Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Ephesios
John ChrysostomEphe 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Διὸ μνημονεύετε, ὅτι ὑμεῖς ποτε τὰ ἔθνη ἐν σαρκὶ, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγο μένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου· ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλ λοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
5.1.1
Πολλὰ δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς φιλανθρωπίαν· πρῶτον, ὅτι δι' ἑαυτοῦ ἔσωσε, καὶ δι' ἑαυτοῦ τρόπῳ τοιούτῳ· δεύτερον, ὅτι τίνας ὄντας ἔσωσε· τρίτον, ὅτι ποῦ ἀνήγαγε. Ταῦτα γὰρ πάντα καὶ καθ' ἑαυτὰ μεγίστην ἔχει τὴν ἀπόδειξιν τῆς φιλανθρωπίας αὐτοῦ· καὶ ταῦτα πάντα κινεῖ νῦν γράφων ὁ Παῦλος. Εἶπεν, ὅτι νεκροὺς ὄντας τοῖς παραπτώμασι, καὶ τέκνα ὀργῆς, ἔσωσε· νῦν λέγει καὶ τίνων ἐποίησεν ἴσους. Διὸ, φησὶ, μνημονεύετε. Ἔθος γὰρ ἡμῖν ἅπασιν, ὅταν ἐκ τῆς πολλῆς εὐτελείας εἰς ἀντίῤῥοπον, ἢ καὶ μείζονα τιμὴν ἀναχθῶμεν, μηδὲ μεμνῆσθαι τῶν προτέρων, ἐντρεφομένοις ἐκείνῃ τῇ δόξῃ. Διὰ τοῦτό φησι, Διὸ μνημονεύετε. Διὸ, ποῖον; Ὅτι ἐκτίσθημεν ἐπ' ἔργοις ἀγαθοῖς. Τοῦτο δὲ ἱκανὸν ἡμᾶς πεῖσαι τῆς ἀρετῆς ἐπιμελεῖσθαι. Μνημονεύετε. Ἱκανὴ γὰρ ἡ μνήμη ἐκείνη εὐγνώμονας περὶ τὸν εὐεργέτην ποιῆσαι. Ὅτι ὑμεῖς ποτε τὰ ἔθνη. Ὅρα πῶς τὰ πλεονεκτήματα τὰ Ἰουδαϊκὰ καθαιρεῖ, καὶ τὰ ἐλαττώματα τῶν ἐθνῶν θαυμάζει, ἅπερ οὐκ ἦν ἐλαττώματα, ἀλλ' ἀπὸ τοῦ τρόπου καὶ τοῦ βίου ἑκατέρους πείθει. Οἱ λεγόμενοι ἡ ἀκροβυστία. Ἐν ῥήμασιν ἦν ἡ τιμὴ, ἐν σαρκὶ τὸ προτέρημα· οὐδὲν γάρ ἐστιν ἡ ἀκροβυστία, οὐδὲν ἡ περιτομή. Ὑπὸ τῆς λεγομένης, φησὶ, περιτομῆς ἐν σαρκὶ χειροποιήτου. Ὅτι ἦτε ἐν τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ, καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ. Ὑμεῖς οἱ ὑπὸ Ἰουδαίων τοῦτο, φησὶ, καλούμενοι. Τί δήποτε δὲ μέλλων δεικνύναι τὴν εὐεργεσίαν αὐτῶν ἐν τούτῳ γενομένην, ἐν τῷ κοινωνῆσαι αὐτοὺς τῷ Ἰσραὴλ, πάλιν τὸ ἀξίωμα τὸ Ἰσραηλιτικὸν οὐ καθαιρεῖ, ἀλλ' ἐν τούτοις ἐπαίρει αὐτό; Ἐν τοῖς ἀναγκαίοις ἐπαίρει, ἐν τούτοις δὲ καθαιρεῖ, ἐν οἷς οὐκ ἐκοινώνησαν. Προϊὼν γὰρ, φησί· Συμπολῖται τῶν ἁγίων ἐστὲ, καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ὅρα πῶς οὐ καθαιρεῖ. Ταῦτα, φησὶν, ἀδιάφορά