Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 19 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.0.1
Βλέπετε οὖν ἀκριβῶς πῶς περιπατεῖτε, μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρὸν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι. Διὰ τοῦτο μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέ λημα τοῦ Κυρίου.
19.1.1
Ἔτι τὴν τῆς πικρίας ἐκκαθαρίζει ῥίζαν, ἔτι τὴν ὑπόθεσιν τῆς ὀργῆς ἐκκόπτει. Τί γάρ φησι; Βλέπετε ἀκριβῶς πῶς περιπατεῖτε. Ἤδει τὸν Διδάσκαλον αὐτοῦ, ὅτι πέμπων τοὺς μαθητὰς ὡς πρόβατα ἐν μέσῳ λύκων, ἔτι ἐκέλευεν αὐτοὺς καὶ ὡς περιστερὰς εἶναι· Καὶ ἀκέραιοι γὰρ, φησὶν, ἔσεσθε, ὡσεὶ περιστεραί. Ἐπεὶ οὖν καὶ μεταξὺ λύκων ἦσαν, καὶ ἔτι προστεταγμένοι μὴ ἀμύνεσθαι, ἀλλὰ πάσχειν κακῶς, διὰ τοῦτο τῆς τοιαύτης ἐδέοντο παραινέσεως. Καίτοι γε καὶ τὸ πρότερον ἱκανὸν ἦν αὐτοὺς εὐσθενεστέρους ποιῆσαι· ὅταν δὲ καὶ ἡ τῶν δύο προσθήκη ᾖ, ἐννόησον τὴν ὑπερβολήν. Ὅρα γοῦν καὶ πῶς αὐτοὺς ἐπιμελῶς ἀσφαλίζεται, λέγων· Βλέπετε πῶς περιπατεῖτε. Ὁλόκληροι πόλεις πρὸς αὐτοὺς πόλεμον εἶχον, ἐπεισῆλθε καὶ εἰς τὰς οἰκίας οὗτος ὁ πόλεμος· πατὴρ κατὰ υἱοῦ, υἱὸς κατὰ πατρὸς, μήτηρ κατὰ θυγατρὸς, θυγάτηρ κατὰ μητρὸς ἦσαν διεσπαρμένοι. Τί οὖν; πόθεν αἱ διαιρέσεις αὗται; Ἤκουσαν τοῦ Χριστοῦ λέγοντος· Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. Ἵν' οὖν μὴ νομίσωσιν, ὅτι ἁπλῶς πολέμους εἰσάγει καὶ μάχας, ἐπειδὴ ἔμελλε μεγάλη τίκτεσθαι ὀργὴ, εἰ καὶ αὐτοὶ ἔμελλον ἐπεξιέναι, τούτου χάριν λέγει· Βλέπετε πῶς ἀκριβῶς περιπατεῖτε. Τουτέστι, Πλὴν τοῦ κηρύγματος, μηδαμόθεν ἄλλοθεν δῶτε λαβὴν τῆς ἔχθρας τῆς καθ' ὑμῶν· αὕτη μόνη τῆς ἔχθρας ὑπόθεσις ἔστω· μηδεὶς ὑμῖν ἕτερόν τι ἐγκαλείτω, ἀλλὰ καὶ τιμὴν καὶ ὑπακοὴν πᾶσαν ἐπιδείκνυσθε, ὅταν μηδὲν βλάπτῃ τὸ κήρυγμα, ὅταν μηδὲν ἐμποδίζῃ τὴν εὐσέβειαν. Ἀπόδοτε γὰρ, φησὶ, πᾶσι τὰς ὀφειλὰς, τῷ τὸν φόρον, τὸν φόρον, τῷ τὸ τέλος, τὸ τέλος. Ὅταν γὰρ ἐν τοῖς ἄλλοις ἴδωσιν ἡμᾶς ἐπιεικεῖς, ἐντραπήσονται. Μὴ ὡς ἄσοφοι, ἀλλ' ὡς σοφοὶ, ἐξαγοραζόμενοι τὸν καιρόν. Οὐχὶ ποικίλους ἡμᾶς καὶ παντοδαποὺς εἶναι βουλόμενος ταῦτα παραινεῖ· ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· Οὐκ ἔστιν ὑμέτερος ὁ καιρός· νῦν πάροικοί ἐστε καὶ παρεπίδημοι καὶ ξένοι καὶ ἀλλότριοι· μὴ ζητεῖτε τιμὰς, μὴ ζητεῖτε δόξαν, μὴ ζητεῖτε δυναστείαν, μηδὲ ἐκδίκησιν· πάντα φέρετε, καὶ τούτῳ τὸν καιρὸν ἐξαγοράζεσθε· πολλὰ κατάθεσθε, πᾶν ὅ τι ἂν θέλωσιν. Ἀσαφὲς τὸ εἰρημένον· φέρε οὖν, ἐπὶ ὑποδείγματος ποιήσω αὐτὸ φανερόν. Ἐννόησόν μοί τινα οἰκίανἔχοντα λαμπρὰν, εἶτά τινας ἐπεισερχομένους ὥστε αὐτὸν ἀνελεῖν κἀκεῖνον πολλὰ διδόντα, καὶ ἐξαιρούμενον ἑαυτόν· τότε λέγομεν, ὅτι ἐξηγόρασεν ἑαυτόν. Οὕτω καὶ σὺ οἰκίαν