Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπει θείας, ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς, ὡς καὶ οἱ λοιποί.
4.1.1
Ἔστι μὲν νέκρωσις σωματική· ἔστι δὲ καὶ ψυχική· ἀλλ' ἐκείνης μὲν οὔτε ἔγκλημα μετέχειν οὔτε κίνδυνος· φύσεως γὰρ, οὐ προαιρέσεως τὸ πρᾶγμά ἐστι. Γέγονε μὲν γὰρ ἀπὸ τῆς τοῦ πρωτοπλάστου παραβάσεως, λοιπὸν δὲ εἰς φύσιν τὸ πρᾶγμα ἐξέβη, ἄλλως δὲ καὶ ταχέως λυθήσεται. Αὕτη δὲ ἡ νέκρωσις ἡ ψυχικὴ, προαιρέσεως οὖσα, ἔγκλημα ἔχει καὶ λύσιν οὐδεμίαν. Ὅρα τοίνυν πῶς μέγα σφόδρα ὁ Παῦλος δείξας ἤδη, ὅτι τοῦ νεκροὺς ἀνιστᾷν τὸ ψυχὴν νενεκρωμένην ἰάσασθαι πολλῷ μεῖζόν ἐστι, καὶ νῦν, ὥσπερ μέγα, οὕτως αὐτὸ τίθησι. Καὶ ὑμᾶς ὄντας, φησὶ, νεκροὺς τοῖς παραπτώμασι καὶ ταῖς ἁμαρτίαις, ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς τὸ προσηνὲς τοῦ Παύλου, καὶ πῶς πανταχοῦ παραμυθεῖται τὸν ἀκροατὴν, οὐ βαρῶν αὐτόν; Ἐπειδὴ γὰρ εἶπεν, ὅτι Εἰς ἔσχατον κακίας ἠλάσατε (τοῦτο γάρ ἐστι νεκρωθῆναι)· ὥστε μὴ σφόδρα βαρῦναι αὐτοὺς (αἰσχύνονται γὰρ οἱ ἄνθρωποι τῶν προτέρων κακῶν εἰς μέσον φερομένων, κἂν ἀπολλύμενα ᾖ καὶ κίνδυνον οὐκ ἔχοντα), δίδωσιν αὐτοῖς συνεργὸν, ὥστε μὴ νομισθῆναι τὸ πᾶν αὐτῶν εἶναι, καὶ συνεργὸν ἰσχυρόν. Τίνα δὴ τοῦτον; Τὸν διάβολον. Οὕτω δὴ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ· εἰπὼν γὰρ, Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, καὶ τὰ λοιπὰ ἅπαντα καταλέξας, καὶ ἐπαγαγὼν, Βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι, τότε φησί· Καὶ ταῦτά τινες ἦτε. Οὐκ εἶπεν ἁπλῶς, Ἦτε, ἀλλὰ, Τινὲς ἦτε· τουτέστιν, Οὕτω πως ἦτε. Ἐνταῦθα σφόδρα ἡμῖν ἐπιφύονται οἱ αἱρετικοί· περὶ γὰρ τοῦ Θεοῦ ταῦτα εἰρῆσθαι λέγουσι, καὶ τὴν ἀχαλίνωτον γλῶσσαν ἐπὶ πολὺ ἐξάγοντες, ταῦτα ἁρμόζουσι τῷ Θεῷ, ἃ τοῦ διαβόλου μόνου ἐστί. Πῶς οὖν αὐτοὺς ἐπιστομίσομεν; Ἀπ' αὐτῶν τῶν ῥημάτων. Εἰ γὰρ δίκαιός ἐστιν, ὥσπερ καὶ ὑμεῖς φατε, ταῦτα δὲ ἔπραξεν, οὐκ ἔτι δικαίου τοῦτο, ἀλλὰ καὶ σφόδρα ἀδίκου καὶ μιαροῦ τὸ πρᾶγμα· μιαρὸς δὲ Θεὸς οὐκ ἂν εἴη ποτέ. Διὰ τί δὲ αὐτὸν ἄρχοντα τοῦ αἰῶνος τούτου φησίν; Ἐπειδὴ πᾶσα σχεδὸν ἡ ἀνθρωπίνη φύσις ἐκείνῳ δέδωκεν ἑαυτὴν, καὶ πάντες αὐτῷ δουλεύουσιν ἑκόντες καὶ προαιρούμενοι. Καὶ τῷ μὲν Χριστῷ μυρία ἐπαγγελλομένῳ ἀγαθὰ οὐδὲ προσέχει τις· ἐκείνῳ δὲ οὐδὲν ὑπισχνουμένῳ τοιοῦτον, ἀλλ' εἰς γέενναν παραπέμποντι, πάντες ὑπείκουσι. Καὶ ἡ ἀρχὴ ἐν τῷ αἰῶνι τούτῳ, καὶ πλείους οὗτος ἔχει τοῦ Θεοῦ, καὶ μᾶλλον αὐτῷ εἴκοντας ἢ τῷ Θεῷ, πλὴν ὀλίγων, διὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Κατὰ 62. 