Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 18 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
18.0.1
Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλο λάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις· διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
18.1.1
Ἦσαν, ὡς ἔοικε, τινὲς καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων οἱ τὰς χεῖρας ἐκλύοντες τοῦ λαοῦ, καὶ τὸ παρὰ τοῦ Ἰεζεκιὴλ εἰρημένον εἰς ἔργον ἄγοντες, μᾶλλον δὲ τὰ τῶν ψευδοπροφητῶν ποιοῦντες, οἱ δρακὸς κριθῶν ἐκφαυλίζοντες τὸν Θεὸν ἐνώπιον τοῦ λαοῦ αὐτοῦ· ὃ δὴ καὶ νῦν οἶμαι παρά τινων γίνεσθαι. Ὅταν οὖν εἴπωμεν, ὅτι ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν, εἰς γέενναν ἀπέρχεται, ἄλλοι φασί· Ναὶ, ὁ μωρὸν καλέσας τὸν ἀδελφὸν εἰς γέενναν ἀπέρχεται; Οὐχὶ, φησί· καὶ ὅταν εἴπωμεν, ὅτι ὁ πλεονέκτης εἰδωλολάτρης ἐστὶ, καὶ τοῦτο πάλιν ἐκφαυλίζουσι, λέγοντες ὑπερβολῆς εἶναι τὸ ῥῆμα· καὶ πάσας οὕτω τὰς ἐντολὰς ἐξευτελίζουσι. Τούτους οὖν αἰνιττόμενος ὁ μακάριος Παῦλος, καὶ τότε ἔγραφεν Ἐφεσίοις, οὕτω λέγων· Τοῦτο γὰρ ἴστε γινώσκοντες, ὅτι πᾶς πόρνος, ἢ ἀκάθαρτος, ἢ πλεονέκτης, ὅς ἐστιν εἰδωλολάτρης, οὐκ ἔχει κληρονομίαν ἐν τῇ βασιλείᾳ τοῦ Χριστοῦ καὶ Θεοῦ. Εἶτα ἐπάγει· Μηδεὶς ὑμᾶς ἀπατάτω κενοῖς λόγοις. Κενοί εἰσιν οὗτοι οἱ λόγοι, οἱ πρὸς καιρὸν χάριν ἔχοντες, καὶ οὐδαμῶς ἐπὶ τῶν ἔργων δεικνύμενοι· ἀπάτη γὰρ τὸ πρᾶγμά ἐστι. Διὰ ταῦτα ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ τὴν πορνείαν, φησὶ, διὰ τὴν πλεονεξίαν, διὰ τὴν ἀκαθαρσίαν, ἢ καὶ διὰ ταῦτα καὶ διὰ τὴν ἀπάτην, ἐπειδή εἰσιν ἀπατεῶνες. Υἱοὺς ἀπειθείας, τοὺς σφόδρα ἀπειθεῖς, τοὺς αὐτῷ ἀπειθοῦντας καλεῖ. Μὴ οὖν γίνεσθε συμμέτοχοι αὐτῶν. Ἦτε γάρ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅρα πῶς συνετῶς προέτρεψε· πρῶτον ἀπὸ τοῦ Χριστοῦ, ὅτι ἀγαπᾶτε ἀλλήλους, καὶ μηδένα ἀδικεῖτε· εἶτα πάλιν ἀπὸ τῆς κολάσεως καὶ τῆς γεέννης· Ἦτε γάρ ποτε σκότος, φησὶ, νῦν δὲ φῶς ἐν Κυρίῳ. Ὅπερ λέγει καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; καὶ ἀναμιμνήσκει αὐτοὺς τῆς προτέρας κακίας· τουτέστιν, Ἐννοήσαντες τί ἦτέ ποτε ὑμεῖς, καὶ τί γεγόνατε νῦν, μὴ παλινδρομῆτε πρὸς τὴν προτέραν κακίαν, μηδὲ ἐνυβρίζητε τοῦ Θεοῦ τὴν χάριν. Ἦτέ ποτε σκότος, νῦν δὲ φῶς ἐν Κυρίῳ· οὐκ ἀπὸ τῆς ὑμετέρας, φησὶν, ἀρετῆς, ἀλλὰ διὰ τῆς τοῦ Θεοῦ χάριτος τοῦτο ὑμῖν ὑπῆρξε· τουτέστι, Καὶ ὑμεῖς τῶν αὐτῶν ἄξιοι ἦτέ ποτε, ἀλλ' οὐκέτι. Ὡς τέκνα τοίνυν φωτὸς περιπατεῖτε. Τί δή ἐστι, Τέκνα φωτὸς, ἐπάγει ἑξῆς· Ὁ γὰρ καρπὸς τοῦ Πνεύματος ἐν πάσῃ δικαιοσύνῃ καὶ ἀγαθωσύνῃ καὶ ἀληθείᾳ. Δοκιμάζοντες τί ἐστιν εὐάρεστον τῷ Κυρίῳ. Ἐν πάσῃ, φησὶν, ἀγαθωσύνῃ. Τοῦτο πρὸς τοὺς ὀργιζομένους, πρὸς τοὺς πικρούς· Καὶ δικαιοσύνῃ· τοῦτο πρὸς τοὺς πλεονεκτοῦντας· Καὶἀληθείᾳ· τοῦτο πρὸς τὴν ψευδῆ ἡδονήν. Οὐκ ἐκεῖνα ἃ εἶπον, φησὶν, ἀλλὰ τὰ ἐναντία. Ἐν πάσῃ. Τουτέστι, καρπὸν δεῖ πνευματικὸν ἐπιδείκνυσθαι ἐν πᾶσι. Δοκιμάζοντες τί ἐστι τὸ εὐάρεστον τῷ Κυρίῳ. Ἄρα παιδικῆς ἐκεῖνα διανοίας καὶ ἀτελοῦς. Καὶ μὴ συγκοινωνεῖτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Εἶπεν, ὅτι Φῶς ἐστε· τὸ δὲ φῶς ἐλέγχει τὰ ἐν σκότει γινόμενα. Ὥστε ἂν ἦτε ὑμεῖς, φησὶν, ἐνάρετοι καὶ θαυμαστοὶ, λαθεῖν οὐ δυνήσονται οἱ πονηροί. Καθάπερ γὰρ λύχνου κειμένου πάντες φωτίζονται, καὶ ὁ λῃστὴς οὐκ ἂν ἐπεισέλθοι· οὕτω τοῦ φωτὸς ὑμῶν λάμποντος, ἁλώσονται οἱ πονηροὶ ἐλεγχόμενοι. Ἄρα διελέγχειν δεῖ. Πῶς οὖν φησι, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε; Ἐλέγχειν εἶπεν, οὐ κατακρίνειν, τουτέστι, παιδεύειν· καὶ, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε, περὶ τῶν ἐλαχίστων ἁμαρτημάτων εἶπεν. Ἀμέλει καὶ ἐπήγαγε· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὥσπερ τὸ τραῦμα, ἕως ἂν ἐμφωλεύῃ καλυπτόμενον ἄνωθεν, καὶ διὰ βάθους τρέχῃ, οὐδεμιᾶς ἀπολαύει τῆς ἐπιμελείας· οὕτω καὶ ἁμαρτία, ἕως μὲν ἂν κρύπτηται, καθάπερ ἐν σκότῳ μετὰ ἀδείας τολμᾶται πολλῆς· ἐπειδὰν δὲ φανερωθῇ, γίνεται φῶς· οὐχὶ αὐτὴ ἡ ἁμαρτία· πῶς γάρ; ἀλλ' ὁ ἐργασάμενος. Ὅταν γὰρ εἰς μέσον ἐνεχθῇ, ὅταν νουθετηθῇ, ὅταν μετανοήσῃ, ὅταν ἀφέσεως τύχῃ, οὐχὶ ἐξεκάθαρας αὐτοῦ τὸ σκότος; οὐχὶ τότε ἐθεράπευσας αὐτοῦ τὸ τραῦμα; οὐχὶ τὴν ἀκαρπίαν ἐξεκαλέσω πρὸς καρπόν; Ἢ τοῦτό φησιν, ἢ ἐκεῖνο, ὅτι Ὁ μὲν ὑμέτερος βίος φανερὸς ὢν, φῶς ἐστιν· οὐδεὶς γὰρ τὸν ἄληπτον κρύπτει βίον· τὰ δὲ κρυπτόμενα, διὰ τὸ ἐσκοτίσθαι κρύπτεται. Διὸ λέγει· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Καθεύδοντα καὶ νεκρὸν, τὸν ἐν ἁμαρτίαις φησί· καὶ γὰρ δυσωδίας πνεῖ, ὡς ὁ νεκρὸς, καὶ ἀνενέργητός ἐστιν, ὡς ὁ καθεύδων, καὶ οὐδὲν ὁρᾷ, ὡς ἐκεῖνος, ἀλλ' ὀνειρώττει καὶ φαντάζεται. Οἱ μὲν, Ἐπιψαύσεις, φασὶ, τοῦ Χριστοῦ· οἱ δὲ, Ἐπιφαύσει σοι ὁ Χριστός· μᾶλλον δὲ τοῦτό ἐστι. Ἀπόστηθι τῆς ἁμαρτίας, καὶ δυνήσῃ τὸν Χριστὸν ἰδεῖν. Ὁ γὰρ τὰ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς· ὁ τοίνυν μὴ πράττων, ἔρχεται.
18.2.1
Ἀλλ' οὐ περὶ τῶν ἀπίστων τοῦτο μόνον φησί· πολλοὶ γὰρ τῶν πιστῶν οὐδὲν ἧττον τῶν ἀπίστων τῆς κακίας ἔχονται· εἰσὶ δὲ, οἳ καὶ πολλῷ μᾶλλον. Διὸ καὶ πρὸς τούτους ἀναγκαῖον εἰπεῖν· Ἔγειραι, ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. Πρὸς τούτους ἁρμόζει καὶ τοῦτο εἰπεῖν· Ὁ Θεὸς οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων. Εἰ τοίνυν οὐκ ἔστι νεκρῶν, ζήσωμεν. Τινὲςδὲ ὑπερβολὴν εἶναί φασι τὸ, Ὁ πλεονέκτης εἰδωλολάτρης ἐστίν. Ἀλλ' οὐκ ἔστιν ὑπερβολῆς τὸ ῥῆμα, ἀλλὰ ἀληθείας. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι ἀφίσταται ἀπὸ τοῦ Θεοῦ ὁ πλεονέκτης, καθάπερ ὁ εἰδωλολάτρης. Καὶ ἵνα μὴ νομίσῃς ἁπλῶς εἰρῆσθαι, ἀπόφασίς ἐστι τοῦ Χριστοῦ λέγουσα· Οὐ δύνασθε Θεῷ δουλεύειν, καὶ μαμμωνᾷ. Οἱ μαμμωνᾷ δουλεύοντες, ἐξέβαλον ἑαυτοὺς τῆς τοῦ Θεοῦ δουλείας· οἱ δὲ ἀρνησάμενοι αὐτοῦ τὴν δεσποτείαν, καὶ χρυσῷ δουλεύοντες ἀψύχῳ, εὔδηλον ὅτι εἰδωλολάτραι εἰσίν. Ἀλλ' οὐκ ἐποίησα, φησὶν, εἴδωλον, οὐδὲ ἔστησα βωμὸν, οὐδὲ κατέθυσα πρόβατα, οὐδὲ οἶνον ἐπέσπεισα, ἀλλ' εἰς ἐκκλησίαν εἰσῆλθον, καὶ χεῖρας ἀνέτεινα τῷ μονογενεῖ τοῦ Θεοῦ Παιδὶ, καὶ μυστηρίων μετέχω, καὶ εὐχῆς κοινωνῶ, καὶ τῶν ἄλλων ἁπάντων, ὧν προσῆκε τὸν Χριστιανόν. Πῶς οὖν, φησὶν, εἴδωλα προσκυνῶ; Τοῦτο μὲν οὖν αὐτὸ καὶ τὸ θαυμαστότατόν ἐστιν, ὅτι πεῖραν λαβὼν καὶ γευσάμενος τῆς φιλανθρωπίας τοῦ Θεοῦ, καὶ ἰδὼν ὅτι χρηστὸς ὁ Κύριος, τὸν μὲν χρηστὸν εἴασας, τὸν δὲ ὠμὸν τύραννον κατεδέξω, καὶ προσποιῇ μὲν τούτῳ δουλεύειν, τῇ δὲ ἀληθείᾳ τῷ σκληρῷ ζυγῷ καὶ χαλεπῷ τῆς φιλαργυρίας σαυτὸν ὑπέβαλες. Οὔπω μοι σὸν εἶπας κατόρθωμα, ἀλλὰ τὰ δῶρα τοῦ Δεσπότου. Εἰπὲ γάρ μοι, παρακαλῶ, τὸν στρατιώτην πόθεν κρίνομεν; ὅταν δορυφορῇ τὸν βασιλέα καὶ παρ' αὐτοῦ τρέφηται καὶ καλῆται αὐτοῦ, ἢ ὅταν τὰ ἐκείνου οὐ φρονῇ, ἀλλὰ προσποιῆται μὲν εἶναι μετ' ἐκείνου καὶ τὰ ἐκείνου θεραπεύειν, τὰ δὲ τῶν πολεμίων πράγματα αἱρῇ; Εὔδηλον ὅτι τὸν βασιλέα δορυφορῶν. Διὰ τοῦτο καὶ χαλεπωτέρας κολάσεως ἄξιος, ἢ τῆς τοῦ βασιλέως δουλείας ἑαυτὸν ἀποῤῥήξας, καὶ τοῖς ἐχθροῖς προστεθείς. Καὶ σὺ τοίνυν ὑβρίζεις τὸν Θεὸν καθάπερ εἰδωλολάτρης, οὐχ ἑνὶ στόματι τῷ σῷ, ἀλλὰ μυρίοις τοῖς ἠδικημένοις. Ἀλλ' εἰδωλολάτρης, φησὶν, οὐκ ἔστιν. Ὅταν οὖν λέγωσιν οἱ Ἕλληνες, Ὁ Χριστιανὸςὁ πλεονέκτης, τότε οὐκ αὐτὸς μόνος ὑβρίζει δι' ὧν πράττει, ἀλλὰ καὶ τοὺς ἠδικημένους ἀναγκάζει πολλάκις τοῦτο λέγειν· εἰ δὲ μὴ λέγουσι, τοῦτο τῆς ἐκείνων εὐλαβείας λογιστέον. Ἢ οὐχ ὁρῶμεν τὰ πράγματα οὕτω γινόμενα; Ὁ εἰδωλολάτρης, τί ἄλλο; ἢ οὐχὶ καὶ αὐτὸς πάθη προσκυνεῖ πολλάκις, μὴ τοῦ πάθους κρατῶν; Οἷόν τι λέγω· Ὅταν εἴπωμεν, ὅτι εἴδωλα προσκυνεῖ, Οὒ, φησὶν, ἀλλὰ τὴν Ἀφροδίτην, ἀλλὰ τὸν Ἄρην. Κἂν εἴπωμεν, Τίς αὕτη ἡ Ἀφροδίτη; οἱ σεμνότεροι αὐτῶν φασιν· Ἡ ἡδονή· Καὶ τίς ὁ Ἄρης; Ὁ θυμός. Οὕτω καὶ σὺτὸν μαμμωνᾶν. Ἂν εἴπωμεν, Τίς ὁ μαμμωνᾶς; Ἡ πλεονεξία. Καὶ σὺ ταύτην προσκυνεῖς; Οὐ προσκυνῶ, φησί. Διὰ τί; ὅτι οὐ κάμπτεις σαυτόν; Ἀλλὰ νῦν πολλῷ μᾶλλον προσκυνεῖς διὰ τῶν ἔργων καὶ τῶν πραγμάτων· αὕτη γὰρ μείζων ἡ προσκύνησις. Καὶ ἵνα μάθῃς, θέα ἐπὶ τοῦ Θεοῦ, τίνες μᾶλλον αὐτὸν προσκυνοῦσιν, οἱ ἁπλῶς ἑστῶτες ἐν ταῖς προσευχαῖς, ἢ οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες; Εὔδηλον ὅτι οὗτοι. Οὕτω καὶ οἱ ἐπὶ τοῦ μαμμωνᾶ, οἱ τὸ θέλημα αὐτοῦ ποιοῦντες, μᾶλλον αὐτὸν προσκυνοῦσι. Καίτοι ἐκεῖνοι τὰ πάθη προσκυνοῦντες, πολλάκις ἐκτός εἰσι τῶν παθῶν· ἴδοι γὰρ ἄν τις τὸν τοῦ Ἄρεος θεραπευτὴν, τοῦ θυμοῦ κρατοῦντα πολλάκις· ἐπὶ δὲ σοῦ οὐκέτι τοῦτο, ἀλλὰ τῷ πάθει καταδουλοῖς σαυτόν. Ἀλλ' οὐ σφάζεις πρόβατα; Ἀλλ' ἀνθρώπους, καὶ ψυχὰς λογικὰς, τὰς μὲν λιμῷ, τὰς δὲ βλασφημίαις. Οὐδὲν ταύτης τῆς θυσίας βακχικώτερον. Τίς εἶδε ψυχὰς σφαζομένας ποτέ; Ἐπάρατος ὁ τῆς πλεονεξίας βωμός. Παρὰ γὰρ τοῦτον τῶν εἰδώλων ἂν ἔλθῃς βωμὸν, ὄψει αἰγείων καὶ βοείων αἱμάτων ὄζοντα· παρὰ δὲ τὸν τῆς πλεονεξίας βωμὸν ἂν ἔλθῃς, αἱμάτων ἀνθρωπίνων ὄψει χαλεπὸν ἀποπνέοντα· ἂν παραστῇς ἐνταῦθα, οὐ θεάσῃ πτερὰ καιόμενα ὀρνίθων, οὐδὲ κνίσσαν καὶ καπνὸν ἀναδιδόμενον, ἀλλὰ σώματα ἀνθρώπων ἀπολλύμενα. Οἱ μὲν γὰρ εἰς κρημνοὺς ἑαυτοὺς ἔῤῥιψαν, οἱ δὲ βρόχον ἧψαν, οἱ δὲ ξίφος διήλασαν διὰ τοῦ λαιμοῦ. Εἶδες θυσίας ὠμὰς καὶ ἀπανθρώπους; Βούλει τούτων χαλεπωτέρας ἰδεῖν; Ἐγώ σοι δείξω, οὐκέτι σώματα ἀνθρώπων, ἀλλὰ καὶ ψυχὰς ἀνθρώπων κατασφαττομένας ἐκεῖ. Καὶ γὰρ ἔστι ψυχὴν σφάττεσθαι σφαγῇ τῇ προσηκούσῃ ψυχῇ· ὥσπερ γάρ ἐστι σώματος θάνατος, οὕτω καὶ ψυχῆς· Ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα, φησὶν, αὐτὴ καὶ ἀποθανεῖται. Οὐ τοιοῦτος, οἷος ὁ τοῦ σώματος θάνατος, ἀλλὰ πολλῷ χαλεπώτερος ὁ τῆς ψυχῆς. Οὗτος μὲν γὰρ ὁ σωματικὸς θάνατος διαλύσας ἀπ' ἀλλήλων τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸ μὲν πολλῶν φροντίδων καὶ πόνων ἀνέπαυσε, τὴν δὲ εἰς φανερὸν χῶρον παρέπεμψεν· εἶτα τῷ χρόνῳ διαλυθὲν καὶ ἀποῤῥεῦσαν, πάλιν συνάγεται μετὰ ἀφθαρσίας, καὶ τὴν οἰκείαν ἀπολαμβάνει ψυχήν.
18.3.1
Οὗτος μὲν οὖν τοιοῦτος· ὁ δὲ τῆς ψυχῆς φρικτὸς καὶ φοβερός. Οὐ γὰρ ἐὰν διαλυθῇ, καθάπερ τὸ σῶμα αὐτὴν παραπέμπει, ἀλλὰ καταδεθεῖσαν πάλιν ἀφθάρτῳ σώματι, εἰς τὸ πῦρ ἐμβιβάζει τὸ ἄσβεστον. Οὗτος τοίνυν ἐστὶν ὁ ψυχῆς θάνατος. Ὥσπερ οὖν ἐστι ψυχῆς θάνατος, οὕτω καὶ σφαγὴ ψυχῆς. Τί σώματος σφαγή; Τὸ νεκρωθῆναι, καὶ τῆς ἐνεργείας ἀποῤῥαγῆναι τῆς κατὰ ψυχήν. Τί ἐστι ψυχῆς σφαγή; Καὶ αὐτὸ νέκρωσις. Τί δὲ νέκρωσις ψυχῆς; Ὥσπερ γὰρ τὸ σῶμα τότε νεκροῦται, ὅταν ἔρημον αὐτὸ καταλίπῃ τῆς οἰκείας ἐνεργείας ἡ ψυχή· οὕτω καὶ ἡ ψυχὴ τότε νεκροῦται, ὅταν ἔρημον αὐτὴν καταλίπῃ τῆς οἰκείας ἐνεργείας τὸ Πνεῦμα τὸ ἅγιον. Αὗται μάλιστα αἱ σφαγαὶ παρὰ τῷ βωμῷ τῆς πλεονεξίας εἰσίν· οὐ κορέννυνται, οὐδὲ ἵστανται μέχρι τοῦ αἵματος τῶν ἀνθρώπων, ἀλλ' ἂν μὴ καὶ τὴν ψυχὴν αὐτὴν καταθύσῃ, οὐκ ἐμπίπλαται ὁ τῆς πλεονεξίας βωμὸς, ἂν μὴ ἀμφοτέρων τὰς ψυχὰς δέξηται, τοῦ τε θύοντος, τοῦ τε θυομένου. Τὸν γὰρ θύοντα πρῶτον ἀνάγκη τυθῆναι, καὶ οὕτω θύει, καὶ ὁ νεκρὸς θύει τὸν τέως ζῶντα. Ὅταν γὰρ εἴπῃ βλάσφημα, ὅταν λοιδορῆται, ὅταν δυσχεραίνῃ, οὐχὶ αἱ πληγαὶ αὗται τῆς ψυχῆς εἰσιν ἀνίατοι; Εἶδες ὅτι οὐχ ὑπερβολῆς τὸ ῥῆμά ἐστι; Βούλει καὶ ἕτερον ἀκοῦσαι, καὶ μαθεῖν πῶς εἰδωλολατρεία ἡ πλεονεξία, καὶ χαλεπώτερον εἰδωλολατρείας; Οἱ εἰδωλολάτραι τοῖς τοῦ Θεοῦ κτίσμασι προσκυνοῦσι· Καὶ ἐσεβάσθησαν γὰρ, φησὶ, καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα· σὺ δὲ τῷ κτίσματι τῷ σαυτοῦ προσκυνεῖς. Ὁ γὰρ Θεὸς πλεονεξίαν οὐκ ἐδημιούργησεν, ἀλλ' ἡ τῆς σῆς ἀπληστίας ἐπεξεῦρεν ἀμετρία. Καὶ θέα μανίαν καὶ γέλωτα. Οἱ τὰ εἴδωλα προσκυνοῦντες, καὶ τιμῶσιν αὐτὰ ἃ προσκυνοῦσι· κἂν εἴπῃ τις κακῶς, κἂν λοιδορήσηται, προΐστανται· σὺ δὲ καθάπερ ὑπό τινος μέθης πρᾶγμα προσκυνεῖς, ὃ οὐ μόνον κατηγορίας οὐκ ἀπήλλακται, ἀλλὰ καὶ ἀσεβείας ἐστὶ μεστόν. Ὥστε μᾶλλον αὐτῶν χείριστος εἶ· οὐ γὰρ ἂν ἔχοις ἀπολογίαν εἰπεῖν, ὅτι οὐ κακόν. Εἰ καὶ τὰ μάλιστα κἀκεῖνοί εἰσιν ἀναπολόγητοι, ἀλλὰ σὺ πολλῷ μᾶλλον μυριάκις πλεονεξίας κατηγορῶν, καὶ τοὺς θεραπεύοντας αὐτὴν καὶ δουλεύοντας καὶ πειθομένους ἅπαντας κακίζων. Εἰ δὲ βούλεσθε, ἐξετάσωμεν πόθεν ἐπεισῆλθεν ἡ εἰδωλολατρεία. Λέγει τις σοφὸς ἀνὴρ, ὅτι πλούσιός τις ἄνθρωπος ἀώρῳ πένθει τρυχόμενος υἱοῦ, καὶ παραμυθίαν οὐδεμίαν ἔχων τοῦ πένθους, ταύτῃ παραμυθούμενος τὸ πάθος, εἰκόνα ἄψυχον τοῦ τετελευτηκότος ποιήσας, καὶ διὰ παντὸς εἰς αὐτὴν ἐνορῶν, ἐδόκει τὸν ἀπελθόντα ἔχειν διὰ τῆς εἰκόνος. Κόλακες δέ τινες ἄνθρωποι, ὧν ὁ Θεὸς ἡ κοιλία, θεραπεύοντες εἰς τὴν ἐκείνου τιμὴν τὴν εἰκόνα, τὸ ἔθος εἰς εἰδωλολατρείαν προήγαγον. Οὐκοῦν ἀπὸ ἀσθενείας ἐπεισήχθη ψυχῆς, ἀπὸ συνηθείας ἀλόγου, ἀπὸ ἀμετρίας. Ἡ δὲ πλεονεξία οὐχ οὕτως· ἀπὸ ἀσθενοῦς μὲν γὰρ καὶ αὕτη ψυχῆς, πλὴν ἀλλ' ἀπὸ χείρονος· οὐκ ἀπέβαλέ τις υἱὸν, οὐδὲ πένθους παραμυθίαν ζητῶν, οὐδὲ ὑπὸ κολάκων ἐξελκόμενος· ἀλλὰ πῶς; Ἐγὼ πρὸς ὑμᾶς ἐρῶ. Ὁ Κάϊν τὸν Θεὸν ἐπλεονέκτησεν· ἃ γὰρ ἐκείνῳ δοθῆναι ἐχρῆν, παρ' ἑαυτῷ κατασχὼν, ἅπερ αὐτὸν ἔχειν ἔδει, ταῦτα ἐκείνῳ προσήνεγκε, καὶ τὸ κακὸν ἀπὸ τοῦ Θεοῦ ἤρξατο. Εἰ γὰρ ἡμεῖς τοῦ Θεοῦ ἐσμεν, πολλῷ μᾶλλον τὰ πρωτεῖα τῶν κτημάτων τῶν ἡμετέρων. Πάλιν εἰς γυναῖκας ἀπὸ πλεονεξίας ἡ ὁρμὴ γέγονεν· Εἶδον τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐξεκυλίσθησαν πρὸς τὴν ἐπιθυμίαν· ἀπὸ τούτων πάλιν εἰς χρήματα. Τὸ γὰρ πλέον ἔχειν θέλειν τοῦ πλησίον ἐν τοῖς βιωτικοῖς, οὐδαμόθεν ἄλλοθεν γίνεται, ἀλλ' ἢ ἐκ τοῦ ψυγῆναι τὴν ἀγάπην· τὸ πλέον ἔχειν θέλειν οὐκ ἀλλαχόθεν γίνεται, ἀλλ' ἢ ἐξ ἀπονοίας καὶ μισανθρωπίας καὶ ὑπεροψίας. Οὐχ ὁρᾷς τὴν γῆν ὅση ἐστί; πῶς πολλῷ μείζων τῆς χρείας ἐστὶν ὁ ἀὴρ, ὁ οὐρανός; Ἵνα γάρ σου τὴν πλεονεξίαν σβέσῃ ὁ Θεὸς, εἰς τοσοῦτον μέτρον τὰ κτίσματα ἐξήγαγε· σὺ δὲ ἁρπάζεις καὶ οὕτω, καὶ ἀκούεις ὅτι εἰδωλολατρεία ἡ πλεονεξία, καὶ οὐδὲ οὕτω φρίττεις; Κληρονομῆσαι τὴν γῆν θέλεις; Ἀλλ' οὐκ ἔχεις ἐν τῷ οὐρανῷ κληρονομίαν, ἵνα σαυτὸν ἀποστερήσῃς;
18.4.1
Εἰπέ μοι, εἴ τίς σοι παρεῖχεν ἐξουσίαν λαβεῖν ἅπαντα, ἆρα οὐκ ἂν ἠθέλησας; Ἔνεστι νῦν, ἐὰν βούλῃ. Καίτοι τινές φασιν, ὅτι ἀλγοῦσιν, ὅταν εἰς ἑτέρους τὸν κλῆρον παραπέμπωσι, καὶ ἐβούλοντο εἶναι κατεδηδοκότες αὐτὸν μᾶλλον, ἢ ἑτέρους ὁρᾷν κυρίους γενομένους. Οὐδὲ ἐγώ σε ταύτης ἀπαλλάττω τῆς ἀσθενείας· ἀσθενοῦς