ἔχεις μεγάλην, καὶ πίστιν ἀληθῆ· ἐπέρχονται ὥστε λαβεῖν πάντα· δὸς ὁτιοῦν ἂν ἀπαιτήσῃ τις, μόνον τὸ κεφάλαιον διάσωσον, τὴν πίστιν λέγω. Αἱ γὰρ ἡμέραι, φησὶ, πονηραί εἰσι. Τί πονηρία τῆς ἡμέρας; Πονηρία τῆς ἡμέρας περὶ τὴν ἡμέραν ὀφείλει εἶναι. Ἂν τί ἐστιν ἑκάστῳ τῶν ἐν ἡμῖν πονηρὸν μάθῃς, γνώσῃ καὶ τί ἐστι πονηρία ἡμέρας. Τί ἐστι πονηρία σώματος; νόσος. Τί δὲ πονηρία ψυχῆς; κακία. Τί ἐστι πονηρία ὕδατος; πικρία. Καὶ ἑκάστου ἡ πονηρία ἡ φαυλότης ἐστὶ περὶ ἐκείνην τὴν φύσιν, ἧς ἐστι πονηρία. Εἰ τοίνυν ἡ πονηρία περὶ τὴν ἡμέραν ἐστὶ, περὶ αὐτὴν τὴν ἡμέραν χρὴ εἶναι, περὶ τὰς ὥρας, περὶ τὸ φῶς. Οὕτω καὶ ὁ Χριστός φησιν· Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς. Ἀπὸ τούτου κἀκεῖνο γνωσόμεθα. Πῶς οὖν ἡμέρας καλεῖ πονηράς; πῶς καιρὸν πονηρόν; Οὐ τὴν οὐσίαν, οὐδὲ τὰ κτίσματα, ἀλλὰ διὰ τὰ ἐν αὐτοῖς γινόμενα· καθάπερ καὶ ἡμῖν ἔθος λέγειν· Χαλεπὴν ἡμέραν διήγαγον καὶ κακήν· καίτοι πῶς ἂν γένοιτο χαλεπὴ, ἀλλ' ἢ ἀπὸ τῶν ἐν αὐτῇ συμβαινόντων; Τὰ δὲ ἐν αὐτῇ συμβαίνοντα, ἐστὶν ἀγαθὰ μὲν, παρὰ Θεοῦ· κακὰ δὲ, παρὰ ἀνθρώπων πονηρῶν. Ἄρα τῶν ἐν τοῖς καιροῖς συμβαινόντων πονηρῶν οἱ ἄνθρωποι δημιουργοὶ, καὶ διὰ τοῦτο καιροὶ πονηροὶ λέγονται. Οὕτω καὶ ἡμεῖς καιροὺς πονηροὺς καλοῦμεν. Διὰ τοῦτο, φησὶ, μὴ γίνεσθε ἄφρονες, ἀλλὰ συνιέντες τί τὸ θέλημα τοῦ Κυρίου. Καὶ μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ τούτου γὰρ ἡ ἀμετρία θυμώδεις ποιεῖ καὶ θρασεῖς καὶ ἀκροσφαλεῖς, ὀργίλους καὶ χαλεπούς. Εἰς εὐφροσύνην ὁ οἶνος δέδοται, οὐκ εἰς μέθην· νῦν δὲ τὸ πρᾶγμα καὶ ἀνανδρίας εἶναι δοκεῖ καὶ γέλωτος, τὸ μὴ μεθύσκεσθαι. Ποία τοίνυν ἐλπὶς σωτηρίας; Γέλως, εἰπέ μοι, τὸ μὴ μεθύσκεσθαι, ἔνθα μάλιστα πάντων τὸ μεθύσκεσθαι γέλως ὤφειλεν εἶναι; Μάλιστα μὲν γὰρ καὶ τὸν ἰδιώτην πόῤῥω μέθης εἶναι καλόν· πολλῷ δὲ πλέον τὸν στρατιώτην, τὸν ἐν ξίφεσι στρεφόμενον, τὸν ἐν αἵμασι, τὸν ἐν σφαγαῖς· πολλῷ μᾶλλον τὸν στρατιώτην, ὅταν καὶ ἑτέρωθεν ὁ θυμὸς θήγηται, ἀπὸ τῆς ἐξουσίας, ἀπὸ τῆς δυναστείας, ἀπὸ τοῦ συνεχῶς ἐν ἐπιβουλαῖς καὶ μάχαις εἶναι. Βούλει μαθεῖν ποῦ καλὸς ὁ οἶνος; ἄκουε τῆς Γραφῆς λεγούσης· Δότε οἶνον τοῖς ἐν λύπῃ, καὶ μέθην τοῖς ἐν ὀδύνῃ. Εἰκότως· τὸ γὰρ τραχὺ καὶ σκυθρωπὸν οἶδε μαλάττειν, καὶ τὸ συννεφὲς ἀπάγειν. Οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, φησί. Πῶς οὖν ἐκ τοῦ οἴνου ἡ μέθη; οὐ γὰρ ἔνι τὸν αὐτὸν τὰ ἐναντία ἐργάζεσθαι ἑαυτῷ. Οὐκ ἄρα ἐκ τοῦ οἴνου ἡ μέθη, ἀλλ' ἐκ τῆς ἀμετρίας. Ὁ οἶνος δι' οὐδὲν ἕτερον ἡμῖν δέδοται, ἢ δι' ὑγείαν σώματος· ἀλλὰ καὶ πρὸς τοῦτο ἐμποδίζει ἡ ἀμετρία. Ἄκουε δὲ καὶ τοῦ μακαρίου τούτου γράφοντος καὶ λέγοντος τῷ Τιμοθέῳ· Ὀλίγῳ οἴνῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας.