ἐστι. Μὴ νομίσητε, φησὶν, ὅτι περιτομῆς οὐκ ἐτύχετε καὶ ἐν ἀκροβυστίᾳ ἐστὲ, διαφοράν τινα εἶναι. Τὸ γὰρ χαλεπὸν τοῦτο ἦν, τὸ χωρὶς τοῦ Χριστοῦ εἶναι, τὸ τῆς πολιτείας ἀπηλλοτριῶσθαι τοῦ Ἰσραήλ· τοῦτο δὲ οὐ πολιτεῖαι· τὸ δὲ ξένους εἶναι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, τὸ μὴ ἔχειν ἐλπίδα τὴν μέλλουσαν, τὸ ἀθέους 62. 38 εἶναι ἐν τῷ κόσμῳ τούτῳ, ταῦτα πάντα ἐκείνων ἦν. Εἶπε περὶ τῶν οὐρανίων πραγμάτων, λέγει καὶ περὶ τῶν ἐπὶ γῆς, ἐπειδὴ μεγάλην δόξαν εἶχον περὶ αὐτῶν οἱ Ἰουδαῖοι. Οὕτω καὶ ὁ Χριστὸς παραμυθούμενος τοὺς μαθητὰς, μετὰ τὸ εἰπεῖν, Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν, τὸ ἔλαττον τίθησιν· Οὕτω γὰρ, φησὶν, ἐδίωξαν τοὺς προφήτας τοὺς πρὸ ὑμῶν. Τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν. Ἄρα τοῦτο ἦν τὸ πολιτεύεσθαι. Οὐκ εἶπε, Κεχωρισμένοι, ἀλλ', Ἀπηλλοτριωμένοι τῆς πολιτείας. Οὐκ εἶπεν, Οὐ προσέχοντες, ἀλλ', Οὐδὲ μετέχοντες, καὶ Ξένοι. Πολλὴ τῶν ῥημάτων ἡ ἔμφασις, πολὺν δεικνῦσα τὸν χωρισμόν. Ἐπεὶ καὶ Ἰσραηλῖται τῆς πολιτείας ἦσαν ἐκτὸς, ἀλλ' οὐχ ὡς ἀλλότριοι, ἀλλ' ὡς ῥᾴθυμοι, καὶ τῶν διαθηκῶν ἐξέπεσον, ἀλλ' οὐχ ὡς ξένοι. Τίνες δὲ ἦσαν αἱ διαθῆκαι τῆς ἐπαγγελίας; Σοὶ καὶ τῷ σπέρματί σου δώσω, φησὶ, τὴν γῆν ταύτην, καὶ ὅσα ἕτερα ἐπηγγείλατο. Ἐλπίδα, φησὶ, μὴ ἔχοντες, καὶ ἄθεοι. Καίτοι θεοὺς προσεκύνουν, ἀλλ' οὐκ ἦσαν· οὐ γάρ ἐστί τι εἴδωλον. Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, ὁ ποιήσας τὰ ἀμφότερα ἓν, ὁ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὑτοῦ. Τοῦτο οὖν ἐστι μέγα, φησὶ, τὸ ὅτι εἰς τὴν τῶν Ἰουδαίων πολιτείαν ἤλθομεν; Τί λέγεις; ἀνεκεφαλαιώσατο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, καὶ νῦν περὶ Ἰσραηλιτῶν λέγεις; Ναὶ, φησίν. Ἐκεῖνα μὲν γὰρ τῇ πίστει χρὴ παραλαμβάνειν, ταῦτα δὲ καὶ τοῖς ἔργοις αὐτοῖς. Νυνὶ δὲ, φησὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν. Τὸ γὰρ, μακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι μόνης. Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἕν. Τί ἐστι, Τὰ ἀμφότερα ἕν; Οὐ τοῦτο λέγει, ὅτι εἰς ἐκείνην τὴν εὐγένειαν ἡμᾶς ἤγαγεν, ἀλλ' ὅτι καὶ ἡμᾶς, κἀκείνους εἰς μείζονα· πλὴν ἡμῶν μείζων ἡ εὐεργεσία. Τοῖς μὲν γὰρ ἐπήγγελτο, καὶ ἐγγύτεροι ἦσαν, ἡμῖν δὲ οὐδὲ ἐπήγγελτο, καὶ ποῤῥωτέρω ἦμεν. Διό φησι· Τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν. Ἐπηγγείλατο μὲν γὰρ τοῖς Ἰσραηλίταις, ἀλλὰ ἀνάξιοι ἦσαν· ἡμῖν δὲ οὐδὲν ἐπηγγείλατο, ἀλλὰ καὶ ξένοι ἦμεν· οὐδὲν κοινὸν εἴχομεν πρὸς αὐτοὺς, καὶ ἐποίησεν ἡμᾶς ἓν, οὐχ ἡμᾶς ἐκείνοις συνάψας, ἀλλὰ καὶ ἐκείνους καὶ ἡμᾶς εἰς ἓν συνάψας. Ὑπόδειγμα δὲ ἐρῶ· Ὑποθώμεθα εἶναι ἀνδριάντας δύο, τὸν μὲν ἐξ ἀργύρου, τὸν δὲ ἐκ μολίβδου, εἶτα ἀμφοτέρους καταχωνευθέντας, ἀνελθεῖν χρυσοῦς τοὺς δύο. Ἰδοὺ 62. 39 τοὺς δύο ἓν ἐποίησεν. Ἢ καὶ ἑτέρως· ἔστω ὁ μὲν δοῦλος, ὁ δὲ υἱοποίητος· ἀμφότεροι δὲ αὐτὸν προσκυνείτωσαν, ὁ μὲν ἀποκήρυκτος ὢν παῖς, ὁ δὲ δραπέτης, καὶ οὐδὲ ἐγνωκὼς τὸν πατέρα· εἶτα ἀμφότεροι γινέσθωσαν κληρονόμοι, καὶ γνήσιοι παῖδες. Ἰδοὺ εἰς μίαν ἤχθησαν τὴν τιμήν· οἱ δύο γεγόνασιν ἓν, ὁ μὲν πόῤῥωθεν ἐλθὼν, ὁ δὲ ἐγγύθεν, καὶ μᾶλλον ἢ πρὶν ἢ προσκροῦσαι γνησιώτερος. Τὸ μεσότοιχον, φησὶ, τοῦ φραγμοῦ λύσας. Ποῖόν ἐστι τὸ μεσότοιχον ἑρμηνεύει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, λέγων. Τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας. Τινὲς μέν φασιν, ὅτι Ὁ νόμος μεσότοιχον· διὰ τοῦτο τὸν νόμον εἶπεν, ὅτι οὐκ ἠφίει τοὺς Ἰουδαίους πρὸς τοὺς Ἕλληνας ἀναμίγνυσθαι. Ἐμοὶ δὲ οὐ τοῦτο δοκεῖ· ἀλλὰ τὴν ἔχθραν ἐν τῇ σαρκὶ μεσότοιχον λέγει, τῷ κοινὸν εἶναι διάφραγμα ἀπὸ Θεοῦ διατειχίζον ἡμᾶς, καθὼς ὁ προφήτης φησίν· Οὐχὶ αἱ ἁμαρτίαι ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἐμοῦ; Καὶ εἰκότως· ὡς μεσότοιχον γὰρ ἦν ἔχθρα, ἣν καὶ πρὸς Ἰουδαίους εἶχε καὶ πρὸς Ἕλληνας. Τοῦ δὲ νόμου ὄντος, οὐ μόνον οὐκ ἐλύετο, ἀλλὰ καὶ ηὔξετο· Ὁ γὰρ νόμος, φησὶν, ὀργὴν κατεργάζεται. Ὥσπερ οὖν ἐκεῖ λέγων, Ὁ νόμος ὀργὴν κατεργάζεται, οὐκ αὐτῷ τὸ πᾶν ἐπιγράφει, ἀλλ', ἐπειδὴ παρέβημεν, προσυπακούεται· οὕτω καὶ ἐνταῦθα μεσότοιχον αὐτόν φησιν, ἐπειδὴ παρακουόμενος ἔχθραν ἐποίει. Φραγμὸς ὁ νόμος ἦν, ἀλλ' οὗτος ἐγένετο μὲν ἀσφαλείας ἕνεκεν· διὸ καὶ φραγμὸς ὠνόμαστο, ἵνα περιφράττῃ. Ἄκουε γὰρ πάλιν τοῦ προφήτου λέγοντος· Καὶ φραγμὸν αὐτῷ περιέθηκα· καὶ πάλιν, Καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν. Οὐκοῦν τὴν ἀσφάλειάν φησι. Καὶ πάλιν, Καθελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ πάλιν, Νόμον εἰς βοήθειαν ἔδωκε, καὶ πάλιν, Ποιῶν ἐλεημοσύνην καὶ κρίσιν ὁ Κύριος ἐγνώρισε τὰ δικαιώματα αὐτοῦ τῷ Ἰσραήλ. Γέγονε δὲ μεσότοιχον, οὐκέτι αὐτοὺς ἐν ἀσφαλείᾳ καθιστῶν, ἀλλὰ χωρίζον αὐτοὺς ἀπὸ τοῦ Θεοῦ. Τοιοῦτον γὰρ τὸ μεσότοιχον τὸ ἀπὸ τοῦ φραγμοῦ. Ποῖον δὲ τοῦτο δηλῶν, ἐπάγει, Τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ. Τὸν νόμον τῶν ἐντολῶν καταργήσας. Πῶς; Σφραγίσας, καὶ λύσας ἐκεῖ τὴν ἔχθραν. Οὐ τούτῳ δὲ μόνον ἔλυσεν, ἀλλὰ καὶ τῷ φυλάξαι αὐτόν. Τί οὖν, εἰ τῆς προτέρας παραβάσεως ἀπηλλάγμεθα, πάλιν δὲ αὐτὸν ἀναγκαζόμεθα φυλάττειν; Πάλιν τὸ αὐτὸ ἦν· ἀλλὰ καὶ αὐτὸν ἔλυσε· Τὸν νόμον γὰρ τῶν ἐντολῶν, φησὶν, ἐν δόγμασι καταργήσας. Βαβαὶ τῆς φιλανθρωπίας· ἔδωκεν ἡμῖν νόμον, ἵνα φυλάττωμεν· ἐπεὶ δὲ οὐκ ἐφυλάξαμεν, δέον κολασθῆναι, ὁ δὲ καὶ τὸν νόμον κατέλυσεν· ὡς ἂν εἴ τις παιδίον παραδοὺς παιδαγωγῷ, ἐπειδὴ μὴ ὑπακούοι, καὶ τοῦ παιδαγωγοῦ ἐλεύθερον ποιήσειε, καὶ ἀπαγάγοι. Πόσης τοῦτο φιλανθρωπίας; Τί ἐστιν, Ἐν δόγμασι καταργήσας; Πολλὴν γὰρ ἐνταῦθα διαφοράν φησιν ἐντολῆς καὶ δογμάτων. Ἢ τὴν πίστιν οὖν φησι, δόγμα αὐτὴν καλῶν· ἀπὸ γὰρ πίστεως μόνης ἔσωσεν· ἢ τὴν παραγγελίαν, καθὼς ἔλεγεν ὁ Χριστός· Ἐγὼ δὲ λέγω ὑμῖν, μηδὲ ὀργισθῆναι ὅλως. Τουτέστιν, Ἐὰν πιστεύσῃς, ὅτι ὁ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, σωθήσῃ· Καὶ πάλιν, Ἐγγύς σου τὸ ῥῆμά ἐστιν ἐν τῷ στόματί σου, καὶ ἐν τῇ καρδίᾳ σου. 62. 40 Μὴ εἴπῃς, Τίς ἀναβήσεται εἰς τὸν οὐρανὸν, ἢ τίς καταβήσεται εἰς τὴν ἄβυσσον, ἢ τίς αὐτὸν ἀνήγαγεν ἐκ νεκρῶν; Ἀντὶ βίου πίστιν εἰσήγαγεν. Ἵνα γὰρ μὴ εἰκῆ σώσῃ, καὶ αὐτὸς ἐκολάσθη, καὶ ἀπῄτησεν αὐτοὺς τὴν πίστιν διὰ δογμάτων. Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον. Ὁρᾷς οὐχὶ τὸν Ἕλληνα γενόμενον Ἰουδαῖον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον εἰς ἑτέραν κατάστασιν ἥκοντας; Οὐχ ἵνα τοῦτον ἕτερον ἐργάσηται, τὸν νόμον κατήργησεν, ἀλλ' ἵνα τοὺς δύο κτίσῃ. Καὶ καλῶς πανταχοῦ τῷ ὀνόματι κέχρηται τῷ, Κτίσῃ. Καὶ οὐκ εἶπε, Μεταβάλῃ, ἵνα δείξῃ τὸ ἐνεργὲς τοῦ γενομένου, καὶ ὅτι εἰ καὶ ὁρατὸν ἡ κτίσις, ἀλλ' ἐκείνης οὐκ ἐλάττων, καὶ ὅτι ὡς ἀπὸ φυσικῶν πραγμάτων ἀποπηδᾷν ἡμᾶς οὐ χρὴ λοιπόν. Ἵνα τοὺς δύο, φησὶ, κτίσῃ ἐν ἑαυτῷ· τουτέστι, δι' ἑαυτοῦ. Οὐκ ἄλλῳ τοῦτο ἐπέταξεν, ἀλλὰ αὐτὸς