John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 15.1.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
15.1.1
Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυμὸς, τὰ σμήνη ἀφίπταται. Διὰ τοῦτο ὁ μακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡμῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅρα οὖν πῶς ἡμῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπήλασε τὴν ὀργήν. Δείκνυσι πάλιν πῶς ἂν μᾶλλον πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν μὴ ὦμεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέντος τοῦ ταμιείου· ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι· καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς πεποιημέναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως μὲν ἂν ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν μέγα ἡμᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας. Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡμῖν ἅπαντα οὕτω. μετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισμοὺς ἐμπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει βάραθρον τὸν ἁλόντα. Ἵν' οὖν ταῦτα ἀκριβῶς διερευνώμενοι, τοῦτο φύγωμεν τὸ κακὸν, καὶ χαλινώσωμεν τὸ θηρίον, μᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πειθώμεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ' ὑμῶν. Τί γάρ μοι δεῖ πραγμάτων καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν; Πειθώμεθα τοίνυν τῷ Παύλῳ λέγοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν. Ἀλλ' οἴμοι τῆς κατεχούσης ἡμᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ μακαρίζειν, καὶ ἐναβρύνεσθαι τῷ κακῷ, καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ' ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορπίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νομίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, μὴ λυμήνηται· ἄπειρος ἐγὼ τῆς ἐκείνου κακίας εἰμί· δέδοικα μή με λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώμενον, εἰς τὰς πάγας ἐμβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡμᾶς συμποδίσῃ τοῖς ἡτοιμασμένοις αὐτῷ πρὸς ἡμετέραν ἀπάτην. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα τὰ ῥήματα, τὰ μὴ φοβερὰ φοβουμένων. Οὐδενὸς μὲν οὖν οὕτω δεῖ καταφρονεῖν, οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· μωροὺς ποιεῖ καὶ ἀνοήτους.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).