In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
20.0.1
Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ, ὅτι ὁ ἀνήρ ἐστι κεφαλὴ τῆς γυ ναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλη σίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ' ὥσπερ ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Κυρίῳ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί.
20.1.1
Σοφός τις ἀνὴρ ἐν τάξει μακαρισμῶν πολλὰ θεὶς, ἓν καὶ τοῦτο τέθεικεν ἐν τάξει μακαρισμοῦ· Καὶ γυνὴ, φησὶν, ἀνδρὶ συμπεριφερομένη. Καὶ πάλιν ἀλλαχοῦ μετὰ τῶν μακαρισμῶν αὐτὸ τίθησι, τὸ γυναῖκα ἀνδρὶ μετὰ ὁμονοίας συνεῖναι. Καὶ ἐξ ἀρχῆς δὲ πολλὴν ὁ Θεὸς φαίνεται πρόνοιαν πεποιημένος τῆς συζυγίας ταύτης· καὶ ὡς περὶ ἑνὸς, περὶ ἀμφοτέρων διαλεγόμενος, οὕτως ἔλεγεν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ πάλιν, Οὐκ ἔνι ἄρσεν καὶ θῆλυ. Οὐ γάρ ἐστιν ἀνδρὸς πρὸς ἄνδρα τοσαύτη οἰκειότης, ὅση γυναικὸς πρὸς ἄνδρα, ἂν ᾖ τις, ὡς χρὴ, συνεζευγμένος. Διὰ τοῦτο καί τις τὴν ὑπερβάλλουσαν ἀγάπην δηλῶν μακάριος ἀνὴρ, καί τινα τῶν αὐτῷ φίλων καὶ ὁμοψύχων πενθῶν, οὐ πατέρα εἶπεν, οὐ μητέρα, οὐ τέκνον, οὐκ ἀδελφὸν, οὐ φίλον, ἀλλὰ τί; Ἔπεσεν ἐπ' ἐμὲ ἡ ἀγάπησίς σου, φησὶν, ὡς ἀγάπησις τῶν γυναικῶν. Ὄντως γὰρ, ὄντως πάσης τυραννίδος αὕτη ἡ ἀγάπη τυραννικωτέρα. Αἱ μὲν γὰρ ἄλλαι, σφοδραί· αὕτη δὲ ἡ ἐπιθυμία ἔχει καὶ τὸ σφοδρὸν, καὶ τὸ ἀμάραντον. Ἔνεστι γάρ τις ἔρως ἐμφωλεύων τῇ φύσει, καὶ λανθάνων ἡμᾶς συμπλέκει ταῦτα τὰ σώματα. Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἀπὸ ἀνδρὸς ἡ γυνὴ, καὶ μετὰ ταῦτα ἀπὸ ἀνδρὸς καὶ γυναικὸς ἀνὴρ καὶ γυνή. Ὁρᾷς σύνδεσμον καὶ συμπλοκὴν, καὶ πῶς οὐκ ἀφῆκεν ἑτέραν ἐπεισελθεῖν οὐσίαν ἔξωθεν; Καὶ ὅρα πόσα ᾠκονόμησε. Τὴν ἀδελφὴν ἠνέσχετο γαμῆσαι αὐτὸν τὴν αὑτοῦ, μᾶλλον δὲ οὐ τὴν ἀδελφὴν, ἀλλὰ τὴν θυγατέρα, μᾶλλον δὲ οὐ τὴν θυγατέρα, ἀλλά τι πλέον θυγατρὸς, τὴν σάρκα τὴν αὑτοῦ. Τὸ δὲ ὅλον ἐποίησεν ἄνωθεν, ὥσπερ ἐπὶ τῶν λίθων, εἰς ἓν αὐτοὺς συνάγων. Οὔτε γὰρ ἔξωθεν αὐτὴν εἰργάσατο, ἵνα μὴ ὡς ἀλλοτρία προσέχῃ· οὔτε πάλιν μέχρις αὐτῆς τὸν γάμον ἔστησεν, ἵνα μὴ συστέλλων ἑαυτὸν καὶ συνάγων, τῶν λοιπῶν χωρίζηται. Καὶ καθάπερ ἐπὶ τῶν φυτῶν ἐκεῖνα μάλιστά ἐστιν ἄριστα, ἂν καὶ ἓν πρέμνον ἔχῃ, καὶ εἰς πολλοὺς κλάδους ἐκτείνηται, ὡς ἐὰν περὶ τὴν ῥίζαν στρέφηται μόνον πάντα εἰκῆ· κἂν καὶ πολλὰς ἔχῃ τὰς ῥίζας, οὐκέτι θαυμαστὸν τὸ δένδρον· οὕτω δὴ καὶ ἐνταῦθα, ἐξ ἑνὸς τοῦ Ἀδὰμ τὸ πᾶν ἐποίησε φυτευθῆναι γένος, τοῦ μὴ διασπᾶσθαι καὶ χωρίζεσθαι καταστήσας εἰς ἀνάγκην μεγάλην. Καὶ μᾶλλον συστέλλων, οὐκέτι ἐποίησεν ἀδελφὰς γαμεῖσθαι καὶ θυγατέρας, ἵνα μὴ πάλιν τὴν ἀγάπην εἰς τὸ ἓν συστέλλωμεν, καὶ ἑτέρως ἑαυτῶν χωριζώμεθα. Διὰ τοῦτο ἔλεγεν· Ὁ ποιήσας ἐξ ἀρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Μεγάλα γὰρ ἀπὸ τούτου κακὰ τίκτεται καὶ μεγάλακαλὰ καὶ οἰκίαις καὶ πόλεσιν. Οὐδὲν γὰρ οὕτως ἡμῶν συγκροτεῖ τὸν βίον, ὡς ἔρως ἀνδρὸς καὶ γυναικός· ὑπὲρ τούτου καὶ ὅπλα πολλοὶ τίθενται, ὑπὲρ τούτου καὶ τὴν ψυχὴν προδιδόασιν. Οὐ γὰρ ἂν ἁπλῶς οὐδὲ εἰκῆ πολλὴν ὑπὲρ τούτου τοῦ πράγματος ἐποιήσατο τὴν σπουδὴν Παῦλος, λέγων· Αἱ γυναῖκες, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Τί δήποτε; Ὅτι ἐὰν ἐν ὁμονοίᾳ ὦσιν οὗτοι, καὶ παῖδες τρέφονται καλῶς, καὶ οἰκέται εὐτακτοῦσι, καὶ γείτονες ἀπολαύουσι τῆς εὐωδίας, καὶ φίλοι καὶ συγγενεῖς· ἐὰν δὲ τοὐναντίον, πάντα ἀνατέτραπται καὶ συγκέχυται. Καὶ καθάπερ τῶν στρατηγῶν πρὸς ἀλλήλους εἰρηνευόντων, πάντα ἐν ἀκολουθίᾳ ἐστὶ, καὶ ταραττομένων πάλιν ἐκείνων, πάντα ἄνω καὶ κάτω γίνεται· οὕτω δὴ καὶ νῦν. Διὸ, Αἱ γυναῖκες, φησὶ, τοῖς ἰδίοις ἀνδράσιν ὑποτάσσεσθε, ὡς τῷ Κυρίῳ. Βαβαί! πῶς οὖν ἀλλαχοῦ λέγεις· Ἐὰν μή τις ἀποτάξηται καὶ γυναικὶ καὶ ἀνδρὶ, οὐ δύναται ἀκολουθῆσαί μοι; Εἰ γὰρ ὡς τῷ Κυρίῳ ὑποτάσσεσθαι χρὴ, πῶς λέγει διὰ τὸν Κύριον ἀφίστασθαι; Καὶ σφόδρα μὲν οὖν χρή· ἀλλὰ τὸ, ὡς, οὐ πάντως πανταχοῦ ἰσοτιμίας ἐστίν. Ἢ τοῦτό φησιν· Ὡς εἰδυῖαι ὅτι τῷ Κυρίῳ δουλεύετε· ὅπερ καὶ ἀλλαχοῦ φησιν, ὅτι εἰ καὶ μὴ διὰ ἄνδρα, ἀλλὰ προηγουμένως διὰ τὸν Κύριον· ἢ, Ὅταν ὑπείκῃς τῷ ἀνδρὶ, ὡς τῷ Κυρίῳ δουλεύουσα ἡγοῦ πείθεσθαι. Εἰ γὰρ Ὁ ἀρχαῖς ταύταις ταῖς ἔξωθεν ταῖς πολιτικαῖς ἀντιτασσόμενος, τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθέστηκε, πολλῷ μᾶλλον ἡ τῷ ἀνδρὶ μὴ ὑποτασσομένη. Οὕτως ἐξ ἀρχῆς ἠθέλησε, φησὶν, ὁ Θεός. Ὑποθώμεθα οὖν τὸν μὲν ἄνδρα ἐν τάξει κεῖσθαι κεφαλῆς, τὴν δὲ γυναῖκα ἐν τάξει σώματος. Εἶτα καὶ ἀπὸ λογισμῶν δεικνὺς, Ὅτι ὁ ἀνὴρ κεφαλή ἐστι τῆς γυναικὸς, φησὶ, καθὼς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ τοῦ σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτω καὶ αἱ γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ἐν παντί. Εἶτα, Ὁ ἀνήρ ἐστιν, εἰπὼν, κεφαλὴ τῆς γυναικὸς, ὡς καὶ ὁ Χριστὸς τῆς Ἐκκλησίας, καὶ αὐτός ἐστι σωτὴρ, ἐπάγει, τοῦ σώματος· καὶ γὰρ ἡ κεφαλὴ τοῦ σώματος σωτηρία ἐστίν. Ἤδη προκατεβάλετο τῷ ἀνδρὶ καὶ τῇ γυναικὶ τῆς ἀγάπης τὴν ὑπόθεσιν καὶ τὴν πρόνοιαν, ἑκάστῳ τὴν προσήκουσαν ἀπονέμων χώραν, τούτῳ μὲν τὴν ἀρχικὴν καὶ προνοητικὴν, ἐκείνῃ δὲ τὴν ὑποτακτικήν.