32 τὴν ἐξουσίαν, φησὶ, τοῦ ἀέρος τοῦ πνεύματος. Τοῦτο πάλιν φησὶν, ὅτι τὸν ὑπουράνιον ἔχει τόπον, καὶ πνεύματα ἀέρια αἱ ἀσώματοι δυνάμεις εἰσὶν αὐτοῦ τοῦ ἐνεργοῦντος. Ὅτι καὶ αἰώνιος αὐτοῦ ἡ ἀρχὴ, τουτέστι, τῷ παρόντι αἰῶνι συγκαταλυομένη, ἄκουσον ἐν τῷ τέλει τῆς Ἐπιστολῆς λέγοντος αὐτοῦ· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου. Ἵνα γὰρ μὴ κοσμοκράτορας ἀκούσας, καὶ ἄκτιστον αὐτὸν εἶναι φῇς, Τοῦ σκότους τοῦ αἰῶνος, προστίθησι. Καὶ ἀλλαχοῦ αἰῶνα πονηρὸν καλεῖ τὸν καιρὸν τὸν διεστραμμένον, οὐ περὶ τῶν κτισμάτων λέγων. Ἐμοὶ γὰρ δοκεῖ γενόμενος ἄρχων ὑπὸ τὸν οὐρανὸν μὴ μεταπεπτωκέναι τῆς ἀρχῆς, καὶ μετὰ τὴν παράβασιν. Τοῦ νῦν ἐνεργοῦντος, φησὶν, ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. Ὁρᾷς ὅτι οὐ βίᾳ οὐδὲ τυραννίδι, ἀλλὰ πειθοῖ προσάγεται; Ἀπείθειαν γὰρ εἶπεν, ὡς ἄν τις εἴποι, Ἀπάτῃ καὶ πειθοῖ τοὺς πάντας ἐφέλκεται. Καὶ οὐ τούτῳ δὲ μόνον αὐτοὺς παραμυθεῖται, τῷ δοῦναι κοινωνὸν, ἀλλὰ καὶ τῷ ἑαυτὸν τάξαι μετ' ἐκείνων. Ἐν οἷς, φησὶ, καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε. Πάντες· οὐκ ἔνι γὰρ εἰπεῖν ὅτι ἐξῆρτό τις. Ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ ἦμεν τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποὶ πάντες· τουτέστιν, οὐδὲν πνευματικὸν φρονοῦντες. Ἀλλ' ἵνα μὴ ταῦτα λέγειν ὑποπτευθῇ ἐπὶ διαβολῇ τῆς σαρκὸς, μηδὲ μέγα νομίσῃ τις εἶναι τὸ πλημμέλημα, ὅρα πῶς ἀσφαλίζεται· Τὰ θελήματα τῆς σαρκὸς ἡμῶν, φησὶ, καὶ τῶν διανοιῶν ποιοῦντες, τουτέστι, τὰ τῆς ἡδονῆς πάθη. Παρωξύναμεν, φησὶ, τὸν Θεὸν, καὶ παρωργίσαμεν· τουτέστιν, Ὀργὴ ἦμεν, καὶ οὐδὲν ἕτερον. Ὥσπερ γὰρ ὁ ἀνθρώπου ὢν τέκνον, φύσει ἄνθρωπός ἐστιν, οὕτω καὶ ἡμεῖς ὀργῆς τέκνα ἦμεν, ὡς καὶ οἱ λοιποί· τουτέστιν, Οὐδεὶς ἦν ἐλεύθερος, ἀλλὰ πάντες ἐπράττομεν ἄξια ὀργῆς. Ὁ δὲ Θεὸς πλούσιος ὢν ἐν ἐλέει. Οὐχ ἁπλῶς, Ἐλεήμων, ἀλλὰ Πλούσιος, καθάπερ καὶ ἐν ἑτέρῳ φησίν· Ἐν τῷ πλήθει τοῦ ἐλέους σου· καὶ πάλιν, Ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός σου. Διὰ τὴν πολλὴν ἀγάπην αὑτοῦ, ἣν ἠγάπησεν ἡμᾶς. Δείκνυσι πόθεν ἡμᾶς ἠγάπησε. Ταῦτα γὰρ οὐκ ἀγάπης ἄξια, ἀλλ' ὀργῆς καὶ τιμωρίας τῆς ἐσχάτης. Καὶ οὕτω οὖν ἀπὸ πολλοῦ ἐλέους. Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι, συνεζωοποίησεν ἐν τῷ Χριστῷ. Πάλιν ὁ Χριστὸς μέσος, καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀπαρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον, καὶ ἡμᾶς.
4.2.1
Ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Εἶδες τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας; τοὺς νεκροὺς, τοὺς υἱοὺς ὀργῆς, τούτους ἐζωοποίησεν. Εἶδες τὴν ἐλπίδα τῆς κλήσεως; Συνήγειρε καὶ συνεκάθισεν. Εἶδες τὴν δόξαν τῆς κληρονομίας αὐτοῦ; Ναὶ, φησὶν, ἀλλὰ τὸ μὲν, Συνήγειρε, δῆλον· τὸ δὲ, Συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, πῶς ἕστηκεν; Ὡς τὸ, Συνήγειρεν· οὐδέπω γὰρ οὐδείς ἐστιν ἐγηγερμένος, εἰ μὴ ὅτι τῆς κεφαλῆς ἀναστάσης, καὶ ἡμεῖς ἠγέρθημεν, ὡς καὶ ἐκεῖ τοῦ Ἰακὼβ προσκυνήσαντος, καὶ ἡ γυνὴ προσεκύνησε τὸν Ἰωσήφ. Οὐκοῦν οὕτω καὶ συνεκάθισε τῆς γὰρ κεφαλῆς καθεζομένης καὶ τὸ σῶμα συγκάθηται. Διὰ τοῦτο ἐπήγαγεν· Ἐν Χριστῷ Ἰη 62. 33 σοῦ. Ἢ εἰ μὴ τοῦτο, ἀλλὰ συνήγειρε διὰ τοῦ λουτροῦ, πῶς οὖν συνεκάθισεν; Εἰ γὰρ ὑπομένομεν, φησὶ, καὶ συμβασιλεύσομεν· εἰ ἀπεθάνομεν, καὶ συζήσομεν. Ὄντως Πνεύματος χρεία καὶ ἀποκαλύψεως, ὥστε τὸ βάθος νοῆσαι τῶν μυστηρίων τούτων. Εἶτα, ἵνα μὴ ἀπιστήσῃς, ὅρα τί ἐπάγει· Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὑτοῦ ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Ἐπειδὴ γὰρ εἶπε τὰ περὶ τοῦ Χριστοῦ, ταῦτα δὲ οὐδὲν ἦν πρὸς ἡμᾶς (Τί γὰρ, φησὶ, πρὸς ἡμᾶς, εἰ ἐκεῖνος ἀνέστη); ἔδειξε μὲν οὖν ὅτι καὶ πρὸς ἡμᾶς, εἴ γε οὗτος ἡμῖν ἥνωται· πλὴν ὅτι καὶ τὰ ἡμῶν κατ' ἰδίαν φησίν· Ὄντας γὰρ ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνήγειρε καὶ συνεκάθισεν. Ὥστε, ὅπερ ἔφην, μὴ ἀπίστει, ἀπό τε τῶν προτέρων ἀπό τε τῆς κεφαλῆς ἀπό τε τοῦ βούλεσθαι ἐνδείκνυσθαι αὐτὸν τὴν ἀγαθότητα λαβὼν τὴν ἀπόδειξιν. Πῶς γὰρ ἐνδείξεται, ἂν τοῦτο μὴ γένηται; Καὶ ἐνδείξεται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις. Τί; Ὅτι καὶ μεγάλα τὰ ἀγαθὰ ἦν, καὶ πάντων πιστότερα. Νῦν μὲν γὰρ λῆρος εἶναι δοκεῖ τοῖς ἀπίστοις τὰ λεγόμενα, τότε δὲ πάντες εἴσονται. Βούλει μαθεῖν καὶ πῶς συνεκάθισεν; Ἄκουε αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Καθίσεσθε ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ· καὶ πάλιν, Τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός. Ὥστε ἡτοίμασται. Καὶ καλῶς εἶπεν· Ἐνχρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ. Τὸ γὰρ καθίσαι ἐκ δεξιῶν τιμῆς ἐστι τῆς ὑπὲρ πᾶσαν τιμὴν, καὶ μεθ' ἣν ἑτέρα οὐκ ἔστι. Τοῦτο οὖν λέγει, ὅτι καὶ ἡμεῖς καθεδούμεθα. Ὄντως ὑπερβάλλων πλοῦτος, ὄντως ὑπερβάλλον τὸ μέγεθος τῆς δυνάμεως αὐτοῦ, μετὰ Χριστοῦ καθίσαι. Κἂν μυρίας ψυχὰς ἔχῃς, οὐκ ἀπολλύεις αὐτὰς ἕνεκεν αὐτοῦ; εἰ γὰρ εἰς πῦρ ἐμβῆναι ἔδει, τοῦτο οὐκ ἐχρῆν ἑτοίμως ὑπομεῖναι; Καὶ αὐτὸς δὲ πάλιν φησί· Θέλω, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ οἱ διάκονοι ὦσιν οἱ ἐμοί. Εἰ γὰρ κατακόπτεσθαι ἔδει καθ' ἑκάστην ἡμέραν, ὑπὲρ τούτων οὐκ ἐχρῆν προθύμως καταδέχεσθαι; Ἐννόησον ποῦ ἐκάθισεν ἐκεῖνος. Ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας. Καὶ τίνι συγκάθησαι; Ἐκείνῳ. Τίς ὤν; Νεκρὸς, φύσει τέκνον ὀργῆς. Καὶ τί κατώρθωσας; Οὐδέν. Ὄντως νῦν εὔκαιρον ἀναβοῆσαι· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! Τῇ γὰρ χάριτί ἐστε σεσωσμένοι, φησίν. Ἵνα γὰρ μὴ τὸ μέγεθος τῶν εὐεργεσιῶν ἐπάρῃ σε, ὅρα πῶς σε καταστέλλει· Τῇ χάριτί ἐστε σεσωσμένοι, φησί. Διὰ πίστεως. Εἶτα ἵνα μὴ πάλιν τὸ αὐτεξούσιον λυμήνηται, ἔθηκε καὶ τὰ ἡμῶν· καὶ πάλιν αὐτὸ ἀνεῖλε, καί φησι· Καὶ τοῦτο οὐκ ἐξ ἡμῶν. Οὐδὲ ἡ πίστις, φησὶν, ἐξ ἡμῶν· εἰ γὰρ μὴ ἦλθεν, εἰ γὰρ μὴ ἐκάλεσε, πῶς ἠδυνάμεθα πιστεῦσαι; Πῶς γὰρ, φησὶ, πιστεύσουσιν, ἐὰν μὴ ἀκούσωσιν; Ὥστε οὐδὲ τὸ τῆς πίστεως ἡμέτερον. Θεοῦ, φησὶ, τὸ δῶρον· οὐκ ἐξ ἔργων. Μὴ γὰρ ἤρκει ἡ πίστις σῶσαι, φησίν; Ἀλλ' ἵνα μὴ κενοὺς μηδὲ ἀργοὺς σώσῃ, ταύτην ἐζήτησεν ὁ Θεὸς, φησίν· Εἶπεν, ὅτι ἡ πίστις σώζει, ἀλλὰ διὰ Θεοῦ· ἐπειδὴ γὰρ ὁ Θεὸς ἠθέλησεν, ἡ πίστις ἔσωσεν. Ἐπεὶ πῶς σώζει ἡ πίστις, εἰπέ μοι, ἄνευ ἔργων; Τοῦτο αὐτὸ Θεοῦ δῶρόν ἐστιν, Ἵνα μή τις καυχήσηται, ἵνα εὐγνώμονας περὶ τὴν χάριν ποιήσῃ. Τί οὖν, φησὶν, αὐτὸς ἐκώλυσεν ἐξ ἔργων δικαιωθῆναι; Οὐδαμῶς· ἀλλ', Οὐδεὶς, 62. 34 φησὶν, ἐξ ἔργων ἐδικαιώθη, ἵνα δειχθῇ τοῦ Θεοῦ ἡ χάρις καὶ ἡ φιλανθρωπία. Οὐχὶ ἔχοντας ἔργα ἀπώσατο, ἀλλὰ προδεδομένους ἀπὸ τῶν ἔργων χάριτι ἔσωσεν, ὥστε μηδένα λοιπὸν ἔχειν καυχᾶσθαι.
4.3.1
Εἶτα ἵνα μὴ ἀκούσας, ὅτι οὐκ ἐξ ἔργων ἀλλὰ πίστει τὸ πᾶν κατωρθώθη, ἀργὸς μένῃ, ὅρα τί ἐπήγαγεν· Αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν. Ὅρα αὐτὸν τί φησι· τὴν ἀναγέννησιν ἐνταῦθα αἰνίττεται. Ὄντως κτίσις ἑτέρα ἐστίν· ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήχθημεν. Ὅπερ ἦμεν πρότερον, ἀπεθάνομεν, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· ὅπερ οὐκ ἦμεν πρότερον, ἐγενόμεθα. Ἄρα κτίσις τὸ πρᾶγμά ἐστι, καὶ τῆς ἑτέρας τιμιωτέρα· ἐξ ἐκείνης μὲν γὰρ τὸ ζῇν, ἐκ δὲ ταύτης τὸ καλῶς ζῇν ἡμῖν περιγέγονεν. Ἐπὶ ἔργοις ἀγαθοῖς, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτοῖς περιπατήσωμεν· οὐχ ἵνα ἀρξώμεθα, ἀλλ', Ἵνα περιπατήσωμεν· διαρκοῦς γὰρ ἡμῖν χρεία τῆς ἀρετῆς καὶ ἐκτεταμένης εἰς τὴν τελευτὴν τὴν ἡμετέραν. Οὐδὲ γὰρ, εἰ βαδίζειν ὁδὸν ἔδει εἰς πόλιν φέρουσαν βασιλικὴν, εἶτα τὸ πλέον αὐτῆς ἀνύσαντες, περὶ τὸ τέλος αὐτὸ μαλακισθέντες ἐκαθίσαμεν, ὤνησεν ἂν ἡμᾶς τὸ βαδίσαι· οὕτως οὐδὲ ἡ ἐλπὶς τῆς κλήσεως ὠνήσειεν ἄν τι τοὺς κεκτημένους τὸ πρᾶγμα, ἂν μὴ ἀξίως περιπατήσωμεν τοῦ καλέσαντος. Κληθέντες οὖν ἐπ' ἔργοις ἀγαθοῖς, μένωμεν ἅπαντα ἐργαζόμενοι. Διὰ τοῦτο γὰρ ἐκλήθημεν, οὐχ ἵνα ἓν ἔργον ἐργασώμεθα, ἀλλ' ἵνα πάντα. Ὥσπερ γὰρ αἰσθήσεις ἡμῖν πέντε εἰσὶ, καὶ πάσαις εἰς δέον κεχρῆσθαι δεῖ, οὕτω καὶ πάσαις ταῖς ἀρεταῖς. Εἰ δέ τις σωφρονοίη μὲν, ἀνελεήμων δὲ εἴη, ἢ ἐλεήμων μὲν εἴη, πλεονέκτης δὲ, ἢ ἀπέχοιτο μὲν τῶν ἀλλοτρίων, τῶν δὲ αὑτοῦ μὴ μεταδιδοῖ, πάντα εἰκῆ γίνεται. Οὐ γὰρ ἀρκεῖ μία μόνον ἀρετὴ παραστῆσαι τῷ βήματι τοῦ Χριστοῦ μετὰ παῤῥησίας ἡμᾶς, ἀλλὰ πολλῆς ἡμῖν δεῖ καὶ ποικίλης καὶ παντοδαπῆς, καὶ πάσης αὐτῆς. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα, ὅσα ἐνετειλάμην ὑμῖν· καὶ πάλιν, Ἂν λύσῃ τις μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, τουτέστιν, ἐν τῇ ἀναστάσει. Οὐ γὰρ δὴ εἰς βασιλείαν εἰσελεύσεται· οἶδε γὰρ καὶ αὐτὸν τὸν καιρὸν τῆς ἀναστάσεως βασιλείαν καλεῖν. Μίαν ἐὰν λύσῃ, φησὶν, ἐλάχιστος κληθήσεται. Ὥστε πασῶν ἡμῖν δεῖ. Καὶ ὅρα πῶς οὐκ ἔνι χωρὶς ἐλεημοσύνης εἰσελθεῖν, ἀλλὰ κἂν αὕτη μόνη ἐλλίπῃ, εἰς τὸ πῦρ ἀπελευσόμεθα. Ἀπέλθετε γὰρ, φησὶν, οἱ κατηραμένοι εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με. Εἶδες πῶς οὐδὲν ἕτερον ἐγκληθέντες, διὰ τοῦτο μόνον ἀπώλοντο; Καὶ αἱ παρθένοι διὰ τοῦτο μόνον ἐξεβλήθησαν τοῦ νυμφῶνος, καίτοι γε σωφροσύνην εἶχον· ἀλλ' ἐπειδὴ τῆς ἀπὸ ἐλεημοσύνης ἦσαν ἔρημοι βοηθείας, τῷ νυμφίῳ οὐ συνεισῆλθον. Εἰρήνην, φησὶ, μετὰ πάντων διώκετε, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Ἐννόησον τοίνυν, ὅτι χωρὶς μὲν σωφροσύνης οὐκ ἔνι ἰδεῖν τὸν Κύριον· οὐ πάντως δὲ μετὰ σωφροσύνης δυνατὸν ἰδεῖν· πολλάκις γὰρ ἕτερον ἐνεπόδισε. Πάλιν ἂν πάντα κατορθώσωμεν, τὸν δὲ πλη 62. 