19.2.1
Διὰ γὰρ τοῦτο ὁ Θεὸς ἐποίησεν ἡμῶν τὰ σώματα σύμμετρα, καὶ ἀπὸ ὀλίγων κορέννυσθαι, ἐντεῦθεν ἤδη παιδεύων ἡμᾶς, ὅτι πρὸς ἑτέραν ἡμᾶς ζωὴν ἐποίησε ἐπιτηδείους. Καὶ ἐβούλετο μὲν καὶ ἐξ ἀρχῆς ἐκείνην δοῦναι, ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κατεστήσαμεν, ἀνεβάλετο· καὶ ἐν τῷ χρόνῳ ᾧ ἀνεβάλετο, οὐδὲ ἐν αὐτῷ ἀφίησιν ἡμᾶς ἀπολαύειν ἀμέτρως· οἴνου γὰρ κοτύλη καὶ ἄρτος εἷς ἀρκεῖ γαστέρα ἐμπλῆσαι ἀνθρώπου. Καὶ τὸν πάντων τῶν ἀλόγων κρατοῦντα, ὀλιγοδεέστερον αὐτῶν κατὰ τὴν ἀναλογίαν ἐποίησε, καὶ τὸ σῶμα βραχὺ, οὐδὲν ἕτερον ἢ τοῦτο δηλῶν, ὅτι πρὸς ἑτέραν ζωὴν ἐπειγόμεθα. Μὴ μεθύσκεσθε οἴνῳ, φησὶν, ἐν ᾧ ἐστιν ἀσωτία. Οὐ γὰρ σώζει, ἀλλ' ἀπόλλυσιν, οὐ τὸ σῶμα μόνον, ἀλλὰ καὶ τὴν ψυχήν. Ἀλλὰ πληροῦσθε ἐν Πνεύματι, λαλοῦντες ἑαυτοῖς ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, ᾄδοντες καὶ ψάλλοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ· εὐχαριστοῦντες πάντοτε ὑπὲρ πάντων ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Βούλει, φησὶν, εὐφραίνεσθαι; Βούλει τὴν ἡμέραν ἀναλίσκειν; Ἐγώ σοι δίδωμι πότον πνευματικόν· ἡ γὰρ μέθη καὶ τὴν εὔσημον ἐκκόπτει φωνὴν τῆς γλώσσης τῆς ἡμετέρας, ψελλίζειν παρασκευάζουσα, καὶ ὀφθαλμοὺς καὶ πάντα ἁπλῶς διαστρέφουσα. Μάθε ψάλλειν, καὶ ὄψει τοῦ πράγματος τὴν ἡδονήν· οἱ ψάλλοντες γὰρ Πνεύματος πληροῦνται ἁγίου, ὥσπερ οἱ ᾄδοντες τὰς σατανικὰς ᾠδὰς, πνεύματος ἀκαθάρτου. Τί ἐστιν, Ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ; Τουτέστι, μετὰ συνέσεως προσέχοντες· οἱ γὰρ οὐ προσέχοντες, ἁπλῶς ψάλλουσι, τὰ ῥήματα φθεγγόμενοι, τῆς καρδίας ῥεμβομένης ἑτέρωθι. Πάντοτε, φησὶν, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες ἐν ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῷ Θεῷ καὶ Πατρὶ, ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τουτέστι, Τὰ αἰτήματα ὑμῶν μετὰ εὐχαριστίας γνωριζέσθω πρὸς τὸν Θεόν· οὐδὲν γὰρ οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ὅταν ᾖ τις εὐχάριστος. Μάλιστα δὲ δυνάμεθα εὐχαριστεῖν, ἀπάγοντες τῶν προειρημένων τὴν ψυχὴν τὴν ἡμετέραν, διακαθαίροντες αὐτὴν τούτοις οἷς εἶπεν. Ἀλλὰ πληροῦσθε, φησὶ, ἐν Πνεύματι. Ἆρα ἐν ἡμῖν τοῦτο; Καὶ γὰρ ἐν ἡμῖν. Ὅταν γὰρ ψεῦδος, ὅταν πικρίαν, ὅταν πορνείαν, ὅταν ἀκαθαρσίαν, ὅταν πλεονεξίαν ἀποσοβήσωμεν τῆς ψυχῆς τῆς ἡμετέρας, ὅταν γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, ὅταν εὐτραπελία μὴ παρῇ, ὅταν ἑαυτοὺς ἀξίους κατασκευάσωμεν, τί τὸ κωλύον τὸ Πνεῦμα τὸ ἅγιον ἐπελθεῖν καὶ ἐπιπτῆναι; Καὶ οὐχ ἁπλῶς ἐπελεύσεται, ἀλλὰ πληρώσει τὴν καρδίαν ἡμῶν. Τοσούτου δὲ ἔνδοθεν ὄντος φωτὸς, οὐδὲ δυσκατόρθωτος ἡμῖν λοιπὸν ἔσται ἡ ἀρετὴ, ἀλλὰ ῥᾳδία καὶ εὔκολος. Πάντοτε εὐχαριστοῦντες, φησὶν, ὑπὲρ πάντων. Τί οὖν; ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ τῶν συμβαινόντων; Ναί· κἂν νόσος ᾖ, κἂν πενία. Εἰ γὰρ ἐν τῇ Παλαιᾷ παρῄνει σοφός τις λέγων· Πᾶν ὃ ἐὰν ἐπαχθῇσοι, δέξαι ἀσμένως, καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· πολλῷ μᾶλλον ἐν τῇ Καινῇ γίνεσθαι χρή. Κἂν τὸν λόγον τοίνυν μὴ εἰδῇς, εὐχαρίστει· τοῦτο γάρ ἐστιν εὐχαριστία. Ἂν δὲ εὖ παθὼν καὶ εὐθηνούμενος καὶ εὐπραγῶν καὶ ἐν εὐημερίαις ὢν, εὐχαριστῇς, οὐδὲν μέγα, οὐδὲν θαυμαστόν· τὸ δὲ ζητούμενον, ἐν θλίψεσιν ὄντα εὐχαριστεῖν, ἐν