In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
15.0.1
Πᾶσα πικρία καὶ θυμὸς, καὶ ὀργὴ, καὶ κραυγὴ, καὶ βλασφημία ἀρθήτω ἀφ' ὑμῶν σὺν πάσῃ κακίᾳ.
15.1.1
Ὥσπερ εἰς σκεῦος ἀκάθαρτον οὐκ ἄν ποτε ἑαυτὰς καθεῖεν αἱ μέλισσαι· διὰ γὰρ τοῦτο καὶ θυμιάμασι καὶ μύροις καὶ εὐωδίαις τὸν τόπον καταῤῥαίνουσιν οἱ περὶ ταῦτα δεινοὶ, οἴνοις τε εὐώδεσι καὶ τοῖς ἄλλοις ἅπασι τοὺς καλαθίσκους, ἐν οἷς ἂν μέλλουσιν ἄρτι τῶν σμηνῶν ἐξιοῦσαι ἐνιζάνειν, ὥστε μὴ τὴν ἀηδῆ ὀσμὴν λυπήσασαν αὐτὰς ἀποστῆσαι πάλιν· οὕτω δὴ καὶ ἐπὶ τοῦ Πνεύματός ἐστι τοῦ ἁγίου. Ἀγγεῖόν τί ἐστιν ἡ ἡμετέρα ψυχὴ καὶ καλαθίσκος, τὰ σμήνη τῶν χαρισμάτων τῶν πνευματικῶν ὑποδέξασθαι δυναμένη· ἀλλ' ἐὰν ᾖ ἔνδον χολὴ καὶ πικρία καὶ θυμὸς, τὰ σμήνη ἀφίπταται. Διὰ τοῦτο ὁ μακάριος οὗτος καὶ σοφὸς γεωργὸς διακαθαίρει καλῶς ἡμῶν τὰ σκεύη, οὐ δρέπανον, οὐδέ τι ἄλλο σκεῦος σιδηροῦν κατέχων· καὶ καλεῖ ἡμᾶς ἐπὶ τὸ πνευματικὸν τοῦτο σμῆνος, καὶ συνάγων αὐτὸ διακαθαίρει εὐχαῖς καὶ πόνοις καὶ τοῖς ἄλλοις ἅπασιν. Ὅρα οὖν πῶς ἡμῶν ἐκκαθαίρει τὴν καρδίαν· ἀπήλασε τὸ ψεῦδος, ἀπήλασε τὴν ὀργήν. Δείκνυσι πάλιν πῶς ἂν μᾶλλον πρόῤῥιζον ἀνασπασθείη τὸ κακόν· ἂν μὴ ὦμεν, φησὶ, πικροὶ τὴν διάνοιαν. Καθάπερ γὰρ ἐπὶ τῆς χολῆς συμβαίνειν εἴωθε τῆς ἡμετέρας, ἂν μὲν ὀλίγη τύχῃ τις οὖσα, ὀλίγη καὶ ἡ κίνησις γίνεται ἐκραγέντος τοῦ ταμιείου· ὅταν δὲ πλεονάσῃ τὸ σφοδρὸν τῆς τοιαύτης ποιότητος καὶ δηκτικὸν, οὐκέτι στέγει τὸ φέρον αὐτὴν πρότερον ἀγγεῖον, ἀλλὰ καθάπερ πυρὸς σφοδροῦ διαβρωθὲν οὐκέτι οἷόν τέ ἐστι στέγειν αὐτὴν καὶ κατέχειν ἐν τοῖς ὡρισμένοις ὅροις, ἀλλὰ διασπασθὲν ὑπὸ τῆς ἀμέτρου δριμύτητος ἀφίησιν ἐξελθοῦσαν παντὶ τῷ σώματι λυμαίνεσθαι· καὶ καθάπερ εἰς πόλιν ἐνεχθὲν θηρίον χαλεπώτατον καὶ ἀφόρητον, ἕως μὲν ἂν ἔνδον ἐν ταῖς πεποιημέναις εἱρκταῖς κατέχηται, οὐδὲν, κἂν ἀγριαίνῃ, κἂν κράζῃ, οὐδένα βλάψαι δυνήσεται· ὅταν δὲ τῷ θυμῷ κρατηθῇ, καὶ διακλάσας τοὺς διὰ μέσου βεβλημένους κανόνας ἐκπηδῆσαι δυνηθῇ, παντὸς θορύβου τὴν πόλιν ἐμπίπλησι καὶ ταραχῆς, καὶ πάντας ἀπελαύνει· οὕτω δὴ καὶ τῆς χολῆς ἡ φύσις· ἕως μὲν ἂν ἐν τοῖς οἰκείοις ὅροις κατέχηται, οὐδὲν μέγα ἡμᾶς ἐργάζεται κακόν· ἐπειδὰν δὲ ἐκραγέντος τοῦ περιέχοντος αὐτὴν ὑμένος, οὐδὲν ᾖ τὸ κωλύον λοιπὸν εἰς πᾶσαν διαχυθῆναι τὴν φύσιν, τότε δὴ, τότε, καίτοι οὕτω σφόδρα μικρὸν ὂν τῇ ποσότητι, διὰ τὴν ὑπερβάλλουσαν ἐν τῇ ποιότητι δύναμιν πάντα τὰ ἄλλα στοιχεῖα τῆς οἰκείας ἀναχρώννυσι κακίας. Τότε γὰρ δὴ αἷμα εὑροῦσα πλησίον τῷ τε τόπῳ καὶ τῇ ποιότητι, καὶ τὴν ἐν ἐκείνῳ θερμότητα δριμυτέραν ἐργαζομένη, καὶ τὸ ἐγγύθεν πᾶν ὅπερ ἐστὶν, ἀπὸ τῆς κατὰ τὴν ὑγρότητα συμμετρίας ὑπερβαῖνον τοὺς ὅρους καὶ χολὰς ἐργαζόμενον, μετὰ τούτου λοιπὸν καὶ τοῖς ἄλλοις ἐπιστρατεύεται μέλεσι, καὶ οὕτω πάντα εἰς τὴν οἰκείαν ἐνθεῖσα πονηρίαν, ἄφωνον ἐργάζεται τὸν ἄνθρωπον, καὶ ἀποπνεῖν ποιεῖ, τὴν ψυχὴν ἀπελαύνουσα. Τί δὴ ταῦτα ἡμῖν ἅπαντα οὕτω. μετὰ ἀκριβείας εἴρηται; Ἵνα ἀπὸ τῆς πικρίας τῆς αἰσθητῆς, τῆς πικρίας τῆς νοητῆς τὴν ἀφόρητον αἰσθόμενοι κακίαν, καὶ ὡς ὁλόκληρον τὴν τίκτουσαν ψυχὴν πρῶτον λυμαίνεται, πάντα ἄνω καὶ κάτω ποιοῦσα, φύγωμεν αὐτῆς τὴν πεῖραν. Καθάπερ γὰρ αὕτη τὸ στοιχεῖον ὅλον, οὕτως ἐκείνη τοὺς λογισμοὺς ἐμπρήσασα, εἰς τὸ τῆς γεέννης ἀπάγει βάραθρον τὸν ἁλόντα. Ἵν' οὖν ταῦτα ἀκριβῶς διερευνώμενοι, τοῦτο φύγωμεν τὸ κακὸν, καὶ χαλινώσωμεν τὸ θηρίον, μᾶλλον δὲ πρόῤῥιζον ἀνασπάσωμεν, τῷ Παύλῳ πειθώμεθα λέγοντι· Πᾶσα πικρία, οὐχὶ καθαιρέσθω, ἀλλὰ ἀρθήτω ἀφ' ὑμῶν. Τί γάρ μοι δεῖ πραγμάτων καὶ κατοχῆς; τί δὲ χρὴ φυλάττειν θηρίον, ἐξὸν ἀποικίσαι τῆς ψυχῆς καὶ μεταστῆσαι, καὶ εἰς ὑπερορίαν τινὰ ἀπαγαγεῖν; Πειθώμεθα τοίνυν τῷ Παύλῳ λέγοντι· Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν. Ἀλλ' οἴμοι τῆς κατεχούσης ἡμᾶς διαστροφῆς· δέον ἅπαντα ἐπὶ τούτῳ ποιεῖν, οὕτω τινές εἰσιν ὄντως ἀνόητοι, ὥστε καὶ ἑαυτοὺς ἐν τούτῳ μακαρίζειν, καὶ ἐναβρύνεσθαι τῷ κακῷ, καὶ ἐγκαλλωπίζεσθαι, καὶ παρ' ἑτέρων ζηλοῦσθαι. Πικρὸς, φησὶν, ἄνθρωπος ὁ δεῖνα, σκορπίος ἐστὶν, ὄφις ἐστὶν, ἔχις· φοβερὸν νομίζουσιν αὐτόν. Τί δέδοικας τὸν πικρὸν, ἄνθρωπε; Μὴ βλάψῃ, φησὶ, μὴ λυμήνηται· ἄπειρος ἐγὼ τῆς ἐκείνου κακίας εἰμί· δέδοικα μή με λαβὼν ἁπλοῦν ἄνθρωπον, καὶ οὐδὲν τῶν αὐτοῦ προορώμενον, εἰς τὰς πάγας ἐμβάλῃ τὰς αὑτοῦ, καὶ τοῖς δικτύοις ἡμᾶς συμποδίσῃ τοῖς ἡτοιμασμένοις αὐτῷ πρὸς ἡμετέραν ἀπάτην. Γελῶ νῦν. Τί δήποτε; Ὅτι παίδων ἐστὶ ταῦτα τὰ ῥήματα, τὰ μὴ φοβερὰ φοβουμένων. Οὐδενὸς μὲν οὖν οὕτω δεῖ καταφρονεῖν, οὐδενὸς οὕτω καταγελᾷν, ὡς ἀνθρώπου πικροῦ καὶ πονηροῦ. Οὐδὲν γὰρ οὕτως ἀσθενὲς, ὡς πικρία· μωροὺς ποιεῖ καὶ ἀνοήτους.
15.2.1
Ἢ οὐχ ὁρᾶτε ὅτι τυφλὸν ἡ κακία; ἢ οὐκ ἠκούσατε, ὅτι ὁ ὀρύσσων βόθρον τῷ πλησίον, ἑαυτῷ ὀρύσσει; πῶς οὖν οὐ χρὴ φοβεῖσθαι ψυχὴν ταραχῆς ἐμπεπλησμένην; Εἰ μὲν οὖν, ὡς δαίμονας καὶ μαινομένους, χρὴ καὶ τοὺς πικροὺς φοβεῖσθαι, καὶ ὡς τοὺς μωροὺς (καὶ γὰρ ἐκεῖνοι ἁπλῶς ἅπαντα ποιοῦσι), φημὶ κἀγώ· εἰ δὲ ὡς δεινοὺς πράγμασι χρῆσθαι, τοῦτο οὐκέτι. Οὐδὲν γὰρ οὕτω πρὸς πραγμάτων οἰκονομίαν ἐπιτήδειον, ὡς σύνεσις· οὐδὲν οὕτω συνέσεως ἐμπόδιον, ὡς πονηρία καὶ κακία, καὶ τὸ ὕπουλον. Οὐχ ὁρᾶτε τὰ σώματα τὰ χολερικὰ, πῶς ἐστιν ἀειδῆ, παντὸς ἄνθους μαρανθέντος ἐν αὐτοῖς; πῶς ἐστιν ἀσθενῆ καὶ λεπτὰ, καὶ πρὸς πάντα ἀνεπιτήδεια; Τοιαῦταί εἰσι καὶ αἱ ψυχαὶ αἱ τοιαῦται. Ἴκτερος γὰρ ψυχῆς οὐδὲν ἕτερόν ἐστιν, ἀλλ' ἢ πονηρία. Οὐκ ἔστιν οὖν ἰσχυρὸν ἡ πονηρία, οὐκ ἔστι. Βούλεσθε πάλιν καὶ ἐπὶ ὑποδείγματος, ὃ λέγω, ποιήσω φανερὸν, κακούργου καὶ ἀπλάστου παραγαγὼν ὑμῖν εἰκόνας; Κακοῦργος ἦν ὁ Ἀβεσσαλὼμ, καὶ πάντας ἰδιοποιεῖτο· ὅρα οὖν ὅση ἦν ἡ κακουργία. Περιιὼν, φησὶν, ἔλεγε, Μὴ ἔστι σοι κρίσις; οἰκειώσασθαι ἕκαστον βουλόμενος. Ὁ δὲΔαυῒδ ἄπλαστος. Τί οὖν; Ὅρα ἀμφοτέρων τὸ τέλος, ὅρα πόσης ἔγεμεν ἐκεῖνος ἀνοίας. Ἐπειδὴ γὰρ πρὸς τὴν βλάβην ἑώρα μόνην τοῦ πατρὸς, ἐν τοῖς ἄλλοις τετύφλωτο πᾶσιν. Ἀλλ' οὐχ ὁ Δαυΐδ. Ὁ πορευόμενος γὰρ ἁπλῶς, πορεύεται πεποιθώς. Τουτέστιν, ὁ μηδὲν περιεργαζόμενος, ὁ μηδὲν κατασκευάζων κακόν. Πειθώμεθα τοίνυν τῷ μακαρίῳ Παύλῳ, καὶ ἐλεῶμεν καὶ δακρύωμεν τοὺς πικροὺς, καὶ πάντα πράττωμεν καὶ ποιῶμεν, ὥστε αὐτῶν ἀπὸ τῆς ψυχῆς ἐξαντλῆσαι τὴν πονηρίαν. Πῶς γὰρ οὐκ ἄτοπον, χολῆς μὲν ἡμῖν ἐνούσης (καίτοι γε χρήσιμον τοῦτο τὸ στοιχεῖον· χωρὶς γὰρ χολῆς ἄνθρωπον εἶναι οὐ δυνατὸν, ταύτης δὴ λέγω τῆς στοιχειώδους)· πῶς οὐκ ἄτοπον ταύτην μὲν κενοῦν κατὰ δύναμιν, καίτοι μεγάλα παρ' αὐτῆς ὠφελουμένους· τὴν δὲ ἐν τῇ ψυχῇ μηδὲν ποιεῖν μηδὲ σπουδάζειν ὥστε κενοῦν, οὐδαμοῦ χρήσιμον οὖσαν, ἀλλὰ καὶ τὰ μέγιστα ἀδικοῦσαν; Ὁ βουλόμενος, φησὶν, εἶναι σοφὸς ἐν ὑμῖν, γενέσθω μωρὸς, ἵνα γένηται σοφός. Ἄκουε πάλιν καὶ τοῦ Λουκᾶ λέγοντος· Μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας, αἰνοῦντες τὸν Θεὸν, καὶ εἶχον χάριν πρὸς ὅλον τὸν λαόν. Ἢ οὐχ ὁρῶμεν καὶ νῦν τοὺς ἀφελεῖς καὶ ἀπλάστους κοινῆς τιμῆς παρὰ πάντων ἀπολαύοντας; Οὐδεὶς τῷ τοιούτῳ φθονεῖ εὐπραγοῦντι, οὐδεὶς ἐπεμβαίνει δυσπραγοῦντι· ἀλλὰ πάντες καὶ καλῶς πράττοντι συγχαίρουσι, καὶ πταίσαντι συναλγοῦσιν. Ἂν δὲ πικρὸς ἅνθρωπος εὐημερήσῃ ποτὲ, ὡς κακοῦ τινος συμβάντος, ἅπαντες στένουσι· κἂν δυσπραγήσῃ πάλιν, ἅπαντες χαίρουσιν. Ἐλεῶμεν οὖν αὐτούς· ἔχουσι γὰρ κοινοὺς ἐχθροὺς πανταχοῦ περιιόντας. Ὁ Ἰακὼβ ἄπλαστος ἦν, ἀλλὰ τὸν κακοῦργον Ἡσαῦ ἐνίκησεν· Εἰς κακότεχνον γὰρ ψυχὴν οὐκ εἰσελεύσεται σοφία. Πᾶσα πικρία ἀρθήτω ἀφ' ὑμῶν· μηδὲ λείψανον μενέτω. Οἶδε γὰρ τοῦτο κινηθὲν, καθάπερ ἀπὸ σπινθῆρός τινος, ὁλόκληρον ἔνδον ποιῆσαι πυράν. Τί τοίνυν ἐστὶν ἡ πικρία κατανοήσωμεν ἀκριβῶς· οἷον ὁ ὕπουλος ἀνὴρ, ὁ δολερὸς, ὁ πρὸς τὸ κακοποιεῖν παρεσκευασμένος, ὁ καχύποπτος· ἀπὸ δὴ τούτου ἀεὶ θυμὸς καὶ ὀργὴ τίκτεται. Οὐ γὰρ ἔστιν ἐν γαλήνῃ τὴν τοιαύτην εἶναι ψυχήν· ῥίζα γὰρ θυμοῦ καὶ ὀργῆς πικρία. Ὁ τοιοῦτος καὶ βαρύθυμός ἐστιν, καὶ οὐδέποτε ἀνίησι τὴν ψυχὴν, ἀεὶ σύννους ὢν, ἀεὶ σκυθρωπός. Ὅπερ γὰρ ἔφην, αὐτοὶ πρῶτοι καρποῦνται τὰ ἑαυτῶν κακά. Καὶ κραυγὴ, φησί. Τί δήποτε; καὶ κραυγὴν ἀναιρεῖς; Τὸν γὰρ ἤπιον τοιοῦτον εἶναι χρή. Ἵππος γάρ ἐστιν ἀναβάτην φέρων, ἡ κραυγὴ τὴν ὀργήν· συμπόδισον τὸν ἵππον, καὶ κατέστρεψας τὸν ἐπιβάτην. Ἀκουέτωσαν ταῦτα μάλιστα γυναῖκες, αἱ ἐν παντὶ πράγματι κράζουσαι καὶ βοῶσαι. Ἐν ἑνὶ χρήσιμον τὸ κράζειν μόνον, ἐν τῷ κηρύττειν καὶ διδάσκειν, ἀλλαχοῦ δὲ οὐδαμοῦ, ἀλλ' οὔτε ἐν εὐχῇ. Καὶ εἰ βούλει μαθεῖν διὰ τῶν πραγμάτων, μηδέποτε κράζῃς, καὶ οὐδέποτε ὀργισθήσῃ· ἰδοὺ τρόπος ἀοργησίας. Ὥσπερ γὰρ οὐκ ἔνι τὸν μὴ κράζοντα ὀργισθῆναι, οὕτως οὐκ ἔνι τὸν κράζοντα μὴ ὀργισθῆναι. Μὴ γάρ μοι τὸν βαρύμηνιν εἴπῃς καὶ μνησίκακον καὶ αὐτοπικρίαν καὶ αὐτοχολήν· ἡμεῖς περὶ τῆς τοῦ πάθους συναρπαγῆς διαλεγόμεθα νῦν. γʹ. Ὥστε οὐ μικρὸν πρὸς τοῦτο συμβάλλεται τὸ παιδεῦσαι τὴν ψυχὴν μηδέποτε κράζειν καὶ βοᾷν. Τὰ πτερὰ περικόπτεις τῆς ὀργῆς, τὴν κραυγὴν περιαιρῶν, τὸ οἴδημα καταστέλλεις τῆς καρδίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὰς χεῖρας μὴ ἀντάραντα παλαίειν, οὕτως οὐκ ἔνι μὴ κράζοντα συμποδίζεσθαι. Δῆσον τοῦ πυκτεύοντος τὰς χεῖρας, καὶ κέλευσον πυκτεύειν, ἀλλ' οὐ δυνήσεται· οὕτως οὐδὲ ὁ θυμός. Ἡ δὲ κραυγὴ καὶ τὸν οὐκ ὄντα ἐξαίρει· καὶ μάλιστα ἐντεῦθεν ταχέως ἁλίσκεται τὸ τῶν γυναικῶν γένος, αἳ, ὅταν ὀργίζωνται ταῖς θεραπαινίσι, τὴν οἰκίαν ἅπασαν τῆς κραυγῆς πληροῦσι τῆς ἑαυτῶν· πολλάκις δὲ καὶ εἰ παρὰ στενωπὸν τυγχάνοι ᾠκοδομημένη ἡ οἰκία, καὶ οἱ παριόντες· ἅπαντες ἀκούουσιν αὐτῆς βοώσης, καὶ τῆς θεραπαινίδος ὀλολυζούσης. Τί τούτου γένοιτ' ἂν ἀσχημονέστερόν ποτε τοῦ κωκυτοὺς ἀκούειν; Πᾶσαι γὰρ εὐθέως διακύψασαι, Τί δὴ γέγονεν, ἐρωτῶσιν, ἐκεῖ; Ἡ δεῖνα, φησὶ, τὴν δούλην τύπτει τὴν αὑτῆς. Τί τούτου γένοιτ' ἂν ἀναισχυντότερον; Τί οὖν, οὐ χρὴ τύπτειν; Οὐ τοῦτο λέγω· δεῖ μὲν γὰρ, ἀλλὰ μήτε συνεχῶς, μήτε ἀμέτρως, μήτε ὑπὲρ τῶν οἰκείων ἀδικημάτων, ὅπερ ἀεί φημι, μήτε τῆς ὑπηρεσίας ἄν τι ἐλλείπῃ, ἀλλ' εἰ τὴν ἑαυτῆς βλάπτει ψυχήν· ἂν ὑπὲρ τοιαύτης τύπτῃς αἰτίας, ἐπαινέσονται πάντες, καὶ ὁ ἐγκαλέσων οὐδείς· ἂν δὲ ὑπὲρ τῶν σῶν, ὠμότητα πάντες καταγνώσονται καὶ ἀπήνειαν. Καὶ τὸ δὴ πάντων αἰσχρότερον, εἰσὶν οὕτως ἄγριαι καὶ ἀπηνεῖς, ὡς ἐπὶ τοσοῦτον μαστίζειν, ὡς μηδὲ αὐθημερὸν τοὺς μώλωπας σβέννυσθαι. Γυμνώσασαι γὰρ τὰς κόρας, καὶ τὸν ἄνδρα ἐπὶ τοῦτο καλέσασαι, δεσμοῦσι πολλάκις πρὸς τοῖς σκίμποσιν. Οἴμοι, οὐκ ἐπεισέρχεταί σοι ἐν ἐκείνῳ τῷ καιρῷ τῆς γεέννης, εἰπέ μοι, μνήμη; ἀλλὰ γυμνοῖς τὴν παιδίσκην, καὶ δεικνύεις τῷ ἀνδρί; καὶ οὐκ αἰσχύνῃ μή σου καταγνῷ; καὶ ἐπιπλέον αὐτὸν παροξύνεις, καὶ ἀπειλεῖς δήσειν, μυρία πρότερον λοιδορησαμένη τῇ ἀθλίᾳ καὶ ταλαιπώρῳ, Θεσσαλίδα, δραπέτριαν, προεστῶσαν καλοῦσα. Ὁ γὰρ θυμὸς οὐδὲ τοῦ οἰκείου ἀφίησι στόματος φείδεσθαι, ἀλλ' εἰς ἓν μόνον ὁρᾷ, πῶς ἐκείνην ἀμύνηται, κἂν ἑαυτὴν καταισχύνῃ. Καὶ μετὰ ταῦτα δὴ πάντα προκάθηται καθάπερ τις τύραννος, καὶ καλεῖ παῖδας, καὶ παραστησαμένη τὸν ἀνόητον ἄνδρα, καθάπερ δημίῳ αὐτῷ κέχρηται. Ταῦτα ἐν Χριστιανῶν οἰκίαις γίνεσθαι ἔδει; Ἀλλὰ πονηρὸν τὸ γένος, φησὶ, καὶ ἰταμὸν καὶ ἀναίσχυντον καὶ ἀδιόρθωτον. Οἶδα κἀγώ· ἀλλ' ἔστιν ἑτέρως ῥυθμίσαι, φόβοις, ἀπειλαῖς, ῥήμασι, κἀκείνην μειζόνως δυναμένοις δάκνειν, καὶ σὲ τῆς αἰσχύνης ἀπαλλάξαι. Αἰσχρὰ ἐφθέγξω ῥήματα ἐλευθέρα οὖσα, καὶ οὐ μᾶλλον ἐκείνην ἢ σαυτὴν καταισχύνεις; Εἶτα ἐν βαλανείῳ ἐὰν δέῃ προελθεῖν, μώλωπες κατὰ τῶν νώτων γυμνουμένης αὐτῆς, καὶ τεκμήρια περιφέρει τῆς ὠμότητος. Ἀλλ' ἀφόρητον, φησὶν, ἀνέσεως τυχὸν τὸ δουλικὸν γένος. Οἶδα κἀγώ· ἀλλ' ἑτέρως, ὅπερ ἔφην, ἐπίστρεφε, μὴ μάστιξι μόνον μηδὲ φόβῳ, ἀλλὰ καὶ κολακείᾳ καὶ τῷ εὖ ποιεῖν. Ἀδελφή σου γέγονεν, ἂν ᾖ πιστή. Ἐννόησον ὅτι σὺ δέσποινα, κἀκείνη σοι διακονεῖται. Ἂν ᾖ μέθυσος, περίελε τῆς μέθης τὰς ὑποθέσεις, τὸν ἄνδρα κάλεσον, καὶ παραίνεσον. Ἢ οὐχ ὁρᾷς πῶς αἰσχρὸν πρᾶγμα γυναῖκα τύπτεσθαι; Οἱ γοῦν μυρία κατὰ ἀνδρῶν νομοθετήσαντες, καὶ καύσεις καὶ βασάνους, σπανιάκις γυναῖκα ἀνήρτησαν, ἀλλὰ μέχρι τοῦῥαπίσαι τὸν θυμὸν ἱστῶσι Τοσαύτῃ δὲ κέχρηνται πρὸς τὴν φύσιν ταύτην αἰδοῖ, ὅτι οὐδὲ ἀναγκαίας χρείας οὔσης ἀνήρτησαν, καὶ μάλιστα ὅταν κύουσα τύχῃ. Αἰσχύνη γὰρ ἀνδρὶ γυναῖκα τύπτειν· εἰ δὲ ἀνδρὶ, πολλῷ μᾶλλον τῇ ὁμοφύλῳ. Ἀπὸ τούτων καὶ τοῖς ἀνδράσι γίνονται μισηταὶ αἱ γυναῖκες. Τί οὖν, φησὶν, ὅταν πορνεύῃ; Ζεῦξον ἀνδρὶ, περίελε τῆς πορνείας τὰς ὑποθέσεις, μὴ συγχώρει ὑπερμαζᾷν. Τί οὖν, ἂν κλέπτῃ; Φύλαττε καὶ παρατήρει; Ὢ τῆς ὑπερβολῆς! ἐγὼ ἔσομαι φύλαξ, φησίν. Ὢ τῆς ἀνοίας! διὰ τί, παρακαλῶ, οὐκ ἔσῃ φύλαξ; οὐχὶ τῆς αὐτῆς σοι μετέχει ψυχῆς; οὐχὶ τῶν αὐτῶν ἠξίωται παρὰ τοῦ Θεοῦ; οὐ τῆς αὐτῆς ἀπολαύει τραπέζης; οὐ τῆς αὐτῆς σοι κοινωνεῖ εὐγενείας; Τί οὖν, ἂν ᾖ, φησὶ, λοίδορος καὶ λάλος καὶ μέθυσος; Πόσαι δέ εἰσιν ἐλεύθεραι τοιαῦται; Πάντα δὲ τὰ ἐλαττώματα τῶν γυναικῶν φέρειν τοὺς ἄνδρας προσέταξεν ὁ Θεός. Μόνον μὴ ἔστω, φησὶ, πόρνη ἡ γυνὴ, καὶ πάντα τὰ λοιπὰ φέρε ἐλαττώματα. Κἂν μέθυσος ᾖ, κἂν λοίδορος, κἂν λάλος, κἂν βάσκανος, κἂν πολυτελὴς, κἂν σπαθῶσα τὴν οὐσίαν, κοινωνὸν ἔχεις βίου· ῥυθμίζειν ἀνάγκην ἔχεις· διὰ τοῦτο κεφαλὴ εἶ σύ. Οὐκοῦν ῥύθμιζε, τὸ σαυτοῦ ποίει. Κἂν ἀδιόρθωτος μένῃ, κἂν κλέπτῃ, φύλαττε τὰ σά· μὴ ἐκείνην τοσοῦτον τιμωροῦ· ἂν λάλος ᾖ, ἐπιστόμιζε. Τοῦτο φιλοσοφίας ἐστὶ τῆς ἀνωτάτω. Νυνὶ δὲ εἰς τοσοῦτό τινες ἀτοπίας ἥκουσιν, ὡς ἀποκαλύπτειν τὴν κεφαλὴν, καὶ ἀπὸ τριχῶν σύρειν τὰς θεραπαινίδας.
15.4.1
Τί ἠρυθριάσατε πᾶσαι; Οὐ πρὸς πάσας ἡμῖν ὁ λόγος· ἀλλὰ πρὸς τὰς εἰς τὴν θηριωδίαν ἐξελκομένας ταύτην. Γυνὴ ἀκατακάλυπτος μὴ ἔστω, φησὶν ὁ Παῦλος· σὺ δὲ ὅλως τὸ κρήδεμνον περιαιρεῖς; Ὁρᾷς πῶς σαυτὴν ὑβρίζεις; Ἂν μὲν οὖν γυμνῇ φανῇ σοι τῇ κεφαλῇ ἐκείνη, ὕβριν τὸ πρᾶγμα λέγεις· σὺ δὲ αὐτὴν γυμνοῦσα, οὐδὲν δεινὸν εἶναι φής; Εἶτά φησι· Τί, ἂν μὴ διορθῶται; Ῥάβδῳ καὶ πληγαῖς σωφρόνισον. Πόσα δὲ καὶ σὺ ἔχεις ἐλαττώματα, καὶ οὐ διορθοῦσαι; Ταῦτα ἡμῖν νῦν οὐχ ὑπὲρ ἐκείνων εἴρηται, ἀλλ' ὑπὲρ ὑμῶν τῶν ἐλευθέρων, ὥστε μηδὲν ἄσεμνον, μηδὲν αἰσχρὸν ποιεῖν, ὥστε μὴ βλάπτειν ἑαυτάς. Ἐὰν ἐν οἰκίᾳ ταῦτα παιδευθῇς ἐπὶ τῆς θεραπαινίδος, καὶ προσηνὴς ᾖς καὶ μὴ χαλεπὴ, πολλῷ μᾶλλον ἐπὶ τοῦ ἀνδρὸς ἔσῃ τοιαύτη. Εἰ γὰρ ἐξουσίας οὔσης μηδὲν τοιοῦτον ἐργαζομένη δειχθῇς, πολλῷ μᾶλλον, ἔνθα τὸ κωλύον ἐστὶν, οὐδὲν ἐργάσῃ τοιοῦτον. Ὥστε ἡ περὶ τὰς θεραπαινίδας φιλοσοφία μέγιστα ὑμᾶς εἰς τὴν τῶν ἀνδρῶν εὔνοιαν ὠφελεῖ. Ὧ γὰρ μέτρῳ μετρεῖτε, φησὶν, ἀντιμετρηθήσεται ὑμῖν. Θὲς τῷ στόματι χαλινόν· κἂν ἐγγυμνασθῇς θεραπαινίδα χαλεπαίνουσαν φέρειν γενναίως, πρὸς τὴν ὁμότιμον οὐδὲ ὑβρίζουσαν δυσχερανεῖς· μὴ δυσχεραίνουσα δὲ, τὴν ἄκραν φιλοσοφίαν κατώρθωσας. Εἰσὶ δέ τινες, αἳ καὶ ὅρκους προστιθέασιν· οὐδὲν δὲ αἰσχρότερον τῆς οὕτω θυμουμένης. Τί οὖν, ἂν καλλωπίζηται, φησί; Τοῦτο κώλυσον, καὶ ἐγὼ σύμφημι· κώλυσον δὲ, ἀπὸ σαυτῆς ἀρχομένη, μὴ φόβῳ τοσοῦτον, ὅσον ὑποδείγματι· ἔσο ἐν πᾶσιν ἀρχέτυπος εἰκών. Καὶ βλασφημία, φησὶν, ἀρθήτω ἀφ' ὑμῶν. Ὅρα πῶς πρόεισι τὸ κακόν. Ἡ πικρία τὸν θυμὸν ἔτεκεν, ὁ θυμὸς τὴν ὀργὴν, ἡ ὀργὴ τὴν κραυγὴν, ἡ κραυγὴ τὴν βλασφημίαν, τουτέστι, τὰς λοιδορίας· ἡ βλασφημία λοιπὸν πληγὰς, αἱ πληγαὶ τραύματα, τὰτραύματα θάνατον. Ἀλλ' οὐδὲν τούτων ἠθέλησε φθέγξασθαι Παῦλος, ἀλλ' ἢ τοῦτο μόνον, Ἀρθήτω σὺν πάσῃ κακίᾳ. Τί ἐστι, Σὺν πάσῃ κακίᾳ; Πᾶσα γὰρ κακία εἰς τοῦτο τελευτᾷ. Εἰσὶ γάρ τινες καθάπερ οἱ λαθροδῆκται τῶν κυνῶν, οἳ τοὺς μὲν προσιόντας οὐδὲν ὑλακτοῦσιν, οὐδὲ δυσχεραίνουσι· σαίνοντες δὲ καὶ προσηνὲς ἐπιδεικνύμενοι σχῆμα, ἀφυλάκτους λαβόντες, τοὺς ὀδόντας ἐνέπηξαν· οὗτοι χαλεπώτεροι τῶν ἐκ φανεροῦ τὴν ἔχθραν ἀναδεχομένων. Ἐπεὶ οὖν καὶ ἄνθρωποί εἰσι κύνες, καὶ οὔτε κράζοντες, οὔτε ὀργιζόμενοι, οὔτε δυσχεραίνοντες ἀπειλοῦσι, λάθρα δὲ ῥάπτοντες δόλους, καὶ κατασκευάζοντες μυρία κακὰ, καὶ δι' ἔργων ἀμυνόμενοι, καὶ τούτους ᾐνίξατο. Ἀρθήτω ἀφ' ὑμῶν, φησὶ, σὺν πάσῃ κακίᾳ. Μὴ ῥημάτων μὲν φείδου, διὰ δὲ τῶν ἔργων ἀμύνου. Ἐγὼ διὰ τοῦτο τὴν γλῶσσαν ἐκόλασα, καὶ τὴν κραυγὴν αὐτῆς περιέκοψα, ἵνα μὴ τὸν πυρσὸν ἀνάψῃ σφοδρότερον· εἰ δὲ καὶ χωρὶς κραυγῆς τὰ αὐτὰ ποιεῖς, καὶ ἔνδον τρέφεις τὴν πυρὰν καὶ τοὺς ἄνθρακας, τί τὸ ὄφελος τῆς σιγῆς; Ἢ οὐκ οἶδας, ὅτι αἱ πυρκαϊαὶ μάλιστά εἰσι χαλεπώταται, αἵπερ ἂν ἔνδον τρεφόμεναι μὴ φαίνωνται τοῖς περιεστηκόσιν ἐκτός; καὶ τραύματα, ἅπερ ἂν μὴ εἰς τὴν ἐπιφάνειαν ἐξανθήσῃ; καὶ πυρετοὶ ὅσοι τὰ ἐντόσθια καίουσιν; Οὕτω καὶ ὀργὴ αὕτη χαλεπωτέρα ἡ τὴν ψυχὴν ἐπινεμομένη. Ἀλλὰ καὶ αὕτη ἀρθήτω, φησὶ, σὺν πάσῃ κακίᾳ, καὶ μικρᾷ καὶ μεγάλῃ. Πειθώμεθα τοίνυν αὐτῷ, καὶ πᾶσαν πικρίαν καὶ πᾶσαν κακίαν ἐξαίρωμεν, ἵνα μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ἀνέλωμεν πρόῤῥιζον τὴν πικρίαν, ἐκτέμωμεν αὐτήν· Οὐδὲν ἀγαθὸν ἀπὸ πικρᾶς γένοιτο ἂν ψυχῆς, οὐδὲν ὑγιὲς, πάντα συμφοραὶ, πάντα δάκρυα, πάντα θρῆνοι καὶ οἰμωγαί. Οὐχ ὁρᾶτε καὶ τῶν θηρίων ὅσα ἂν κράζῃ, πῶς ἀποστρεφόμεθα· οἷον τὸν λέοντα, τὴν ἄρκτον, ἀλλ' οὐχὶ τὸ πρόβατον; οὐ γάρ ἐστιν ἐκεῖ κραυγὴ, ἀλλὰ προσηνής τις φωνή. Καὶ τῶν ὀργάνων δὲ τῶν μουσικῶν, ὅσα μὲν ἂν κράζῃ, ἀηδέστερά ἐστι πρὸς τὸν φθόγγον, οἷον τύμπανα, σάλπιγγες· τὰ δὲ μὴ οὕτως, ἀλλὰ μαλάττοντα, ταῦτα ἡδέα, οἷον αὐλὸς καὶ κιθάρα καὶ σύριγγες. Οὕτως οὖν ἡμῶν τὴν ψυχὴν καταστήσωμεν, ὥστε μὴ κράζειν· καὶ οὕτω δυνησόμεθα καὶ τῆς ὀργῆς περιγενέσθαι· ταύτην δὲ ἐκκόψαντες, αὐτοὶ πρῶτοι τῆς γαλήνης ἀπολαύσομεν, καὶ εἰς τὸν εὔδιον πλευσόμεθα λιμένα· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.]