Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 22.5.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
22.5.1
Ὁρᾷς ὅτι ταπεινοφροσύνης τὸ ῥῆμά ἐστι καὶ μετριότητος; Ἤδη γὰρ ἐκεῖνος ᾤκει τὸν οὐρανόν· διὸ καὶ ἔλεγεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· καὶ πάλιν, Τὸν δρόμον τετέλεκα. Ὥστε οὐκ εἰς ταῦτα ἐνεπόδιζεν αὐτῷ ὁ διάβολος, ἀλλ' εἰς τὰ τῶν μαθητῶν. Τί δήποτε; Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος μόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις. Ἐκεῖ ἐστιν ὅπου ἐκράτει· μᾶλλον δὲ οὐδὲ ἐκεῖ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν μὴ προσεχόντων. Εἰ μὲν γὰρ τὰ παρ' αὐτοῦ μὴ ἐπλήρου, ἢ διὰ νωθείαν, ἢ δι' ἄλλο τι τοιοῦτον, αὐτοῦ ἐκράτει· εἰ δὲ αὐτὸς μὲν πάντα ἔπραττεν, ἐκεῖνοι δὲ οὐκ ἐπείθοντο, οὐκ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ἐκείνων ἀπειθείας· καὶ τὸ νόσημα οὐ τοῦ ἰατροῦ ἐκράτει, ἀλλὰ τῆς ἀταξίας τοῦ κάμνοντος. Ὅταν γὰρ αὐτὸς μὲν πάντα παρασκευάσηται, ἐκεῖνος δὲ πάντα διαφθείρῃ, ἐκεῖνος ἥττηται, οὐχ οὗτος. Ὥστε οὐδαμοῦ ἐκράτησε τοῦ Παύλου. Πλὴν ἀλλ' ἐφ' ἡμῶν ἀγαπητὸν τὸ καὶ δύνασθαι παλαίειν. Ῥωμαίοις μὲν οὐ τοῦτο ἐπεύχεται, ἀλλὰ τί; Συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει· καὶ τούτοις οὕτως ἐπεύχεται. Τῷ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ὁ παλαίων, ἔτι κατέχεται· πλὴν ἀλλ' ἀγαπητὸν καὶ τὸ μὴ πεσεῖν. Τότε ἡ νίκη λαμπρὰ γίνεται, ὅταν ἐξέλθωμεν ἐντεῦθεν. Οἷον, ἔστω τις ἐπιθυμία πονηρά· τὸ μὲν παράδοξον, μηδὲ δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν καὶ διαπαντὸς κατέχωμεν· ἂν παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐ νενίκηκας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας· ἂν μὴ καταβληθῇς, κατέβαλες. Εἰκότως· ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει. Ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα· οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται. Ἤδη οὖν νενίκηται· αὐτὸς γὰρ ἤδη βέβληται, καὶ ἐν τῇ ἀπωλείᾳ ἐστιν. Ἡ δὲ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ ἐμὲ ἀπολέσαι· ὥστε ἂν μὴ καταβάλω, μὴ καταβληθῶ δὲ, νενίκηκα. Τίς οὖν ἐστι λαμπρὰ νίκη; Τὸ ἐκ περιουσίας καταπατεῖν αὐτὸν, οἷον ὁ Παῦλος ἐποίει, οὐδὲν ἡγούμενος εἶναι τὰ παρόντα πράγματα. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ σπουδάζωμεν ἀνώτεροι γενέσθαι, καὶ μηδαμόθεν παρέχειν αὐτῷ λαβήν. Ὁ πλοῦτος δίδωσιν αὐτῷ λαβὴν, τὰ χρήματα, ἡ κενοδοξία· καὶ πολλάκις μὲν αὐτὸν ἀνέστησε, πολλάκις δὲ ἠγρίανεν. Ἀλλὰ τίς χρεία πάλης; τίς χρεία συμπλοκῆς; Ὁ συμπλεκόμενος ἄδηλον ἔχει τὸ τέλος, πότερον μὴ ἡττηθείη καὶ αὐτὸς καὶ ἁλώσεται· ὁ δὲ καταπατῶν, δήλην ἔχει τὴν νίκην. Οὐκοῦν καταπατήσωμεν τοῦ διαβόλου τὴν δύναμιν, καταπατήσωμεν τὰς ἁμαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυμὸν, ἐπιθυμίαν, ἀλαζονείαν, πάντα τὰ πάθη· ἵνα ἀπελθόντες ἐκεῖ, τὴν ἐξουσίαν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, μὴ εὑρεθῶμεν προδιδόντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα. Εἰ δὲ περὶ τοῦτο γινόμεθα κακοὶ, τίς ἡμῖν ἐγχειρίσει τὰ μείζονα; Εἰ γὰρ τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταπεφρονημένον, τὸν ὑπὸ τοὺς πόδας κείμενον, πατῆσαι οὐκ ἠδυνήθημεν, πῶς ἡμῖν δώσει τὰ πατρῷα ὁ Πατήρ; εἰ τοῦ οὕτως ὑποτεταγμένου οὐ περιεγενόμεθα, ποίαν ἕξομεν παῤῥησίαν εἰς τὴν πατρῴαν εἰσελθεῖν οἰκίαν; Εἰπὲ γάρ μοι· εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος δὲ ἀφεὶς τοὺς εὐγνωμονοῦντας τῶν οἰκετῶν, ἀναμιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖς περὶ κυβείαν ἠσχολημένοις, καὶ μέχρι τέλους τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόμος ἔσται; Εὔδηλον ὅτι. Οὕτω καὶ ἡμεῖς, ἂν ἀφέντες τοὺς εὐηρεστηκότας καὶ τοὺς ἐπιτεταγμένους ἡμῖν ἀγγέλους, ἀναστρεφώμεθα μετὰ τοῦ διαβόλου, πάντως ἀποκληρονόμοι ἐσόμεθα. Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα παθεῖν ἡμῶν, ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν συμμαχίας, κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν. Εἴ τις ἐχθρὸν ἔχει, εἴ τις ὑπ' αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυμὸν ἐκεῖνον, πᾶσαν τὴν χαλεπότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦ διαβόλου κεφαλῆς. Ἐνταῦθα ὁ θυμὸς καλὸν, ἐνταῦθα ἡ ὀργὴ χρήσιμον, ἐνταῦθα ἡ μνησικακία ἐπαινετόν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν τοῦτο τὸ μνησικακεῖν κακὸν, οὕτως ἐνταῦθα τὸ μνησικακεῖν ἀγαθόν. Ὥστε εἰ ἐλαττώματα ἔχεις, ἐνταῦθα αὐτὰ ἀποσκεύαζε· εἰ δὲ μὴ δύνασαι αὐτὸς ἀποθέσθαι, κἂν μετὰ τῶν μελῶν τῶν σῶν. Ἔπληξέ σέ τις; Μνησικάκησον τῷ διαβόλῳ, καὶ μηδέποτε καταλύσῃς τὴν ἔχθραν τὴν πρὸς αὐτόν. Ἀλλ' οὐκ ἔπληξε; Καὶ οὕτω μνησικάκει, ὅτι τὸν Δεσπότην ὕβρισε τὸν σὸν, ὅτι προσέκρουσεν, ὅτι τοὺς ἀδελφοὺς λυμαίνεται καὶ πολεμεῖ. Ἀεὶ ἐχθρὸς ἔσο, ἀεὶ πικρὸς, ἀεὶ ἀνήμερος· οὕτω ταπεινὸς ἔσται ἐκεῖνος, οὕτως εὐκαταφρόνητος, οὕτως εὐχείρωτος. Ἂν ἡμεῖς ἀγριαίνωμεν πρὸς αὐτὸν, ἐκεῖνος οὐκ ἔσται ἡμῖν ἄγριος· ἂν ἡμεῖς ὦμεν ἐπιεικεῖς, τότε ἐκεῖνος ἄγριος ἔσται· οὐχ ὡς ἐπὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Ἐχθρός ἐστι καὶ πολέμιος καὶ τῆς ζωῆς καὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ τῆς αὐτοῦ. Εἰ ἑαυτὸν οὐ φιλεῖ, πῶς ἡμᾶς φιλῆσαι δυνήσεται; Παραταττώμεθα τοίνυν καὶ βάλλωμεν αὐτὸν, ἔχοντες σύμμαχον μέγαν τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὃς δυνήσεται καὶ ἡμᾶς ἀχειρώτους ποιῆσαι ταῖς ἐκείνου πάγαις, καὶ τῶν μελλόντων ἀξιῶσαι ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note