20.2.1
Ὡς οὖν ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, τουτέστιν, ἄνδρες καὶ γυναῖκες· οὕτω καὶ αἱ γυναῖκες, τοῖς ἀνδράσιν ὡς τῷ Θεῷ ὑποτάσσεσθε. Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἤκουσας τῆς ὑποταγῆς τὴν ὑπερβολήν· ἐπῄνεσας καὶ ἐθαύμασας τὸν Παῦλον, ἅτε συγκροτοῦντα τὸν βίον ἡμῶν, ὡς θαυμαστόν τινα καὶ πνευματικὸν ἄνδρα· καλῶς. Ἀλλ' ἄκουσον, ἃ καὶ παρὰ σοῦ ἀπαιτεῖ· πάλιν γὰρ τῷ αὐτῷ κέχρηται ὑποδείγματι· Οἱ ἄνδρες, ἀγαπᾶτε, φησὶ, τὰς γυναῖκας ἑαυτῶν, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Εἶδες μέτρον ὑπακοῆς; Ἄκουσον καὶ μέτρον ἀγάπης. Βούλει σοι τὴν γυναῖκα ὑπακούειν, ὡς τῷ Χριστῷ τὴν Ἐκκλησίαν; Προνόει καὶ αὐτὸς αὐτῆς, ὡς ὁ Χριστὸς τῆς Ἐκκλησίας· κἂν τὴν ψυχὴν ὑπὲρ αὐτῆς δοῦναι δεῖ, κἂν κατακοπῆναι μυριάκις, κἂν ὁτιοῦν ὑπομεῖναι καὶ παθεῖν, μὴ παραιτήσῃ· κἂν ταῦτα πάθῃς, οὐδὲν οὐδέπω πεποίηκας, οἷον ὁ Χριστός. Σὺ μὲν γὰρ ἤδη συναφθεὶς ταῦτα ποιεῖς, ἐκεῖνος δὲ ὑπὲρ ἀποστρεφομένης αὐτὸν καὶ μισούσης. Ὥσπερ οὖν αὐτὸς τὴν ἀποστρεφομένην αὐτὸν καὶ μισοῦσαν καὶ διαπτύουσαν καὶ θρυπτομένην περὶ τοὺς πόδας αὐτοῦ τῇ πολλῇ ἤγαγε κηδεμονίᾳ, οὐκ ἀπειλαῖς, οὐδὲ ὕβρεσιν, οὐδὲ φόβῳ, οὐδὲ ἑτέρῳ τινὶ τοιούτῳ· οὕτω καὶ σὺ πρὸς τὴν γυναῖκα ἔχε τὴν σήν· κἂν ὑπερορῶσαν, κἂν θρυπτομένην, καταφρονοῦσαν ἴδης, δυνήσῃ αὐτὴν ὑπὸ τοὺς πόδας ἀγαγεῖν τοὺς σοὺς τῇ πολλῇ περὶ αὐτὴν προνοίᾳ, τῇ ἀγάπῃ, τῇ φιλίᾳ. Οὐδὲν γὰρ τούτων τυραννικώτερον τῶν δεσμῶν, καὶ μάλιστα ἀνδρὶ καὶ γυναικί. Οἰκέτην μὲν γὰρ φόβῳ τις ἂν καταδῆσαι δυνήσεται, μᾶλλον δὲ οὐδὲ ἐκεῖνον· ταχέως γὰρ ἀποπηδήσας οἰχήσεται· τὴν δὲ τοῦ βίου κοινωνὸν, τὴν παίδων μητέρα, τὴν πάσης εὐφροσύνης ὑπόθεσιν, οὐ φόβῳ καὶ ἀπειλαῖς δεῖ καταδεσμεῖν, ἀλλ' ἀγάπῃ καὶ διαθέσει. Ποία γὰρ συζυγία, ὅταν ἡ γυνὴ τὸν ἄνδρα τρέμῃ; ποίας δὲ αὐτὸς ὁ ἀνὴρ ἀπολαύσεται ἡδονῆς, ὡς δούλῃ συνοικῶν τῇ γυναικὶ, καὶ οὐχ ὡς ἐλευθέρᾳ; Κἂν πάθῃς τι ὑπὲρ αὐτῆς, μὴ ὀνειδίσῃς· οὐδὲ γὰρ ὁ Χριστὸς τοῦτο ἐποίησε· Καὶ ἑαυτὸν, φησὶ, παρέδωκεν ὑπὲρ αὐτῆς, ἵνα αὐτὴν καθαρίσας ἁγιάσῃ. Ἄρα ἀκάθαρτος ἦν, ἄρα μῶμον εἶχεν, ἄρα ἄμορφος ἦν, ἄρα εὐτελής. Οἵαν ἂν λάβῃς γυναῖκα, οὐ τοιαύτην λήψῃ νύμφην, οἵαν ὁ Χριστὸς τὴν Ἐκκλησίαν, οὐδὲ τοσοῦτόν σου ἀπέχουσαν, ὅσον ἡ Ἐκκλησία τοῦ Χριστοῦ· ἀλλ' ὅμως οὐκ ἐβδελύξατο, οὐδὲ ἐμίσησε διὰ τὴν ὑπερβολὴν τῆς ἀμορφίας. Βούλει ἀκοῦσαι αὐτῆς τὴν ἀμορφίαν; ἄκουε Παύλου λέγοντος· Ἦτε γάρ ποτε σκότος. Εἶδες αὐτῆς τὸ μέλαν; τί σκότους μελανώτερον; ἀλλ' ὅρα καὶ τὸ θρασύ· Ἐν κακίᾳ, φησὶ, καὶ φθόνῳ διάγοντες. Ὅρα καὶ τὸ ἀκάθαρτον· Ἀπειθεῖς, ἀνόητοι. Τί δὲ λέγω; καὶ μωρὰ ἦν, καὶ βλάσφημος· ἀλλ' ὅμως τοσούτων ὄντων, ὡς ὑπὲρ ὡραίας, ὡς ὑπὲρ ἀγαπωμένης, ὡς ὑπὲρ θαυμαστῆς, οὕτως ἑαυτὸν ἐξέδωκεν ὑπὲρ τῆς ἀμόρφου. Καὶ τοῦτο θαυμάζων ὁ Παῦλος ἔλεγε· Μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· καὶ πάλιν, Εἰ ἔτι ἁμαρτωλῶν ἡμῶν ὄντων ὁ Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. Καὶ τοιαύτην λαβὼν, καλλωπίζει αὐτὴν καὶ λούει, καὶ οὐδὲ τοῦτο παραιτεῖται. Ἵνα αὐτὴν ἁγιάσῃ, φησὶ, καθαρίσας τῷ λουτρῷ τοῦ ὕδατος ἐν ῥήματι. Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ᾖ ἁγία καὶ ἄμωμος. Τῷ λουτρῷ λούει αὐτῆς τὴν ἀκαθαρσίαν. Ἐν ῥήματι, φησί. Ποίῳ; Ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Καὶ οὐχ ἁπλῶς αὐτὴν ἐκόσμησεν, ἀλλ' ἔνδοξον ἐποίησε, Μὴ ἔχουσαν σπῖλον, ἢ ῥυτίδα, ἤ τι τῶν τοιούτων. Καὶ ἡμεῖς τοίνυν τοῦτο ἐπιζητῶμεν τὸ κάλλος, καὶ δυνησόμεθα αὐτοῦ γενέσθαι δημιουργοί. Μὴ ζήτει σὺ παρὰ τῆς γυναικὸς, ἃ μή ἐστιν αὐτῆς. Ὁρᾷς ὅτι πάντα παρὰ τοῦ Δεσπότου εἶχεν ἡ Ἐκκλησία· παρ' αὐτοῦ γέγονεν ἔνδοξος, παρ' αὐτοῦ ἄμωμος. Μὴ ἀποστραφῇς δι' ἀμορφίαν τὴν γυναῖκα. Ἄκουε τῆς Γραφῆς λεγούσης· Μικρὰ ἐνπετεινοῖς ἡ μέλισσα, καὶ ἀρχὴ γλυκασμάτων ὁ καρπὸς αὐτῆς. Θεοῦ πλάσμα ἐστίν· οὐκ ἐκείνην ὑβρίζεις, ἀλλὰ τὸν ἐργασάμενον. Τί πάθῃ ἡ γυνή; Μὴ ἐπαινέσῃς αὐτὴν δι' εὐμορφίαν· ἀκολάστων ψυχῶν καὶ ὁ ἔπαινος, καὶ τὸ μῖσος ἐκεῖνο, καὶ αὐτὴ ἡ ἀγάπη. Ψυχῆς ἐπιζήτει κάλλος· τὸν νυμφίον τῆς Ἐκκλησίας μιμοῦ. Τὸ ἔξωθεν κάλλος ἀλαζονείας καὶ ἀπονοίας γέμει πολλῆς, καὶ εἰς ζηλοτυπίαν ἐμβάλλει, καὶ ὑποπτεύειν σε πολλάκις ποιεῖ τὸ πρᾶγμα ἄτοπα. Ἀλλὰ ἡδονὴν ἔχει; Μέχρι τοῦ πρώτου μηνὸς καὶ τοῦ δευτέρου, ἢ τὸ πολὺ, τοῦ ἐνιαυτοῦ, λοιπὸν δὲ οὐκέτι, ἀλλ' ὑπὸ τῆς συνηθείας τὸ θαῦμα μαραίνεται· τὰ μέντοι διὰ τὸ κάλλος προσγενόμενα κακὰ ἐναπομένει, ὁ τῦφος, ἡ ἀπόνοια καὶ ἡ ὑπεροψία. Ἐπὶ δὲ τῆς μὴ τοιαύτης, οὐδὲν τοιοῦτον· ἀλλ' εἰκότως ἀρχόμενος ὁ ἔρως παραμένει σφοδρὸς, ἐπειδὴ κάλλους ἐστὶ ψυχῆς, καὶ οὐ σώματος.
