Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 22 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
22.0.1
Οἱ δοῦλοι, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα μετὰ φόβου καὶ τρόμου, ἐν ἁπλότητι καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ· μὴ κατ' ὀφθαλμοδου λείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις· εἰδότες ὅτι ἐάν τις ἄνθρω πος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.
22.1.1
Ὥστε οὐκ ἀνὴρ μόνον, οὔτε γυνὴ, οὔτε παιδία, ἀλλὰ καὶ οἰκετῶν ἀρετὴ συντελεῖ εἰς σύστασιν καὶ πρόστασιν οἰκίας. Διὰ τοῦτο ὁ μακάριος Παῦλος οὐδὲ τούτου τοῦ μέρους ἠμέλησεν· ἀλλ' ἔρχεται μὲν ἔσχατον ἐπ' αὐτὸ, ἐπειδὴ καὶ ἔσχατον κεῖται τῷ ἀξιώματι. Πολλὰ δὲ καὶ πρὸς αὐτοὺς διαλέγεται, οὐκέτι ὡς τοῖς παισὶν, ἀλλὰ πολλῷ τελειότερον· οὐ γὰρ ἐνταῦθα δίδωσιν αὐτοῖς τὴν ὑπόσχεσιν, ἀλλ' ἐν τῷ μέλλοντι. Εἰδότες, φησὶν, ὅτι ὃ ἐάν τι ἕκαστος ποιήσῃ ἀγαθὸν ἢ κακὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου. Καὶ φιλοσοφεῖν ἤδη διδάσκει. Εἰ γὰρ καὶ τῷ ἀξιώματι τῶν παίδων εἰσὶν ἐλάττους, ἀλλὰ τῷ φρονήματι μείζους. Οἱ δοῦλοι, φησὶν, ὑπακούετε τοῖς κυρίοις κατὰ σάρκα. Εὐθέως τὴν λελυπημένην ἀνέστησε ψυχὴν, εὐθέως παρεμυθήσατο. Μὴ ἄλγει, φησὶν, ὅτι ἔλαττον ἔχεις καὶ τῆς γυναικὸς, καὶ τῶν παίδων· ὄνομα δουλείας ἐστὶ μόνον· κατὰ σάρκα ἐστὶν ἡ δεσποτεία, πρόσκαιρος καὶ βραχεῖα· ὅπερ γὰρ ἂν ἦ σαρκικὸν, ἐπίκηρόν ἐστι. Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ὁρᾷς ὅτι οὐ τὸν αὐτὸν ἀπαιτεῖ παρὰ γυναικὸς καὶ δούλων φόβον; Ἐκεῖ μὲν γὰρ ἁπλῶς εἶπεν· Ἡ δὲ γυνὴ, ἵνα φοβῆται τὸν ἄνδρα· ἐνταῦθα δὲ μετ' ἐπιτάσεως, Μετὰ φόβου, φησὶ, καὶ τρόμου. Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Χριστῷ. Συνεχῶς τοῦτό φησι. Τί λέγεις, ὦ μακάριε Παῦλε; ἀδελφός ἐστι, τῶν αὐτῶν ἀπέλαυσεν, εἰς τὸ αὐτὸ σῶμα τελεῖ· μᾶλλον δὲ ἀδελφὸς ἐγένετο οὐ τοῦ κυρίου τοῦ ἑαυτοῦ, ἀλλὰ καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τῶν αὐτῶν ἀπολαύει πάντων, καὶ λέγεις, Ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις μετὰ φόβου καὶ τρόμου; Διὰ γὰρ τοῦτο, φησὶ, φημί. Εἰ γὰρ τοὺς ἐλευθέρους ἀλλήλοις ὑποτάσσεσθαι κελεύω διὰ τὸν τοῦ Θεοῦ φόβον, καθάπερ ἀνωτέρω ἔλεγεν· Ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Θεοῦ· εἰ γὰρ τὴν γυναῖκα προστάσσω φοβεῖσθαι τὸν ἄνδρα, καίτοι αὕτη καὶ ὁμότιμός ἐστι· πολλῷ μᾶλλον τὸν οἰκέτην. Οὐ γὰρ δυσγένεια τὸ πρᾶγμά ἐστιν, ἀλλ' ἡ πρώτη εὐγένεια, τὸ εἰδέναι ἐλαττοῦσθαι, καὶ μετριάζειν, καὶ εἴκειν τῷ πλησίον. Καὶ ἐλεύθεροι ἐλευθέροις μετὰ πολλοῦ φόβου καὶ τρόμου ἐδούλευον. Ἐν ἁπλότητι, φησὶ, καρδίας. Καλῶς εἶπεν· ἐπειδὴ ἔνι μετὰ φόβου καὶτρόμου δουλεύειν, οὐκ ἐξ εὐνοίας δὲ, ἀλλ' ὡς ἂν ἐξῇ. Λανθάνουσι γὰρ πολλοὶ πολλὰ κακουργοῦντες περὶ τοὺς δεσπότας τοὺς αὐτῶν. Καὶ ταύτην γοῦν ἀναιρεῖ τὴν κακουργίαν, λέγων· Ἐν ἁπλότητι τῆς καρδίας ὑμῶν, ὡς τῷ Κυρίῳ. Μὴ κατ' ὀφθαλμοδουλείαν ὡς ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι τοῦ Χριστοῦ, ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς, μετ' εὐνοίας δουλεύοντες, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώποις. Ὁρᾷς πόσων ἐδεήθη, ὥστε τοῦτο ἐμφυτεῦσαι τὸ καλὸν, τὸ, Μετ' εὐνοίας, λέγω, καὶ ἐκ ψυχῆς; Ἐκεῖνο μὲν