35 σίον οὐδὲν ὠφελήσωμεν, οὐδὲ οὕτως εἰσελευσόμεθα εἰς τὴν βασιλείαν. Πόθεν δῆλον; Ἀπὸ τῶν τὰ τάλαντα πιστευθέντων οἰκετῶν. Ἐκεῖ γὰρ πᾶσα ἡ ἀρετὴ ἀκέραιος ἦν, καὶ οὐδὲν ἐλέλειπτο· ἀλλ' ἐπειδὴ περὶ τὴν ἐργασίαν ὀκνηρὸς γέγονεν, εἰκότως ἐξεβάλλετο. Ἔστι καὶ ἀπὸ λοιδορίας μόνης εἰς γέενναν ἐμπεσεῖν· Ὁ γὰρ λέγων, φησὶ, τῷ ἀδελφῷ αὑτοῦ, Μωρὲ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. Κἂν ἅπαντά τις κατορθώσῃ, ὑβριστὴς δὲ ᾖ, οὐκ εἰσελεύσεται. Καὶ μή τις ὠμότητα καταγινωσκέτω τοῦ Θεοῦ, εἰ τοὺς τοῦτο ἐπταικότας ἐκβάλλει τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ ἐπ' ἀνθρώπων, κἂν ὁτιοῦν τῶν παρανόμων ἐργάσηταί τις, ἐξέπεσε τῆς τοῦ βασιλέως ὄψεως, κἂν νόμον ἕνα τῶν κειμένων παραβῇ· κἂν συκοφαντήσῃ κατηγορῶν, ἀπώλεσε τὴν ἀρχήν· κἂν μοιχεύσῃ καὶ ἁλῷ, ἀνάξιος γέγονε· κἂν μυρία ᾖ κατωρθωκὼς, ἀπόλλυται· κἂν φόνον ἐργάσηται, καὶ δειχθῇ, καὶ τοῦτο ἱκανὸν αὐτὸν διαφθεῖραι. Εἰ δὲ οἱ τῶν ἀνθρώπων νόμοι τοσαύτης ἀπολαύουσι τῆς φυλακῆς, πόσῳ μᾶλλον οἱ τοῦ Θεοῦ! Ἀλλ' ἀγαθός ἐστι, φησί, Μέχρι τίνος τὸν μωρὸν τοῦτον λόγον φθεγγόμεθα; Μωρὸν δὲ εἶπον, οὐχ ὅτι οὐκ ἀγαθός ἐστιν, ἀλλ' ὅτι τὴν ἀγαθότητα αὐτοῦ νομίζομεν εἰς ταῦτα χρησίμην ἡμῖν εἶναι, καίτοι μυρία πολλάκις διαλεχθέντων ἡμῶν περὶ τούτου. Ἄκουε γὰρ τῆς Γραφῆς λεγούσης· Μὴ εἴπῃς, ὅτι Ὁ οἰκτιρμὸς αὐτοῦ ὁ πολὺς τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται. Οὐχὶ κωλύει λέγειν ἡμᾶς, Ὁ οἰκτιρμὸς αὐτοῦ πολύς· μὴ γένοιτο· οὐ τοῦτο παραινεῖ, ἀλλὰ βούλεται ἡμᾶς καὶ συνεχῶς τοῦτο λέγειν, καὶ διὰ τοῦτο πάντα κινεῖ Παῦλος· ἀλλὰ διὰ τὰ ἑξῆς· Μὴ ἐπὶ τούτῳ, φησὶ, θαύμαζε τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐπὶ τῷ ἁμαρτάνειν, καὶ λέγειν· Οἰκτιρμὸς αὐτοῦ τὸ πλῆθος τῶν ἁμαρτιῶν μου ἐξιλάσεται.
4.4.1
Διὰ γὰρ τοῦτο τοσαῦτα καὶ ἡμεῖς περὶ ἀγαθότητος διαλεγόμεθα, οὐχ ἵνα ταύτῃ θαῤῥοῦντες πάντα πράττωμεν, ἐπεὶ ἡ ἀγαθότης ἐπὶ λύμῃ τῆς ἡμετέρας ἔσται σωτηρίας, ἀλλ' ἵνα μὴ ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασιν, ἀλλὰ μετανοῶμεν. Τὸ γὰρ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει, οὐκ εἰς πλείονα κακίαν. Εἰ δὲ μοχθηρὸς γένῃ διὰ τὴν χρηστότητα, σὺ διαβάλλεις μᾶλλον αὐτὴν παρὰ τοῖς ἀνθρώποις· πολλοὺς γὰρ ὁρῶ κατηγοροῦντας τῆς μακροθυμίας τοῦ Θεοῦ. Ὥστε δίκην δώσεις, οὐκ εἰς δέον αὐτῇ χρησάμενος. Φιλάνθρωπος ὁ Θεός; ἀλλὰ καὶ δίκαιος κριτής. Ἁμαρτίας συγχωρῶν; ἀλλὰ ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὑπερβαίνει ἀδικίας, ἐξαιρεῖ ἀνομίας; ἀλλὰ καὶ ἐξέτασιν ποιεῖται. Πῶς οὖν οὐκ ἐναντία ταῦτα; Οὐκ ἐναντία, ἂν τοῖς χρόνοις αὐτὰ διέλωμεν. Ἐξαιρεῖ ἀνομίας ἐνταῦθα καὶ διὰ λουτροῦ καὶ διὰ μετανοίας· ἐξέτασιν ποιεῖται τῶν πεπραγμένων ἐκεῖ διὰ πυρὸς καὶ βασάνων. Ἂν τοίνυν ἐργασάμενος ὦ, φησὶν, ὀλίγα κακὰ, καὶ δι' ἓν αὐτῶν ἐκβάλλωμαι καὶ τῆς βασιλείας ἐκπίπτω, τίνος ἕνεκεν οὐκ ἐργάζομαι πάντα κακά; Ἀγνώμονος οἰκέτου ὁ λόγος· πλὴν ἀλλ' ὅμως καὶ τοῦτον ἐπιλυσόμεθα τὸν λόγον. Μὴ ἐργάζου τὰ κακὰ, ἵνα σαυτὸν ὠφελήσῃς· βασιλείας μὲν γὰρ πάντες ὁμοίως ἐκπεσούμεθα, ἐν δὲ γεέννῃ οὐ τὴν αὐτὴν δώσομεν δίκην πάντες, ἀλλ' ὁ μὲν μείζονα, ὁ δὲ ἡμερωτέραν. Εἰ μὲν γὰρ σὺ κἀκεῖνος κατεφρονήσατε, καὶ ὁ τὰ πολλὰ καὶ ὁ τὰ ὀλίγα ὁμοίως ἐκπεσεῖσθε τῆς βασιλείας· εἰ δὲ οὐχ 62. 36 ὁμοίως κατεφρονήσατε, ἀλλ' ὁ μὲν μεῖζον, ὁ δὲ ἔλαττον, ἐν τῇ γεέννῃ τῆς διαφορᾶς αἰσθήσεσθε. Τί οὖν, φησὶν, ἀπειλεῖ τοῖς ἐλεημοσύνην μὴ δεδωκόσιν, εἰς τὸ πῦρ ἀπελεύσεσθαι, καὶ οὐχ ἁπλῶς εἰς τὸ πῦρ, ἀλλ' εἰς τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ; τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι οὐδὲν οὕτω τὸν Θεὸν παροξύνει, ὡς τὸ τοὺς φίλους ἀδικεῖν. Εἰ γὰρ τοὺς ἐχθροὺς φιλεῖν δεῖ, ὁ καὶ τοὺς φιλοῦντας ἀποστρεφόμενος, καὶ τῶν Ἑλλήνων κατὰ τοῦτο χείρων ὢν, τίνος οὐκ ἔσται κολάσεως ἄξιος; Ὥστε ἐνταῦθα τὸ μέγεθος τοῦ ἁμαρτήματος μετὰ τοῦ διαβόλου τὸν τοιοῦτον εἰκότως ἐποίησεν ἀπελθεῖν. Οὐαὶ γὰρ τῷ ἐλεημοσύνην, φησὶ, μὴ ἐργαζομένῳ. Εἰ δὲ ἐπὶ τῆς Παλαιᾶς τοῦτο ἦν, πολλῷ μᾶλλον ἐπὶ τῆς Καινῆς· εἰ ἔνθα συγκεχώρητο χρημάτων κτῆσις καὶ ἀπόλαυσις καὶ ἐπιμέλεια, τοσαύτη πρόνοια ἐγένετο τῆς εἰς τοὺς πένητας βοηθείας, πόσῳ μᾶλλον, ἔνθα κελευόμεθα πάντα ῥῖψαι! Τί γὰρ οὐκ ἐποίουν ἐκεῖνοι; Δεκάτας, καὶ πάλιν δεκάτας ἑτέρας παρεῖχον· ὀρφανοῖς, χήραις, προσηλύτοις ἐπήρκουν. Ἀλλὰ ἐμοί τις θαυμάζων τινὰ ἔλεγε· Δεκάτας δίδωσιν ὁ δεῖνα. Πόσης αἰσχύνης τοῦτο γέμει, εἰ ὃ ἐπὶ τῶν Ἰουδαίων οὐκ ἦν θαυμασμοῦ, τοῦτο ἐπὶ τῶν Χριστιανῶν θαυμαστὸν γέγονεν; Εἰ τότε κίνδυνος ἦν, τὸ δεκάτας ἀπολιπεῖν, ἐννόησον ὅσον ἐστὶ νῦν. Ἡ μέθη πάλιν οὐ κληρονομεῖ τὴν βασιλείαν. Ἀλλὰ τίς ὁ τῶν πολλῶν λόγος; Οὐκοῦν εἰ κἀγὼ κἀκεῖνος ἐν τοῖς αὐτοῖς, οὐ μικρὰ παραμυθία. Τί οὖν ἂν εἴποιμεν; Μάλιστα μὲν, οὐ τῆς αὐτῆς σὺ κἀκεῖνος ἀπολαύσεις τιμωρίας· ἄλλως δὲ, οὐδὲ παραμυθία τοῦτό ἐστι. Τότε γὰρ ἡ κοινωνία τῶν παθῶν ἔχει παραμυθίαν, ὅταν σύμμετρα ᾖ τὰ δεινά· ὅταν δὲ ὑπερβαίνῃ, καὶ ἐν ἐκστάσει ἡμᾶς ποιῇ, οὐκέτι ἀφίησι λοιπὸν ἔχειν παραμυθίαν. Εἰπὲ γὰρ τῷ καταικιζομένῳ καὶ εἰς τὴν πυρὰν ἐμβεβηκότι, ὅτι Καὶ ὁ δεῖνα τοῦτο πάσχει· ἀλλ' οὐδὲ αἰσθήσεται τῆς παραμυθίας. Οὐχὶ πάντες ὁμοῦ ἀπώλοντο οἱ Ἰσραηλῖται; ποίαν τοῦτο αὐτοῖς παραμυθίαν ἔφερεν; οὐχὶ μᾶλλον αὐτὸ τοῦτο αὐτοὺς ἐλύπει; Διὸ καὶ ἔλεγον· Ἀπολώλαμεν, ἐξολώλαμεν, παρανηλώμεθα. Ποία τοίνυν αὕτη παραμυθία; Μάτην ἑαυτοὺς παραμυθούμεθα ταύταις ταῖς ἐλπίσι. Μία μόνη παραμυθία ἐστὶ, τὸ μὴ ἐμπεσεῖν εἰς τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον· ἐμπεσόντα δὲ οὐκ ἔνι παραμυθίας τυχεῖν, ἔνθα ὁ βρυγμὸς τῶν ὀδόντων, ἔνθα ὁ κλαυθμὸς, ἔνθα σκώληξ ἀτελεύτητος, ἔνθα πῦρ ἄσβεστον. Ἐννοήσεις γὰρ ὅλως τινὰ, εἰπέ μοι, παραμυθίαν, ἐν τοσαύτῃ θλίψει καὶ στενοχωρίᾳ ὤν; ἐν σαυτῷ γὰρ ἔσῃ λοιπόν. Μὴ, δέομαι καὶ παρακαλῶ, μὴ ἑαυτοὺς εἰκῆ ἀπατῶμεν, καὶ τούτοις τοῖς λόγοις παραμυθώμεθα, ἀλλὰ ταῦτα πράττωμεν, ἅπερ ἡμᾶς σῶσαι δυνήσεται. Συγκαθίσαι τῷ Χριστῷ πρόκειται, καὶ σὺ περὶ τούτων ἀκριβολογῇ; Εἰ γὰρ μηδὲν ἕτερον ἦν ἁμάρτημα, ὑπὲρ τῶν ῥημάτων τούτων πόσην κόλασιν ἡμᾶς ἐχρῆν ὑποστῆναι, ὅτι οὕτω νωθεῖς, ὅτι οὕτω ταλαίπωροι καὶ ῥᾴθυμοί ἐσμεν, ὡς καὶ τοσαύτης προκειμένης τιμῆς ταῦτα λέγειν; Ὢ πόσα στενάξεις, ὅταν ἀκούσῃ τότε τοὺς κατωρθωκότας καλουμένους ἐπὶ βασιλείαν καὶ τιμωμένους! ὅταν ἴδῃς ἀπὸ δούλων καὶ ἀπὸ δυσγενῶν ὀλίγα καμόντας ἐνταῦθα, τοῦ θρόνου μετέχοντας ἐκεῖ τοῦ βασιλικοῦ διαπαντός! Οὐχὶ τῆς κολάσεώς σοι ταῦτα χείρονα ἔσται; Εἰ γὰρ νῦν ὁρῶν εὐδοκιμοῦντάς τινας, καὶ οὐδὲν πάσχων κακὸν, πάσης τιμωρίας χεῖρον τοῦτο νομίζεις, καὶ ὑπὸ τούτου μό 62. 37 νου διαφθείρῃ, καὶ πενθεῖς σαυτὸν, καὶ δακρύεις, καὶ μυρίων εἶναι θανάτων κρίνεις ἄξιον, τί τότε ὑποστήσῃ; Εἰ γὰρ μὴ γέεννα ἦν, αὐτὴ ἡ ἔννοια τῆς βασιλείας οὐκ ἦν ἱκανὴ ἀπολέσαι καὶ διαφθεῖραι; Καὶ ὅτι τοῦτο οὕτως ἕξει, ἱκανὸν ἀπὸ τῆς πείρας τῶν πραγμάτων μαθεῖν· Μὴ τοίνυν εἰκῆ ψυχαγωγῶμεν 62. 38 ἑαυτοὺς τοῖς τοιούτοις ῥήμασιν, ἀλλὰ προσέχωμεν, καὶ φροντίζωμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ ἀρετῆς ἐπιμελώμεθα, καὶ πρὸς τὴν τῶν καλῶν ἐργασίαν ἑαυτοὺς διεγείρωμεν, ἵνα καταξιωθῶμεν τυχεῖν τῆς τοσαύτης δόξης ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.

Intertext edge

Open linked passage

Note