ἀθυμίαις. Μηδὲν πρὸ τοῦ ῥήματος τούτου φθέγγου, Εὐχαριστῶ σοι, Δέσποτα. Καὶ τί λέγω ὑπὲρ τῶν ἐνταῦθα θλίψεων; ὑπὲρ τῆς γεέννης αὐτῆς εὐχαριστεῖν δεῖ τῷ Θεῷ, ὑπὲρ τῶν κολάσεων τῶν ἐκεῖ, ὑπὲρ τῶν τιμωριῶν. Πάνυ γὰρ τὸ πρᾶγμα ἡμᾶς ὠφέλησε τοὺς προσέχοντας, ἀντὶ χαλινοῦ τοῦ τῆς γεέννης φόβου ταῖς καρδίαις ἡμῶν ἐπιτεθέντος. Μὴ τοίνυν ὑπὲρ τῶν φανερῶν εὐεργεσιῶν, ἀλλὰ καὶ ὑπὲρ τῶν ἀφανῶν, καὶ ὑπὲρ ὧν ἄκοντες εὐεργετούμεθα, εὐχαριστῶμεν· πολλὰ γὰρ καὶ μὴ βουλομένους ἡμᾶς εὐεργετεῖ, καὶ μὴ εἰδότας. Εἰ δὲ ἀπιστεῖτε, ἤδη ὑμῖν τὸ πρᾶγμα ποιήσω φανερόν. Ἐννόησον γάρ μοι· οἱ μιαροὶ καὶ ἄπιστοι Ἕλληνες οὐχὶ τῷ ἡλίῳ τὸ πᾶν ἐπιγράφουσι, καὶ τοῖς εἰδώλοις αὐτῶν; Τί οὖν; οὐχὶ εὐεργετεῖ καὶ αὐτούς; οὐχὶ τῆς ἐκείνου προνοίας ἐστὶ, καὶ τὸ ζῇν, καὶ τὸ ὑγιαίνειν αὐτοὺς, καὶ παιδοποιεῖν, καὶ ὅσα τοιαῦτα; Τί δὲ οἱ Μαρκιωνισταὶ λεγόμενοι; τί δὲ οἱ Μανιχαῖοι; οὐχὶ καὶ βλασφημοῦσιν αὐτόν; Τί οὖν; οὐχὶ εὐεργετεῖ αὐτοὺς καθ' ἑκάστην ἡμέραν; Εἰ δὲ ἐκείνους τοὺς ταῦτα οὐκ εἰδότας εὐεργετεῖ, πολλῷ μᾶλλον ἡμᾶς. Τί γὰρ ἄλλο ἔργον Θεοῦ ἢ τοῦτο, τὸ εὐεργετεῖν τὸ τῶν ἀνθρώπων γένος, καὶ διὰ κολάσεων καὶ δι' ἀνέσεων; Μὴ μόνον τοίνυν ἐν εὐπραγίαις ὄντες εὐχαριστῶμεν· οὐδὲν γὰρ μέγα. Καὶ τοῦτο οἶδε καὶ ὁ διάβολος· διὸ καὶ ἔλεγε· Μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν Θεόν; οὐχὶ σὺ περιέφραξας τὰ ἔσω αὐτοῦ, καὶ τὰ ἔξω; Περίελε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, ἦ μὴν εἰς πρόσωπόν σε εὐλογήσει. Ἀλλ' οὐδὲν αὐτῷ πλεῖον ἐγένετο τῷ μιαρῷ, μηδὲ γένοιτο, μηδὲ περὶ ἡμῶν γενέσθαι τι πλέον αὐτῷ. Ἀλλὰ καὶ ὅταν ἐν πενίᾳ ὦμεν, καὶ ὅταν ἐν νόσοις, καὶ ὅταν ἐν ἐπηρείαις, τότε ἐπιτείνωμεν τὴν εὐχαριστίαν. Εὐχαριστίαν δὲ λέγω, μὴ ῥήμασι μηδὲ γλώσσῃ, ἀλλὰ πράγμασι καὶ ἔργοις, καὶ διανοίᾳ καὶ καρδίᾳ. Ἐκ πάσης ψυχῆς εὐχαριστῶμεν αὐτῷ. Μᾶλλον γὰρ τῶν γεννησαμένων ἡμᾶς φιλεῖ· καὶ ὅσον πονηρίας καὶ ἀγαθότητος τὸ μέσον, τοσοῦτον ἡ τῆς ἀγάπης τοῦ Θεοῦ πρὸς τὴν τῶν ἡμετέρων πατέρων διαφοράν.
19.3.1
Καὶ ταῦτα οὐκ ἐμά ἐστι τὰ ῥήματα, ἀλλ' αὐτοῦ τοῦ φιλοῦντος ἡμᾶς Χριστοῦ. Καὶ ἄκουε αὐτοῦ λέγοντος· Τίς ἐξ ὑμῶν ἐστιν ἄνθρωπος, ὃς, ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Εἰ δὲ ὑμεῖς πονηροὶ ὄντες, οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν; Καὶ πάλιν ἄκουε καὶ ἑτέρωθι λέγοντος· Μὴ ἐπιλήσεται γυνὴ τοῦ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὑτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο ταῦτα γυνὴ, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαί σου, λέγει Κύριος. Εἰ γὰρ μὴ φιλεῖ, τίνος ἕνεκεν ἡμᾶς ἐποίησε; μὴ γὰρ ἀνάγκην εἶχε; μὴ γὰρ χρείαν αὐτῷ καὶ διακονίαν πληροῦμεν; μὴ γὰρ δεῖταί τινος τῶν παρ' ἡμῶν; Ἄκουε τοῦ Προφήτου λέγοντος· Εἶπα τῷ Κυρίῳ· Κύριός μου εἶ σὺ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀλλ' οἱ ἀγνώμονες καὶ ἀναίσθητοι, Τοῦτο, φασὶν, ἀγαθότητος Θεοῦ, τὸ ἰσοτιμίαν εἶναι παρὰ πᾶσιν; Εἰπέ μοι, ἀγνῶμον ἄνθρωπε, ποῖα λέγεις μὴ εἶναι ἀγαθότητος Θεοῦ, καὶ τίνα λέγεις ἰσοτιμίαν; Ὁ δεῖνα, φησὶ, πεπήρωται ἐκ παίδων, ἕτερος μαίνεται καὶ δαιμονᾷ, ἄλλος εἰς ἔσχατον γῆρας ἐλάσας ἐν πενίᾳ τὸν ἅπαντα βίον διήγαγεν, ἄλλος ἐν νόσοις χαλεπωτάταις· ταῦτα προνοίας ἐστὶν ἔργα; Ὁ μέν ἐστι κωφὸς, ὁ δὲ ἄλαλος, ὁ δὲ πένης, ἕτερος μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, χρημάτων ἀπολαύει, καὶ πόρνας τρέφει καὶ παρασίτους, καὶ λαμπρὰν οἰκίαν κέκτηται, καὶ βίον ἀπράγμονα ζῇ. Καὶ πολλὰ τοιαῦτα συνείρουσι, μακρὸν ὑφαίνοντες κατηγορίας λόγον κατὰ τῆς τοῦ Θεοῦ προνοίας. Τί οὖν; ἀπρονόητά ἐστι; τί οὖν ἂν εἴποιμεν πρὸς αὐτούς; Εἰ μὲν Ἕλληνες εἶεν, καὶ λέγοιεν ἡμῖν ὑπό τινος τὸν κόσμον διοικεῖσθαι, πάλιν καὶ ἡμεῖς τὰ αὐτὰ ἐροῦμεν πρὸς αὐτούς· Τί οὖν, ἀπρονόητά ἐστιν; οὐκοῦν πῶς ὑμεῖς σέβεσθε θεοὺς, καὶ προσκυνεῖτε δαίμονας καὶ ἥρωας; εἰ γὰρ πρόνοιά ἐστιν, ἐφέστηκέ τις τοῖς πᾶσιν. Εἰ δέ τινες εἶεν ἀποδυσπετοῦντες, ἢ Χριστιανοὶ ἢ καὶ Ἕλληνες, καὶ παρασαλευόμενοι, τί πρὸς αὐτοὺς ἐροῦμεν; Τοσαῦτα δὲ, εἰπέ μοι, ἀπὸ ταυτομάτου γένοιτο ἂν ἀγαθά; τὸ φῶς τὸ καθημερινὸν, ἡ εὐταξία ἡ ἐν τοῖς οὖσι, τῶν ἄστρων ἡ χορεία, ὁ ἰσοστάσιος νυκτῶν καὶ ἡμερῶν δρόμος, ἡ τῆς φύσεως ἀκολουθία καὶ ἐν φυτοῖς καὶ ἐν ζώοις καὶ ἐν ἀνθρώποις; Τίς, εἰπέ μοι, ὁ ταῦτα διοικῶν; Εἰ μηδεὶς ἐφεστὼς ἦν, ἀλλ' ἀπὸ ταυτομάτου πάντα συνειστήκει, τίς τὴν καμάραν ταύτην τὴν οὕτω καλὴν, τὴν οὕτω μεγάλην, τὸν οὐρανὸν λέγω, περιδινήσας ἐπὶ τῆς γῆς ἔστησεν, ἢ καὶ ἐπὶ ὑδάτων; τίς ὁ τοὺς καιροὺς τοὺς καρποφόρους διδούς; τίς τοσαύτην ἔθετο ἐν σπέρμασι καὶ φυτοῖς δύναμιν; τὸ γὰρ ἀπὸ ταυτομάτου ἄτακτον πάντως· τὸ δὲ εὔτακτον μετὰ τέχνης γίνεται. Τί γὰρ, εἰπέ μοι, τῶν παρ' ἡμῖν τῶν ἀπὸ ταυτομάτου οὐ πολλῆς γέμει τῆς ἀταξίας καὶ πολλοῦ τοῦ θορύβου καὶ τῆς ταραχῆς; Καὶ οὐ λέγω ἀπὸ ταυτομάτου, ἀλλὰ μετά τινος ποιοῦντος, ἀτέχνως δὲ ποιοῦντος. Οἷον, ἔστω ξύλα καὶ λίθοι, ἔστω δὲ καὶ ἄσβεστος· καὶ λαβὼν ἄνθρωπος οἰκοδομίας ἄπειρος οἰκοδομείτω καὶ ἐνεργείτω· ἆρα οὐ πάντα ἂν ἀπώλεσε καὶ διέφθειρε; Πάλιν, ἔστω πλοῖον κυβερνήτου χωρὶς, πάντα ἔχον ἅπερ ἔχειν δεῖ πλοῖον ἄνευ τεχνίτου, οὐ λέγω ἀκατασκεύαστον, ἀλλὰ κατασκευασθέν· μὴ πλεῦσαι δυνήσεται; καὶ τοσαύτη γῆ ἐπὶ ὕδατος ἑστῶσα, ἄνευ τινὸς συγκρατούσης δυνάμεως ἠδύνατο, εἰπέ μοι, οὕτω παγίως ἐπὶ χρόνον στῆναι τοσοῦτον; καὶ ταῦτα λόγον ἂν ἔχοι; καὶ οὐ μυριάκις γέλωτος ἄξιον τὸ ταῦτα ἐννοεῖν; Καὶ εἰ μὲν βαστάζοι καὶ τὸν οὐρανὸν, ἰδοὺ καὶ ἕτερον ἄχθος· εἰ δὲ καὶ οὐρανὸς ἐν ὕδατι φέροιτο, πάλιν ἕτερον ζήτημα. Ἀλλὰ πᾶν τῆς προνοίας ἔργον. Τὰ γὰρ ἐπὶ τῶν ὑδάτων φερόμενα οὐ κυρτοῦσθαι δεῖ, ἀλλὰ κοιλαίνεσθαι. Τί δήποτε; Ὅτι τοῦ μὲν κοίλου τὸ σῶμα ὅλον βαπτίζεται ἐπὶ τῶν ὑδάτων, καθάπερ ἐπὶ τοῦ πλοίου· τοῦ δὲ κεκυρτωμένου τὸ μὲν σῶμα ὅλον ἐστὶν ἄνωθεν, τὰ δὲ ἄκρα ἐπίκειται μόνον. Οὐκοῦν αὐτῷ δεῖ σώματος ἀντιτύπου καὶ σκληροῦ καὶ στέγειν δυναμένου, ὥστε φέρειν τὸ ἐπικείμενον ἄχθος. Ἀλλ' ἀὴρ φέρει τὸν οὐρανόν; Ἀλλ' οὗτος πολλῷ τοῦ ὕδατος μαλακώτερος καὶ χαυνότερος καὶ οὐδὲν στέγειν δυνάμενος, οὐδὲτῶν λεπτοτάτων, μήτι γε ὄγκον τοσοῦτον. Ὅλως δὲ εἰ βουλοίμεθα τῆς προνοίας τὸν λόγον ἐπεξιέναι, καὶ καθολικῶς, καὶ κατακερματίζοντες, ὅλος ὁ αἰὼν ἡμᾶς ἐλλείψει. Ἐρήσομαι γὰρ τὸν ἐκεῖνα ζητοῦντα νῦν· Ταῦτα προνοίας ἐστὶν, ἢ ἀπρονοησίας; Κἂν εἴποι, ὅτι Οὐκ ἔστι προνοίας, καὶ πάλιν ἐρήσομαι· Πῶς οὖν γέγονεν; Ἀλλ' οὐκ ἂν ἔχοι λόγον τινὰ εἰπεῖν. Οὐκοῦν πολλῷ μᾶλλον περὶ τῶν ἀνθρωπίνων πραγμάτων ζητεῖν οὐκ ὀφείλεις, οὐδὲ περιεργάζεσθαι. Τί δήποτε; Ὅτι τούτων πάντων ἄνθρωπος τιμιώτερος, καὶ ταῦτα δι' ἐκεῖνον γέγονεν, οὐκ ἐκεῖνος διὰ ταῦτα.
