Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 23 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.0.1
Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ.
23.1.1
Συντάξας τὸ στρατόπεδον τοῦτο, καὶ διεγείρας αὐτῶν τὴν προθυμίαν (ἀμφοτέρων γὰρ ἔδει, καὶ τοῦ συντεταγμένους εἶναι, καὶ τοῦ θυμὸν αὐτῶν διεγερθῆναι), καὶ παραθαρσύνας αὐτοὺς (καὶ γὰρ καὶ τούτου ἔδει), λοιπὸν αὐτοὺς καὶ καθοπλίζει. Οὐδὲν γὰρ τῶν ὅπλων ὄφελος, ἐκείνων πρότερον μὴ διατεταγμένων, μηδὲ τοῦ θυμοῦ διεγερθέντος τῆς τοῦ στρατιώτου ψυχῆς. Δεῖ γὰρ πρότερον αὐτὸν ἔνδοθεν ὁπλίζειν, καὶ τότε ἔξωθεν. Εἰ δὲ ἐπὶ τῶν αἰσθητῶν τοῦτο, πολλῷ μᾶλλον ἐπὶ τῶν νοητῶν στρατιωτῶν· μᾶλλον δὲ ἐπὶ τούτων οὐδὲ ἔστιν ἔξωθεν ὁπλίσασθαι, ἀλλὰ πάντα ἔνδοθεν. Διήγειρε τὸν θυμὸν καὶ ἀνέκαυσε, προσέθηκε τὸ θάρσος, ἔστησεν αὐτοὺς εὐτάκτως· λοιπὸν καθοπλίζει. Ἀλλ' ὅρα πῶς καὶ περιτίθησι τὰ ὅπλα. Στῆτε οὖν, φησί. Πρῶτον τῶν τακτικῶν εἶδος, τὸ εἰδέναι ἑστάναι καλῶς, καὶ πολλὰ παρὰ τοῦτο γένοιτο ἄν. Διὰ τοῦτο πολλὰ περὶ τοῦ στῆναι διαλέγεται, καὶ ἑτέρωθι λέγων· Στῆτε, γρηγορεῖτε· καὶ πάλιν, Οὕτω στήκετε ἐν Κυρίῳ· καὶ πάλιν, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Ἵνα δυνηθῆτε πάντα κατεργασάμενοι στῆναι. Οὐκ ἄρα ἁπλῶς τινα στάσιν φησὶν, ἀλλ' εὔτακτον· καὶ ὅσοι πολέμων εἰσὶν ἔμπειροι, ἴσασιν ὅσον ἐστὶ τὸ εἰδέναι ἑστάναι. Εἰ γὰρ ἐπὶ τῶν πυκτευόντων καὶ παλαιόντων τοῦτο πρὸ τῶν ἄλλων ὁ παιδοτρίβης παρεγγυᾷ, τὸ ἑστάναι, πολλῷ μᾶλλον ἐν τοῖς πολέμοις καὶ τοῖς στρατιωτικοῖς πράγμασιν. Ὁ ἑστὼς ὀρθὸς, ἕστηκεν οὐ διακεχυμένος, οὐκ ἐπικλινόμενός τινι· ἡ ἀκριβὴς ὀρθότης ἐν τῇ στάσει φαίνεται. Ὥστε οἱ ὄντως ὀρθοὶ, οὗτοι ἑστήκασιν· οἱ δὲ μὴ ἑστῶτες, οὐκ ἂν εἶεν ὀρθοὶ, ἀλλὰ διαλελυμένοι καὶ διακεχυμένοι. Ὁ τρυφῶν οὐχ ἕστηκεν ὀρθὸς, ἀλλὰ κέκλιται, ὁ λάγνος, ὁ φιλοχρήματος. Ὁ ἑστάναι εἰδὼς, ἀπ' αὐτῆς τῆς στάσεως, ὥσπερ ἀπό τινος θεμελίου πάντα εὐμαρῆ ἕξει τὰ τῆς πάλης. Στῆτε οὖν, φησὶ, περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Οὐ περὶ αἰσθητῆς ζώνης φησί· πάντα γὰρ τὰ ἐν τῷ χωρίῳ τούτῳ νοητῶς λέγει. Καὶ ὅρα πῶςὁδῷ προβαίνει. Πρῶτον ἀναζώννυσι τὸν στρατιώτην. Τί δὴ τοῦτό ἐστι; Διαῤῥέοντα καὶ διακεχυμένον ταῖς ἐπιθυμίαις, καὶ χαμαὶ τοὺς λογισμοὺς ἔχοντα συρομένους ἀναστέλλει διὰ τῆς ζώνης, οὐκ ἐῶν αὐτὸν ἐμποδίζεσθαι ὑπὸ τῶν ἱματίων συμπλεκομένων ταῖς κνημῖσιν, ἀλλ' εὐλύτοις τοῖς ποσὶν ἀφεὶς τρέχειν. Στῆτε οὖν περιζωσάμενοι, φησὶ, τὴν ὀσφὺν ὑμῶν. Ὀσφὺν δὲ ἐνταῦθά φησι· καθάπερ ἐπὶ τῶν νηῶν ἡ τρόπις, οὕτω καὶ ἐφ' ἡμῶν ἡ ὑπόθεσις παντὸς τοῦ σώματος ἡ ὀσφύς ἐστιν· ὥσπερ γὰρ θεμέλιόν ἐστι, καὶ ἐπ' αὐτῷ τὸ πᾶν οἰκοδομεῖται, καθάπερ ἰατρῶν παῖδές φασι. Τὴν τοίνυν ψυχὴν ἡμῶν συσφίγγει, ζωννύων τὴν ὀσφύν· οὐ γὰρ δὴ ταύτην τὴν ὀσφύν φησιν, ἀλλὰ νοητῶς διαλέγεται. Καὶ ὥσπερ τῶν κάτω, καὶ τῶν ἄνω ἡ ὀσφὺς θεμέλιός ἐστιν, οὕτω καὶ ἐπὶ τῆς νοητῆς ὀσφύος, Οἱ γοῦν πολλάκις ἀποκαμόντες, καθάπερ εἴς τινα θεμέλιον ἐκεῖ τὰς χεῖρας θέντες, οὕτως ἑαυτοὺς διαβαστάζουσι· καὶ ἡ ζώνη διὰ τοῦτο γίνεται ἐν τοῖς πολέμοις, ἵνα συγκρατῇ καὶ συνέχῃ τὸν θεμέλιον τὸν ἐν ἡμῖν. Διὰ τοῦτο καὶ τρέχοντες ζωννύμεθα· ἐκείνη ἀσφαλίζεται τὸ ἐν ἡμῖν ἰσχυρόν. Τοῦτο τοίνυν, φησὶ, καὶ ἐπὶ τῆς ψυχῆς γινέσθω, καὶ πᾶν ὁτιοῦν ποιοῦντες, ἰσχυροὶ ἐσόμεθα. Μάλιστα γὰρ τοῖς στρατιώταις τὸ πρᾶγμα πρέπον ἐστί. Ναὶ, φησὶν, ἀλλὰ ταύτην τὴν ὀσφὺν ἱμάντι δερματίνῳ ζωννύμεθα· ἡμεῖς δὲ τίνι; Τῷ κεφαλαίῳ τῶν λογισμῶν ἡμῶν, λέγω δὲ τῇ ἀληθείᾳ. Περιεζωσμένοι, φησὶ, τὴν ὀσφὺν ἡμῶν ἐν ἀληθείᾳ. Οὐκοῦν μηδὲν ψεῦδος ἀγαπῶμεν, πάντα τὰ πράγματα μετίωμεν ἐν ἀληθείᾳ, μὴ ψευδώμεθα εἰς ἀλλήλους· κἂν δόξα ᾖ, τὸ ἀληθὲς ζητῶμεν· κἂν βίος ᾖ, τὸν ἀληθῆ. Ἂν τούτῳ ἑαυτοὺς περιφράξωμεν, ἂν τῇ ἀληθείᾳ ζωσώμεθα, οὐδεὶς ἡμῶν περιέσται. Ὁ δόγμα ἀληθείας ζητῶν, οὐ καταπεσεῖται εἰς τὴν γῆν. Ὅτι γὰρ τὰ μὴ ἀληθῆ ἀπὸ τῆς γῆς ἐστι, δῆλον ἐξ ὧν τοῖς πάθεσι δουλεύουσι πάντες οἱ ἔξωθεν, τοῖς οἰκείοις λογισμοῖς κατακολουθοῦντες. Διὸ ἐὰν νήφωμεν, ἐν τοῖς τῶν Ἑλλήνων λόγοις οὐ διδασκαλίας δεησόμεθα. Ὁρᾷς πῶς εἰσιν ἐκεῖνοι μαλακοὶ καὶ χαῦνοι, οὐδὲν αὐστηρὸν, οὐδὲν ὑπὲρ τὸν ἀνθρώπινονλογισμὸν περὶ Θεοῦ δέξασθαι δυνάμενοι; οὐ γάρ εἰσιν ἐζωσμένοι ἐν ἀληθείᾳ. Διόπερ αὐτῶν ἡ ὀσφὺς ἐκλέλυται, τὸ δεκτικὸν τῶν γεννητικῶν σπερμάτων, καὶ τῶν λογισμῶν τὸ ἰσχυρόν. Οὐδὲν οὖν τούτων ἀσθενέστερον.
23.2.1
Μανιχαίους δὲ ὁρᾷς πάλιν, πῶς πάντα ἀπὸ τῶν οἰκείων λογισμῶν τολμῶσι φθέγγεσθαι; Οὐκ ἠδύνατο, φησὶν, ὁ Θεὸς ἄνευ ὕλης ποιῆσαι τὸν κόσμον. Πόθεν τοῦτο δῆλον; Χαμόθεν ταῦτα λέγουσι καὶ ἀπὸ τῆς γῆς καὶ ἀπὸ τῶν παρ' ἡμῖν. Ὅτι ἄνθρωπος, φησὶν, οὐ δύναται ἑτέρως ποιῆσαι. Πάλιν Μαρκίων ὅρα τί φησιν· Οὐκ ἠδύνατο ὁ Θεὸς σάρκα ἀναλαβὼν μεῖναι καθαρός. Πόθεν τοῦτο δῆλον; Ὅτι οὐδὲ οἱ ἄνθρωποι, φησί. Καίτοι ἄνθρωποι δύνανται. Οὐαλεντῖνος πάλιν χαμαὶ συρομένους ἔχων τοὺς λογισμοὺς, ἀπὸ τῆς γῆς φθέγγεται· ὁμοίως καὶ Παῦλος ὁ Σαμοσατεὺς, καὶ Ἄρειος. Τί γάρ φησιν; Οὐκ ἠδύνατο ὁ Θεὸς γεννῶν, γεννῆσαι ἀπαθῶς. Πόθεν τοῦτο τολμᾷς λέγειν, ὦ Ἄρειε; Ἀπὸ τῶν παρ' ἡμῖν. Ὁρᾷς πάντων χαμαὶ συρομένους τοὺς λογισμοὺς, πάντων κεχαλασμένους, τῆς γῆς πνέοντας; Καὶ δογμάτων μὲν ἕνεκα, οὕτω· βίου δὲ πάλιν, οἱ πόρνοι, οἱ χρημάτων ἐρῶντες, οἱ δόξης, οἱ τῶν ἄλλων ἁπάντων, χαμαὶ σύρονται· οὐκ ἔχουσιν ἑστηκυῖαν αὐτὴν τὴν ὀσφὺν, ὥστε καμόντες ἐπαναπαύεσθαι, ἀλλ' ἐὰν κάμωσιν, οὐ τιθέασι τὴν χεῖρα καὶ ἑστήκασιν, ἀλλὰ διαλύονται. Ὁ μέντοι ἐζωσμένος τῇ ἀληθείᾳ, πρῶτον μὲν οὐδέποτε καμεῖται· δεύτερον δὲ, κἂν κάμῃ, εἰς αὐτὴν ἐπαναπαύσεται τὴν ἀλήθειαν. Τί γὰρ, εἰπέ μοι; πενία αὐτὸν καμεῖν ποιήσει; Οὐδαμῶς· ἐπαναπαύεται γὰρ ἐπὶ τὸν ὄντως πλοῦτον, καὶ διὰ τῆς πενίας εἴσεται τὴν ὄντως πενίαν. Ἀλλὰ δουλεία ποιήσει αὐτὸν καμεῖν; Οὐδαμῶς· οἶδε γὰρ τὴν ὄντως δουλείαν. Ἀλλὰ νόσος; Ἀλλ' οὐδὲ τοῦτο· Αἱ ὀσφύες ὑμῶν, φησὶν ὁ Χριστὸς, ἔστωσαν ἐζωσμέναι, καὶ οἱ λύχνοι καιόμενοι, ὥστε τὸ φῶς ἔχειν ἄσβεστον. Τοῦτο καὶ οἱ ἐξ Αἰγύπτου ἐξιόντες ποιεῖν ἐπετάττοντο, καὶ ἐζωσμένοι τὸ πάσχα ἤσθιον. Καὶ τίνος ἕνεκεν, φησὶν, οὕτως ἤσθιον; Βούλει μαθεῖν τὴν ὑπόθεσιν ἅπασαν καθ' ἱστορίαν, ἢ κατὰ ἀναγωγήν; Ἐγὼ μὲν οὖν ἀμφότερα ἐρῶ· ὑμεῖς δὲ κατέχετε. Οὐ γὰρ ἁπλῶς, ἵνα μόνον εἴπω τὴν λύσιν, ποιοῦμαι, ἀλλ' ἵνα καὶ ἔργον ἐν ὑμῖν γένηται τὰ ἡμέτερα ῥήματα. Ἦσαν, φησὶν, ἐζωσμένοι, καὶ αἱ βακτηρίαι αὐτῶν ἐν ταῖς χερσὶ, καὶ τὰ ὑποδήματα ἐν τοῖς ποσὶ, καὶ οὕτως ἤσθιον τὸ πάσχα. Φρικτὰ καὶ φοβερὰ τὰ μυστήρια, καὶ πολὺ τὸ βάθος ἔχοντα. Εἰ δὲ ἐν τοῖς τύποις οὕτω φοβερὰ, πολλῷ μᾶλλον ἐν τῇ ἀληθείᾳ. Ἐξ Αἰγύπτου ἐξέρχονται, τὸ πάσχα ἐσθίουσι. Πρόσεχε, τὸ σχῆμα ὁδοιπορούντων ἐστί· τὸ γὰρ ὑποδήματα ἔχειν, καὶ ῥάβδους ἐν ταῖς χερσὶ, καὶ ἑστῶτας ἐσθίειν, οὐδὲν ἕτερον ἢ τοῦτο δηλοῖ. Βούλεσθε τὴν ἱστορίαν ἀκοῦσαι πρῶτον, ἢ τὴν ἀναγωγήν; Τὴν ἱστορίαν ἄμεινον. Τί οὖν ἡ ἱστορία βούλεται; Ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι, καὶ συνεχῶς τοῦ Θεοῦ ἐπελανθάνοντο τῶν εὐεργεσιῶν. Βουλόμενος οὖν καὶ ἄκοντας εἰς μνήμην αὐτῶν ἔρχεσθαι, τὸν τρόπον τῆς βρώσεως τοῦ πάσχα τοῦτον νομοθετεῖ. Τί δήποτε; Ἵνα καθ' ἕκαστον χρόνον ἔχοντες ἀνάγκην τὴν νομοθεσίαν τηρεῖν, μνημονεύωσιν ἀναγκαίως καὶ τοῦ αὐτοὺς ἐξαγαγόντος Θεοῦ. Οὐκ ἄρα οὖν τῷ χρόνῳ μόνον κατέδησεν αὐτοῦ τὰς εὐεργεσίας ὁ Θεὸς, ἀλλὰ καὶ τῷ σχήματι τῶν ἐσθιόντων. Διὰ τοῦτο γὰρ ἐζωσμένοι καὶ ὑποδεδεμένοι ἐσθίουσιν, ἵνα ἐρωτώμενοι λέγωσιν, ὅτι Πρὸς ὁδοιπορίαν ἦμεν ἕτοιμοι, καὶ ὅτι Ἐμέλλομεν ἐξιέναι ἐκ τῆς Αἰγύπτου ἐπὶ τὴν γῆν τῆς ἐπαγγελίας. Τοῦτο μὲν ὁ καθ' ἱστορίαν τύπος· ἡ δὲ ἀλήθεια, αὕτη. Καὶ ἡμεῖς ἐσθίομεν πάσχα, τὸν Χριστόν· Τὸ γὰρ πάσχα ἡμῶν ἐτύθη Χριστὸς, φησίν. Ἄρα καὶ ἡμεῖς πάσχα ἐσθίομεν πολὺ τοῦ νομικοῦ κρεῖττον. Οὐκοῦν καὶ ὑποδεδεμένοι καὶ ἐζωσμένοι ὀφείλομεν ἐσθίειν. Διὰ τί; Ἵνα καὶ ἡμεῖς ἕτοιμοι ὦμεν πρὸς τὴν ἔξοδον, πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν. Μηδεὶς τῶν τὸ πάσχα τοῦτο ἐσθιόντων πρὸς Αἴγυπτον βλεπέτω, ἀλλὰ πρὸς τὸν οὐρανὸν, πρὸς τὴν ἄνω Ἱερουσαλήμ. Διὰ τοῦτο ἐζωσμένος, διὰ τοῦτο ὑποδεδεμένος ἐσθίεις, ἵνα μάθῃς ὅτι ἅμα τῷ ἄρξασθαι ἐσθίειν τὸ πάσχα, ἀποδημεῖν ὀφείλεις καὶ ὁδεύειν. Δύο δὲ αἰνίττεται· καὶ τὸ δεῖν ἐξιέναι ἀπὸ Αἰγύπτου, καὶ τὸ μένοντας, ὡς εἰς ἀλλοτρίαν λοιπὸν μένειν· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς, καὶ τὸ πάντα τὸν βίον ἀεὶ ἐμπαρασκεύους εἶναι, ὥστε κληθέντας μὴ ἀναβάλλεσθαι, ἀλλὰ λέγειν· Ἑτοίμη ἡ καρδία ἡμῶν. Ἀλλὰ τοῦτο μὲν Παῦλος ἠδύνατο λέγειν, ὁ μηδὲν ἑαυτῷ συνειδώς· ἐγὼ δὲ ὁ πολλοῦ χρόνου δεόμενος εἰς μετάνοιαν, οὐ δύναμαι εἰπεῖν. Ὅτι δὲ τὸ ἐζῶσθαι γρηγορούσης ψυχῆς, ἄκουε τοῦ Θεοῦ λέγοντος τῷ δικαίῳ ἐκείνῳ· Μὴ, ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου· ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀποκρίθητι. Τοῦτο καὶ πρὸς πάντας ἁγίους φησὶ, τοῦτο δὲ καὶ πρὸς τὸν Μωϋσέα. Καὶ αὐτὸς δὲ φαίνεται ἐζωσμένος ἐν τῷ Ἰεζεκιήλ· μᾶλλον δὲ καὶ οἱ ἄγγελοι ἡμῖν ἐζωσμένοι φαίνονται, ἅτε στρατιῶται ὄντες. Ἀπὸ τοῦ περιζώσασθαι. τὸ στῆναι γίνεται γενναίως, ὥσπερ ἀπὸ τοῦ στῆναι, τὸ ζώσασθαι. Οὐκοῦν καὶ ἑαυτοὺς περιζώσωμεν· καὶ γὰρ καὶ ἡμεῖς ἐξιέναι μέλλομεν, καὶ πολλὰ μεταξὺ τὰ χαλεπά. Ὅταν τὸ πεδίον τοῦτο διέλθωμεν, ὁ διάβολος ἐφέστηκεν εὐθέως, πάντα ποιῶν καὶ μηχανώμενος, ὥστε τοὺς ἐξ Αἰγύπτου σωθέντας, ὥστε τοὺς τὴν Ἐρυθρὰν θάλασσαν διαβάντας, τοὺς ἀπὸ τῶν δαιμόνων καὶ τῶν μυρίων πληγῶν ἅμα ἀπολυομένους, τούτους λαβὼν ἀπολέσαι. Ἀλλ', ἐὰν νήφωμεν, ἔχομεν καὶ ἡμεῖς στῦλον πυρὸς, τὴν τοῦ Πνεύματος χάριν· ὁ αὐτὸς καὶ φωτίζει, καὶ σκιάζει· ἔχομεν μάννα· μᾶλλον δὲ οὐ μάννα, ἀλλὰ πολλῷ πλέον τοῦ μάννα ἔχομεν· πόμα πνευματικὸν, οὐχ ὕδωρ ἀπὸ πέτρας ἔξεισιν. Ἔχομεν καὶ παρεμβολὴν, τὴν ἔρημον οἰκοῦντες καὶ νῦν. Ὄντως γὰρ, ὄντως ἔρημος καὶ νῦν τῆς ἀρετῆς ἡ γῆ γέγονε, καὶ μᾶλλον ἢ ἐκείνη. Διὰ τί ἐκείνη ἡ ἔρημος φευκτὴ ἦν; ἆρ' οὐχ ὅτι σκορπίους εἶχεν ἐν ἑαυτῇ καὶ ἔχεις; ἐν ᾗ, φησὶν, οὐ διῆλθεν ἄνθρωπος. Ἀλλ' οὐκ ἔστιν, οὐκ ἔστιν οὕτως ἄφορος ἐκείνη καρπῶν, ὡς ἡ ἀνθρωπίνη φύσις.
23.3.1
Νῦν πόσοι σκορπίοι, πόσαι ἔχεις κατὰ τὴν ἔρημον ταύτην, πόσοι ὄφεις, πόσοι γεννήματα ἐχιδνῶν οὗτοι, οὓς νῦν διήλθομεν; Ἀλλὰ μὴ φοβηθῶμεν· τῆς γὰρ ἐξόδου ταύτης στρατηγεῖ, οὐ Μωϋσῆς, ἀλλὰ Ἰησοῦς. Πῶς οὖν μὴ τὰ αὐτὰ πάθωμεν; Μὴ τὰ αὐτὰ δράσωμεν, καὶ οὐ πεισόμεθα τὰ αὐτά. Ἐκεῖνοι ἐγόγγυζον, ἐκεῖνοι ἀγνώμονες ἦσαν· μὴ τοίνυν ταῦτα πάθωμεν ἡμεῖς. Πῶς ἔπεσον ἐκεῖνοι πάντες; Ἐξουθένησαν τὴν γῆν τὴν ἐπιθυμητήν. Πῶς ἐξουθένησαν; καὶ μὴν ἐθαύμαζον. Τῷ μαλακισθῆναι, καὶ μὴ θελῆσαι πόνους ὑπὲρ αὐτῆς ἀναδέξασθαι. Μὴ τοίνυν ἡμεῖς ἐξουθενήσωμεν τὸν οὐρανόν· τοῦτο ἐξουθένησίς ἐστιν. Ἠνέχθη καὶ παρ' ἡμῖν καρπὸς ἀπὸ τοῦ οὐρανοῦ, οὐκ ἐν ἀμφορεῦσι βασταζόμενος βότρυς, ἀλλ' ὁ ἀῤῥαβὼν τοῦ Πνεύματος, τὸ πολίτευμα τὸ ἐν τοῖς οὐρανοῖς, ὃ Παῦλος ἐπαίδευσε, ὃ πᾶς τῶν ἀποστόλων χορὸς, οἱ θαυμάσιοι γεωργοί. Οὐ Χάληβ ὁ τοῦ Ἰεφονῆ, οὐδὲ Ἰησοῦς ὁ τοῦ Ναυῆ τοὺς καρποὺς ἤνεγκε τούτους, ἀλλ' ὁ Ἰησοῦς ὁ τοῦ Πατρὸς τῶν οἰκτιρμῶν, ὁ τοῦ ὄντως Θεοῦ Υἱὸς, ἤνεγκε πᾶσαν τὴν ἀρετήν, πάντας τοὺς ἐκεῖθεν καρποὺς ἡμῖν κατήνεγκεν, τοὺς ὕμνους λέγω τοὺς ἐπουρανίους. Ἃ γὰρ τὰ Χερουβὶμ ἄνω λέγει, ταῦτα καὶ ἡμῖν προσέταξε λέγειν, Ἅγιος, ἅγιος, ἅγιος. Ἤνεγκεν ἡμῖν τῶν ἀγγέλων τὴν πολιτείαν· Οὐ γαμοῦσιν, οὐδὲ γαμίζονται οἱ ἄγγελοι· τοῦτο καὶ ἐνταῦθα ἐφύτευσε τὸ καλόν· χρημάτων οὐκ ἐρῶσιν, οὐδὲ τῶν ἄλλων ἐκεῖνοι· καὶ τοῦτο ἡμῖν ἐγκατέσπειρεν· οὐκ ἀποθνήσκουσιν ἐκεῖνοι· τοῦτο καὶ ἡμῖν ἐχαρίσατο· οὐκέτι γὰρ θάνατος ὁ θάνατος, ἀλλ' ὕπνος. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται. Εἶδες τοὺς καρποὺς τῆς ἄνω Ἱερουσαλήμ; Καὶ τὸ δὴ θαυμαστότερον, ὅτι οὔπω ὁ πόλεμος ἐκρίθη, ἀλλὰ πρὸ τῆς ἐπαγγελίας πάντα ταῦτα ἡμῖν δεδώρηται. Ἐκεῖνοι μὲν γὰρ καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας ἐλθόντες, ἐπόνουν· μᾶλλον δὲ οὐκ ἐπόνουν· εἰ γὰρ ἐβούλοντο πείθεσθαι τῷ Θεῷ, χωρὶς ὅπλων καὶ παρατάξεως πάσας ἂν εἷλον τὰς πόλεις· τὴν γοῦν Ἱεριχὼ, χορευόντων μᾶλλον ἢ πολεμούντων τὸ σχῆμα ἔχοντες, ἐτροπώσαντο. Ἡμεῖς δὲ οὐ πολεμοῦμεν μετὰ τὸ εἰσελθεῖν εἰς τὴν γῆν ἐπαγγελίας, τουτέστιν, εἰς τὸν οὐρανὸν, ἀλλ' ἕως ἂν ὦμεν ἐν τῇ ἐρήμῳ, τουτέστιν, ἐν τῷ παρόντι βίῳ. Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὑτοῦ, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Μὴ τοίνυν ἀποκάμωμεν τὸ καλὸν ποιοῦντες· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι. Ὁρᾷς πῶς καθάπερ ἐκείνους ἤγαγεν, οὕτω καὶ ἡμᾶς; Ἐκεῖ ἐπὶ τοῦ μάννα καὶ τῆς ἐρήμου, φησὶν, Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε· καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησε. Καὶ ἡμεῖς τοῦτο προστετάγμεθα, μὴ θησαυρίζειν ἐπὶ τῆς γῆς. Ἂν δὲ θησαυρίζωμεν, οὐκέτι σκώληξ ὁ αἰσθητὸς λυμαίνεται, καθάπερ ἐπὶ τοῦ μάννα, ἀλλ' ὁ τῷ πυρὶ συνδιαιωνίζων. Πάντα οὖν κατεργασώμεθα, ἵνα μὴ τῷ σκώληκι τροφὴν εὐτρεπίσωμεν· Ὁ τὸ πολὺ γὰρ, φησὶν, οὐκ ἐπλεόνασε. Καὶ τοῦτο γὰρ καὶ ἐφ' ἡμῖν γίνεται ἐφ' ἑκάστης· πάντες γὰρ τὸ αὐτὸ μέτρον πληροῦμεν τῆς γαστρός· τὸ δὲ περιττὸν, προσθήκη φροντίδων ἀνοήτων ἐστίν. Ὅπερ γὰρ ἔμελλε μετὰ ταῦτα παραδιδόναι, λέγων, Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς, τοῦτο ἄνωθεν ἤδη ἐπαίδευσε, καὶ οὐδὲ οὕτως ἐδέξαντο. Ἀλλ' ἡμεῖς μὴ ἄπληστοι ὦμεν, μὴ ἀγνώμονες, μὴ οἰκίας ζητῶμεν λαμπράς· ὁδεύομεν γὰρ, οὐκ οἰκοῦμεν. Ὥστε εἴ τις οἶδεν ὅτι ὁ παρὼν βίος ὁδός τίς ἐστι καὶ στρατεία, καὶ ὡς ἂν εἴποι τις τὸ λεγόμενον παρ' αὐτοῖς φωσσάτον, οὐ ζητήσει οἰκοδομὰς λαμπράς. Τίς γὰρ, εἰπέ μοι, κἂν σφόδρα εὔπορος ᾖ, αἱρήσεται ἐπὶ τοῦ λεγομένου φωσσάτου οἰκοδομεῖν οἰκίας λαμπράς; Οὐδὲ εἷς· κατάγελως γὰρ ἔσται, καὶ τοῖς ἐχθροῖς οἰκοδομήσει, καὶ μᾶλλον αὐτοὺς ἐπισπάσεται· ὥστε ἐὰν νήφωμεν, οὐδὲ ἡμεῖς. Οὐδὲν στρατείας καὶ φωσσάτου ὁ παρὼν βίος διενήνοχε. Διὸ παρακαλῶ, πάντα πράττωμεν, ὥστε μηδὲν ἐνταῦθα θησαυρίζειν· ἂν γὰρ ἔλθῃ ὁ κλέπτων, ταχέως ἀπαναστησόμεθα. Γρηγορεῖτε, φησὶν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται· τὸν θάνατον οὕτω καλῶν. Πρὶν ἢ τοίνυν ἔλθῃ, πάντα ἀποπέμπωμεν εἰς τὴν πατρίδα τὴν ἡμετέραν. Ὧδε δὲ εὔζωνοι ὦμεν, ἵνα δυνηθῶμεν περιγενέσθαι τῶν ἐχθρῶν· ὧν γένοιτο περιγεγονότας ἡμᾶς κατὰ τὴν ἡμέραν τῶν στεφάνων τῆς ἀφθάρτου δόξης ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note