοὺς ὁμιλίας. Ποῖον δὴ τοῦτον; Εἴ τις οἰκοδομεῖ, εἰπών. Ἢ τοῦτό φησιν, ἵνα χάριν σοι εἰδῇ ὁ ἀκούων. Οἷον, ἐπόρνευσεν ὁ ἀδελφός· μὴ ἐκπόμπευε τὴν ὕβριν. Μηδὲ ἐντρύφα· οὐδὲν ὠφέλησας τὸν ἀκούοντα, ἀλλὰ καὶ ἔβλαψας, εἰκότως, ἧλον αὐτῷ δούς. Ἂν μέντοι τὰ πρακτέα παραινῇ, πολλὴν αὐτῷ δίδως τὴν χάριν· ἂν παιδεύσῃς εὔφημον ἔχειν στόμα, ἂν διδάξῃς μηδένα κακηγορεῖν, μάλιστα αὐτὸν ἐπαίδευσας, καὶ χάριν αὐτῷ δέδωκας· ἂν περὶ κατανύξεως, ἂν περὶ εὐλαβείας, ἂν περὶ ἐλεημοσύνης διαλεχθῇς, πάντα ταῦτα μαλάττει αὐτοῦ τὴν ψυχήν. Ὑπὲρ τούτων πάντων χάριν ὁμολογήσει. Ἂν μέντοι γέλωτα κινήσῃς, ἂν αἰσχρὸν φθέγξῃ, μᾶλλον ἐξῆψας· ἂν ἐπαινέσῃς τὴν πονηρίαν, κατέβαλες καὶ ἀπώλεσας. Τοῦτο οὖν ἔστιν εἰπεῖν· ἢ ἵνα κεχαριτωμένους αὐτοὺς ἐργάσηται, οὕτως εἶπε. Καθάπερ γὰρ τὸ μύρον χάριν δίδωσι τοῖς μεταλαμβάνουσιν, οὕτω καὶ λόγος ἀγαθός· διὰ τοῦτο καί τις ἔλεγε, Μύρον ἐκκενωθὲν ὄνομά σου· ἀποπνεῖν αὐτοὺς ἐποίει ἀπὸ τῆς εὐωδίας ἐκείνης. Ὁρᾷς ὅτι, ὅπερ ἀεὶ παραινεῖ, τοῦτο καὶ νῦν λέγει, ἑκάστῳ οἰκοδομεῖν τὸν πλησίον ἐπιτρέπων κατὰ δύναμιν τὴν ἑαυτοῦ; Ὁ ἑτέροις οὖν τοιαῦτα παραινῶν, πολλῷ μᾶλλον σαυτῷ. Καὶ μὴ λυπεῖτε, φησὶ, τὸ Πνεῦμα τὸ ἅγιον. Φρικωδέστερον καὶ φοβερώτερον τοῦτο, ὅπερ καὶ ἐν τῇ πρὸς Θεσσαλονικέας Ἐπιστολῇ φησι· καὶ γὰρ ἐκεῖ τοιοῦτόν τι λέγει· Ὁ γὰρ ἀθετῶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν. Οὕτω καὶ ἐνταῦθα. Ἂν εἴπῃς ὑβριστικὸν ῥῆμα, ἂν πλήξῃς τὸν ἀδελφὸν, οὐκ ἐκεῖνον ἔπληξας, ἀλλὰ τὸ Πνεῦμα ἐλύπησας. Εἶτα καὶ ἡ προσθήκη τῆς εὐεργεσίας, ἵνα μείζων γένηται ἡ κατηγορία. Καὶ μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως. Τοῦτο ἡμᾶς ἔδειξεν ἀγέλην βασιλικὴν, τοῦτο ἡμᾶς πάντων τῶν πρώτων ἀπέστησε, τοῦτο οὐκ ἀφῆκε κεῖσθαι μετὰ τῶν ὑπευθύνων τῆς ὀργῆς τοῦ Θεοῦ, καὶ σὺ αὐτὸ λυπεῖς; Ὅρα πῶς ἐκεῖ μὲν φοβερῶς, Ὁ γὰρ ἀθετῶν, φησὶν, οὐκ ἄνθρωπον ἀθετεῖ, ἀλλὰ τὸν Θεόν· ἐνταῦθα δὲ ἐντρεπτικῶς, Μὴ λυπεῖτε τὸ Πνεῦμα τὸ ἅγιον, φησὶν, ἐν ᾧ ἐσφραγίσθητε. Ἡ σφραγὶς αὕτη ἐπὶ τοῦ στόματος κείσθω· μὴ ἀνέλῃς τὰ σήμαντρα. Στόμα πνευματικὸν οὐδὲν τοιοῦτον φθέγγεται. Μὴ εἴπῃς, Οὐδέν ἐστιν, ἂν αἰσχρὸν εἴπω, ἂν τὸν δεῖνα ὑβρίσω. Διὰ τοῦτο μέγα ἐστὶ κακὸν, ἐπειδὴ οὐδὲν εἶναι δοκεῖ. Τὰ γὰρ μηδὲν εἶναι δοκοῦντα, εὐκόλως καὶ καταφρονεῖται, τὰ δὲ καταφρονούμενα καὶ αὔξεται, τὰ δὲ αὐξόμενα καὶ ἀνίατα γίνεται. Στόμα ἔχεις πνευματικόν; Ἐννόησον τί ἐφθέγξω εὐθέως ῥῆμα τεχθεὶς, ποία ἀξία τοῦ στόματός σου. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν εὐθέως ὑβρίζεις; Ἐννόησον πόθεν Πατέρα καλεῖς τὸν Θεόν. Ἀπὸ φύσεως; ἀλλ' οὐκ ἂν ἔχοις. Ἀπὸ ἀρετῆς; ἀλλ' οὐδὲ τοῦτο. Ἀλλὰ πόθεν; Ἀπὸφιλανθρωπίας μόνης, ἀπὸ εὐσπλαγχνίας, ἀπὸ ἐλέου πολλοῦ. Ὅταν οὖν Πατέρα καλῇς τὸν Θεὸν, μὴ τοῦτο μόνον ἐννόει, ὅτι ἀνάξια τῆς εὐγενείας ἐκείνης πράττεις ὑβρίζων, ἀλλ' ὅτι καὶ ἀπὸ φιλανθρωπίας ἔχεις τὴν εὐγένειαν. Μὴ τοίνυν αὐτὴν καταισχύνῃς, ἀπὸ μὲν φιλανθρωπίας λαβὼν, ὠμότητι δὲ κεχρημένος πρὸς τοὺς ἀδελφούς. Πατέρα καλεῖς τὸν Θεὸν, καὶ ὑβρίζεις; Ἀλλ' οὐ ταῦτα τοῦ υἱοῦ τοῦ Θεοῦ. Τὸ ἔργον τοῦ υἱοῦ τοῦ Θεοῦ, τοῖς ἐχθροῖς ἀφιέναι, ὑπὲρ τῶν σταυρούντων εὔχεσθαι, ὑπὲρ τῶν μισούντων τὸ αἷμα ἐκχέειν. Ταῦτά ἐστιν ἄξια τοῦ υἱοῦ τοῦ Θεοῦ, τοὺς ἐχθροὺς, τοὺς ἀγνώμονας, τοὺς κλέπτας, τοὺς ἰταμοὺς, τοὺς ἐπιβουλεύοντας, τούτους ἀδελφοὺς ποιεῖσθαι καὶ κληρονόμους, οὐχὶ τοὺς ἀδελφοὺς γινομένους, τούτους ὡς ἀνδράποδα ὑβρίζειν.
14.4.1
Ἐννόησον τίνα ἐφθέγξατο ῥήματα τὸ στόμα τὸ σὸν, ποίας ἄξια τραπέζης· ἐννόησον τίνων ἅπτεται, τίνων γεύεται, ποίας ἀπολαύει τροφῆς. Οὐδὲν ἡγῇ ποιεῖν δεινὸν τὸν ἀδελφὸν κατηγορῶν; Πῶς οὖν καλεῖς ἀδελφόν; Εἰ δὲ οὐκ ἔστιν ἀδελφὸς, πῶς λέγεις, Πάτερ ἡμῶν; τὸ γὰρ, Ἡμῶν, πολλῶν ἐστι προσώπων σημαντικόν. Ἐννόησον μετὰ τίνων ἕστηκας κατὰ τὸν καιρὸν τῶν μυστηρίων, μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφίμ. Τὰ Σεραφὶμ οὐχ ὑβρίζει, ἀλλὰ μίαν αὐτοῖς χρείαν μόνον τὸ στόμα πληροῖ, τὸ δοξολογεῖν, τὸ δοξάζειν τὸν Θεόν. Πῶς οὖν δυνήσῃ σὺ μετ' ἐκείνων λέγειν, Ἅγιος, ἅγιος, ἅγιος, εἰς ὕβριν τῷ στόματι κεχρημένος; Εἰπὲ δή μοι, εἰ σκεῦος εἴη βασιλικὸν, καὶ ἀεὶ ἐδεσμάτων ἔμπλεων βασιλικῶν, καὶ εἰς τοῦτο ἀποτεταγμένον, εἶτά τις αὐτῷ τῶν οἰκετῶν χρήσαιτο εἰς κόπρον ἆρα τολμήσει πάλιν μετ' ἐκείνων τῶν σκευῶν τῶν εἰς ἐκεῖνα ἀποτεταγμένων αὐτὸ ἀποτίθεσθαι τῆς κόπρου ἐμπεπλησμένον; Οὐδαμῶς. Τοιοῦτόν τί ἐστιν ἡ κακηγορία, τοιοῦτόν ἐστιν ἡ ὕβρις. Πάτερ ἡμῶν. Καὶ τί; τοῦτο μόνον; Ἄκουε καὶ τῶν ἑξῆς· Ὁ ἐν τοῖς οὐρανοῖς. Εὐθέως εἶπες, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, καὶ ἀνέστησέ σε τὸ ῥῆμα, ἐπτέρωσέ σου τὴν διάνοιαν, ἔδειξεν ὅτι Πατέρα ἔχεις ἐν τοῖς οὐρανοῖς. Μηδὲν