20.3.1
Τί βέλτιον τοῦ οὐρανοῦ, εἰπέ μοι, τί βέλτιον τῶν ἄστρων; Οἷον ἂν εἴποις σῶμα, οὐκ ἔστιν οὕτω λευκόν· οἵους ἂν εἴποις ὀφθαλμοὺς, οὐκ εἰσὶν οὕτω φαιδροί. Τούτων δὲ γενομένων καὶ οἱ ἄγγελοι ἐθαύμασαν, καὶ ἡμεῖς νῦν θαυμάζομεν, ἀλλ' οὐχ ὁμοίως, ὡς παρὰ τὴν ἀρχήν. Τοιοῦτον γὰρ ἡ συνήθεια· οὐχ ὁμοίως ἐκπλήττει· πόσῳ μᾶλλον ἐπὶ γυναικός; Ἂν δὲ καὶ νόσος ἐπιγένηται, εὐθέως ἀπέπτη τὸ πᾶν. Εὔνοιαν ζητῶμεν παρὰ γυναικὸς, μετριοφροσύνην, ἐπιείκειαν· ταῦτα τοῦ κάλλους τὰ γνωρίσματα· σώματος μέντοι ὥραν μὴ ζητῶμεν, μηδὲ ἐγκαλῶμεν αὐτῇ περὶ τούτων, ὧν οὐκ ἔστι κυρία, μᾶλλον δὲ μηδὲ ὅλως ἐγκαλῶμεν (τολμηρῶν γὰρ), μηδὲ ἀποδυσπετῶμεν, μηδὲ δυσχεραίνωμεν. Ἢ οὐχ ὁρᾶτε πόσοι γυναιξὶν ὡραίαις συνοικήσαντες, ἐλεεινῶς τὸν βίον κατέστρεψαν; πόσοι δὲ οὐ σφόδρα εὐμόρφοις, μετὰ πολλῆς ἡδονῆς εἰς ἔσχατον γῆρας ἤλασαν; Τὸν σπῖλον τὸν ἔσωθεν ἀποσμήχωμεν, τὰς ῥυτίδας τὰς ἔνδον ἐκτίλλωμεν, τοὺς μώμους τοὺς ἐπὶ τῆς ψυχῆς ἀνέλωμεν. Τοιοῦτον ὁ Θεὸς ἐπιζητεῖ κάλλος· τῷ Θεῷ, μὴ ἡμῖν, καλὴν αὐτὴν κατασκευάζωμεν. Μὴ χρήματα ζητῶμεν, μηδὲ εὐγένειαν τὴν ἔξωθεν, ἀλλ' εὐγένειαν τὴν ἐν ψυχῇ. Μηδεὶς ἀπὸ γυναικὸς ἀναμενέτω πλουτεῖν· αἰσχρὸς γὰρ καὶ ἐπονείδιστος οὗτος ὁ πλοῦτος· μηδὲ ὅλως ζητείτω τις ἐντεῦθεν πλουτεῖν. Οἱ γὰρ βουλόμενοι πλουτεῖν, φησὶν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ ἐπιθυμίας ἀνοήτους καὶ βλαβερὰς, καὶ εἰς παγίδας καὶ ὄλεθρον καὶ ἀπώλειαν. Ἀπὸ γυναικὸς τοίνυν μὴ ζήτει χρημάτων περιουσίαν, καὶ πάντα εὑρήσεις τὰ ἄλλα εὐκόλως. Τίς, εἰπέ μοι, τὰ κυριώτερα ἀφεὶς, τῶν ἐλαττόνων ἐπιμελήσεται; Ἀλλ', οἴμοι! πανταχοῦ τοῦτο πάσχομεν· κἂν παῖδα κτησώμεθα, οὐ σπουδάζομεν ὅπως γένηται ἀγαθὸς, ἀλλ' ὅπως πλουσίαν αὐτῷ γυναῖκα λάβωμεν· οὐχ ὅπως εὔτροπος, ἀλλ' ὅπως εὔπορος· κἂν ἐπιτήδευμα μετίωμεν, οὐχ ὅπως ἁμαρτημάτων ἀπηλλαγμένον ᾖ, ἀλλ' ὅπως ἡμῖν κέρδος προσοίσῃ μέγα· καὶ πάντα γέγονε χρήματα. Διὰ τοῦτο πάντα διέφθαρται, ὅτι ἐκεῖνος ἡμᾶς κατέχει ὁ ἔρως. Οὕτως ὀφείλουσι, φησὶν, οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα. Τί δὴ τοῦτό ἐστιν; Ὡς εἰς μείζονα εἰκόνα, καὶ σφοδρότερον ἦλθεν ὑπόδειγμα· οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ὡς ἐγγύτερον, καὶ σαφέστερον, καὶ δικαίωμα ἕτερον. Ἐκεῖνο μὲν γὰρ οὐκ ἦν πολλῆς ἀνάγκης· ἵνα γὰρ μή τις εἴπῃ, Ἐκεῖνος Χριστὸς ἦν, καὶ Θεὸς ἦν, καὶ ἑαυτὸν παρέδωκεν, ἑτέρωθεν αὐτὸ μεθοδεύει λοιπὸν, λέγων· Οὕτως ὀφείλουσιν· οὐ γὰρ χάρις ἐστὶ τὸ πρᾶγμα, ἀλλ' ὀφειλή. Εἰπὼν, ὡς τὰ ἑαυτῶν σώματα, ἐπήγαγεν, Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ' ἐκτρέφει καὶ θάλπει αὐτήν. Τουτέστι, θεραπεύει μετὰ πολλῆς τῆς ἐπιμελείας. Καὶ πῶς αὐτοῦ ἐστι σάρξ; Ἄκουε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, φησὶ, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ, Ἔσονται, φησὶν, εἰς σάρκα μίαν. Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Ἐπὶ τὸ πρῶτον ὑπόδειγμα ἦλθεν. Ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ. Πῶς; Ἀπὸ γὰρ τῆς ἡμετέρας γέγονεν ὕλης, ὥσπερ καὶ ἡ Εὔα σὰρξ ἀπὸ τῆς σαρκὸς τοῦ Ἀδάμ. Καλῶς δὲ ὀστῶν καὶ σαρκὸς ἐμνημόνευσε· ταῦτα γάρ ἐστιν ἐν ἡμῖν τὰ κυριώτερα, σάρκες καὶ ὀστᾶ· τὰ μὲν ὥσπερ τις τρόπις ὑποκείμενα, τὰ δὲ ὥσπερ οἰκοδομία. Ἀλλ' ἐκεῖνο μὲν δῆλον· τοῦτο δὲ πῶς; Ὥσπερ ἐκεῖ τοσαύτη ἐγγύτης ἐστὶν, οὕτω, φησὶ, καὶ ἐνταῦθα. Τί ἐστιν, ἐκ τῆς σαρκὸς αὐτοῦ; Τουτέστι, γνησίως ἐξ αὐτοῦ. Καὶ πῶς τοῦ Χριστοῦ μέλη οὕτως ἐσμέν; Ὅτι κατ' αὐτὸν γεγενήμεθα. Καὶ πῶς ἐκ τῆς σαρκός; Ἴστε ὅσοι μετέχετε μυστηρίων· ἐκ τούτου γὰρ εὐθέως ἀναπλαττόμεθα. Καὶ πῶς; Πάλιν ἄκουε τοῦ μακαρίου τούτου λέγοντος· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Ἀλλ' ἐνταῦθα αὐτὸς ἡμῖν ἐκοινώνησεν, οὐχ ἡμεῖς αὐτῷ· πῶς οὖν ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστῶν αὐτοῦ; Τινὲς τὸ αἷμά φασι καὶ τὸ ὕδωρ, οὐκ ἔστι δέ· ἀλλ' ὅπερ δηλοῦν βούλεται, τοῦτό ἐστιν, ὅτι ὥσπερ ἄνευ συνουσίας ἐκεῖνος γεγέννηται ἐκ Πνεύματος ἁγίου, οὕτω καὶ ἡμεῖς γεννώμεθα ἐν τῷ λουτρῷ. Ὅρα πόσα ὑποδείγματα, ὥστε πιστευθῆναι τὴν γέννησιν ἐκείνην. Ὢ τῆς ἀνοίας τῶν αἱρετικῶν! τὸ ἤδη τεχθὲν ἐξ ὕδατος, ὅτι τίκτεται, γέννημα ἀληθινὸν ὁμολογοῦσιν· ὅτι δὲ γινώμεθα αὐτοῦ σῶμα, οὐ δέχονται. Ἂν τοίνυν τοῦτο μὴ γινώμεθα, πῶς ἁρμόσει τὸ, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, λεγόμενον; Σκόπει δέ· ἐπλάσθη ὁ Ἀδὰμ, ἐτέχθη ὁ Χριστός· ἐκ τῆς πλευρᾶς τοῦ Ἀδὰμ εἰσῆλθε φθορὰ, ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ ἐπήγασεν ἡ ζωή· ἐν παραδείσῳ ἐβλάστησε θάνατος, ἐν τῷ σταυρῷ αὐτοῦ ἡ ἀναίρεσις γέγονεν.
20.4.1
Ὡς οὖν ὁ Υἱὸς τοῦ Θεοῦ τῆς ἡμετέρας φύσεως, οὕτως ἡμεῖς τῆς οὐσίας αὐτοῦ· καὶ ὡς ἡμᾶς ἐκεῖνος ἔχει ἐν ἑαυτῷ, οὕτω καὶ ἡμεῖς αὐτὸν ἔχομεν ἐν ἡμῖν. Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα αὑτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ἰδοὺ καὶ τρίτον δικαίωμα· δείκνυσι γὰρ, ὅτι τοὺς γεννησαμένους τις ἀφεὶς καὶ ἐξ ὧν ἔφυ, ἐκείνῃ συμπλέκεται· καὶ λοιπὸν ἡ σὰρξ ὁ πατὴρ καὶ ἡ μήτηρ καὶ ὁ παῖς ἐστιν ἐκ τῆς ἑκατέρου συνουσίας συγκραθεῖσα· καὶ γὰρ μιγέντων τῶν σπερμάτων, τίκτεται ὁ παῖς· ὥστετοὺς τρεῖς εἶναι μίαν σάρκα. Οὕτως οὖν ἡμεῖς πρὸς τὸν Χριστὸν γινόμεθα μία σὰρξ διὰ μετουσίας· καὶ πολλῷ μᾶλλον ἡμεῖς, ἢ τὸ παιδίον. Τί δή ποτε; Ὅτι ἐξ ἀρχῆς οὕτω γέγονε. Μή μοι λέγε, ὅτι τοιάδε ἐστί, καὶ τοιάδε ἐστίν. Οὐχ ὁρᾷς, ὅτι καὶ ἐν τῇ σαρκὶ πολλὰ ἔχομεν ἐλαττώματα; Ὁ μὲν γάρ ἐστι χωλὸς, ὁ δὲ διεστραμμένους ἔχει τοὺς πόδας, ἕτερος χεῖρας ξηρὰς, ἄλλος ἄλλο τι μέλος ἀσθενές· καὶ ὅμως οὐκ ἀλγεῖ οὐδὲ ἐκκόπτει, ἀλλὰ καὶ προτίθησιν αὐτὸ πολλάκις τοῦ ἄλλου· εἰκότως· αὐτοῦ γάρ ἐστιν. Ὅσην τοίνυν ἕκαστος πρὸς ἑαυτὸν ἀγάπην ἔχει, τοσαύτην πρὸς τὴν γυναῖκα ἡμᾶς βούλεται ἔχειν· οὐχ ὅτι φύσεως μιᾶς κοινωνοῦμεν, ἀλλὰ πλέον τοῦτο ἡμῖν τὸ δικαίωμα τὸ πρὸς τὴν γυναῖκα. ἐπειδὴ οὐκέτι δύο εἰσὶ σώματα, ἀλλ' ἓν, ὁ μὲν κεφαλὴ ὢν, ἡ δὲ σῶμα. Καὶ πῶς φησιν ἀλλαχοῦ, Κεφαλὴ δὲ Χριστοῦ ὁ Θεός; Τοῦτο καὶ ἐγώ φημι, ὅτι ὥσπερ ἓν σῶμα ἡμεῖς, οὕτω καὶ ὁ Χριστὸς καὶ ὁ Πατὴρ ἕν. Εὑρίσκεται ἄρα καὶ ὁ Πατὴρ κεφαλὴ ἡμῶν ὤν. Δύο τίθησιν ὑποδείγματα, τὸ τοῦ σώματος, καὶ τὸ τοῦ Χριστοῦ· διὸ καὶ ἐπάγει· Τὸ μυστήριον τοῦτο μέγα ἐστίν· ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Τί ἐστι τοῦτο; Μέγα μυστήριον αὐτό φησιν, ὅτι μέγα τι καὶ θαυμαστὸν ᾐνίξατο ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ ὁ Θεός· τέως μέντοι, Εἰς Χριστὸν, φησὶ, λέγω, ὅτι καὶ αὐτὸς τὸν Πατέρα ἀφεὶς κατῆλθε, καὶ ἦλθε πρὸς τὴν νύμφην, καὶ ἐγένετο εἰς πνεῦμα ἕν· Ὁ κολλώμενος γὰρ τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστι. Καὶ καλῶς εἶπε· Μέγα μυστήριόν ἐστιν· ὡς ἂν εἰ ἔλεγε· Πλὴν ἀλλ' οὐχ ἡ ἀλληγορία ἀνατρέπει τὴν ἀγάπην. Πλὴν καὶ ὑμεῖς οἱ καθ' ἕνα, ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα οὕτως ἀγαπάτω, ὡς ἑαυτόν· ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Ὄντως γὰρ, ὄντως μυστήριόν ἐστι, καὶ μέγα μυστήριον, ὅτι τὸν φύντα, τὸν γεννησάμενον, τὸν ἀναθρεψάμενον, τὴν ὠδινήσασαν, τὴν ταλαιπωρηθεῖσαν ἀφεὶς, τοὺς τὰ τοσαῦτα εὐεργετήσαντας, τοὺς ἐν συνηθείᾳ γενομένους, τῇ μηδὲ ὀφθείσῃ, μηδὲ κοινόν τι ἐχούσῃ πρὸς αὐτὸν προσκολλᾶται, καὶ πάντων αὐτὴν προτιμᾷ. Μυστήριον ὄντως ἐστί. Καὶ οἱ γονεῖς τούτων γινομένων οὐκ ἄχθονται, ἀλλὰ μὴ γινομένων μᾶλλον· καὶ χρημάτων ἀναλισκομένων καὶ δαπάνης γινομένης, ἥδονται. Ὄντως μέγα μυστήριον, ἀπόῤῥητόν τινα σοφίαν ἔχον. Τοῦτο ἄνωθεν προφητεύων ἐδήλου Μωϋσῆς· τοῦτο καὶ νῦν ὁ Παῦλος βοᾷ λέγων· Εἰς Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν. Πλὴν οὐ δι' αὐτὸν εἴρηται μόνον οὕτως, ἀλλὰ καὶ διὰ τὴν γυναῖκα, ἵνα ὡς τὴν ἰδίαν σάρκα αὐτὴν θάλπῃ, ὡς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Ἡ δὲ γυνὴ ἵνα φοβῆται τὸν ἄνδρα. Οὐκέτι τὰ τῆς ἀγάπης τίθησι μόνον, ἀλλὰ τί; Ἵνα φοβῆται τὸν ἄνδρα. Ἀρχὴ δευτέρα ἐστὶν ἡ γυνή. Μήτε οὖν αὕτη τὴν ἰσοτιμίαν ἀπαιτείτω· ὑπὸ γὰρ τὴν κεφαλήν ἐστι· μήτε ἐκεῖνος ὡς ὑποτεταγμένης καταφρονείτω· σῶμα γάρ ἐστι, κἂν καταφρονῇ τοῦ σώματος ἡ κεφαλὴ, καὶ αὐτὴ προσαπολεῖται· ἀλλ' ἀντίῤῥοπον τῆς ὑπακοῆς εἰσαγέτω τὴν ἀγάπην. Ὥσπερ ἡ κεφαλὴ, καὶ τὸ σῶμα· τὸ μὲν αὐτῇ πρὸς διακονίαν παρέχον τὰς χεῖρας, τοὺς πόδας, τὰ λοιπὰπάντα μέλη· ἐκείνη δὲ αὐτοῦ προνοουμένη, πᾶσαν ἐν ἑαυτῇ αἴσθησιν ἔχουσα. Οὐδὲν ταύτης ἄμεινον τῆς συζυγίας. Καὶ πῶς ἂν γένοιτο ἀγάπη, φησὶ, φόβου ὄντος; Μάλιστα τότε ἂν γένοιτο. Ἡ γὰρ φοβουμένη καὶ ἀγαπᾷ· ἡ ἀγαπῶσα φοβεῖται ὡς κεφαλὴν, καὶ ἀγαπᾷ ὡς μέλος, ἐπεὶ καὶ ἡ κεφαλὴ μέλος τοῦ παντός ἐστι σώματος. Διὰ τοῦτο τὴν μὲν ὑπέταξε, τὸν δὲ ἐπέθηκεν, ἵνα εἰρήνη ᾖ. Ἔνθα γὰρ ἰσοτιμία, εἰρήνη οὐκ ἄν ποτε γένοιτο, οὐδὲ δημοκρατουμένης οἰκίας, οὐδὲ πάντων ἀρχόντων, ἀλλὰ ἀνάγκη μίαν εἶναι τὴν ἀρχήν. Καὶ ταῦτα πανταχοῦ ἐπὶ τῶν σωματικῶν· ἐπεὶ ἐὰν ὦσιν ἄνδρες πνευματικοὶ, ἔσται εἰρήνη. Πεντακισχίλιαι ἦσαν ψυχαὶ, καὶ οὐδείς τι τῶν ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ὑπετάττοντο ἀλλήλοις. Τοῦτο δεῖγμα συνέσεως καὶ φόβου Θεοῦ. Τὸν μὲν οὖν τῆς ἀγάπης τρόπον ἔδειξε, τὸν δὲ τοῦ φόβου, οὐκέτι.
20.5.1
Καὶ ὅρα τὸν μὲν τῆς ἀγάπης πλατύνοντα, τὰ κατὰ Χριστὸν διηγούμενον, τὰ κατὰ τὴν σάρκα τὴν ἰδίαν, τὸ, Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὴν μητέρα αὑτοῦ καὶ τὸν πατέρα· τὰ δὲ τοῦ φόβου οὐκέτι πλατύνει. Τί δήποτε; Ὅτι τοῦτο μᾶλλον βούλεται κρατεῖν, τὸ τῆς ἀγάπης. Ταύτης γὰρ οὔσης, πάντα ἕπεται τὰ ἄλλα· ἐκείνου δὲ ὄντος, οὐ πάντως. Ὁ μὲν γὰρ ἀγαπῶν τὴν γυναῖκα, κἂν μὴ σφόδρα ἔχῃ πειθηνίαν, πάντα ὅμως ὑποστήσεται· οὕτω δύσκολον καὶ χαλεπὸν ἡ ὁμόνοια, ὅταν μὴ τῇ τῆς τυραννίδος ἀγάπῃ ὦσι συνδεδεμένοι· ὁ μέντοι φόβος οὐ πάντως τοῦτο κατορθώσει. Διὰ τοῦτο ἐνδιατρίβει τούτῳ πλέον, ὅπερ ἐστὶν ἰσχυρόν. Καὶ δοκοῦσα πλεονεκτεῖσθαι ἡ γυνὴ, ὅτι φοβεῖσθαι προσετάγη, πλεονεκτεῖ· τὸ γὰρ κυριώτερον ὁ ἀνὴρ προστέτακται, τὸ ἀγαπᾷν. Τί οὖν, ἂν μὴ φοβῆται, φησὶν, ἡ γυνή; Σὺ ἀγάπα, τὸ σαυτοῦ πλήρου. Καὶ γὰρ ἂν τὰ παρὰ τῶν ἄλλων μὴ ἕπηται, τὰ παρ' ἡμῶν ἕπεσθαι δεῖ. Οἷόν τι λέγω· Ὑποτασσόμενοι, φησὶν, ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Τί οὖν, ἂν ὁ ἕτερος μὴ ὑποτάσσηται; Σὺ πείθου τῷ νόμῳ τοῦ Θεοῦ. Οὕτω δὴ καὶ ἐνταῦθα· ἡ γοῦν γυνὴ κἂν μὴ ἀγαπᾶται, ὅμως φοβείσθω, ἵνα μηδὲν ᾖ παρ' αὐτῇ γεγονός· ὅ τε ἀνὴρ, ἂν μὴ φοβῆται ἡ γυνὴ, ὅμως ἀγαπάτω, ἵνα μηδὲν αὐτὸς ὑστερῇ· ἕκαστος γὰρ τὸ ἴδιον ἀπέλαβεν. Ἄρα γάμος ἐστὶν οὗτος γινόμενος κατὰ Χριστὸν, γάμος πνευματικὸς καὶ γέννησις πνευματικὴ, οὐκ ἐξ αἱμάτων, οὐκ ἐξ ὠδίνων. Τοιαύτη καὶ ἡ τοῦ Ἰσαάκ· ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ ἐξέλιπε παραγίνεσθαι Σάῤῥᾳ τὰ γυναικεῖα αὐτῆς. Καὶ ὁ γάμος οὐκ ἀπὸ πάθους οὐδὲ σωμάτων, ἀλλὰ πνευματικὸς ὅλος, ψυχῆς πρὸς Θεὸν συναπτομένης συνάφειαν ἄῤῥητον, καὶ μόνος οἶδεν αὐτός. Διὰ τοῦτό φησιν· Ὁ κολλώμενος τῷ Κυρίῳ, ἓν πνεῦμά ἐστιν. Ὅρα πῶς σπουδάζει καὶ τὴν σάρκα ἑνῶσαι τῇ σαρκὶ, καὶ τὸ πνεῦμα τῷ πνεύματι. Ποῦ οἱ αἱρετικοί; Οὐκ ἂν, εἰ τῶν διαβεβλημένων ὁ γάμος ἦν, νύμφην καὶ νυμφίον ἐκάλεσεν· οὐκ ἂν προτρέπων ἐκεῖνο παρήγαγε τὸ, Καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ πάλιν ἐπήγαγεν, ὅτι Εἰς τὸν Χριστὸνεἴρηται καὶ τὴν Ἐκκλησίαν. Περὶ γὰρ ταύτης καὶ ὁ Ψαλμῳδός φησιν· Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου· καὶ ἐπιθυμήσει ὁ βασιλεὺς τοῦ κάλλους σου. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ἐγὼ παρὰ τοῦ Πατρὸς ἐξῆλθον, καὶ ἥκω. Ἀλλ' ὅταν εἴπω, ὅτι τὸν Πατέρα κατέλιπε, μὴ τοιοῦτον νομίσῃς, οἷον ἐπ' ἀνθρώπων, τόπων μετάβασιν. Ὥσπερ γὰρ ἐκβῆναι λέγεται, οὐκ ἐπειδὴ ἐξῆλθεν, ἀλλὰ διὰ τὴν σάρκα, οὕτω καὶ τὸ, Κατέλιπε τὸν Πατέρα. Διὰ τί οὖν μὴ καὶ περὶ τῆς γυναικὸς εἶπε, Προσκολληθήσεται πρὸς τὸν ἄνδρα αὐτῆς; Τί δήποτε; Ὅτι περὶ ἀγάπης διελέγετο, καὶ τῷ ἀνδρὶ διελέγετο. Ἐκείνῃ μὲν γὰρ περὶ φόβου διαλεγόμενος, φησίν· Ἀνήρ ἐστι κεφαλὴ τῆς γυναικός· καὶ πάλιν, ὅτι Καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· περὶ δὲ ἀγάπης αὐτῷ διαλέγεται, καὶ αὐτῷ τὰ ταύτης ἐνεχείρισε, καὶ τὰ περὶ τῆς ἀγάπης πρὸς αὐτὸν ἐφθέγξατο, συσφίγγων αὐτὸν καὶ συγκολλῶν. Ὁ γὰρ τὸν πατέρα διὰ τὴν γυναῖκα ἀφεὶς, καὶ αὐτὴν δὲ ταύτην πάλιν ἀφεὶς καὶ καταλιμπάνων, ποίας ἂν εἴη ἄξιος συγγνώμης; Οὐχ ὁρᾷς πόσης αὐτὴν ἀπολαύειν βούλεται τιμῆς ὁ Θεὸς, ὅτι σε τοῦ πατρὸς ἀπαγαγὼν, ταύτῃ προσήλωσε; Τί οὖν, ἂν τὰ παρ' ἡμῶν γένηται, φησὶν, ἐκείνη δὲ μὴ ἀκολουθῇ; Εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω. Οὐ δεδούλωται ὁ ἀδελφὸς, ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις. Ἀλλ' ὅταν ἀκούῃς φόβον, ἐλευθέρᾳ προσήκοντα φόβον ἀπαίτει, μὴ καθὼς παρὰ δούλης· σῶμα γάρ ἐστι σόν· ἂν γὰρ τοῦτο ποιήσῃς, σαυτὸν καθυβρίζεις, τὸ σῶμα ἀτιμάζων τὸ σόν. Ποῖος δέ ἐστιν ὁ φόβος; Ὥστε μὴ ἀντιλέγειν, ὥστε μὴ ἐπανίστασθαι, ὥστε μὴ τῶν πρωτείων ἐρᾷν· ἀρκεῖ μέχρι τούτων ἑστάναι τὸν φόβον. Ἂν δὲ ἀγαπᾷς, ὡς ἐκελεύσθης, μείζονα ἐργάσῃ· μᾶλλον δὲ οὐκέτι φόβῳ τοῦτο ἐργάσῃ, ἀλλὰ καὶ αὐτὴ ἡ ἀγάπη ἐργάζεταί τι. Ἀσθενέστερόν πως τὸ γένος ἐστὶν, πολλῆς δεόμενον τῆς βοηθείας, πολλῆς τῆς συγκαταβάσεως. Τί δὲ ἂν εἴποιεν οἱ δευτέροις συναπτόμενοι γάμοις; Οὐχὶ κατακρίνων λέγω, μὴ γένοιτο· καὶ γὰρ ὁ Ἀπόστολος συνεχώρησεν· ἀλλὰ καὶ σφόδρα συγκαταβαίνων· πάντα αὐτῇ πόριζε, πάντα ὑπὲρ ἐκείνης πρᾶττε, καὶ ταλαιπωροῦ· ἀνάγκη σοι ἐπίκειται. Ἐνταῦθα οὐκ ἀξιοῖ ἀπὸ τῶν ἔξωθεν παραδειγμάτων εἰσάγειν τὴν συμβουλὴν, ὅπερ πολλαχοῦ ποιεῖ. Ἤρκει γὰρ μέγα καὶ σφοδρὸν ὂν τὸ τοῦ Χριστοῦ· μᾶλλον δὲ καὶ εἰς ὑποταγῆς λόγον. Καταλείψει, φησὶ, τὸν πατέρα καὶ τὴν μητέρα. Ἰδοὺ τοῦτο ἔξωθεν. Ἀλλ' οὐκ εἶπε, Καὶ συνοικήσει, ἀλλὰ, Προσκολληθήσεται, τὴν ἀκριβῆ ἕνωσιν, τὴν μετὰ σφοδρότητος ἀγάπην δηλῶν. Καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλὰ καὶ τῇ ἐπαγωγῇ ἔδειξε τὴν ὑποταγὴν οὕτως, ὡς μηκέτι τοὺς δύο φαίνεσθαι δύο. Οὐκ εἶπεν, Εἰς πνεῦμα, οὐκ εἶπεν, Εἰς ψυχήν· ἐκεῖνο μὲν γὰρ δῆλον, καὶ παντὶ δυνατόν· ἀλλ' οὕτως, ὡς εἰς σάρκα μίαν εἶναι. ʹ. Δευτέρα ἐστὶν ἀρχὴ αὕτη, ἀρχὴν ἔχουσα καὶ πολλὴν τὴν ὁμοτιμίαν· ἀλλ' ὅμως ἔχει τι πλέον ὁ ἀνήρ. Τοῦτο σωτηρία μεγίστη οἰκίας. Ἐκεῖνο μὲν γὰρ τὸ τοῦ Χριστοῦ παρέλαβεν, οὐκ εἰς τὸ δεῖν ἀγαπᾷν μόνον, ἀλλὰ καὶ ῥυθμίζειν. Ἵνα ᾖ, φησὶν, ἁγία καὶ ἄμωμος· τὸ δὲ, Τῆς σαρκὸς, εἰς τὸ ἀγαπᾷν, καὶ τὸ, Προσκολληθήσεται, ὁμοίως εἰς τὸ ἀγαπᾷν. Ἂνγὰρ αὐτὴν κατασκευάσῃς ἁγίαν καὶ ἄμωμον, πάντα ἕπεται. Ζήτει τὰ τοῦ Θεοῦ, καὶ τὰ ἀνθρώπινα ἀκολουθήσει μετὰ πολλῆς τῆς εὐκολίας. Ῥύθμιζε τὴν γυναῖκα, καὶ οὕτω συγκροτεῖται ἡ οἰκία. Ἄκουε τοῦ Παύλου λέγοντος· Εἰ δέ τι μαθεῖν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Ἂν οὕτω τὰς οἰκίας διοικῶμεν τὰς ἑαυτῶν, καὶ πρὸς Ἐκκλησίας ἐπιστασίαν ἐσόμεθα ἐπιτήδειοι· καὶ ἡ οἰκία γὰρ Ἐκκλησία ἐστὶ μικρά. Οὕτως ἔνι ἄνδρας καὶ γυναῖκας γενομένους ἀγαθοὺς, πάντας ὑπερβαλέσθαι. Ἐννόησον τὸν Ἀβραὰμ, τὴν Σάῤῥαν, τὸν Ἰσαὰκ, τοὺς τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς· πῶς πᾶσα ἡ οἰκία συγκεκρότητο, πῶς ἅπασα εὐλαβείας ἔγεμεν. Ἐκείνη καὶ τὸ ἀποστολικὸν ἐπλήρου παράγγελμα, καὶ τὸν ἄνδρα ἐφοβεῖτο· ἄκουε γὰρ αὐτῆς λεγούσης· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος· κἀκεῖνος αὐτὴν οὕτως ἠγάπα, ὡς πάντα κελευούσῃ πείθεσθαι. Καὶ τὸ παιδίον ἐνάρετον ἦν, καὶ οἱ οἰκογενεῖς καὶ αὐτοὶ θαυμαστοὶ, οἵ γε καὶ κινδυνεῦσαι μετὰ τοῦ δεσπότου οὐκ ὤκνησαν, οὐκ ἀνεβάλοντο, οὐδὲ τὴν αἰτίαν ἐζήτησαν· ἀλλ' εἷς αὐτῶν ὁ προεστηκὼς οὕτω θαυμαστὸς ἦν, ὡς καὶ γάμον ἐμπιστευθῆναι τοῦ μονογενοῦς παιδὸς, καὶ ἀποδημίαν ὑπερόριον. Καθάπερ γὰρ ἐπὶ στρατηγοῦ, ὅταν καὶ τὸ στρατιωτικὸν ᾖ συγκεκροτημένον, οὐδαμόθεν ὁ πολέμιος ἐπεισέρχεται· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ἀνὴρ καὶ γυνὴ καὶ παιδία καὶ οἰκέται ὦσι τῶν αὐτῶν ἐπιμελούμενοι, πολλὴ τῆς οἰκίας ἡ ὁμόνοια· ἐπεὶ, ἐὰν μὴ οὕτως ᾖ, πολλάκις δι' ἑνὸς οἰκέτου φαύλου τὸ πᾶν ἀνατρέπεται καὶ καταλύεται, καὶ ὁ εἷς πολλάκις τὸ πᾶν ἠφάνισε καὶ διέφθειρε. Πολλὴν οὖν πρόνοιαν ποιώμεθα καὶ γυναικῶν καὶ παίδων καὶ δούλων, εἰδότες ὅτι τὴν ἀρχὴν ἡμῖν αὐτοῖς εὔκολον καταστήσομεν, καὶ ὅτι τὰς εὐθύνας ἡμέρους καὶ ἐπιεικεῖς ἕξομεν, καὶ ἐροῦμεν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐὰν ὁ ἀνὴρ θαυμαστὸς, καὶ ἡ κεφαλὴ καλὴ, καὶ τὸ λοιπὸν σῶμα οὐδεμίαν ὑποστήσεται βίαν. Τὰ μὲν οὖν κατὰ τὴν γυναῖκα πῶς ἂν καλῶς διατεθείη καὶ τὸν ἄνδρα, ἀκριβῶς εἶπε, τὴν μὲν φοβεῖσθαι παραινέσας ὡς κεφαλὴν, τὸν δὲ ἀγαπᾷν ὡς γυναῖκα. Πῶς δ' ἂν ταῦτα γένοιτο; φησίν· Ὅτι μὲν γὰρ δεῖ, ἔδειξε· τὸ δὲ πῶς, ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· ἂν χρημάτων καταφρονῶμεν, ἂν πρὸς ἓν ὁρῶμεν μόνον, ψυχῆς ἀρετὴν, ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν πρὸ ὀφθαλμῶν. Ὅπερ γὰρ ἐν τοῖς πρὸς τοὺς δούλους διαλεγόμενος ἔλεγεν, Ὅ τι ἂν ποιήσῃ ἕκαστος ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, τοῦτο καὶ ἐνταῦθα. Μὴ δι' ἐκείνην τοίνυν τοσοῦτον, ὅσον διὰ τὸν Χριστὸν αὐτὴν ἀγαπᾷν. Τοῦτο γοῦν καὶ ᾐνίξατο εἰπών· Ὡς τῷ Κυρίῳ.– Ὡς τῷ Κυρίῳ τοίνυν πειθόμενος, καὶ δι' αὐτὸν πάντα ποιῶν, οὕτω πάντα πράττε· τοῦτο ἱκανὸν ἐναγαγεῖν καὶ πεῖσαι, καὶ μὴ ἀφεῖναι ἐρεσχελίαν τινὰ καὶ διχόνοιαν εἶναι. Μηδεὶς ἔστω πιστὸς συκοφαντῶν ἐπὶ τῆς γυναικὸς τὸν ἄνδρα· ἀλλὰ μηδὲ ὁ ἀνὴρ ἁπλῶς πιστευέτω κατὰ τῆς γυναικὸς, μηδὲ ἡ γυνὴ περιεργαζέσθω εἰσόδους καὶ ἐξόδους ἁπλῶς· μηδὲ μὴν μηδὲ ὁ ἀνὴρ ἄξιον παρεχέτω ἑαυτόν τινος ὑποψίας. Τί γὰρ, εἰπέ μοι, πᾶσαν τὴν ἡμέραν τοῖς φίλοις δίδως σαυτὸν, τῇ δὲ γυναικὶ τὴν ἑσπέραν, καὶ οὐδὲ οὕτως αὐτὴν δύνῃ πληροφορεῖν, καὶ ἐκτὸς ὑποψίας ποιεῖν; Κἂν ἐγκαλῇ ἡ γυνὴ, μὴ δυσχέραινε· φιλίας ἐστὶν, οὐκ ἀπονοίας· φιλίας ἐστὶ ζεούσης τὰ ἐγκλήματα καὶδιαθέσεως πεπυρωμένης καὶ φόβου. Δέδοικε γὰρ μή τις αὐτῆς ἔκλεψε τὴν εὐνὴν, μή τις αὐτὴν περὶ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἐζημίωσε, μή τις αὐτῆς τὴν κεφαλὴν ἀφείλετο, μή τις διώρυξε τὴν εὐνήν. Ἔστι καὶ ἄλλη μικροψυχίας ὑπόθεσις· μηδεὶς πέρα τοῦ μέτρου τῶν οἰκετῶν ἀντιποιείσθω, μήτε τῆς κόρης ὁ ἀνὴρ, μήτε τοῦ οἰκέτου ἡ γυνή· καὶ γὰρ ταῦτα ἱκανὰ τεκεῖν ὑποψίας. Ἐννόησον γάρ μοι τοὺς δικαίους ἐκείνους· αὐτὴ ἡ Σάῤῥα ἐκέλευσε τῷ πατριάρχῃ λαβεῖν τὴν Ἄγαρ· αὐτὴ προσέταξεν, οὐδεὶς ἠνάγκασεν, οὐδὲ ἐπῆλθεν ὁ ἀνήρ· ἀλλὰ καίτοι μακρὸν χρόνον ἑλκύσας ἐν ἀπαιδίᾳ, εἵλετο μηδέποτε γενέσθαι πατὴρ, ἢ τὴν γυναῖκα λυπῆσαι. Ἀλλ' ὅμως μετὰ ταῦτα πάντα, τί φησιν ἡ Σάῤῥα; Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἆρα εἴ τις ἦν τῶν ἄλλων, οὐκ ἂν εἰς ὀργὴν ἐκινήθη; οὐκ ἂν καὶ χεῖρας ἐξέτεινε, μονονουχὶ φάσκων· Τί λέγεις; οὐκ ἐβουλόμην ἐγὼ συγγενέσθαι τῇ γυναικὶ, σὸν τὸ πᾶν γέγονε, καὶ πάλιν ἐγκαλεῖς; Ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν ἐκεῖνος· ἀλλὰ τί; Ἰδοὺ ἡ παιδίσκη ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Τὴν κοινωνὸν τῆς εὐνῆς ἐξέδωκεν, ἵνα μὴ λυπήσῃ τὴν Σάῤῥαν. Καίτοι γε οὐδὲν τούτου μεῖζον εἰς εὐνοίας λόγον ἐστίν. Εἰ γὰρ τὸ τραπέζης κοινωνῆσαι καὶ λῃσταῖς ὁμοψυχίαν ποιεῖ πρὸς τοὺς ἐναντίους (καὶ ὁ Ψαλμῳδός φησιν· Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα)· τὸ μίαν σάρκα γενέσθαι λοιπὸν (τοῦτο γάρ ἐστι κοινωνῆσαι τῆς εὐνῆς), πολλῷ μᾶλλον ἱκανὸν ἐπισπάσασθαι. Ἀλλ' οὐδὲν τούτων ἴσχυσε τὸν δίκαιον ἑλεῖν, ἀλλ' ἐξέδωκε τῇ γυναικὶ, δεικνὺς ὅτι οὐ παρὰ τὴν αὐτοῦ αἰτίαν τι γεγένηται· καὶ τὸ δὴ μεῖζον, κύουσαν ἐξέπεμψεν αὐτήν. Τίς οὐκ ἂν ἠλέησε κυήσασαν ἐξ αὐτοῦ παιδίον; Ἀλλ' οὐχ ὁ δίκαιος ἐπεκάμφθη· πάντων γὰρ τὴν ἀγάπην προὐτίθει τὴν πρὸς τὴν γυναῖκα.
20.7.1
Τοῦτον μιμώμεθα καὶ ἡμεῖς· μηδεὶς ὀνειδιζέτω πενίαν τῷ πλησίον, μηδεὶς χρημάτων ἐράτω, καὶ πάντα λέλυται. Μηδὲ λεγέτω γυνὴ πρὸς τὸν ἄνδρα· Ἄνανδρε καὶ δειλὲ, ὄκνου γέμων καὶ νωθείας καὶ ὕπνου πολλοῦ, ὁ δεῖνα ταπεινὸς καὶ ἐκ ταπεινῶν, κινδύνους ἀράμενος καὶ ἀποδημίας στειλάμενος, πολλὴν τὴν οὐσίαν ἐποίησε, καὶ ἡ γυνὴ χρυσοφορεῖ, καὶ ἐπὶ ζεύγους λευκῶν ἡμιόνων πρόεισι, περιφέρεται πανταχοῦ, οἰκετῶν ἀγέλας ἔχει καὶ εὐνούχων ἐσμόν· σὺ δὲ κατέπτηχας, καὶ εἰκῆ ζῇς. Μὴ λεγέτω ταῦτα γυνὴ, καὶ τὰ τούτοις ὅμοια· σῶμα γάρ ἐστιν, οὐχ ἵνα διατάττῃ τῇ κεφαλῇ, ἀλλ' ἵνα πείθηται καὶ ὑπακούῃ. Πῶς οὖν οἴσει, φησὶ, τὴν πενίαν; πόθεν εὑρήσει παραμυθίαν; Ἐκλεγέσθω παρ' ἑαυτῇ τὰς πενεστέρας, ἀναλογιζέσθω πόσαι πάλιν εὐγενεῖς καὶ ἐξ εὐγενῶν κόραι οὐ μόνον ἐξ ἀνδρῶν οὐδὲν προσέλαβον, ἀλλὰ καὶ προσέδωκαν, καὶ τὰ αὐτῶν ἅπαντα ἀνάλωσαν· ἐννοείτω τοὺς ἐκ τοιούτων πλούτων κινδύνους, καὶ τὸν ἀπράγμονα ἀσπάσεται βίον. Καὶ ὅλως εἰ φιλοστόργως πρὸς τὸν ἄνδρα διακέοιτο, οὐδὲν τοιοῦτον ἐρεῖ, ἀλλ' αἱρήσεται πλησίον αὐτῆς ἔχειν αὐτὸν μηδὲν πορίζοντα, ἢ μυρία τάλαντα χρυσοῦ μετὰ μερίμνης καὶ φροντίδος τῆς ἐκ τῶν ἀποδημιῶν ταῖς γυναιξὶν ἐγγινομένης ἀεί. Ἀλλὰ μηδὲ ὁ ἀνὴρ ταῦτα ἀκούων ὡς ἀρχὴν ἔχων, ἐπὶ ὕβρεις τρεπέσθω καὶ πληγὰς, ἀλλὰ παραινείτω, νουθετείτω, ὡς ἀτελεστέραν λογισμοῖς ἀναπειθέτω, χεῖρας μηδέποτε ἐντεινέτω· πόῤῥω ἐλευθέρας ψυχῆς ταῦτα· ἀλλὰ μηδὲ ὕβρεις, μηδὲ ὀνείδη, μηδὲ λοιδορίας· ἀλλ' ὡς ἀνοητότερον διακειμένην ῥυθμιζέτω. Πόθενδὲ τοῦτο ἔσται; Ἐὰν τὸν ἀληθῆ πλοῦτον μανθάνῃ, ἐὰν τὴν ἄνω φιλοσοφίαν, οὐδὲν ἐγκαλέσει τῶν τοιούτων. Διδασκέτω αὐτὴν, ὅτι πενία κακὸν οὐδέν· διδασκέτω, μὴ δι' ὧν λέγει μόνον, ἀλλὰ καὶ δι' ὧν ποιεῖ· διδασκέτω δόξης καταφρονεῖν, καὶ οὐδὲν τοιοῦτον ἡ γυνὴ οὔτε ἐρεῖ οὔτε ἐπιθυμήσει. Καθάπερ ἄγαλμα δεχόμενος, οὕτως ἀπὸ τῆς ἑσπέρας ἐκείνης, ἧς ἂν αὐτὴν εἰς τὸν θάλαμον δέχηται, διδασκέτω σωφροσύνην, ἐπιείκειαν, ὅπως βιώσηται σεμνῶς, ἐκ προοιμίων εὐθέως καὶ ἐξ αὐτῶν τῶν προθύρων καταβάλλων τῶν χρημάτων τὸν ἔρωτα· καὶ φιλοσοφίαν παιδευέτω, καὶ παραινείτω ὅπως μὴ εἴη χρυσία κρεμάμενα ἐπὶ τῶν ὤτων καὶ κατὰ τῶν παρειῶν καὶ ἐπὶ τοῦ τραχήλου περικείμενα, μήτε κατακείμενα περὶ τὸν θάλαμον, μήτε ἱμάτια χρυσᾶ καὶ πολυτελῆ ἀποκείμενα· ἀλλ' ἔστω μὲν φαιδρὸς ὁ κόσμος, μὴ μὴν εἰς ὕβριν ἡ φαιδρότης ἐκπιπτέτω· ἀλλὰ ταῦτα ἀφεὶς τοῖς ἐπὶ τῆς σκηνῆς, αὐτὸς μετὰ πολλῆς τῆς κοσμιότητος καλλώπιζε τὸν οἶκον, σωφροσύνης πνέοντα μᾶλλον, ἢ ἄλλης τινὸς εὐωδίας. Δύο γὰρ ἐκ τούτου ἔσται, καὶ τρία τὰ καλά· πρῶτον μὲν, οὐκ ἀλγήσει ἡ νύμφη, λυθεισῶν τῶν παστάδων, καὶ ἀποπεμπομένων ἑκάστῳ καὶ τῶν ἱματίων καὶ τῶν χρυσίων καὶ τῶν σκευῶν τῶν ἀργυρῶν· δεύτερον, οὐ φροντίσει ὁ νυμφίος ὑπὲρ τῆς ἀπωλείας, καὶ τῆς φυλακῆς τῶν συμπορισθέντων. Τρίτον πάλιν πρὸς τούτοις, τὸ κεφάλαιον τῶν ἀγαθῶν, ἐξ αὐτῶν τούτων ἐνδείξεται τὴν αὐτοῦ γνώμην, ὅτι δὴ τούτων οὐδενὶ χαίρει, καὶ ὅτι καὶ τὰ λοιπὰ πάντα καταλύσει, καὶ μήτε ὀρχήματα, μήτε ἀσέμνους ᾠδὰς γενέσθαι συγχωρήσει ποτέ. Καὶ οἶδα μὲν ὅτι δοκῶ καταγέλαστος εἶναι ἴσως τισὶ, τὰ τοιαῦτα νομοθετῶν· πλὴν ἀλλ' ἐὰν πεισθῆτέ μοι, τοῦ χρόνου προϊόντος, καὶ τῆς ἀπὸ τοῦ πράγματος ἀπολαύοντες ὠφελείας, τότε τὸ κέρδος εἴσεσθε· καὶ ὁ μὲν γέλως ῥυήσεται, καὶ καταγελάσεσθε τοῦ νῦν ἔθους, καὶ ὄψεσθε ὅτι ὄντως παίδων ἀνοήτων, καὶ ἀνδρῶν μεθυόντων ἐστὶ τὰ γινόμενα νῦν· ἃ δὲ παραινῶ, σωφροσύνης καὶ φιλοσοφίας, καὶ τῆς ἀνωτάτω πολιτείας ἐστί. Τί οὖν φημι δεῖν; Πάντα τὰ ᾄσματα τὰ αἰσχρὰ, τὰ σατανικὰ, τὰς ἀσέμνους ᾠδὰς, τὰς συνδρομὰς τῶν ἀκολάστων νέων περίελε τοῦ γάμου, καὶ ταῦτα τὴν νύμφην σωφρονίσαι δυνήσεται. Εὐθέως γὰρ παρ' ἑαυτῇ λογιεῖται, Βαβαί! ποῖος οὗτος ὁ ἀνήρ; φιλόσοφός ἐστιν, οὐδὲν τὸν παρόντα ἡγεῖται βίον, ἐπὶ παιδοποιίαν καὶ παιδοτροφίαν με ἤγαγεν εἰς τὴν οἰκίαν τὴν ἑαυτοῦ, ἐπὶ οἰκουρίαν. Ἀλλ' ἀηδῆ ταῦτα τῇ νύμφῃ; Μέχρι τῆς πρώτης ἡμέρας, καὶ τῆς δευτέρας· λοιπὸν δὲ οὐκ, ἀλλὰ καὶ μεγίστην καρπώσεται τὴν ἡδονὴν, πάσης ἑαυτὴν ὑποψίας ἀπαλλάττουσα. Ὁ γὰρ μήτε αὐλῶν μήτε ὀρχουμένων μήτε ᾀσμάτων κεκλασμένων ἀνασχόμενος, καὶ ταῦτα παρὰ τὸν τοῦ γάμου καιρὸν, σχολῇ γ' ἂν οὗτος ἀνέξεταί ποτε πρᾶξαι ἢ εἰπεῖν τι αἰσχρόν. Μετὰ δὲ τοῦτο, ὅταν πάντα περιέλῃς ταῦτα τοῦ γάμου, παραλαβὼν αὐτὴν, πλάττε καλῶς, τὸ μὲν αἰσχυντηλὸν ἐπὶ πολὺ τοῦ χρόνου ἐξάγων, καὶ μὴ διαλύων ταχέως. Κἂν γὰρ ἀναισχυντοτέρα ᾖ ἡ κόρη, μέχρι καιροῦ σιγᾷν οἶδεν, αἰδουμένη τὸν ἄνδρα, καὶ ξενιζομένη πρὸς τὰ πράγματα. Σὺ τοίνυν τοῦτο τὸ αἰσχυντηλὸν μὴ διαλύσῃς ταχέως, ὅπερ οἱ ἀκόλαστοι ποιοῦσι τῶν ἀνδρῶν, ἀλλ' ἐπεξάγαγε ἐπὶ πολὺν χρόνον· μέγα γάρ σοι τοῦτο ἔσται κέρδος. Οὐκ ἐγκαλέσει τέως, οὐ μέμψεται ἐφ' οἷς διατυπώσῃς.
20.8.1
Πάντα τοίνυν κατ' ἐκεῖνον νομοθέτει τὸν χρόνον, καθ' ὃν ἡ αἰσχύνη, καθάπερ τις χαλινὸς ἐπικείμενος τῇ ψυχῇ, οὐκ ἀφίησιν οὐδὲν μέμφεσθαι, οὐδὲ ἐγκαλεῖν τοῖς γινομένοις. Ὅταν γὰρ παῤῥησίας ἐπιλάβηται, μετὰ πολλῆς τῆς ἀδείας πάντα ἀνατρέπει καὶ συγχεῖ. Πότε τοίνυν ἐστὶν ἕτερος οὕτω καιρὸς ἐπιτήδειος πρὸς τὸ πλάττειν γυναῖκα, ὡς ἐκεῖνος, καθ' ὃν αἰδεῖται τὸν ἄνδρα, καὶ δέδοικεν ἔτι καὶ δυσωπεῖται; Τότε αὐτῇ τίθει τοὺς νόμους ἅπαντας, καὶ πάντως πεισθήσεται, καὶ ἑκοῦσα καὶ ἄκουσα. Πῶς δὲ τὴν αἰσχύνην οὐ λύσεις; Ὅταν φαίνῃ καὶ αὐτὸς οὐδὲν ἧττον ἐκείνης αἰσχυνόμενος, ὀλίγα μὲν προσδιαλεγόμενος, καὶ αὐτὰ δὲ μετὰ πολλῆς τῆς ἐμβριθείας καὶ τῆς συστροφῆς· τότε αὐτῇ τοὺς περὶ φιλοσοφίας κατάθες λόγους· δέχεται γὰρ ἡ ψυχή· εἰς τὴν καλλίστην ἕξιν αὐτὴν κατάστησον, τὴν αἰσχύνην λέγω. Εἰ δὲ βούλεσθε, καὶ ὑποδείγματος ἕνεκεν ἐρῶ, τίνα πρὸς αὐτὴν διαλέγεσθαι χρή. Εἰ γὰρ Παῦλος οὐ παρῃτήσατο εἰπεῖν, Μὴ ἀποστερεῖτε ἀλλήλους, καὶ νυμφευτρίας ἐφθέγξατο ῥήματα, μᾶλλον δὲ οὐ νυμφευτρίας, ἀλλὰ πνευματικῆς ψυχῆς· πολλῷ μᾶλλον ἡμεῖς οὐ παραιτησόμεθα εἰπεῖν. Τί τοίνυν αὐτῇ διαλέγεσθαι χρή; Μετὰ πολλῆς μέντοι χάριτος λέγειν πρὸς αὐτήν· Ἡμεῖς, ὦ παιδίον, τοῦ βίου σε κοινωνὸν ἐλάβομεν καὶ εἰσηγάγομεν ἐν τοῖς τιμιωτέροις καὶ ἀναγκαιοτέροις ἡμῖν κοινωνήσουσαν, ἐν παιδοποιίᾳ, καὶ οἰκίας προστασίᾳ. Τί οὖν δή σε παρακαλοῦμεν; Μᾶλλον δὲ πρὸ τούτου τὰ τῆς ἀγάπης διαλέγου· οὐδὲν γὰρ οὕτω συμβάλλεται πρὸς τὸ πεῖσαι τὸν ἀκούοντα δέξασθαι τὰ λεγόμενα, ὡς τὸ μαθεῖν, ὅτι μετὰ πολλῆς τῆς ἀγάπης λέγεται. Πῶς οὖν δείξεις τὴν ἀγάπην; Ἂν εἴπῃς, ὅτι Πολλὰς ἐνὸν λαβεῖν, καὶ εὐπορωτέρας καὶ γένους λαμπροῦ, οὐχ εἱλόμην, ἀλλὰ σοῦ καὶ τῆς σῆς ἠράσθην ἀναστροφῆς, τῆς κοσμιότητος, τῆς ἐπιεικείας, τῆς σωφροσύνης. Εἶτα ἀπὸ τούτων εὐθὺς παρασκεύασον ὁδὸν τῶν λόγων τῶν περὶ φιλοσοφίας, καὶ κατηγόρει τοῦ πλούτου μετά τινος περιόδου. Ἁπλῶς μὲν γὰρ ἐὰν κατατείνῃς λόγον κατὰ πλούτου, φορτικὸς ἔσῃ· ἂν δὲ ὑποθέσεως λαβόμενος, πάντα ἀνύσεις. Δόξεις γὰρ ἐν τάξει ἀπολογίας τὸ πρᾶγμα ποιεῖν, οὐχ ὡς αὐστηρός τις καὶ ἄχαρις καὶ μικρολόγος, ἀλλ' ὅταν ἐκ τῶν αὐτῆς τὴν ὑπόθεσιν λάβῃς, καὶ ἡσθήσεται. Ἐρεῖς οὖν (πάλιν γὰρ τὸν λόγον ἀναλαβεῖν ἀναγκαῖον), ὅτι παρὸν πλουσίαν γῆμαι καὶ εὔπορον, οὐκ ἠνεσχόμην. Τί δήποτε; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ, ἀλλ' ἐπαιδεύθην ἐγὼ καλῶς, ὅτι πλοῦτος οὐδὲν κτῆμά ἐστιν, ἀλλὰ πρᾶγμα εὐκαταφρόνητον, καὶ λῃσταῖς προσὸν καὶ πόρναις γυναιξὶ καὶ τυμβωρύχοις. Διὸ ταῦτα ἀφεὶς, ἐπὶ τὴν τῆς σῆς ἀρετὴν ἦλθον ψυχῆς, ἣν παντὸς προτιμῶ χρυσίου. Συνετὴ γὰρ καὶ ἐλευθέρα κόρη νέα, καὶ εὐλαβείας ἐπιμελουμένη, πάσης τῆς οἰκουμένης ἐστὶν ἀνταξία. Διὰ δὴ ταῦτά σε καὶ ἠσπασάμην καὶ φιλῶ, καὶ τῆς ἐμαυτοῦ προτίθημι ψυχῆς. Οὐδὲν γὰρ ὁ παρὼν βίος ἐστὶ, καὶ εὔχομαι καὶ παρακαλῶ καὶ πάντα ποιῶ, ὥστε ἡμᾶς οὕτω καταξιωθῆναι τὸν παρόντα στῆσαι βίον, ὥστε δυνηθῆναι καὶ ἐκεῖ ἐν τῷ μέλλοντι αἰῶνι μετὰ πολλῆς τῆς ἀδείας ἀλλήλοις συνεῖναι. Ὁ μὲν γὰρ χρόνος οὗτος βραχὺς καὶ ἐπίκηρος· εἰ δὲ, καταξιωθείημεν εὐαρεστήσαντες τῷ Θεῷ οὕτω τὸν βίον μετελθεῖν τοῦτον, ἀεὶ καὶ μετὰ τοῦ Χριστοῦ, καὶ μετ' ἀλλήλων ἐσόμεθα μετὰ πλείονος τῆς ἡδονῆς. Ἐγὼ πάντων τὴν σὴν ἀγάπην προτίθημι, καὶ οὐδὲν οὕτω μοι δύσκολον οὐδὲ ἐπαχθὲς, ὡς τό ποτε διενεχθῆναι πρὸς σέ· κἂν πάντα ἀπολέσαι δέῃ, κἂν Ἴρου πενέστερον γενέσθαι, κἂν κινδύνους ὑποστῆναι τοὺς ἐσχάτους, κἂν ὁτιοῦν παθεῖν, ἐμοὶ πάντα οἰστὰ καὶ φορητὰ, ἕως ἂν τὰ πρὸς σὲ εὖ μοι διακέηται· καὶ τὰ παιδία μοι ποθεινὰ τότε ἔσται, ἕως ἂν εὐνοϊκῶς πρὸς ἡμᾶς διακειμένη ᾖς. Δεήσει δὲ καὶ σὲ ταῦτα ποιεῖν. Εἶτα παραμίγνυε καὶ τὰ ἀποστολικὰ ῥήματα, ὅτι οὕτως ὁ Θεὸς βούλεται τὴν εὔνοιαν ἡμῖν συγκεκροτῆσθαι. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὑτοῦ. Μηδεμία μικροψυχίας ἔστω πρόφασις ἡμῖν· ἐῤῥέτω χρήματα, καὶ ἀνδραπόδων πλῆθος, καὶ τιμαὶ αἱ τῶν ἔξωθεν· ἐμοὶ πάντων τοῦτο προτιμότερον. Πόσου χρυσίου, πόσων θησαυρῶν οὐχὶ ποθεινότερα ταῦτα τὰ ῥήματα ἔσται τῇ γυναικί; Μὴ φοβηθῇς μή ποτε ἀπονοηθῇ κατὰ σοῦ φιλουμένη, ἀλλ' ὅτι φιλεῖς ὁμολόγει. Αἱ μὲν γὰρ ἑταῖραι νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσπλεκόμεναι, εἰκότως ἂν ἐπαίροιντο κατὰ τῶν ἐραστῶν ὅταν τοιαῦτα ἀκούοιεν ῥήματα· ἐλευθέρα δὲ γυνὴ καὶ κόρη εὐγενὴς οὐκ ἄν ποτε τούτοις ἐπαρθείη τοῖς ῥήμασιν, ἀλλὰ πολλῷ μᾶλλον καὶ κατακάμπτεται. Ἐνδείκνυσο δὲ τὴν πρὸς αὐτὴν συνουσίαν πολλοῦ τιθέμενος, καὶ μᾶλλον ἐπὶ τῆς οἰκίας εἶναι βουλόμενος δι' αὐτὴν, ἢ ἐπὶ τῆς ἀγορᾶς· καὶ πάντων τῶν φίλων προτίμα, καὶ παίδων τῶν ἐξ αὐτῆς, καὶ αὐτὰ δὲ διὰ ταύτην φιλείσθω παρὰ σοῦ. Ἂν ἀγαθόν τι πράξῃ, ἐπαίνει καὶ θαύμαζε· ἂν ἄτοπόν τι καὶ οἷον νεανίσι συμβαίνει, παραίνει καὶ ὑπομίμνησκε. Ἄνω καὶ κάτω χρημάτων κατηγόρει καὶ πολυτελείας, καὶ ὑποδείκνυε τὸν κόσμον τὸν ἀπὸ τῆς κοσμιότητος καὶ ἀπὸ τῆς σεμνότητος, καὶ δίδασκε διηνεκῶς τὰ συμφέροντα.