19.4.1
Εἰ τοίνυν τὴν ἐπὶ τῆς προνοίας αὐτοῦ μόνον σοφίαν καὶ τὴν οἰκονομίαν οὐκ οἶδας, πῶς δυνήσῃ τοὺς λόγους εἰδέναι τοὺς κατ' αὐτόν; Εἰπὲ δή μοι, τί δήποτε οὕτω μικρὸν αὐτὸν εἰργάσατο, καὶ τοσοῦτον ἀπέχοντα τοῦ ὕψους τοῦ οὐρανοῦ, ὡς καὶ ἀμφιβάλλειν περὶ τῶν ἄνω φαινομένων; τίνος δὲ ἕνεκεν τὰ βόρεια ἀοίκητά ἐστι, καὶ τὰ νότια; Εἰπὲ δή μοι, διὰ τί γέγονεν ἡ νὺξ χειμῶνος μὲν μακροτέρα, θέρους δὲ ἐλάττων; διὰ τί ψῦχος τοσοῦτον, διὰ τί καῦμα, διὰ τί σῶμα θνητόν; Καὶ μυρία σε ἕτερα ἐρωτῶ, καὶ ἐὰν θέλῃς, οὐ παύσομαί σε ἐρωτῶν, καὶ ἐν ἅπασί μοι διαπορήσεις. Ὥστε τοῦτο μάλιστα προνοίας ἐστὶ, τὸ τοὺς λόγους ἡμῖν ἀποῤῥήτους εἶναι. Ἦ γὰρ ἂν καὶ ἄνθρωπον αἴτιόν τις ἐνόμισε τοῦ παντὸς, εἰ μὴ τοῦτο ἡμῶν κατέστελλε τὴν διάνοιαν. Ἀλλ' ὁ δεῖνα, φησὶ, πένης, καὶ κακὸν ἡ πενία. Τί δὲ ἡ νόσος, τί δὲ ἡ πήρωσις; Οὐδέν ἐστι ταῦτα, ἄνθρωπε· ἓν μόνον ἐστὶ κακὸν, τὸ ἁμαρτάνειν, καὶ τοῦτο μόνον ἐξετάζειν ὀφείλομεν. Ἀλλ' ἀφέντες τῶν ὄντως κακῶν τὰς αἰτίας ἐρευνᾷν, ἕτερα πολυπραγμονοῦμεν. Διὰ τί μηδεὶς ἡμῶν μηδέποτε ἐξετάζει, διὰ τί ἥμαρτεν; ἆρα ἐν ἐμοὶ τὸ ἁμαρτάνειν; ἆρα οὐκ ἐν ἐμοί; Καὶ τί με δεῖ πολλοὺς περιιέναι λόγους; ἐν ἐμαυτῷ τὸ πρᾶγμα ζητήσω· ἆρα ἐκράτησά ποτε θυμοῦ; ἆρα ἐκράτησά ποτε ὀργῆς, ἢ δι' αἰσχύνην, ἢ διὰ φόβον ἀνθρώπινον; Εἶτα ἐπειδὰν εὕρω τοῦτο γινόμενον, εὑρήσω ὅτι ἐν ἐμοὶ τὸ ἁμαρτάνειν. Οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, ἀλλὰ ἁπλῶς, κατὰ τὸν Ἰὼβ, Βροτὸς δὲ ἄλλως νήχεται λόγοις. Τί γάρ σοι τοῦτο μέλει, εἰ ὁ δεῖνα τυφλὸς, καὶ ὁ δεῖνα πένης; Οὐ τοῦτο ἐπέταξέ σοι ὁ Θεὸς σκοπεῖν, ἀλλὰ τί δήποτε σὺ πράττεις; Εἰ μὲν γὰρ ἀμφιβάλλεις, ὅτι ἐφέστηκέ τις τῷ κόσμῳ δύναμις, πάντων ἀνοητότερος εἶ· εἰ δὲ πέπεισαι περὶ τούτου, τί ἀμφιβάλλεις, ὅτι ἀρέσαι δεῖ τῷ Θεῷ; Πάντοτε, φησὶ, ὑπὲρ ἁπάντων εὐχαριστοῦντες τῷ Θεῷ. Ἄπελθε εἰς ἰατρεῖον, καὶ ὄψει, ὅταν εὑρεθῇ τις τραῦμα ἔχων, ἐκεῖνον αὐτὸν τέμνοντα καὶ καίοντα. Ἐπὶ δὲ σοῦ οὐ τοῦτο λέγω, ἀλλὰ ἄπελθε εἰς τεκτονεῖον· καὶ οὐκ ἐξετάζεις τὸν λόγον, καίτοι γε οὐδὲν οἶδας τῶν γινομένων ἐκεῖ· καὶ πολλὰ ἄπορα εἶναί σοι δοκεῖ· οἷον, ὅταν τορνεύῃ τὸ ξύλον, ὅταν μετασχηματίζῃ. Μᾶλλον δὲ εἰς εὐπορωτέραν σε τέχνην ἂν ἀγάγω, οἷον τὴν τῶν ζωγράφων, καὶ ἐκεῖ ἰλιγγιάσεις. Εἰπὲ γάρ μοι, οὐχὶ ἁπλῶς σοι δοκεῖ ποιεῖν, ἃ ποιεῖ; τί γὰρ αὐτῷ βούλονται αἱ γραμμαὶ, καὶ αἱ περιαγωγαὶ τῶν γραμμῶν; Ἀλλ' ἂν ἐπιθῇ τὰ χρώματα, τότε σοι φανεῖται ἡ τέχνη καλὴ, καὶ ὅμως οὐδὲ οὕτως ἀκριβῶς οὐδὲν δυνήσῃ καταμαθεῖν. Τί δὲ ἐπὶ τεκτόνων λέγω καὶ ζωγράφων καὶ τῶν ὁμοδούλων; Ἡ μέλιττα πῶς ἐργάζεται τοὺς σίμβλους, εἰπέ μοι, καὶ τότε καὶ περὶ Θεοῦ ἐρεῖς. Τῶν μυρμήκων τὴν ἐργασίαν κατάμαθε, τοῦ ἀράχνου, τῆς χελιδόνος, καὶ τότε ἐρεῖς, καὶ περὶ Θεοῦ. Ἂν ᾖς σοφὸς, εἰπέ μοι ταῦτα· ἀλλ' οὐκ ἂν ἔχοις. Οὐ παύσῃ οὖν, ἄνθρωπε, τὰ περιττὰ ζητῶν; περιττὰ γὰρ ὄντως ταῦτα· οὐ παύσῃ εἰκῆ πολυπραγμονῶν; Οὐδὲν τῆς ἀμαθίας ταύτης σοφώτερόν ἐστιν, ἐν οἷς οἱ μὲν ἐπαγγελλόμενοι μηδὲν εἰδέναι, σοφώτατοι πάντων εἰσὶν, οἱ δὲ περιεργαζόμενοι, ἀνοητότεροι τῶν πάντων εἰσίν. Ὥστε οὐ πανταχοῦ τὸ ἐπαγγέλλεσθαι εἰδέναι, σοφίας, ἀλλ' ἔστιν ὅπου καὶ μωρίας ἐστίν. Εἰπὲ γάρ μοι, εἰ δύο τινῶν ἀνθρώπων ὄντων ὁ μὲν ἐπαγγέλλοιτο τὸν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀέρα διατρέχοντα μετρεῖν, σχοίνους ἐκτείνας, ὁ δὲ καταγελῶν καὶ μὴ εἰδέναι φαίη, τίνα γελασόμεθα, εἰπέ μοι; τὸν εἰδέναι λέγοντα, ἢ τὸν ἀγνοοῦντα; Δηλονότι τὸν λέγοντα εἰδέναι. Οὐκοῦν ὁ ἀγνοῶν τοῦ ὑποσχομένου εἰδέναι σοφώτερος. Τί δὲ, εἴ τις ἐπαγγέλλοιτο λέγειν ὅσους ἔχει κυάθους ἡ θάλασσα, ἕτερος δὲ ἀγνοεῖν, οὐ πάλιν ἡ ἄγνοια τῆς εἰδήσεώς ἐστι σοφωτέρα; Σφόδρα γε. Τί δήποτε; Ἐπειδὴ κἀκείνη ἄγνοιά ἐστιν ἐπιτεταμένη. Ὁ μὲν γὰρ λέγων ἀγνοεῖν, οἶδέ τι μέρος. Ποῖον δὴ τοῦτο; Ὅτι ἀκατάληπτον ἀνθρώπῳ· καὶ γὰρ οὐ μικρὸν τοῦτο. Ὁ δὲ λέγων εἰδέναι, ἐκεῖνος μάλιστα οὐκ οἶδεν ὃ λέγει εἰδέναι, καὶ διὰ τοῦτο αὐτό ἐστι καταγέλαστος. Οἴμοι, πόσοις παιδευόμεθα τὴν πολυπραγμοσύνην τὴν ἄκαιρον, καὶ τὴν περιεργίαν χαλινοῦν, καὶ οὐκ ἀνεχόμεθα, ἀλλὰ τοὺς ἑτέρων περιεργαζόμεθα βίους, διὰ τί ὁ δεῖνα πηρὸς, διὰ τί πένης ὁ δεῖνα; Οὐκοῦν τῷ λόγῳ τούτῳ καὶ εἰς ἕτερον ἐκπεσούμεθα λῆρον, διὰ τί ἡ δεῖνα γυνὴ, καὶ μὴ πάντες ἄνδρες, διὰ τί ὄνος, διὰ τί βοῦς, διὰ τί κύων, διὰ τί λύκος; διὰ τί λίθος, διὰ τί ξύλα; καὶ εἰς ἄπειρον ἐκπεσεῖται μῆκος ὁ λόγος. Διά τοι τοῦτο ὁ Θεὸς μέτρα τῆς γνώσεως ἡμῖν ἀφώρισε, καὶ ἐν τῇ φύσει κατεβάλετο. Καὶ θέα μοι τὴν πολυπραγμοσύνην τὴν πολλήν· ὅτι τοσοῦτον ὕψος ὁρῶντες ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν, καὶ οὐδὲν πάσχοντες, ὅταν εἰς πύργον ἀνελθόντες ὑψηλὸν θελήσωμεν κατανεῦσαι κάτω μικρὸν κατακύψαντες, ἴλιγγός τις ἡμᾶς εὐθέως καὶ σκοτοδινία λαμβάνει. Εἰπέ μοι δὴ τούτου τὴν αἰτίαν· ἀλλ' οὐκ ἂν εὕροις· διὰ τί μείζονα ὀφθαλμὸς ἔχει τὴν ἰσχὺν, καὶ ὑπὸ τῶν ποῤῥωτέρω κατέχεται;
19.5.1
Καὶ ἐπὶ τῆς ἀκοῆς ὁμοίως αὐτὸ ἴδοι τις ἄν, Οὐ γὰρ ἄν τις οὔτε βοῆσαι δυνήσεται τοσοῦτον, ὥστε ἐμπλῆσαι τὸν ἀέρα, ὅσον δυνήσεται ὁ ὀφθαλμὸς κατασχεῖν, οὔτε ἀκοῦσαι ἐκ διαστήματος τοσούτου. Διὰ τί μὴ πάντα τὰ μέλη ἰσότιμά ἐστι· διὰ τί μὴ μίαν ἔλαβε χρείαν μηδὲ χώραν; Καὶ Παῦλος ταῦτα ἠρεύνησε, μᾶλλον δὲ οὐκ ἠρεύνησε (σοφὸς γὰρ), ἦν ἀλλ' εἰς τοῦτο ἐμπεσὼν τὸ χωρίον, φησίν· Ἕκαστον αὐτῶν [ἔθετο] καθὼς ἠθέλησε· τῷ θελήματι αὐτοῦ τὸ πᾶν ἐπέτρεψεν. Οὐκοῦν καὶ ἡμεῖς ζητεῖν ταῦτα ἀφέντες, μόνον εὐχαριστῶμεν ὑπὲρ ἁπάντων· Διὰ τοῦτο, φησὶν, εὐχαριστεῖτε ὑπὲρ ἁπάντων. Τοῦτο εὐγνώμονος οἰκέτου, τοῦτο σοφοῦ, τοῦτο συνετοῦ· ἐκεῖνο δὲ λάλου καὶ ἀργοῦ καὶ περιέργου. Οὐχ ὁρᾷς ἐν τοῖς οἰκέταις, ὅτι οἱ μὲν κατάπτυστοι τῶν οἰκετῶν οὐδαμοῦ χρήσιμοι λάλοι τέ εἰσι καὶ φλύαροι, καὶ τὰ τῶν δεσποτῶν περιεργάζονται, ἅπερ ἐκεῖνοικρύπτειν ἐθέλουσιν· οἱ δὲ συνετοὶ καὶ εὐγνώμονες πρὸς ἓν μόνον ὁρῶσιν, ὅπως αὐτῶν τὴν διακονίαν πληρῶσιν; Ὁ πολλὰ φθεγγόμενος οὐδὲν ἐργάζεται· ὥσπερ ὁ πολλὰ ἐργαζόμενος οὐδὲν φθέγγεται ἄκαιρον. Διὰ τοῦτο ὁ Παῦλος ἔλεγε περὶ χηρῶν γράφων· Οὐ μόνον δὲ ἀργαὶ μανθάνουσιν, ἀλλὰ καὶ φλύαροι. Εἰπὲ δή μοι, ποῖόν ἐστι πλέον τὸ μέσον, τὸ τῆς ἡμετέρας ἡλικίας πρὸς τὴν τῶν παίδων, ἢ τὸ τοῦ Θεοῦ πρὸς τὴν τῶν ἀνθρώπων; τὸ ἡμέτερον πρὸς κώνωπας, ἢ τοῦ Θεοῦ πρὸς ἡμᾶς; Εὔδηλον ὅτι τὸ τοῦ Θεοῦ πρὸς ἡμᾶς. Τί οὖν σὺ τοσοῦτον περιεργάζῃ; Εὐχαρίστει ὑπὲρ ἁπάντων. Τί οὖν, ἂν Ἕλλην ἔρηται, φησὶ, πῶς ἀποκρινοῦμαι; βούλεται μαθεῖν παρ' ἐμοῦ, εἰ ἔστι πρόνοια, αὐτὸς γὰρ οὔ φησιν εἶναί τινα τὸν προνοοῦντα. Οὐκοῦν μεταστρέψας, ἐρώτησον αὐτὸν καὶ σύ. Ἀλλ' οὔ φησιν εἶναι πρόνοιαν. Ὅτι μὲν ἔστι πρόνοια, ἐξ ὧν εἶπας, δῆλον· ὅτι δὲ ἄληπτος, ἐξ ὧν οὐχ εὑρίσκομεν τὸν λόγον. Εἰ γὰρ ἐν οἷς διοικοῦσιν ἄνθρωποι οὐκ ἴσμεν τὸν τρόπον τῆς διοικήσεως πολλάκις, καίτοι ἐξ αὐτῶν πολλὰ ἡμῖν εἶναι δοκεῖ καὶ ἄτοπα, καὶ παραχωροῦμεν, πόσῳ μᾶλλον ἐπὶ Θεοῦ; Ἀλλ' οὐδὲν ἐπὶ Θεοῦ ἄτοπον οὔτε ἐστὶν, οὔτε δοκεῖ τοῖς πιστοῖς. Διὸ ὑπὲρ ἁπάντων εὐχαριστῶμεν, ὑπὲρ ἁπάντων δοξάζωμεν αὐτόν, Ὑποτασσόμενοι ἀλλήλοις, φησὶν, ἐν φόβῳ Θεοῦ. Εἰ γὰρ δι' ἄρχοντα ὑποτάττῃ, ἢ διὰ χρήματα, ἢ δι' αἰδὼ, πολλῷ μᾶλλον διὰ τὸν τοῦ Θεοῦ φόβον. Ἔστω δουλείας καὶ ὑποταγῆς ἀντίδοσις· οὕτω γὰρ οὐκ ἔσται δουλεία. Μὴ ὁ μὲν ἐν τάξει καθεζέσθω ἐλευθέρου, ὁ δὲ ἐν τάξει δούλου, ἀλλὰ καὶ δεσπότας καὶ δούλους ἀλλήλοις δουλεύειν βέλτιον· πολλῷ βέλτιον οὕτως εἶναι δοῦλον, ἢ ἑτέρως ἐλεύθερον. Καὶ δῆλον ἐκεῖθεν· ἔστω τις οἰκέτας ἔχων ἑκατὸν, καὶ μηδεὶς ἐν αὐτοῖς διακονείτω· ἕτεροι δέ τινες ἔστωσαν ἑκατὸν φίλοι, ἀλλήλοις διακονούμενοι· τίνες ἄμεινον βιώσονται; τίνες μετὰ πλείονος ἡδονῆς, μετὰ πλείονος εὐφροσύνης; Οὐκ ἔστιν ἐκεῖ ὀργὴ, οὐδὲ παροξυσμὸς, οὐδὲ θυμὸς, οὐδὲ ἄλλο τῶν τοιούτων οὐδέν· ὧδε φόβος καὶ δειλία· κἀκεῖ μὲν ἀνάγκης, ἐνταῦθα δὲ προαιρέσεως τὸ πᾶν· κἀκεῖ μὲν βιαζόμενοι, ἐνταῦθα δὲ χάριν ἔχοντες ἀλλήλοις δουλεύουσιν. Οὕτω βούλεται ὁ Θεός· διὰ τοῦτο ἔνιψε τοὺς πόδας τῶν μαθητῶν, Μᾶλλον δὲ, εἰ θέλεις ἀκριβῶς ἐξετάσαι, καὶ ἐπὶ δεσποτῶν ἀντίδοσίς ἐστι δουλείας. Τί γὰρ, εἰ ὁ τῦφος οὐκ ἀφίησι φανῆναι τὴν ἀντίδοσιν; Ὅταν γὰρ οὗτος μὲν τὴν σωματικὴν διακονίαν παρέχῃ, σὺ δὲ τὸ σῶμα τρέφῃς, καὶ θεραπεύῃς καὶ τροφαῖς καὶ ἐνδύμασι καὶ ὑποδήμασι, καὶ οὗτος δουλείας ἐστὶ τρόπος· ὅτι ἐὰν μὴ παρέχῃς καὶ σὺ τὴν σὴν, διακονίαν, οὐδὲ ἐκεῖνος τὴν ἑαυτοῦ, ἀλλ' ἔσται ἐλεύθερος, καὶ οὐδεὶς αὐτὸν ἀναγκάσει νόμος καὶ μὴ τρεφόμενον τοῦτο ποιεῖν. Εἰ τοίνυν καὶ ἐπὶ δούλων τοῦτό ἐστι, τί ἄτοπον, ἐὰν καὶ ἐπὶ ἐλευθέρων τοῦτο γίνηται; Ἐν φόβῳ, φησὶ, Χριστοῦ ὑποτασσόμενοι. Πόση ἡ χάρις, ὅταν καὶ μισθὸν ἔχωμεν; Ἀλλ' οὐ βούλεταί σοι ὑποταγῆναι; Ἀλλὰ σὺ ὑποτάγηθι· μὴ ἁπλῶς ὑπακούσῃς, ἀλλ' ὑποτάγηθι· ὡς πρὸς δεσπότας ἅπαντας, οὕτω διάκεισο· οὕτω γὰρ αὐτοὺς δούλους ἕξεις ταχέως τῇ τυραννικωτάτῃ τῆς δουλείας δυνάμει δεδουλωμένους. Μᾶλλον γὰρ αὐτοὺς αἱρήσεις, ὅταν οὐδενὸς τῶν παρ' αὐτῶν τυγχάνων, αὐτὸς τὰ παρὰ σαυτοῦ παρέχῃς. Τοῦτό ἐστιν, Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ, ἵνα πάντων κρατῶμεν τῶνπαθῶν, ἵνα τῷ Θεῷ δουλεύωμεν, ἵνα τὴν πρὸς ἀλλήλους ἀγάπην διασώζωμεν· καὶ τότε δυνησόμεθα καὶτῆς παρὰ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note