γὰρ πολλοὺς ὁρῶμεν τοῖς δεσπόταις παρέχοντας, τὸ τοῦ φόβου καὶ τὸ τοῦ τρόμου λέγω, καὶ πρὸς ἐκεῖνο ἡ τοῦ Δεσπότου ἀπειλὴ πολλὰ ἀνύει· Ἀλλὰ δεῖξον, φησὶν, ὅτι ὡς Χριστοῦ δοῦλος δουλεύεις, οὐχ ὡς ἀνθρώπου· ποίησον εἶναι σὸν τὸ κατόρθωμα. μὴ τῆς ἀνάγκης. Ὥσπερ τὸν παρ' ἑτέρου κακῶς πάσχοντα πείθει καὶ διδάσκει διὰ τῶν ἑξῆς, αὐτοῦ ποιῆσαι τὸ κατόρθωμα καὶ τῆς αὐτοῦ προαιρέσεως· οὔτε καὶ τοῦτον. Ἐπειδὴ γὰρ ὁ πλήξας τὴν σιαγόνα, οὐκ ἀπὸ τῆς διανοίας τῆς τοῦ πληγέντος εἰς τοῦτο ἦλθεν, ἀλλ' ἀπὸ τῆς οἰκείας κακίας, τί φησι; Στρέψον αὐτῷ καὶ τὴν ἄλλην, ἵνα δείξῃς ὅτι καὶ ταύτην οὐκ ἄκων ὑπέστης. Ὁ γὰρ ἐπιδαψιλευσάμενος τῷ παθεῖν κακῶς, καὶ ὅπερ οὐκ ἦν αὐτοῦ, ἐποίησεν ἑαυτοῦ τῷ ῥαπισθῆναι καὶ τὴν ἄλλην σιαγόνα, μὴ τῷ μόνον ἐνεγκεῖν. Τοῦτο μὲν γὰρ ἴσως δόξει καὶ φόβου εἶναι· ἐκεῖνο δὲ φιλοσοφίας πολλῆς. Οὐκοῦν ἔδειξας, ὅτι καὶ τοῦτο διὰ φιλοσοφίαν ἤνεγκας. Ὥστε καὶ νῦν δεῖξον ἐνταῦθα, ὅτι καὶ ταύτην ἑκοντὶ φέρεις τὴν δουλείαν, καὶ οὐχ ὡς ἀνθρωπάρεσκος. Ὁ ἄρα τοιοῦτος, οὐ δοῦλος τοῦ Χριστοῦ· ὁ δὲ δοῦλος τοῦ Χριστοῦ, οὐκ ἀνθρωπάρεσκος. Τίς γὰρ Θεοῦ δοῦλος ὢν, ἀνθρώποις ἀρέσκειν βούλεται; τίς δὲ ἀνθρώποις ἀρέσκων, Θεοῦ δύναται εἶναι δοῦλος; Ἐκ ψυχῆς, φησὶ, μετ' εὐνοίαι δουλεύοντες. Καλῶς οὕτως εἶπεν· ἐπειδὴ γὰρ ἔνι καὶ ἐν ἁπλότητι δουλεύειν, καὶ μὴ κακούργως, μὴ μὴν πάσῃ δυνάμει, ἀλλὰ τὸ ὀφειλόμενον μόνον πληροῦν, διὰ τοῦτό φησιν, ἀπὸ προθυμίας, μὴ ἀπὸ ἀνάγκης, ἀπὸ προαιρέσεως, μὴ ἀπὸ βίας. Ἂν οὕτω δουλεύσῃς, οὐκ εἶ δοῦλος, ἂν ἐκ προαιρέσεως, ἂν μετ' εὐνοίας, ἂν ἀπὸ ψυχῆς, ἂν διὰ τὸν Χριστόν. Ταύτην γὰρ τὴν δουλείαν καὶ Παῦλος δουλεύει ὁ ἐλεύθερος, καὶ βοᾷ λέγων· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν.
22.2.1
Ὅρα πῶς ἀφαιρεῖταί σου τὴν δυσγένειαν τῆς δουλείας. Ὥσπερ γὰρ ὁ χρήματα ἀφῃρημένος, ἂν καὶ ἕτερα προσδῷ τῷ λαβόντι, οὐκ ἐν τοῖς ἀφῃρημένοις, ἀλλ' ἐν τοῖς φιλοτίμοις κεῖται, οὐκ ἐν τοῖς παθοῦσικακῶς, ἀλλ' ἐν τοῖς ποιοῦσι καλῶς, καὶ μᾶλλον ὀνείδει περιέβαλε τῷ χαρίσασθαι, ἢ περιεβλήθη τῷ ἀφαιρεθῆναι· οὕτω δὴ ἐνταῦθα, τῇ δαψιλείᾳ καὶ μεγαλοψυχότερος φανεῖται, καὶ δεικνὺς ὅτι οὐκ ᾔσθετο τῆς ἁρπαγῆς, ἐντρέψει ἐκεῖνον. Οὐκοῦν διὰ τὸν Χριστὸν δουλεύωμεν τοῖς δεσπόταις, Εἰδότες, φησὶν, ὅτι ὃ ἄν τι ἄνθρωπος ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ τοῦ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Ἐπειδὴ γὰρ εἰκὸς ἦν πολλοὺς τῶν δεσποτῶν ἀπίστους ὄντας μὴ αἰσχύνεσθαι, μηδὲ ἀμείβεσθαι τοὺς οἰκέτας τῆς ὑπακοῆς, ὅρα πῶς αὐτοὺς παρεμυθήσατο, ὥστε μὴ ὑποπτεύειν τὴν ἀνταπόδοσιν, ἀλλὰ σφόδρα θαῤῥεῖν περὶ τῆς ἀμοιβῆς. Καθάπερ γὰρ οἱ καλῶς πάσχοντες, ὅταν μὴ ἀμείβωνται τοὺς εὐεργέτας, τὸν Θεὸν αὐτοῖς ὀφειλέτην ποιοῦσιν· οὕτω δὴ καὶ οἱ δεσπόται, ἂν παθόντες εὖ παρὰ σοῦ μὴ ἀμείψωνταί σε, μᾶλλον ἠμείψαντο, τὸν Θεὸν ὀφειλέτην σοι καταστήσαντες. Καὶ οἱ κύριοι, φησὶ, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτούς.– Τὰ αὐτά· ποῖα; Μετ' εὐνοίας δουλεύετε. Ἀλλ' οὐκ εἶπε, δουλεύετε, καίτοι γε εἰπὼν τὰ αὐτὰ, τοῦτο ἐδήλωσε· δουλεύει γὰρ καὶ ὁ δεσπότης. Μὴ ὡς ἀνθρωπάρεσκοι, φησὶ, μετὰ φόβου καὶ τρόμου, τουτέστι, τοῦ πρὸς τὸν Θεὸν, δεδοικότες μήποτε ὑμῖν ἐγκαλέσῃ ὑπὲρ τῆς εἰς τοὺς δούλους ἀμελείας. Ἀνιέντες τὴν ἀπειλήν. Μὴ φορτικοὶ, φησὶ, μηδὲ ἐπαχθεῖς γίνεσθε. Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Βαβαί! ἡλίκον ᾐνίξατο! πῶς ἐφόβησε! Τουτέστι, τῷ μέτρῳ, ᾧ μετρεῖς, ἀντιμετρηθήσεταί σοι. Μὴ ἀκούσῃς· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Καὶ προσωποληψία, φησὶν, οὐκ ἔστι παρ' αὐτῷ. Μὴ νομίσῃς, φησὶν, ὅτι τὰ εἰς τὸν δοῦλον, ὡς εἰς δοῦλον γινόμενα, οὕτως ἀφήσει. Οἱ μὲν γὰρ ἔξωθεν νόμοι διαφορὰν ἴσασι τούτων τῶν γενῶν, ἅτε ἀνθρώπων ὄντες νόμοι· ὁ δὲ νόμος ὁ τοῦ κοινοῦ Δεσπότου οὐδεμίαν οἶδε διαφορὰν, ἅτε κοινῇ πάντας εὖ ποιῶν, καὶ πᾶσι τῶν αὐτῶν μεταδιδούς. Εἰ δέ τις ἔροιτο πόθεν ἡ δουλεία, καὶ διὰ τί εἰς τὸν βίον εἰσῆλθε τὸν ἀνθρώπινον (καὶ γὰρ οἶδα πολλοὺς καὶ ἐρωτῶντας τὰ τοιαῦτα ἡδέως καὶ μαθεῖν βουλομένους), ἐγὼ πρὸς ὑμᾶς ἐρῶ· Ἡ πλεονεξία τὴν δουλείαν ἔτεκεν, ἡ βαναυσία, ἡ ἀπληστία· ἐπεὶ Νῶε δοῦλον οὐκ εἶχεν, οὐδὲ Ἄβελ, οὐδὲ Σὴθ, ἀλλ' οὐδὲ οἱ μετὰ ταῦτα. Ἁμαρτία τοῦτο τὸ πρᾶγμα ἔτεκεν, ἡ εἰς τοὺς πατέρας ὕβρις. Ἀκουέτωσαν οἱ παῖδες, ὅτι ἄξιοί εἰσι δοῦλοι εἶναι, ὅταν εἰς τοὺς πατέρας ἀγνώμονες ὦσιν. Ἀφείλετο ἑαυτοῦ ὁ τοιοῦτος τὴν εὐγένειαν· ὁ γὰρ ὑβρίζων τὸν πατέρα, οὐκ ἔστιν ἔτι υἱός. Εἰ δὲ ὁ πατέρα ὑβρίζων, οὐκ ἔστιν υἱὸς, ὁ τὸν ὄντως ἡμῶν Πατέρα ὑβρίζων, πῶς ἔσται υἱός; Ἐξῆλθεν ἀπὸ τῆς εὐγενείας, ἐξύβρισεν εἰς τὴν φύσιν. Εἶτα καὶ πόλεμοι καὶ μάχαι αἰχμαλώτους ἔλαβον. Ἀλλ' ὁ Ἀβραὰμ εἶχεν οἰκέτας, φησίν. Ἀλλ' οὐχ ὡς οἰκέταις ἐκέχρητο. Ὅρα πῶς πάντα εἰς τὴν κεφαλὴν ἀναρτᾷ· τὴν γυναῖκα, Ἵνα, φησὶν, ἀγαπᾷ ταύτην· τὰ παιδία, Ἵνα ἐκτρέφῃ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου· τοὺς δούλους, Εἰδότες ὅτι καὶ ὑμῶν αὐτῶν ὁ Κύριός ἐστιν ἐν οὐρανοῖς. Οὕτω, φησὶ, καὶ αὐτοὶ, ὡς δοῦλοι ὄντες, φιλάνθρωποι γίνεσθε καὶ συγγνωμονικοί. Εἰ δὲ βούλεσθε ἀκοῦσαι, τὰ αὐτὰ ἐροῦμεν περὶ τῶν οἰκετῶν, ἃ καὶ πρότερον περὶ τῶν παίδων· διδάσκετεαὐτοὺς εἶναι εὐλαβεῖς, καὶ πάντως πάντα ἕπεται. Νῦν δὲ εἰς μὲν θέατρον ἀνιὼν, καὶ εἰς βαλανεῖον ἀπιών τις, πάντας ἐπισύρεται τοὺς παῖδας· εἰς δὲ ἐκκλησίαν, οὐκέτι, οὐδὲ ἀναγκάζει παρεῖναι καὶ ἀκούειν. Πῶς δὲ ὁ οἰκέτης ἀκούσεται, σοῦ τοῦ δεσπότου ἑτέροις προσέχοντος; Ἠγόρασας, ἐπρίω τὸν δοῦλον; ἐπίταττε πρότερον αὐτῷ τὰ κατὰ Θεὸν, ὥστε πρὸς τοὺς συνδούλους εἶναι ἤπιον, ἀρετῆς πολὺν ποιεῖσθαι λόγον. Πόλις ἐστὶν ἡ ἑκάστου οἰκία, ἄρχων ἐστὶν ἕκαστος τῆς ἑαυτοῦ οἰκίας. Καὶ ὅτι μὲν τοιαύτη ἡ τῶν πλουτούντων, εὔδηλον, ἔνθα καὶ ἀγροὶ καὶ ἐπίτροποι καὶ ἄρχοντες ἐπὶ ἄρχουσιν· ἐγὼ δὲ καὶ τὴν τῶν πενήτων οἰκίαν φημὶ πόλιν εἶναι. Καὶ γὰρ καὶ ἐνταῦθά εἰσιν ἀρχαί· οἷον, κρατεῖ τῆς γυναικὸς ὁ ἀνὴρ, ἡ γυνὴ τῶν οἰκετῶν, οἱ οἰκέται τῶν ἰδίων γυναικῶν· πάλιν αἱ γυναῖκες καὶ οἱ ἄνδρες τῶν παίδων. Ἆρα οὐ δοκεῖ σοι, καθάπερ τις βασιλεὺς εἶναι, τοσούτους ἔχων ἄρχοντας ὑποτεταγμένους ἑαυτῷ, καὶ πάντων προσήκειν αὐτὸν οἰκονομικώτερον εἶναι καὶ πολιτικώτερον; Ὁ γὰρ εἰδὼς διαφόρως κεχρῆσθαι τούτοις, οἶδε τοὺς ἐπιτηδείους ἄρχοντας αἱρεῖσθαι, καὶ αἱρήσεταί γε λαμπρούς. Οὐκοῦν ἔσται βασιλεὺς ἕτερος ἡ γυνὴ ἐν οἰκίᾳ χωρὶς τοῦ διαδήματος, καὶ ὁ εἰδὼς τὸν βασιλέα τοῦτον αἱρεῖσθαι, πάντα τὰ ἄλλα καλῶς διαθήσει. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶν, ἐνδυναμοῦσθε ἐν Κυρίῳ. Ὅταν μέλλῃ τελευτᾷν ὁ λόγος, ἀεὶ τούτῳ κέχρηται τῷ τρόπῳ.