πρᾶττε, μηδὲν λέγε τῶν ἐπὶ γῆς. Εἰς ἐκείνην σε τὴν τάξιν ἔστησε τὴν ἄνω, ἐκείνῳ σε ἐνέκρινε τῷ χορῷ· τί σαυτὸν κάτω καθέλκεις; παρὰ τὸν θρόνον ἕστηκας τὸν Βασιλικὸν, καὶ ὑβρίζεις; Οὐ δέδοικας μὴ ὕβριν τὸ πρᾶγμα ἡγήσηται ὁ βασιλεύς; ἀλλ' ἂν μὲν οἰκέτης ἐφ' ἡμῶν τὸν ὁμόδουλον τύπτῃ, ἢ ὑβρίζῃ, κἂν δικαίως τοῦτο ποιῇ, εὐθέως ἐπιτιμῶμεν, ὕβριν τὸ πρᾶγμα ἡγούμενοι· σὺ δὲ μετὰ τῶν Χερουβὶμ ἑστὼς παρὰ τὸν θρόνον τοῦ Βασιλέως, ὑβρίζεις τὸν ἀδελφόν; Οὐχ ὁρᾷς τὰ ἅγια ταῦτα σκεύη; οὐχὶ πρὸς ἕν ἐστιν αὐτῶν διαπαντὸς ἡ χρεία; μή τις τολμᾷ πρὸς ἄλλο τι χρήσασθαι αὐτοῖς; Σὺ τῶν σκευῶν ἁγιώτερος εἶ τούτων, καὶ πολλῷ ἁγιώτερος· τί τοίνυν ῥυπαίνεις σαυτὸν καὶ μολύνεις; Ἐν τοῖς οὐρανοῖς ἕστηκας, καὶ ὑβρίζεις; μετὰ ἀγγέλων πολιτεύῃ, καὶ ὑβρίζεις; φιλήματος ἠξίωσαι Δεσποτικοῦ, καὶ ὑβρίζεις; τοσούτοις σου τὸ στόμα ἐκόσμησεν ὁ Θεὸς ὕμνοις ἀγγελικοῖς, τροφῇ οὐκέτι ἀγγελικῇ, ἀλλ' ὑπὲρ ἀγγελικὴν, φιλήματι τῷ αὐτοῦ, περιπλοκαῖς ταῖς πρὸς αὐτὸν, καὶ ὑβρίζεις; Μὴ, παρακαλῶ. Μεγάλων τὸ πρᾶγμα αἴτιον κακῶν, πόῤῥω ψυχῆς Χριστιανῆς. Οὐ πείθομέν σε λέγοντες, οὐδὲ ἐντρέπομεν; Οὐκοῦν ἄξιον φοβῆσαι λοιπόν· ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος· Ὁ εἰπὼν τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται τῇ γεέννῃ τοῦ πυρός. Εἰ δὲ τὸ κουφότερον πάντων γέενναν προξενεῖ, ὁ τὰ τολμηρὰ λέγων, τίνος οὐκ ἔσται ἄξιος; Παιδεύσωμεν ἡμῶν πρὸς εὐφημίαν τὸ στόμα· μέγα ἀπὸ τούτου κέρδος, μεγάλη ἀπὸ τῆς ὕβρεως ἡ βλάβη· οὐκ ἔστιν ἐνταῦθα χρήματα δαπανῆσαι. Ἐπιθῶμεν θύραν καὶ μοχλὸν, κατεσθίωμεν ἑαυτοὺς, ἐὰν ῥῆμά ποτε φορτικὸν ἐκπηδήσῃ τῶν ὀδόντων· παρακαλῶμεν τὸν Θεὸν, παρακαλῶμεν τὸν ὑβρισμένον, μὴ ἀναξιοπαθῶμεν· ἑαυτοὺς ἐπλήξαμεν, οὐκ ἐκεῖνον· ἐπιθῶμεν τὸ φάρμακον τὴν εὐχὴν καὶ τὴν πρὸς τὸν ὑβρισμένον καταλλαγήν. Ἂν ἐν τοῖς ῥήμασι τοσαύτην ποιώμεθα πρόνοιαν, πολλῷ μᾶλλον ἐν τοῖς πράγμασι νόμους τιθῶμεν ἑαυτοῖς. Κἂν φίλους ἔχωμεν, κἂν οὑστινασοῦν, καὶ εἴποιεν κακῶς τινα, ἢ ὑβρίσαιεν, ἀπαίτησον αὐτοὺς καὶ εἴσπραξαι δίκην. Μανθάνωμεν ὅλως, ὅτι κἂν ἁμάρτημα τὸ τοιοῦτόν ἐστιν· ἂν γὰρ μάθωμεν, ταχέως ἀποστησόμεθα. Ὁ δὲ Θεὸς τῆς εἰρήνης φυλάξοι ὑμῶν καὶ τὸν νοῦν, καὶ τὴν γλῶσσαν, καὶ τειχίσοι ἀσφαλεῖ τειχίῳ τῷ αὐτοῦ φόβῳ, ἐν Χριστῷ Ἰησοῦ καὶ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι.