John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 17.3.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
17.3.1
Τί δέ; ὅλως οὐχὶ ἐν ἀνδράσι γέγονας; Οὐκοῦν κατάργησον τὰ τοῦ νηπίου. Ἀλλὰ τὸν μὲν οἰκέτην τὸν σὸν ἐν ἀγορᾷ οὐκ ἀξιοῖς εἰπεῖν τι τῶν ἀσυμφόρων· σὺ δὲ τοῦ Θεοῦ λέγων οἰκέτης εἶναι, ἐν ἀγορᾷ ἀστεῖα φθέγγῃ; Ἀγαπητὸν τὴν νήφουσαν ψυχὴν μὴ κλαπῆναι· τὴν δὲ διακεχυμένην τίς οὐχ αἱρήσει; αὐτὴ ἑαυτῇ περιπαρήσεται, καὶ οὐ δεήσεται τῆς τοῦ διαβόλου ἐπιβουλῆς καὶ ἐπηρείας. Ἵνα δὲ καὶ μάθῃς, ὅρα καὶ αὐτὸ τοὔνομα· εὐτράπελος λέγεται ὁ ποικίλος, ὁ παντοδαπὸς, ὁ ἄστατος, ὁ εὔκολος, ὁ πάντα γινόμενος· τοῦτο δὲ πόῤῥω τῶν τῇ πέτρᾳ δουλευόντων. Ταχέως τρέπεται ὁ τοιοῦτος καὶ μεθίσταται· δεῖ γὰρ αὐτὸν καὶ σχῆμα καὶ ῥῆμα καὶ γέλωτα καὶ βάδισιν καὶ πάντα μιμεῖσθαι· καὶ σκώμματα δὲ ἐπινοεῖν χρὴ τὸν τοιοῦτον· δεῖ γὰρ αὐτῷ καὶ τούτου. Πόῤῥω δὲ τοῦτο Χριστιανοῦ, τὸ κωμῳδεῖν. Καὶ ἀνάγκη τὸν εὐτραπελευόμενον ἔχθρας ἀναδέχεσθαι περιττὰς τῶν εἰκῇ σκωπτομένων, ἄν τε παρῶσιν, ἄν τε ἀπόντες ἀκούσωσιν. Εἰ καλὸν τὸ πρᾶγμα, τί τοῖς μίμοις ἀφίεται; Μῖμος γίνῃ, καὶ οὐκ αἰσχύνῃ; Διὰ τί ταῖς ἐλευθέραις ὑμῶν οὐκ ἐπιτρέπετε τοῦτο ποιεῖν; οὐχὶ ἤθους τίθεσθε ἀσέμνου, καὶ οὐ σώφρονος τὸ πρᾶγμα; Μεγάλα κακὰ ἐνψυχῇ εὐτραπελευομένῃ οἰκεῖ, μεγάλη διάχυσις καὶ ἐρημία· κέχηνεν ἡ ἁρμονία, σεσάθρωται ἡ οἰκοδομὴ, ὁ φόβος ἐξώρισται, εὐλάβεια ἀπέστη. Γλῶσσαν ἔχεις, οὐχ ἵνα ἕτερον κωμῳδήσῃς, ἀλλ' ἵνα εὐχαριστήσῃς τῷ Θεῷ. Οὐχ ὁρᾷς τοὺς λεγομένους γελωτοποιοὺς, τοὺς κόρδακας; οὗτοί εἰσιν οἱ εὐτράπελοι. Ἐξορίσατε, παρακαλῶ, τῶν ὑμετέρων ψυχῶν τὴν ἄχαριν ταύτην χάριν· παρασίτων τὸ πρᾶγμα, μίμων, ὀρχηστῶν, γυναικῶν πορνῶν· πόῤῥω ψυχῆς ἐλευθέρας, πόῤῥω εὐγενοῦς, καὶ δούλων πόῤῥω. Εἴ τις ἄτιμος, εἴ τις αἰσχρὸς, οὗτος καὶ εὐτράπελος. Πολλοῖς δὲ καὶ ἀρετὴ τὸ πρᾶγμα εἶναι δοκεῖ· καὶ γὰρ τοῦτο πένθους ἄξιον. Ὥσπερ ἡ ἐπιθυμία κατὰ μικρὸν εἰς πορνείαν ἐξώκειλεν· οὕτω καὶ τὸ εὐτράπελον ἐπίχαρι εἶναι δοκεῖ, οὐδὲν δὲ τούτου ἄχαρι μᾶλλον. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Πρὸ βροντῆς κατασπεύδει ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Οὐδὲν δὲ τοῦ εὐτραπέλου ἀναισχυντότερον. Ὥστε οὐ χάριτος αὐτοῦ γέμει τὸ στόμα, ἀλλ' ὀδύνης. Ἐξορίσωμεν τοῦτο τὸ ἔθος τῶν τραπεζῶν. Εἰσὶ δέ τινες, οἳ καὶ τοὺς πένητας τοῦτο διδάσκουσιν. Ὢ τῆς ἀτοπίας! τοὺς ἐν θλίψεσιν εὐτραπελεύεσθαι ποιοῦσι. Ποῦ γὰρ οὐκ ἔστι τοῦτο τὸ νόσημα λοιπόν; Ἤδη καὶ ἐν τῇ Ἐκκλησίᾳ εἰσῆκται, ἤδη καὶ τῶν Γραφῶν ἥψατο. Εἴπω τι ἵνα δείξω τὴν ὑπερβολὴν τοῦ κακοῦ; Αἰσχύνομαι μὲν, πλὴν ἀλλ' ὅμως ἐρῶ· βούλομαι γὰρ δεῖξαι οἷ προῆλθε τὸ κακὸν, ἵνα μὴ δόξω μικρολογεῖν καὶ περὶ μικροῦ τινος ὑμῖν διαλέγεσθαι, ἵνα κἂν οὕτως ἀποστῆσαι δυνηθῶ τῆς πλάνης ὑμᾶς. Καὶ μή μέ τις οἰέσθω πλάττειν, ἀλλ' ἅπερ ἤκουσα ἐρῶ. Ἔτυχέ τις ὢν παρά τινι τῶν ἐπὶ γνώσει μέγα φρονούντων· καὶ οἶδα μὲν γέλωτα κινήσων, πλὴν ἀλλ' ὅμως ἐρῶ· καὶ τοῦ πίνακος παρατεθέντος, ἔλεγε· Δράξασθε, παιδία, μή ποτε ὀργισθῇ κοιλία. Καὶ πάλιν ἕτεροί φασιν· Οὐαί σοι, μαμμωνᾶ, καὶ τῷ μὴ ἔχοντί σε. Καὶ πολλὰ τοιαῦτα ἄτοπα ἡ εὐτραπελία ἐπεισήγαγεν, ὡς ὅταν λέγωσιν· Ἄρτι οὐκ ἔστι γένεσις; Καὶ τοῦτο λέγω τοῦ αἰσχροῦ ἤθους δεικνύων τὴν ἀτοπίαν· ψυχῆς γὰρ ἐρήμου εὐλαβείας ταυτὶ τὰ ῥήματα. Ἆρ' οὐχὶ σκηπτῶν ἄξια ταῦτα; Καὶ πολλὰ ἀπὸ τούτων καὶ ἕτερα τοιαῦτα λεγόμενα εὕροι τις ἄν. Διὸ, παρακαλῶ, πάντοθεν τοῦτο ἐξορίσαντες τὸ ἔθος, ἐκεῖνα φθεγγώμεθα, ἃ ἡμῖν ἁρμόττει· καὶ μὴ τὰ ἅγια στόματα τὰ τῶν ἀτίμων καὶ αἰσχρῶν φθεγγέσθω ῥήματα. Τίς γὰρ μετοχὴ δικαιοσύνῃ καὶ ἀνομίᾳ; τίς δὲ κοινωνία φωτὶ πρὸς σκότος; Ἀγαπητὸν γὰρ, πάντων τῶν ἀτόπων ἑαυτοὺς ἀποστήσαντας, δυνηθῆναι τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, μήτι γε τοσαῦτα ἐπισυρομένους, καὶ τὸ ἀκριβὲς τῆς διανοίας διὰ τῶν τοσούτων λυμαινομένους. Ὁ γὰρ εὐτραπελευόμενος κακήγορος ἔσται ταχέως· ὁ δὲ κακήγορος καὶ μυρία ἑαυτῷ ἐπισωρεύει ἕτερα κακά. Ταῦτα δὴ οὖν τὰ δύο τῆς ψυχῆς εἴδη ῥυθμίσαντες, καὶ ὑποζεύξαντες τῷ λογισμῷ, καθάπερ ἵππους εὐηνίους, τήν τε ἐπιθυμίαν, καὶ τὸν θυμὸν, οὕτως ἐπιστήσωμεν τὸν νοῦν ἡνίοχον, ἵνα καὶ τὸ βραβεῖον λάβωμεν τῆς ἄνω κλήσεως· οὗ γένοιτοπάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματιδόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).