John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 2.3.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
2.3.1
Ἕτερον γὰρ οὐκ ἔστι λουτρὸν, οὐδὲ καταλλαγὴ πάλιν δευτέρα, ἀλλὰ φοβερά τις ἐκδοχὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους. Εἰ γὰρ μέλλοιμεν, ἀεὶ ἐχθραίνοντες αὐτῷ, ἀξιοῦσθαι παρ' αὐτοῦ συγγνώμης, οὐ παυσόμεθα ἐχθραίνοντες καὶ θρυπτόμενοι καὶ χείρους γινόμενοι, καὶ πεπηρωμένοι τοῦ ἡλίου τῆς δικαιοσύνης παραγενομένου. Βούλει λαβεῖν τὴν ἀκτῖνα ἀνοίγουσάν σου τοὺς ὀφθαλμούς; Καλοὺς αὐτοὺς ἔργασαι, ὑγιεῖς, ὀξυδερκεῖς. Ἔδειξέ σοι τὸ φῶς τὸ ἀληθινόν· ἂν πάλιν αὐτὸ φυγὼν, τῷ σκότει προσδράμῃς, τίς ἔσται ἀπολογία, ποία συγγνώμη; Οὐδεμία λοιπόν· μίσους γάρ ἐστιν ἀῤῥήτου τοῦτο σημεῖον. Ὅτε μὲν γὰρ οὐκ ᾔδεις τὸν Θεὸν, ἐχθραίνων αὐτῷ, ὁπωσδήποτέ τινα συγγνώμην εἶχες· ἐπειδὴ δὲ ἐγεύσω τῆς χρηστότη 62. 20 τος καὶ τοῦ μέλιτος, ἂν πάλιν ἀφεὶς, ἐπὶ τὸν ἔμετον ἔλθῃς τὸν σαυτοῦ, οὐδὲν ἕτερον ἀλλ' ἢ μεγάλου μίσους καὶ καταφρονήσεως ἐκφέρεις σημεῖα. Οὒ, φησὶν, ἀλλ' ὑπὸ τῆς φύσεως ἀναγκάζομαι· φιλῶ μὲν οὖν τὸν Χριστὸν, ἀναγκάζομαι δὲ ὑπὸ τῆς φύσεως. Εἰ ἀνάγκην καὶ βίαν ὑπομένεις, ἕξεις συγγνώμην· εἰ δὲ ἀπὸ ῥᾳθυμίας καταπίπτεις, οὐκέτι. Φέρε οὖν, αὐτὸ δὴ τοῦτο ἐξετάσωμεν, πότερον ἐξ ἀνάγκης καὶ βίας τὰ ἁμαρτήματα γίνεται, ἢ ἀπὸ ῥᾳθυμίας καὶ ὀλιγωρίας πολλῆς. Οὐ φονεύσεις, φησί. Ποία τοῦτο ἀνάγκη, ποία βία; Βία μὲν οὖν ἐστι τὸ φονεύειν. Τίς γὰρ ἂν ἡμῶν ἕλοιτο βαπτίσαι ξίφος εἰς τὸν λαιμὸν τοῦ πλησίον, καὶ αἱμάξαι τὴν δεξιάν; Οὐδὲ εἷς. Ὁρᾷς ὅτι τοὐναντίον, ἀνάγκη τὸ ἁμαρτάνειν μᾶλλόν ἐστι καὶ βία; Ἐνέθηκε γὰρ ὁ Θεὸς φίλτρον τῇ φύσει τῇ ἡμετέρᾳ, ὥστε ἀλλήλους ἀγαπᾷν· Πᾶν γὰρ, φησὶ, ζῶον ἀγαπᾷ τὸ ὅμοιον αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ. Ὁρᾷς ὅτι πρὸς τὴν ἀρετὴν ἔχομεν ἀπὸ τῆς φύσεως σπέρματα; Τὰ δὲ τῆς κακίας παρὰ φύσιν ἐστίν· εἰ δὲ ταῦτα μᾶλλον κρατεῖ, τῆς πολλῆς ἡμῶν νωθείας τοῦτο τεκμήριον. Τί δὲ τὸ μοιχεύειν; ποία ἀνάγκη ἐπὶ τοῦτο ἄγει; Ναὶ, φησὶν, ἡ τῆς ἐπιθυμίας τυραννίς. Διὰ τί, εἰπέ μοι; οὐ γὰρ ἔνεστι τῇ οἰκείᾳ κεχρῆσθαι γυναικὶ, καὶ παῦσαι τὴν τυραννίδα; Ἀλλ' ἔρως μέ τις λαμβάνει τῆς τοῦ πλησίον, φησὶ, γυναικός. Οὐκέτι τοῦτο ἀνάγκης· ἔρως γὰρ οὐκ ἔστιν ἀνάγκης· οὐδεὶς ἀνάγκῃ φιλεῖ, ἀλλὰ προαιρέσει καὶ ἑκοντί. Τὸ μὲν οὖν μίγνυσθαι ἀνάγκη ἴσως· τὸ δὲ τήνδε φιλεῖν ἢ τήνδε, οὐκ ἀνάγκης· οὐδὲ ἐπιθυμία μίξεως τὸ πρᾶγμά ἐστιν, ἀλλὰ κενοδοξία καὶ ὕβρις καὶ πέρα τοῦ μέτρου τρυφή. Ποῖον γὰρ, εἰπέ μοι, κατὰ λόγον ἐστί; τὴν κατεγγυηθεῖσαν, τὴν κοινωνὸν οὖσαν παιδοποιίας, ταύτην ἔχειν, ἢ τὴν οὐκ ἐγνωσμένην; οὐκ ἴστε, ὅτι αἱ συνήθειαι τὰς φιλίας τίκτουσιν; Ὥστε οὐ τῆς φύσεώς ἐστι. Μὴ αἰτιῶ τὴν ἐπιθυμίαν· ἡ γὰρ ἐπιθυμία διὰ γάμον ἐδόθη, διὰ παιδοποιίαν παρεσχέθη, οὐ διὰ μοιχείαν οὐδὲ διαφθοράν. Ἴσασι καὶ οἱ νόμοι τοῖς ἐξ ἀνάγκης συγγινώσκειν ἁμαρτήμασι· μᾶλλον δὲ οὐδέν ἐστιν ἁμάρτημα ἐξ ἀνάγκης γινόμενον, ἀλλὰ πάντα ἀπὸ ὕβρεως. Οὐ γὰρ οὕτως ὁ Θεὸς τὴν φύσιν ἐδημιούργησεν, ὡς ἀνάγκην ἔχειν ἁμαρτάνειν· ἐπεὶ εἰ τοῦτο ἦν, κόλασις οὐκ ἦν. Τῶν γὰρ κατὰ ἀνάγκην καὶ βίαν οὐδὲ ἡμεῖς ἀπαιτοῦμεν λόγον, μήτιγε ὁ Θεὸς ὁ οὕτω φιλάνθρωπος καὶ ἀγαθός. Ἀλλὰ τί; τὸ κλέπτειν ἀνάγκης ἐστί; Ναὶ, φησίν· ἡ γὰρ πενία τοῦτο ποιεῖ. Ἡ πενία ἐργάζεσθαι μᾶλλον ἀναγκάζει, οὐ κλέπτειν. Ἡ πενία τοίνυν τοὐναντίον ποιεῖ· τὸ γὰρ κλέπτειν, ἀργίας ἐστὶν, ἡ δὲ πενία οὐκ ἀργίαν, ἀλλὰ φιλοπονίαν τίκτειν εἴωθεν. Ὥστε καὶ τοῦτο ῥᾳθυμίας ἐστί. Καὶ ὧδε μάθῃς· τί γὰρ, εἰπέ μοι, δυσκολώτερον, τί δὲ ἀηδέστερον, τὰς νύκτας ἀγρυπνοῦντα περιιέναι, καὶ τοίχους διορύττειν, καὶ ἐν σκότει βαδίζειν, καὶ τὴν ψυχὴν ἔχειν ἐν χερσὶ, καὶ πρὸς φόνον παρατετάχθαι, καὶ τρέμειν, καὶ τεθνηκέναι τῷ δέει, ἢ πόνοις προσέχειν καθημερινοῖς, καὶ ἀσφαλείας ἀπολαύειν μετὰ ἀδείας; Τοῦτο εὔκολον· καὶ ὅτι τοῦτο εὔκολον, οἱ πλείους τοῦτο πράττουσιν, ἢ ἐκεῖνο. 62. 21 δʹ. Ὁρᾷς ὅτι κατὰ φύσιν μὲν ἡ ἀρετὴ, παρὰ φύσιν δὲ ἡ κακία, καθάπερ ἡ νόσος καὶ ἡ ὑγεία; Τί δὲ τὸ ψεύδεσθαι καὶ ἐπιορκεῖν, ποίαν ἂν ἔχοι ἀνάγκην; Οὐδεμίαν, οὐδὲ βίαν, ἀλλ' ἑκόντες ἐπὶ τοῦτο ἐρχόμεθα. Ἀπιστούμεθα, φησίν. Ἀπιστούμεθα, ἐπειδὴ βουλόμεθα· ἐξῆν γὰρ ἀπὸ τοῦ τρόπου πιστεύεσθαι μᾶλλον ἡμᾶς, ἢ ἀπὸ τῶν ὅρκων. Διὰ τί γὰρ, εἰπέ μοι, τοῖς μὲν οὐδὲ ὀμνύουσι πιστεύομεν, τοὺς δὲ καὶ χωρὶς ὅρκων πιστοὺς ἡγούμεθα; Ὁρᾷς ὅτι οὐδαμοῦ χρεία ὅρκων; Ἂν ὁ δεῖνα εἴπῃ, φησὶ, καὶ χωρὶς ὅρκων πιστεύω· σοὶ δὲ οὐδὲ μεθ' ὅρκων. Ἄρα περιττὸν ὁ ὅρκος, καὶ τοῦτο μᾶλλον ἀπιστίας, ἢ πίστεως τεκμήριον. Τὸ γὰρ εὔκολον εἶναι πρὸς τὸ ὀμόσαι οὐκ ἀφίησι δόξαν εὐλαβείας ἔχειν. Ὥστε ὁ μάλιστα συνεχῶς τῷ ὅρκῳ κεχρημένος, οὗτος οὐδαμοῦ τοῦ ὅρκου τὴν χρείαν ἔχει ἀναγκαίαν· ὁ δὲ μηδαμοῦ κεχρημένος, αὐτὸς αὐτοῦ τῆς χρείας ἀπολαύει. Χρεία ὅρκου πρὸς τὸ πιστεύεσθαι λοιπόν; Οὐδαμῶς· ὁρῶμεν γὰρ, ὅτι οἱ μὴ ὀμνύοντες, οὗτοι μᾶλλον πιστεύονται. Ἀλλὰ τί; τὸ ὑβριστὴν εἶναι ἀνάγκης ἐστί; Ναὶ, φησίν· ὁ γὰρ θυμὸς ἐξάγει, καὶ φλέγει, καὶ οὐκ ἀφίησι τὴν ψυχὴν ἠρεμεῖν. Οὐ τοῦ θυμοῦ ἐστιν, ἄνθρωπε, ἀλλὰ τῆς μικροψυχίας τὸ ὑβρίζειν· εἰ δὲ θυμοῦ ἦν, πάντες ἄνθρωποι ὀργιζόμενοι, οὐκ ἂν διέλειπον ὑβρίζοντες. Θυμὸν ἔχομεν, οὐχ ἵνα ὑβρίζωμεν τοὺς πλησίον, ἀλλ' ἵνα τοὺς ἁμαρτάνοντας ἐπιστρέφωμεν, ἵνα διανιστώμεθα, ἵνα μὴ νωθεῖς ὦμεν. Ὥσπερ τι κέντρον ἔγκειται ἡμῖν ὁ θυμὸς, ἵνα κατὰ τοῦ διαβόλου βρύχωμεν τοὺς ὀδόντας, ἵνα σφοδροὶ ὦμεν πρὸς αὐτὸν, οὐχ ἵνα κατ' ἀλλήλων στῶμεν. Ὅπλα ἔχομεν, οὐχ ἵνα ἡμᾶς αὐτοὺς πολεμῶμεν, ἀλλ' ἵνα κατὰ τοῦ πολεμίου χρώμεθα τῇ παντευχίᾳ. Ὀργίλος εἶ; Ἔσο κατὰ τῶν ἁμαρτημάτων τῶν σαυτοῦ τοιοῦτος, ἐπίπληττε τῇ ψυχῇ, μάστιζε τὸ συνειδὸς, σφοδρὸς ἔσο κριτὴς καὶ πικρὸς δικαστὴς τοῖς οἰκείοις ἁμαρτήμασι. Τοῦτο τῆς ὀργῆς τὸ κέρδος· διὰ τοῦτο ἡμῖν αὐτὴν ἐνέθηκεν ὁ Θεός. Ἀλλ' ἡ ἁρπαγὴ ἐξ ἀνάγκης ἐστίν; Οὐδαμῶς· ποία γὰρ ἀνάγκη τὸ ἁρπάζειν, εἰπέ μοι; ποία βία; Πενία, φησὶ, ποιεῖ, καὶ τὸ δέος τῶν ἀναγκαίων. Διὰ τοῦτο μὲν οὖν οὐκ ὀφείλεις ἁρπάζειν· οὐ γὰρ ἀσφαλὴς ὁ τοιοῦτος πλοῦτος. Σὺ δὲ ταυτὸν ποιεῖς, ὥσπερ ἂν εἴ τις ἐρωτηθεὶς, τί δήποτε εἰς ἄμμον τὰ θεμέλια τῆς οἰκίας καταβάλλοι, εἴποι, ὅτι Διὰ τὸν κρυμὸν, διὰ τὸν ὑετόν. Διὰ τοῦτο μὲν οὖν εἰς ἄμμον οὐκ ἐχρῆν καταβάλλειν· ἀναστρέφει γὰρ αὐτὰ ταχέως καὶ ὑετὸς καὶ πνεύματα καὶ ἄνεμος. Ὥστε εἰ πλουτεῖν θέλεις, μὴ πλεονέκτει. Εἰ παισὶ βούλει παραδοῦναι πλοῦτον, 62. 22 δίκαιον κτῆσαι, εἴ γέ τίς ἐστι τοιοῦτος· οὗτος γὰρ μένει, καὶ βέβαιος ἕστηκεν· ὁ δὲ μὴ τοιοῦτος ταχέως ἀπόλλυται καὶ διαφθείρεται. Πλουτεῖν θέλεις, εἰπέ μοι, καὶ τὰ τῶν ἄλλων λαμβάνεις; Καὶ μὴν τοῦτο οὐκ ἔστι πλοῦτος, ἀλλὰ τὸ τὰ ἴδια κατέχειν· ὁ δὲ τὰ ἀλλότρια ἔχων, οὐκ ἂν εἴη πλούσιος· ἐπεὶ οὕτω γε ἂν καὶ οἱ τὰ σηρικὰ πωλοῦντες, ἱμάτια παρ' ἑτέρων λαμβάνοντες, καὶ εὐπορώτεροι καὶ πλουσιώτεροι πάντων λέγοιντο ἄν· καίτοι γε αὐτῶν ἐστι τέως, ἀλλ' ὅμως αὐτοὺς οὐ καλοῦμεν πλουσίους. Τί δήποτε; Ὅτι τὰ ἀλλότρια ἔχουσιν. Εἰ γὰρ καὶ τὰ ἱμάτια αὐτῶν τυγχάνει, ἀλλ' ἡ τιμὴ οὐκ αὐτῶν· εἰ δὲ καὶ ἡ τιμὴ αὐτῶν, ἀλλ' οὗτος πλοῦτος οὐκ ἔστι. Εἰ δὲ τὰ συμβόλαια διδόμενα οὐ ποιεῖ πλουσίους, διὰ τὸ ταχέως ἡμᾶς αὐτῶν ἀφίστασθαι, τὰ ἐξ ἁρπαγῆς πῶς ποιεῖ πλουσίους; Εἰ δὲ καὶ ὅλως ἐπιθυμεῖς πλουτεῖν (οὐ γὰρ ἀνάγκης τὸ πρᾶγμα)· τίνος ἀπολαῦσαι βουλόμενος πλείονος; ἆρα ζωῆς μακροτέρας; Καὶ μὴν οἱ τοιοῦτοι ταχέως ὀλιγοχρόνιοι γίνονται. Πολλάκις γὰρ δίκην διδόασι τῆς ἁρπαγῆς καὶ τῆς πλεονεξίας τὸν ἄωρον θάνατον καὶ τὸ τῶν κτημάτων μὴ ἀπολαῦσαι, ἀλλὰ μικρὸν, καὶ τὴν γέενναν ἀπελθεῖν λαβόντας· πολλάκις δὲ καὶ ἀπὸ τῆς τρυφῆς καὶ ἀπὸ τῶν πόνων καὶ ἀπὸ τῶν φροντίδων νόσους τεκόντες ἀπώλοντο. Ἠβουλόμην μαθεῖν τίνος ἕνεκεν ὁ πλοῦτος διεσπούδασται τοῖς ἀνθρώποις. Καίτοι ὁ Θεὸς διὰ τοῦτο τῇ φύσει μέτρον καὶ ὅριον ἔθηκεν, ἵνα μηδεμίαν ἔχωμεν ἀνάγκην τοῦ τὸν πλοῦτον ἐπιζητεῖν, οἷον ἑνὶ ἱματίῳ ἢ καὶ δευτέρῳ περιβάλλεσθαι τὸ σῶμα ἐκέλευσε, καὶ περιττοῦ οὐ χρεία πρὸς τὴν σκέπην. Τίνος ἕνεκεν τὰ μυρία ἱμάτια, καὶ τὰ σητόβρωτα; Μέτρον ὡρισμένον ἐστὶ τῆς γαστρὸς, καὶ πέρα τούτου δοθὲν ἐξ ἀνάγκης διέφθειρε τὸ πᾶν ζῶον· τίνος ἕνεκεν αἱ ἀγέλαι καὶ τὰ ποίμνια καὶ αἱ τῶν κρεῶν κατακοπαί; Μιᾶς στέγης χρῄζομεν· τίνος ἕνεκεν οἱ περίβολοι, καὶ τὰ πολυτελῆ οἰκημάτων; ἵνα γῦπες καὶ κολοιοὶ κατοικῶσι, τοὺς πένητας ἀποδύεις; Καὶ πόσης οὐκ ἄξια ταῦτα γεέννης; Πολλοὶ πολλάκις εἰς τόπους, οὓς οὐδὲ εἶδον, κίοσι καὶ λίθοις πολυτίμοις οἰκοδομήματα ἐξαστράπτοντα κατεργάζονται (τί γὰρ οὐκ ἐμηχανήσαντο;) καὶ οὐδὲ αὐτοὶ ἀπέλαυσαν, οὐδὲ ἄλλοι τινές· ἡ γὰρ ἐρημία οὐκ ἀφίησιν αὐτοὺς ἀπελθεῖν· καὶ οὐδὲ οὕτως ἀφίστανται. Ὁρᾷς ὅτι οὐδὲ χρηματισμοῦ ἕνεκεν ταῦτα γίνεται; Ἀλλὰ πάντων τούτων ἄνοια καὶ ἀλογία καὶ κενοδοξία αἰτία· ἣν, παρακαλῶ, φύγωμεν, ἵνα τὰ ἄλλα φυγεῖν δυνηθῶμεν κακὰ, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).