22.3.1
Οὐχὶ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι στρατόπεδόν ἐστιν ὁλόκληρον ἡ ἑκάστου οἰκία; Ἰδοὺ γὰρ διατάξας πάσας τὰς ἀρχὰς, λοιπὸν αὐτοὺς καθοπλίζει, καὶ ἐπὶ πόλεμον ἐξάγει. Ἐὰν γὰρ μηδεὶς τὴν ἀρχὴν ἁρπάζῃ τὴν τοῦ ἑτέρου, ἀλλὰ κατὰ χώραν ἕκαστος μένῃ, πάντα εὖ διακείσεται. Ἐνδυναμοῦσθε, φησὶν, ἐν Κυρίῳ, καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ· τουτέστιν, ἐν τῇ ἐλπίδι τῇ εἰς αὐτὸν διὰ τῆς αὐτοῦ βοηθείας. Ἐπειδὴ γὰρ πολλὰ ἐπέταξεν ἅπερ ἔδει γενέσθαι, μὴ δείσητε, φησὶν, ἐπιῤῥίψατε τὴν ἐλπίδα ἐπὶ τὸν Κύριον, καὶ πάντα ἐξευμαρίσει. Καὶ ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Οὐκ εἶπε, Πρὸς τὰς μάχας, οὐδὲ, Πρὸς τοὺς πολέμους, ἀλλὰ, Πρὸς τὰς μεθοδείας. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ φανερῶς ἡμῖν ὁ ἐχθρὸς πολεμεῖ, ἀλλὰ μεθοδείᾳ. Τί ἐστι μεθοδεία; Μεθοδεῦσαί ἐστι τὸ ἀπατῆσαι, καὶ διὰ μηχανῆς ἑλεῖν, ὅπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεται, καὶ ἐν λόγοις, καὶ ἐν ἔργοις, καὶ ἐν παλαίσμασιν, ἐπὶ τῶν παραγόντων ἡμᾶς. Οἷόν τι λέγω· Οὐδέποτε φανερὰ προτίθησι τὰ ἁμαρτήματα, εἰδωλολατρείαν οὐ λέγει, ἀλλ' ἑτέρως αὐτὸ κατασκευάζει μεθοδεύων, τουτέστι, πιθανὸν κατασκευάζων τὸν λόγον, ἐπικαλύμμασι κεχρημένος. Ἤδη μὲν οὖν καὶ τούτῳ διήγειρε τοὺς στρατιώτας, καὶ νήφειν ἐποίησε, τῷ πεῖσαι καὶ διδάξαι, ὅτι πρὸς ἔμπειρον τῶν πολεμικῶν ἡμῖν ἡ μάχη, καὶ οὐχ ἁπλῶς οὐδὲ φανερῶς πολεμοῦντα, ἀλλὰ μετὰ πολλῆς τῆς μεθοδείας. Καὶ πρῶτον μὲν ἀπὸ τῆς φύσεως καὶ τοῦ πλήθους τοὺς μαθητὰς ἐπαίρει. Οὐχὶ καταβαλεῖν βουλόμενος τοὺς ὑπ' αὐτὸν ἑστῶτας στρατιώτας, ἀλλ' ἐπᾶραι καὶ διεγεῖραι, εἶπε τὰ σοφίσματα, καὶ παρεσκεύασε νήφειν. Εἰ μὲν γὰρ μόνον διηγησάμενος αὐτῶν τὴν δύναμιν μέχρι τούτου τὸν λόγον ἔστησε, κἂν κατέβαλεν αὐτούς· εἰδὲ καὶ πρὸ τούτου καὶ μετὰ τοῦτο δείκνυσι δυνατὸν εἶναι τὸν τοιοῦτον ἑλεῖν, μᾶλλον αὐτοὺς ἐπαίρει. Ἡ γὰρ τῶν ἐναντίων ἰσχὺς ὅσῳ ἂν σαφέστερον παρ' ἡμῶν ἀπαγγέλληται πρὸς τοὺς οἰκείους, τοσούτῳ σπουδαιοτέρους ποιεῖ τοὺς ἡμετέρους. Ὅτι οὐκ ἔστιν ἡμῖν, φησὶν, ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Προτρέψας ἀπὸ τοῦ εἴδους τῆς μάχης, λοιπὸν καὶ ἀπὸ τῶν ἐπάθλων τῶν κειμένων αὐτοὺς διεγείρει. Τί γάρ; Εἰπὼν ὅτι σφοδροὶ οἱ ἐχθροὶ, ἐπήγαγεν, ὅτι καὶ μεγάλα ἡμᾶς ἀποστεροῦσι. Ποῖα; Ἐν τοῖς ἐπουρανίοις ἡ μάχη κεῖται· οὐ περὶ χρημάτων, οὐ περὶ δόξης, ἀλλ' ὑπὲρ ἀνδραποδισμοῦ ὁ ἀγών. Ὥστε ἀκατάλλακτος ἡ ἔχθρα γίνεται. Σφοδροτέρα ἡ φιλονεικία καὶ ἡ μάχη, ὅταν ὑπὲρ μεγάλων ᾖ. Τὸ γὰρ, Ἐν τοῖς ἐπουρανίοις, ἀντὶ τοῦ, ὑπὲρ τῶν ἐπουρανίων, ἐστίν· οὐχ ἵνα αὐτοί τινος τύχωσι νικήσαντες, ἀλλ' ἵνα ἡμᾶς ἀποστερήσωσιν· ὡς ἂν εἰ ἔλεγεν, Ἡ συνθήκη ἔν τινι κεῖται, τὸ ἐν, ὑπέρ ἐστι, καὶ τὸ ἐν, διά ἐστιν. Ὅρα πῶς ἡμᾶς διεγείρει ἡ δύναμις τοῦ ἐχθροῦ, καὶ νήφειν ποιεῖ, τὸ εἰδέναι ὑπὲρ μεγάλων ὄντα τὸν κίνδυνον, καὶ ὑπὲρ μεγάλων τὴν νίκην· τοῦ γὰρ οὐρανοῦ ἡμᾶς ἐκβάλλειν σπουδάζει. Ἀρχὰς τίνας φησὶ καὶ ἐξουσίας καὶ κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου; ποίου σκότους; ἆρα τῆς νυκτός; Οὐδαμῶς, ἀλλὰ τῆς πονηρίας· Ἦμεν γὰρ, φησὶ, σκότος ποτὲ, οὕτω τὴν πονηρίαν λέγων τὴν ἐν τῷ παρόντι βίῳ. Οὐ γὰρ ἕξει περαιτέρω χώραν, οὐκ ἐν οὐρανῷ, οὐκ ἐν τῷ μετὰ ταῦτα αἰῶνι. Κοσμοκράτορας δὲ αὐτούς φησιν, οὐχ ὡς τοῦ κόσμου κρατοῦντας, ἀλλ' ὡς τῶν πονηρῶν ἔργων ὄντας αἰτίους. Οἶδε γὰρ κόσμον καλεῖν ἡ Γραφὴ τὰς πονηρὰς πράξεις· ὡς ὅταν λέγῃ ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, ὥσπερ ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κόσμου. Ἆρα οὖν οὐκ ἦσαν ἐκ τοῦ κόσμου; οὐχὶ σάρκα περιέκειντο; οὐ τῶν ἐν κόσμῳ ἦσαν; Καὶ πάλιν· Ὁ κόσμος ἐμὲ μισεῖ, ὑμᾶς δὲ οὐ δύναται μισεῖν· πάλιν τὰς πονηρὰς πράξεις λέγων οὕτως. Ἢ κόσμον ἐνταῦθα τοὺς πονηροὺς ἀνθρώπους λέγει· οἱ γὰρ δαίμονες μᾶλλον τούτων κρατοῦσι. Πρὸς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τὰ πνευματικὰ, φησὶ, τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Ἀρχὰς καὶ ἐξουσίας φησὶ, καθάπερ καὶ ἐπὶ τῶν ἐπουρανίων εἰσὶ θρόνοι, κυριότητες, ἀρχαὶ, ἐξουσίαι. Διὰ τοῦτο, φησὶν, ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ, καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Ἡμέραν πονηρὰν, τὸν παρόντα βίον, καὶ αἰῶνα δὲ πονηρὸν τοῦτον καλεῖ, ἀπὸ τῶν ἐν αὐτῷ γινομένων κακῶν. Τουτέστιν, Ἀεὶ ὁπλίζεσθε. Καὶ ἅπαντα, φησὶ, κατεργασάμενοι· τουτέστι, καὶ πάθη καὶ ἐπιθυμίας ἀτόπους καὶ τὰ ἐνοχλοῦντα ἡμῖν ἅπαντα. Οὐχ ἁπλῶς ἐργάσασθαι εἶπεν, ἀλλὰ κατεργάσασθαι, ὥστε οὐκ ἀνελεῖν μόνον, ἀλλὰ καὶ στῆναι μετὰ τὸ ἀνελεῖν. Πολλοὶ γὰρ τὴν νίκην ταύτην νικήσαντες, πάλιν ἔπεσον. Πάντα, φησὶ, κατεργασάμενοι, οὐ τὸ μὲν ναὶ, τὸ δὲ οὔ· δεῖ γὰρ καὶ μετὰ τὴν νίκην στάσεως. Ἐβλήθη ποτὲ, ἀλλὰ πάλιν ἀναζῇ τὰ βαλλόμενα· ἂν μὴ στῶμεν, ἤδη καὶ πεσόντα ἀνίσταται. Ἕως ἂν στήκωμεν, πέπτωκεν· ἕως ἂν μὴ περιφερώμεθα, ἐκεῖνος οὐκ ἀνίσταται. Ἐνδυσώμεθα τὴν πανοπλίαν τοῦ Θεοῦ.
22.4.1
Ὁρᾷς πῶς τὸν φόβον ἐξεῖλεν; Εἰ γὰρ δυνατὸν κατεργάσασθαι καὶ στῆναι, τί ἀποφεύγεις τὴν μάχην; Στῆθι κατεργασάμενος, καὶ νενίκηκας. Καὶ μὴ θαυμάσῃς ὅτι, τοσαῦτα περὶ τῆς τῶν ἐχθρῶν δυνάμεως διεξέρχεται· τὸ γὰρ ταῦτα διεξιέναι οὐ δειλίαν ἐμποιεῖ καὶ φόβον, ἀλλὰ τὴν ῥᾳθυμίαν ἀποτινάσσει. Ἵνα δυνηθῆτε, φησὶν, ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ. Καὶ ἀπὸ τοῦ χρόνου παραμυθεῖται. Βραχὺς, φησὶν, ὁ καιρός· ὥστε χρὴ ἑστάναι· μὴ κάμητε μετὰ τὴν σφαγήν. Εἰ τοίνυν πόλεμός ἐστιν, εἰ τοιαῦται αἱ παρατάξεις εἰσὶν, εἰ ἀσώματοι αἱ ἀρχαὶ, εἰ κοσμοκράτορες, εἰ πνευματικὰ τῆς πονηρίας, πῶς τρυφᾷς, εἰπέ μοι; πῶς διακεχυμένος εἶ; πῶς ἀφωπλισμένοι περιγενέσθαι δυνησόμεθα; Ταῦτα ἕκαστος ἑαυτῷ λεγέτω καθ' ἑκάστην ἡμέραν· ὅταν ὑπὸ τοῦ θυμοῦ κρατῆται, ὅταν ὑπὸ ἐπιθυμίας, ὅταν τὸν ὑγρὸν τοῦτον βίον καὶ εἰκῆ ἐπιζητῇ. Ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας. Χαλεπώτερος οὗτος ὁ πόλεμος τοῦ αἰσθητοῦ, σφοδροτέρα ἡ μάχη. Ἐννόησον ὅσον οὗτος παλαίει χρόνον, ὑπὲρ τίνος πυκτεύει, καὶ γενοῦ σεαυτοῦ ἀσφαλέστερος. Ναὶ, φησὶν, ἀλλ' ἔδει ὄντα διάβολον ἐκ μέσου γενέσθαι, καὶ πάντες ἂν ἐσώζοντο. Ταῦτά τινες τῶν ῥᾳθύμων προφασιζόμενοι φθέγγονται. Δέον σε εὐχαριστεῖν, ἄνθρωπε, ὅτι τοιούτου περιγίνῃ, ἂν ἐθέλῃς, ἐκ τῶν ἐναντίων καὶ ἀγανακτεῖς, νωθροῦ τινος καὶ ὑπνηλοῦ στρατιώτου φθεγγόμενος ῥήματα. Οἶδας τὰς λαβὰς, ἂν ἐθέλῃς· περισκόπει πάντοθεν, σαυτὸν τείχιζε. Οὐχὶ πρὸς τὸν διάβολόν ἐστιν ἡ μάχη μόνον, ἀλλὰ καὶ πρὸς τὰς ἐκείνου δυνάμεις. Πῶς οὖν παλαίσομεν τῷ σκότῳ, φησί; Φῶς γενόμενοι. Πῶς τοῖς πνευματικοῖς τῆς πονηρίας; Ἀγαθοὶ γενόμενοι. Ἀγαθῷ γὰρ ἐναντίον ἡ πονηρία, καὶ φῶς ἀπελαύνει σκότος· ἂν δὲ καὶ αὐτοὶ ὦμεν σκότος, ἁλωσόμεθα πάντως. Πῶς οὖν αὐτῶν περιεσόμεθα; Ἂν ὅπερ εἰσὶν ἀπὸ φύσεως ἐκεῖνοι, τοῦτο γενώμεθα ἀπὸ προαιρέσεως ἡμεῖς, σαρκὸς ἐκτὸς καὶ αἵματος· οὕτως αὐτοὺς αἱρήσομεν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς ὑπὸ πολλῶν ἐλαύνεσθαι, μὴ νομίσητε, φησὶν, ὅτι αὐτοὶ πολεμοῦσιν ἡμῖν. Οἱ ἐνεργοῦντες ἐν αὐτοῖς δαίμονές εἰσιν, οἱ πολεμοῦντες· πρὸς ἐκείνους ἡμῖν ἡ μάχη. Δύο δὲ ἀπὸ τούτων κατασκευάζει, αὐτούς τε προθυμοτέρους ποιῶν πρὸς τοὺς πολεμοῦντας αὐτοῖς, καὶ πρὸς ἐκείνους τὸν θυμὸν ἐγείρων. Καὶ τίνος ἕνεκεν πρὸς τούτους ἡμῖν ἡ μάχη γεγένηται; Ἐπειδὴ καὶ σύμμαχον ἔχομεν ἄμαχον, τοῦ Πνεύματος τὴν χάριν, τέχνην ἐδιδάχθημεν τοιαύτην, ὥστε μὴ πρὸς ἀνθρώπους δύνασθαι παλαίειν, ἀλλὰ πρὸς δαίμονας. Ἂν δὲ ἐθέλωμεν, οὐδὲ παλαίσομεν, ἐπειδὴ γὰρ βουλόμεθα, πάλη ἐστίν· ἐπεὶ τοσαύτη ἡ δύναμις τοῦ ἐνοικοῦντος ἐν ἡμῖν, ὡς λέγειν· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Πᾶσαν ἡμῖν δέδωκεν ἐξουσίαν καὶ τοῦ παλαίειν, καὶ τοῦ μὴ παλαίειν· ἐπειδὴ δὲ ἡμεῖς νωθεῖς ἐσμεν, παλαίομεν αὐτοῖς· ἐπεὶ ὅτι Παῦλος οὐκ ἐπάλαισεν, ἄκουσον αὐτοῦ λέγοντος· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Ὁ Θεὸς συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. Εἶχε γὰρ αὐτὸν ὑποτεταγμένον· διὸ καὶ ἔλεγε· Παραγγέλλω σοι ἐν ὀνόματι τοῦ Κυρίου Ἰησοῦ ἐξελθεῖν ἀπ' αὐτῆς. Τοῦτο δὲ οὐκ ἔστι παλαίοντος. Ὁ γὰρ παλαίων οὐδέπω ἐνίκησεν, ὁ δὲ νικήσας οὐκέτι παλαίει. Ὑπέταξεν αὐτὸν, ἐξῃχμαλώτισε. Καὶ Πέτρος δὲ οὐκ ἐπάλαιε τῷ διαβόλῳ, ἀλλ' ὃ τοῦ παλαῖσαι βέλτιον ἦν, τοῦτο εἰργάζετο. Ἐν τοῖς πιστοῖς, ἐν τοῖς ὑπακούουσιν, ἐν τοῖς κατηχουμένοις ἐκ πολλοῦ τοῦ περιόντος ἐκράτουν αὐτοῦ. Διὸ καὶ ἔλεγεν ὁ μακάριος Παῦλος· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. Ὅθεν καὶ μάλιστα αὐτοῦ περιεγένετο. Καὶ πάλιν ἄκουε αὐτοῦ λέγοντος· Οὐ θαυμαστὸν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται, ὡς διάκονοι δικαιοσύνης. Οὕτως ᾔδει πᾶσαν τὴν μάχην, καὶ οὐδὲν αὐτὸν ἐλάνθανε. Καὶ, Τὸ μυστήριον γὰρ, φησὶν, ἤδη ἐνεργεῖται τῆς ἀνομίας. Ἀλλὰ πρὸς ἡμᾶς ἡ πάλη ἐστίν. Ἐπεὶ ἄκουε πάλιν αὐτοῦ λέγοντος· Πέπεισμαι ὅτι οὔτε ἄγγελοι, οὔτε ἀρχαὶ, οὔτε ἐξουσίαι, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Οὐκ εἶπεν ἁπλῶς, Ἀπὸ τοῦ Χριστοῦ, ἀλλ', Ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Πολλοὶ γάρ εἰσιν ἡνωμένοι δῆθεν τῷ Χριστῷ, οὐκ ἀγαπῶντες δὲ αὐτόν. Οὐ μόνον, φησὶν, ἀρνήσασθαί με οὐ πείσεις, ἀλλ' οὐδὲ ἧττον αὐτὸν ἀγαπῆσαι. Εἰ δὲ αἱ ἄνω δυνάμεις οὐκ ἂν τοῦτο ἴσχυσαν, τίς ἕτερος αὐτὸν μετέστησεν; Οὐχ ὡς δὲ ἐκείνων ἐπιχειρουσῶν, ταῦτά φησιν, ἀλλὰ καθ' ὑπόθεσιν. Διὸ καὶ ἔλεγε· Πέπεισμαι. Οὐκοῦν οὐκ ἐπάλαιεν, ἀλλ' ὅμως φοβεῖται αὐτοῦ τὰς πανουργίας. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Φοβοῦμαι, μή πως ὡς ὁ ὄφις Εὔαν ἐξηπάτησεν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς τὸν Χριστόν. Ναὶ, φησίν· ἀλλὰ καὶ ὑπὲρ ἑαυτοῦ τούτῳ τῷ ῥήματι κέχρηται, λέγων· Φοβοῦμαι γὰρ, μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Πῶς οὖν πέπεισαι, ὅτι οὐδείς σε χωρίσει;
22.5.1
Ὁρᾷς ὅτι ταπεινοφροσύνης τὸ ῥῆμά ἐστι καὶ μετριότητος; Ἤδη γὰρ ἐκεῖνος ᾤκει τὸν οὐρανόν· διὸ καὶ ἔλεγεν· Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· καὶ πάλιν, Τὸν δρόμον τετέλεκα. Ὥστε οὐκ εἰς ταῦτα ἐνεπόδιζεν αὐτῷ ὁ διάβολος, ἀλλ' εἰς τὰ τῶν μαθητῶν. Τί δήποτε; Ἐπειδὴ τούτων οὐκ αὐτὸς ἦν κύριος μόνον, ἀλλὰ καὶ ἡ ἐκείνων προαίρεσις. Ἐκεῖ ἐστιν ὅπου ἐκράτει· μᾶλλον δὲ οὐδὲ ἐκεῖ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ῥᾳθυμίας τῶν μὴ προσεχόντων. Εἰ μὲν γὰρ τὰ παρ' αὐτοῦ μὴ ἐπλήρου, ἢ διὰ νωθείαν, ἢ δι' ἄλλο τι τοιοῦτον, αὐτοῦ ἐκράτει· εἰ δὲ αὐτὸς μὲν πάντα ἔπραττεν, ἐκεῖνοι δὲ οὐκ ἐπείθοντο, οὐκ αὐτοῦ ἐκράτει, ἀλλὰ τῆς ἐκείνων ἀπειθείας· καὶ τὸ νόσημα οὐ τοῦ ἰατροῦ ἐκράτει, ἀλλὰ τῆς ἀταξίας τοῦ κάμνοντος. Ὅταν γὰρ αὐτὸς μὲν πάντα παρασκευάσηται, ἐκεῖνος δὲ πάντα διαφθείρῃ, ἐκεῖνος ἥττηται, οὐχ οὗτος. Ὥστε οὐδαμοῦ ἐκράτησε τοῦ Παύλου. Πλὴν ἀλλ' ἐφ' ἡμῶν ἀγαπητὸν τὸ καὶ δύνασθαι παλαίειν. Ῥωμαίοις μὲν οὐ τοῦτο ἐπεύχεται, ἀλλὰ τί; Συντρίψει τὸν σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει· καὶ τούτοις οὕτως ἐπεύχεται. Τῷ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ, ὧν αἰτούμεθα ἢ νοοῦμεν. Ὁ παλαίων, ἔτι κατέχεται· πλὴν ἀλλ' ἀγαπητὸν καὶ τὸ μὴ πεσεῖν. Τότε ἡ νίκη λαμπρὰ γίνεται, ὅταν ἐξέλθωμεν ἐντεῦθεν. Οἷον, ἔστω τις ἐπιθυμία πονηρά· τὸ μὲν παράδοξον, μηδὲ δέχεσθαι ταύτην, ἀλλὰ σβεννύναι· εἰ δὲ τοῦτο οὐ δυνατὸν, κἂν παλαίωμεν καὶ διαπαντὸς κατέχωμεν· ἂν παλαίοντες ἐξέλθωμεν, νενικήκαμεν. Οὐ γὰρ ὡς ἐπὶ τῶν ἀθλητῶν, οὕτω καὶ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ ἂν μὴ καταβάλῃς, οὐ νενίκηκας· ἐνταῦθα δὲ ἂν μὴ καταβληθῇς, νενίκηκας· ἂν μὴ καταβληθῇς, κατέβαλες. Εἰκότως· ἐκεῖ μὲν γὰρ ἀμφότεροι ὑπὲρ νίκης σπουδάζουσι, κἂν ὁ ἕτερος καταβληθῇ, ὁ ἕτερος στεφανοῦται· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' ὁ διάβολος ὑπὲρ τῆς ἡμετέρας ἥττης σπουδάζει. Ὅταν οὖν αὐτὸν ἀφέλωμαι τοῦτο ὑπὲρ οὗ σπουδάζει, ἐνίκησα· οὐ γὰρ ὥστε καταβαλεῖν, ἀλλ' ὥστε συγκαταβαλεῖν ἐπείγεται. Ἤδη οὖν νενίκηται· αὐτὸς γὰρ ἤδη βέβληται, καὶ ἐν τῇ ἀπωλείᾳ ἐστιν. Ἡ δὲ νίκη αὐτοῦ οὐκ ἐν τῷ στεφανωθῆναι, ἀλλ' ἐν τῷ ἐμὲ ἀπολέσαι· ὥστε ἂν μὴ καταβάλω, μὴ καταβληθῶ δὲ, νενίκηκα. Τίς οὖν ἐστι λαμπρὰ νίκη; Τὸ ἐκ περιουσίας καταπατεῖν αὐτὸν, οἷον ὁ Παῦλος ἐποίει, οὐδὲν ἡγούμενος εἶναι τὰ παρόντα πράγματα. Τοῦτον καὶ ἡμεῖς μιμώμεθα, καὶ σπουδάζωμεν ἀνώτεροι γενέσθαι, καὶ μηδαμόθεν παρέχειν αὐτῷ λαβήν. Ὁ πλοῦτος δίδωσιν αὐτῷ λαβὴν, τὰ χρήματα, ἡ κενοδοξία· καὶ πολλάκις μὲν αὐτὸν ἀνέστησε, πολλάκις δὲ ἠγρίανεν. Ἀλλὰ τίς χρεία πάλης; τίς χρεία συμπλοκῆς; Ὁ συμπλεκόμενος ἄδηλον ἔχει τὸ τέλος, πότερον μὴ ἡττηθείη καὶ αὐτὸς καὶ ἁλώσεται· ὁ δὲ καταπατῶν, δήλην ἔχει τὴν νίκην. Οὐκοῦν καταπατήσωμεν τοῦ διαβόλου τὴν δύναμιν, καταπατήσωμεν τὰς ἁμαρτίας, πάντα λέγω τὰ βιωτικὰ, θυμὸν, ἐπιθυμίαν, ἀλαζονείαν, πάντα τὰ πάθη· ἵνα ἀπελθόντες ἐκεῖ, τὴν ἐξουσίαν, ἣν ἔδωκεν ἡμῖν ὁ Θεὸς, μὴ εὑρεθῶμεν προδιδόντες. Οὕτω γὰρ καὶ τῶν μελλόντων ἐπιτευξόμεθα. Εἰ δὲ περὶ τοῦτο γινόμεθα κακοὶ, τίς ἡμῖν ἐγχειρίσει τὰ μείζονα; Εἰ γὰρ τὸν προσκεκρουκότα, τὸν ἠτιμωμένον, τὸν καταπεφρονημένον, τὸν ὑπὸ τοὺς πόδας κείμενον, πατῆσαι οὐκ ἠδυνήθημεν, πῶς ἡμῖν δώσει τὰ πατρῷα ὁ Πατήρ; εἰ τοῦ οὕτως ὑποτεταγμένου οὐ περιεγενόμεθα, ποίαν ἕξομεν παῤῥησίαν εἰς τὴν πατρῴαν εἰσελθεῖν οἰκίαν; Εἰπὲ γάρ μοι· εἴ τινα υἱὸν ἔχοις, ἐκεῖνος δὲ ἀφεὶς τοὺς εὐγνωμονοῦντας τῶν οἰκετῶν, ἀναμιγνύηται τοῖς σε λελυπηκόσι, τοῖς ἐκπεπτωκόσι τῆς πατρῴας οἰκίας, τοῖς περὶ κυβείαν ἠσχολημένοις, καὶ μέχρι τέλους τοῦτο ποιῇ, οὐχὶ ἀποκληρονόμος ἔσται; Εὔδηλον ὅτι. Οὕτω καὶ ἡμεῖς, ἂν ἀφέντες τοὺς εὐηρεστηκότας καὶ τοὺς ἐπιτεταγμένους ἡμῖν ἀγγέλους, ἀναστρεφώμεθα μετὰ τοῦ διαβόλου, πάντως ἀποκληρονόμοι ἐσόμεθα. Ἀλλὰ μὴ γένοιτο τοῦτο μηδένα παθεῖν ἡμῶν, ἀλλὰ τὸν πόλεμον ἀναδεξαμένους τὸν πρὸς αὐτὸν, καὶ νικήσαντας μετὰ τῆς ἄνωθεν συμμαχίας, κληρονόμους γενέσθαι τῆς βασιλείας τῶν οὐρανῶν. Εἴ τις ἐχθρὸν ἔχει, εἴ τις ὑπ' αὐτοῦ ἠδίκηται, εἴ τις ἀγριαίνει, πάντα τὸν θυμὸν ἐκεῖνον, πᾶσαν τὴν χαλεπότητα συναγαγὼν κενούτω κατὰ τῆς τοῦ διαβόλου κεφαλῆς. Ἐνταῦθα ὁ θυμὸς καλὸν, ἐνταῦθα ἡ ὀργὴ χρήσιμον, ἐνταῦθα ἡ μνησικακία ἐπαινετόν. Ὥσπερ γὰρ ἐπὶ τῶν ἔξωθεν τοῦτο τὸ μνησικακεῖν κακὸν, οὕτως ἐνταῦθα τὸ μνησικακεῖν ἀγαθόν. Ὥστε εἰ ἐλαττώματα ἔχεις, ἐνταῦθα αὐτὰ ἀποσκεύαζε· εἰ δὲ μὴ δύνασαι αὐτὸς ἀποθέσθαι, κἂν μετὰ τῶν μελῶν τῶν σῶν. Ἔπληξέ σέ τις; Μνησικάκησον τῷ διαβόλῳ, καὶ μηδέποτε καταλύσῃς τὴν ἔχθραν τὴν πρὸς αὐτόν. Ἀλλ' οὐκ ἔπληξε; Καὶ οὕτω μνησικάκει, ὅτι τὸν Δεσπότην ὕβρισε τὸν σὸν, ὅτι προσέκρουσεν, ὅτι τοὺς ἀδελφοὺς λυμαίνεται καὶ πολεμεῖ. Ἀεὶ ἐχθρὸς ἔσο, ἀεὶ πικρὸς, ἀεὶ ἀνήμερος· οὕτω ταπεινὸς ἔσται ἐκεῖνος, οὕτως εὐκαταφρόνητος, οὕτως εὐχείρωτος. Ἂν ἡμεῖς ἀγριαίνωμεν πρὸς αὐτὸν, ἐκεῖνος οὐκ ἔσται ἡμῖν ἄγριος· ἂν ἡμεῖς ὦμεν ἐπιεικεῖς, τότε ἐκεῖνος ἄγριος ἔσται· οὐχ ὡς ἐπὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Ἐχθρός ἐστι καὶ πολέμιος καὶ τῆς ζωῆς καὶ τῆς σωτηρίας τῆς ἡμετέρας καὶ τῆς αὐτοῦ. Εἰ ἑαυτὸν οὐ φιλεῖ, πῶς ἡμᾶς φιλῆσαι δυνήσεται; Παραταττώμεθα τοίνυν καὶ βάλλωμεν αὐτὸν, ἔχοντες σύμμαχον μέγαν τὸν Κύριον Ἰησοῦν Χριστὸν, ὃς δυνήσεται καὶ ἡμᾶς ἀχειρώτους ποιῆσαι ταῖς ἐκείνου πάγαις, καὶ τῶν μελλόντων ἀξιῶσαι ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note