μὲν γὰρ καὶ τοῦτο ψυχῆς· πλὴν ἀλλ' ὅμως κἂν τοῦτο γινέσθω· ἐν ταῖς διαθήκαις τὸν Χριστὸν κατάλιπε κληρονόμον. Ἔδει μὲν γὰρ ζῶντα· τοῦτο γὰρ προαιρέσεως ὀρθῆς ἦν· ἀλλ' ὅμως κἂν ὑπὸ τῆς ἀνάγκης γενοῦ φιλοτιμότερος. Καὶ γὰρ ὁ Χριστὸς διὰ τοῦτο προσέταξε διδόναι πένησιν, ἵνα ζῶντας ἡμᾶς φιλοσόφους ἐργάσηται, ἵνα πείσῃχρημάτων καταφρονεῖν, ἵνα ὑπερορᾷν διδάξῃ τῶν γηΐνων. Τοῦτο οὐκ ἔστι χρημάτων ὑπεροψία, τὸ τελευτῶντα καὶ οὐκ ὄντα κύριον τῷ δεῖνι παρέχειν καὶ τῷ δεῖνι· οὐκ ἐκ τῶν σῶν δίδως λοιπὸν, ἀλλ' ἐξ αὐτῆς τῆς ἀνάγκης· τῷ θανάτῳ χάρις, οὐ σοί· τοῦτο οὐκ ἔστι φιλοστοργίας, ἀλλ' ἐπηρείας. Πλὴν κἂν οὕτω γινέσθω, κἂν τότε λῦσον τὸ πάθος. Ἐννόησον ὅσα ἥρπασας, ὅσα ἐπλεονέκτησας· πάντα ἀπόδος τετραπλάσια· οὕτως ἀπολόγησαι τῷ Θεῷ. Ἀλλ' εἰσί τινες εἰς τοῦτο μανίας ἥκοντες καὶ πηρώσεως, οἳ οὐδὲ τότε συνορῶσι τὸ δέον· ἀλλ' ὥσπερ σπουδάζοντες χαλεπώτερον ἑαυτοῖς ἐργάσασθαι τοῦ Θεοῦ τὸ κρῖμα, οὕτως ἅπαντα πράττουσι. Διὰ τοῦτο ὁ μακάριος οὗτος ἔλεγε γράφων· Ὡς τέκνα φωτὸς περιπατεῖτε. Ὁ δὲ πλεονέκτης μάλιστα ἐν σκότῳ ζῇ καὶ σκότος πολὺ κατασκεδάζει πάντων. Καὶ, Μὴ συγκοινωνῆτε, φησὶ, τοῖς ἔργοις τοῖς ἀκάρποις τοῦ σκότους, μᾶλλον δὲ καὶ ἐλέγχετε· τὰ γὰρ κρυφῇ γινόμενα ὑπ' αὐτῶν, αἰσχρόν ἐστι καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Ἀκούσατε, παρακαλῶ, πάντες ὅσοι οὐ βούλεσθε εἰκῆ μισεῖσθαι. Ἁρπάζει, καὶ οὐκ ἐλέγχεις; Ἀλλὰ δέδοικας τὸ μῖσος. Καίτοι οὐκ ἔστιν εἰκῆ μισεῖσθαι τοῦτο· ἀλλὰ δικαίως ἐλέγχεις, καὶ δέδοικας τὸ μῖσος; ἔλεγξον τὸν ἀδελφὸν, ἀνάδεξαι ἔχθραν διὰ τὴν ἀγάπην τὴν εἰς τὸν Χριστὸν, διὰ τὴν ἀγάπην τὴν εἰς αὐτόν· κώλυσον αὐτὸν εἰς βάραθρον ἀπερχόμενον. Τὸ γὰρ τραπέζης κοινωνῆσαι καὶ ῥημάτων χρηστῶν καὶ προσρήσεως καὶ τρυφῆς, οὐ σφόδρα φιλίας ἐστί. Τοιαῦτα τοῖς φίλοις ἡμῶν χαριζώμεθα δῶρα, ἵνα τὴν ψυχὴν αὐτῶν ἐξέλκωμεν ἀπὸ τῆς ὀργῆς τοῦ Θεοῦ· εἰς τὴν κάμινον κειμένους αὐτοὺς ὁρῶντες τῆς κακίας, ἀναστήσωμεν. Ἀλλ' οὐ διορθοῦται, φησίν. Ἀλλὰ σὺ τὸ σαυτοῦ πρᾶξον, καὶ ἀπελογήσω τῷ Θεῷ. Μὴ κρύψῃς τὸ τάλαντον· διὰ τοῦτο λόγον ἔχεις, διὰ τοῦτο γλῶσσαν καὶ στόμα, ἵνα διορθοῖς τὸν πλησίον. Τὰ ἄλογα μόνα οὐ φροντίζει τοῦ πλησίον, οὐδὲ λόγον ἔχει τινὰ τῶν ἄλλων· σὺ δὲ πατέρα καλῶν τὸν Θεὸν, καὶ ἀδελφὸν τὸν πλησίον ὁρῶν, αὐτὸν μυρία ποιοῦντα κακὰ, τὴν χάριν τὴν παρ' ἐκείνου τῆς ὠφελείας αὐτοῦ προτίθης; Μὴ, παρακαλῶ. Οὐδὲν οὕτω φιλίας τεκμήριον, ὡς τὸ μὴ περιορᾷν ἁμαρτάνοντας τοὺς ἀδελφούς. Εἶδες ἐχθραίνοντας; διάλυσον. Εἶδες πλεονεκτοῦντας; κώλυσον. Εἶδες ἀδικουμένους; πρόστηθι· οὐκ ἐκείνοις, ἀλλὰ σαυτῷ προτέρῳ ἐχαρίσω. Διὰ τοῦτο φίλοι ἐσμὲν, ἵνα ἀλλήλους ὠφελῶμεν. Ἄλλως ἀκούσεται παρὰ τοῦ φίλου, καὶ ἄλλως παρὰ τοῦ τυχόντος· τὸν τυχόντα ὑποπτεύσει ἴσως, καὶ τὸν διδάσκαλον ὁμοίως, τὸν δὲ φίλον οὐκέτι. Τὰ γὰρ κρυφῇ γινόμενα, αἰσχρόν ἐστι, φησὶ, καὶ λέγειν. Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί βούλεται ἐνταῦθα εἰπεῖν; Τοῦτο λέγει, ὅτι τὰ μὲν τῶν ἁμαρτημάτων ἐνταῦθα λάθρα γίνεται, τὰ δὲ καὶ φανερῶς· ἐκεῖ δὲ οὐχ οὕτως ἔσται· οὐδεὶς γάρ ἐστιν ὁ μὴ συνειδὼς ἑαυτῷ ἐπὶ ἁμαρτήματι. Διὰ τοῦτό φησι· Τὰ δὲ πάντα, ἐλεγχόμενα ὑπὸ τοῦ φωτὸς, φανεροῦται. Τί οὖν; οὐ περὶ εἰδωλολατρείας, φησὶ, καὶ ἐνταῦθα τοῦτο εἴρηται; Οὐχὶ, ἀλλὰ περὶ βίου καὶ ἁμαρτημάτων ἐστὶν ὁ λόγος. Πᾶν γὰρ τὸ φανερούμενον, φησὶ, φῶς ἐστι. Διὸ, παρακαλῶ, μήτε ὑμεῖς ὀκνεῖτε ἐλέγχειν, μήτε δυσχεραίνετε ἐλεγχόμενοι. Ἕως μὲν γὰρ ἂν ἐν σκότει πράττηταί τι, μετὰ πλείονος πράττεται τῆς ἀδείας· ἐπειδὰν δὲ πολλοὺς ἔχῃ τοὺς μαρτυροῦντας τοῖς γινομένοις, φωτίζεται. Διὸ μάλιστα πάντα πράττωμεν, ὥστε τὴν νέκρωσιν τῶν ἀδελφῶν τῶν ἡμετέρων ἀποσοβεῖν, ὥστε τὸ σκότος σκεδάζειν, ὥστε τὸν ἥλιον ἐπισπάσασθαι τῆς δικαιοσύνης. Ἂν γὰρ πολλοὶ ὦσιν οἱ φωστῆρες, αὐτοῖς τε εὔκολος ἔσται τῆς ἀρετῆς ἡ ὁδὸς, καὶ οἱ ἐν σκότει μᾶλλον ἁλώσονται, τοῦ φωτὸς ἐπιτεινομένου, κἀκεῖνο ἀφανίζοντος. Ἂν δὲ τοὐναντίον, δέος μὴ καὶ οὗτοι σβεσθῶσι, τῆς παχύτητος τῆς ἀπὸ τοῦ σκότους καὶ τῶν ἁμαρτημάτων κρατούσης τοῦ φωτὸς, καὶ ἀποσοβούσης αὐτοῦ τὸ διειδές. Ὡς οὖν ἑαυτοὺς ὠφελοῦντες, οὕτω διακεώμεθα, ἵνα διὰ πάντων δόξαν ἀναπέμψωμεν τῷ φιλανθρώπῳ Θεῷ, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note