20.9.1
Εὐχαὶ γενέσθωσαν ὑμῖν κοιναί· ἕκαστος εἰς τὴν ἐκκλησίαν προΐτω, καὶ τῶν λεγομένων καὶ τῶν ἀναγινωσκομένων ἐκεῖ, καὶ ὁ ἀνὴρ τὴν γυναῖκα ἀπαιτείτω ἐπὶ τῆς οἰκίας τὸ μέρος, κἀκείνη τὸν ἄνδρα. Εἰ πενία τις κατέχοι, πάραγε εἰς μέσον τοὺς ἁγίους ἄνδρας, τὸν Παῦλον, τὸν Πέτρον, οἳ πάντων μᾶλλον καὶ βασιλέων καὶ πλουσίων εὐδοκίμησαν, καὶ πῶς δὲ καὶ ἐν λιμῷ καὶ ἐν δίψει τὸν βίον διήγαγον· παίδευε αὐτὴν, ὅτι οὐδὲν φοβερὸν τῶν ἐν τῷ βίῳ, ἢ μόνον τὸ προσκροῦσαι τῷ Θεῷ. Ἂν οὕτω τις γήμῃ, ἂν ἐπὶ τούτοις, τῶν μοναζόντων οὐκ ἔσται πολλῷ ἐλάττων, οὐδὲ τῶν μὴ γεγαμηκότων ὁ γεγαμηκώς. Εἰ βούλει καὶ ἄριστα ποιεῖν καὶ ἑστιάσεις ἐπιτελεῖν, μηδένα ἄσεμνον, μηδένα ἄκοσμον, ἀλλ' εἴ τινα ἅγιον πένητα εὕροις δυνάμενον ὑμῖν εὐλογῆσαι τὴν οἰκίαν, δυνάμενον μετὰ τῆς τῶν ποδῶν ἐπιβάσεως πᾶσαν εἰσενεγκεῖν τοῦ Θεοῦ τὴν εὐλογίαν, τοῦτον κάλει. Εἴπω δὲ καὶ ἕτερον; Μηδεὶς ὑμῶν σπουδαζέτω εὐπορωτέραν γαμεῖν, ἀλλὰ πολλῷ μᾶλλον πενεστέραν. Οὐ γὰρ τοσαύτην ἀπὸ τῶν χρημάτων εἰσελεύσεται εἰσφέρουσα ἀφορμὴν ἡδονῆς, ὅσην ἀηδίαν ἀπὸ τῶν ὀνειδῶν, ἀπὸ τοῦ πλείονα ἀπαιτεῖν ὧν εἰσήγαγεν, ἀπὸ τῶν ὕβρεων, ἀπὸ τῆς πολυτελείας, ἀπὸ τῶν φορτικῶν ῥημάτων. Ἐρεῖ γὰρ ἴσως· Οὐδέπω τῶν σῶν ἀνάλωσα οὐδὲν, ἔτι τὰ ἐμὰ περίκειμαι, ἐξ ὧν οἱ γονεῖς μοι δεδώρηνται. Τί λέγεις, ὦ γύναι; ἔτι τὰ σὰ περίκεισαι; καὶ τί τούτου τοῦ ῥήματος γένοιτ' ἂν ἀθλιώτερον; σῶμα οὐκέτι ἔχεις ἴδιον, καὶ χρήματα ἔχεις ἴδια; Οὐκέτι δύο ἐστὲ σάρκες μετὰ τὸν γάμον, ἀλλ' ἐγένεσθε εἰς μίαν· καὶ αἱ οὐσίαι δύο, καὶ οὐ μία. Ὢ τοῦ τῶν χρημάτων ἔρωτος! εἷς ἄνθρωπος, ἓν ζῶον ἀμφότεροι γεγένησθε, καὶ ἔτι λέγεις, Τὰ ἐμά; Ἐπάρατον τοῦτο τὸ ῥῆμα καὶ μιαρὸν ἀπὸ τοῦ διαβόλου εἰσηνέχθη. Πάντα ἡμῶν κοινὰ ἐποίησεν ὁ Θεὸς τὰ τούτων ἀναγκαιότερα, καὶ ταῦτα οὐ κοινά; Οὐκ ἔστιν εἰπεῖν, τὸ ἐμὸν φῶς, ὁ ἐμὸς ἥλιος, τὸ ἐμὸν ὕδωρ· πάντα ἡμῖν κοινὰ τὰ μείζονα, τὰ δὲ χρήματα οὐ κοινά; Ἀπολλύσθω τὰ χρήματα μυριάκις, μᾶλλον δὲ μὴ τὰ χρήματα, ἀλλ' αἱ προαιρέσεις αἱ μὴ εἰδυῖαι χρήμασι χρήσασθαι, ἀλλὰ πάντων αὐτὰ προτιμῶσαι. Καὶ ταῦτα μετὰ τῶν ἄλλων δίδασκε· ἀλλὰ μετὰ πολλῆς τῆς χάριτος. Ἐπειδὴ γὰρ αὐτὴ καθ' ἑαυτὴν τῆς ἀρετῆς ἡ παραίνεσις πολὺ τὸ σκυθρωπὸν ἔχει, καὶ μάλιστα πρὸς κόρην ἁπαλὴν καὶ νέαν, ὅταν περὶ φιλοσοφίας λέγοιντο λόγοι, πολλὴν ἐπινόει τὴν χάριν, καὶ τοῦτο μάλιστα ἀπὸ τῆς ψυχῆς ἐξόρισον ἐκείνης, Τὸ ἐμὸν, καὶ Τὸ σόν. Ἂν εἴπῃ, Τὰ ἐμὰ, εἰπὲ αὐτῇ· Ποῖα λέγεις σά; οὐδὲ γὰρ οἶδα· οὐδὲν ἔχω ἐγὼ ἴδιον· πῶς οὖν λέγεις, Τὰ ἐμὰ, πάντων ὄντων σῶν; Χάρισαι αὐτῇ τὸ ῥῆμα. Οὐχ ὁρᾷς ἐπὶ τῶν παιδίων ὅτι τοῦτο πράττομεν; ὅταν ἡμῶν κατεχόντων τι ἁρπάσῃ, καὶ τὸ ἕτερον πάλιν βούληται λαβεῖν, συγχωροῦμεν καὶ λέγομεν· Ναὶ, τοῦτο σόν ἐστι, κἀκεῖνο. Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν· παιδικωτέρα γὰρ αὐτῆς ἡ διάνοιά ἐστι· κἂν λέγῃ, Τὰ ἐμὰ, εἰπέ· Πάντα σά ἐστι, καὶ ἐγὼ σός. Οὐκ ἔστι κολακείας τὸ ῥῆμα, ἀλλὰ πολλῆς συνέσεως. Οὕτως αὐτῆς δυνήσῃ χαλάσαι τὸν θυμὸν, καὶ τὴν ἀθυμίαν σβέσαι. Κολακεία γάρ ἐστιν, ὅταν τις ἀγεννές τι πράξῃ κακοῦ ἕνεκεν· τοῦτο δὲ φιλοσοφία μεγίστη. Λέγε οὖν· Καὶ ἐγὼ σὸς, ὦ παιδίον· τοῦτό μοι Παῦλος παρῄνεσεν εἰπών· Ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή. Εἰ τοῦ σώματός μου οὐκ ἔχω ἐξουσίαν, ἀλλὰ σὺ, πολλῷ μᾶλλον τῶν χρημάτων. Ἀνέπαυσας αὐτὴν ταῦτα φθεγξάμενος, ἔσβεσας τὴν πυρὰν, κατῄσχυνας τὸν διάβολον, δούλην ἐποίησας μᾶλλον ἀργυρώνητον, τοῖς ῥήμασι τούτοις κατέδησας αὐτήν. Ὥστε ἀφ' ὧν σὺ φθέγγῃ, δίδαξον αὐτὴν μηδέποτε λέγειν, Ἐμὸν καὶ Σόν. Καὶ μηδέποτε ἁπλῶς αὐτὴν κάλει, ἀλλὰ μετὰ κολακείας, μετὰ τιμῆς, μετὰ πολλῆς ἀγάπης. Τίμα αὐτὴν, καὶ οὐ δεήσεται τῆς παρ' ἑτέρων τιμῆς, οὐ δεήσεται τῆς παρ' ἑτέρων δόξης, ἂν ἀπολαύῃ τῆς παρὰ σοῦ. Πάντων αὐτὴν προτίθει, πάντων ἕνεκεν, καὶ κάλλους, καὶ συνέσεως, καὶ ἐγκωμίαζε. Οὕτως αὐτὴν πείσεις μηδενὶ προσέχειν τῶν ἔξωθεν, ἀλλὰ πάντων τῶν ἄλλων καταγελᾷν. Δίδασκε τοῦ Θεοῦ τὸν φόβον, καὶ πάντα ὥσπερ ἀπὸ πηγῆς ἐπιῤῥεύσει, καὶ μυρίων ἔσται ἡ οἰκία τῶν ἀγαθῶν γέμουσα. Ἂν τὰ ἄφθαρτα ζητῶμεν, καὶ ταῦτα ἐπελεύσεται τὰ φθαρτά. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Οἵους εἶναι χρὴ νομίζειν τοὺς παῖδας τῶν τοιούτων πατέρων; οἵους τοὺς οἰκέτας τῶν τοιούτων δεσποτῶν; οἵους τοὺς ἄλλους ἅπαντας τοὺς πλησιάζοντας; ἆρα οὐχὶ μυρίων τῶν ἀγαθῶν καὶ αὐτοὺς γέμειν συμβήσεται; Ὡς γὰρτὰ πολλὰ πρὸς τοὺς κρατοῦντας καὶ οἱ δοῦλοι τὰ ἤθη ῥυθμίζονται, καὶ ταῖς ἐκείνων ἐξομοιοῦνται ἐπιθυμίαις, τῶν αὐτῶν ἐρῶσιν, ὧν ἂν καὶ διδαχθῶσι, τὰ αὐτὰ φθέγγονται, ἐν τοῖς αὐτοῖς συναναστρέφονται. Ἐὰν οὕτως ἑαυτοὺς ῥυθμίζωμεν, καὶ ταῖς Γραφαῖς προσέχωμεν, τὰ πλείονα παρ' ἐκείνων παιδευθησόμεθα· καὶ οὕτω δυνησόμεθα ἀρέσαι τῷ Θεῷ, καὶ τὸν παρόντα βίον ἅπαντα μετὰ ἀρετῆς διεξελθεῖν, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν τυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.