δι' ἑαυτοῦ καὶ τοῦτον κἀκεῖνον χωνεύσας, ἕνα ἀνήνεγκε θαυμαστὸν, αὐτὸς τοῦτο πρῶτον γενόμενος· ὅπερ τῆς προτέρας κτίσεώς ἐστι μεῖζον. Τοῦτο γάρ ἐστιν, Ἐν ἑαυτῷ, αὐτὸς πρῶτος τύπον παρασχὼν καὶ ὑπόδειγμα. Ἔνθεν γὰρ τὸν Ἰουδαῖον κατασχὼν, κἀκεῖθεν τὸν Ἕλληνα, καὶ μέσος αὐτὸς γενόμενος, καὶ συμμίξας αὐτοὺς, καὶ πᾶν αὐτῶν τὸ ἀπηλλοτριωμένον ἀφανίσας, ἀνέπλασεν ἄνωθεν διὰ πυρὸς καὶ ὕδατος· οὐκέτι δι' ὕδατος καὶ γῆς, ἀλλὰ δι' ὕδατος καὶ πυρός. Γέγονεν Ἰουδαῖος περιτμηθεὶς, γέγονεν ἐπικατάρατος, γέγονεν Ἕλλην ἐκτὸς νόμου, καὶ ὑπὲρ Ἕλληνας καὶ Ἰουδαίους. Εἰς ἕνα καινὸν ἄνθρωπον, φησί. Ποιῶν εἰρήνην αὐτοῖς· πρὸς τὸν Θεὸν, καὶ πρὸς ἀλλήλους. Οὐ γὰρ ἂν μένοντες καὶ Ἰουδαῖοι καὶ Ἕλληνες κατηλλάγησαν ἄν· μὴ ἀπαλλαγέντες δὲ τῆς οἰκείας καταστάσεως ἕκαστος, πῶς ἂν εἰς ἑτέραν μείζονα ἦλθον; Ὁ γὰρ Ἰουδαῖος τότε τῷ Ἕλληνι συνάπτεται, ὅταν πιστὸς γένηται· ὡς ἂν εἴ τινες, δύο οἰκημάτων ὄντων, κάτωθεν καὶ ἄνωθεν ἑνὸς θαυμαστοῦ καὶ μεγάλου, οὐκ ἂν δυνηθεῖεν ἀλλήλους ἰδεῖν, ἕως ἂν ἄνω γένωνται. Ποιῶν εἰρήνην· μᾶλλον πρὸς τὸν Θεόν· τὸ γὰρ ἑξῆς τοῦτο δηλοῖ. Τί γάρ φησι; Καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ διὰ τοῦ σταυροῦ. Οὐκ εἶπε, Καταλλάξῃ, ἀλλ', Ἀποκαταλλάξῃ, δεικνὺς ὅτι πρὸ τούτου ἡ ἀνθρωπίνη φύσις εὐκατάλλακτος ἦν, οἷον ἐπὶ τῶν ἁγίων καὶ πρὸ τοῦ νόμου. Ἐν ἑνὶ σώματι, φησὶ, τῷ αὐτοῦ, τῷ Θεῷ. Πῶς τοῦτο γίνεται; Τὴν ὀφειλομένην δίκην αὐτὸς, φησὶν, ὑποστὰς διὰ τοῦ σταυροῦ. Ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ. Οὐδὲν κυριώτερον τούτων τῶν λέξεων, οὐδὲν ἐμφαντικώτερον. Ὁ θάνατος αὐτοῦ, φησὶ, τὴν ἔχθραν ἀπέκτεινεν, ἔτρωσε καὶ ἀπώλεσεν, οὐχ ἑτέρῳ ἐπιτάξας, οὐδ' ἐνεργήσας μόνον, ἀλλὰ καὶ παθών. Οὐκ εἶπε, Λύσας, οὐκ εἶπεν, Ἀνελὼν, ἀλλ', ὃ πάντων σφοδρότερον ἦν, Ἀποκτείνας, ὥστε μηκέτι αὐτὴν ἀναστῆναι. Πῶς οὖν ἀνίσταται; Ἀπὸ τῆς πολλῆς ἡμῶν κακίας. Ἕως γὰρ ἂν μένωμεν ἐν τῷ σώματι τοῦ Χριστοῦ, ἕως ἂν ὦμεν ἡνωμένοι, οὐκ ἀνίσταται, ἀλλὰ κεῖται νεκρά· μᾶλλον δὲ ἐκείνη οὐδέποτε ἀνίσταται· ἂν δὲ ἑτέραν τέκωμεν, οὐκέτι παρὰ τὸν τὴν προτέραν ἀνελόντα καὶ ἀπολέσαντα· σὺ δὴ ὠδίνεις ἑτέραν. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς, φησὶν, ἔχθρα εἰς Θεόν. Ἂν μηδὲν φρονῶμεν σαρ 62. 41 κικὸν, οὐ τεχθήσεται ἑτέρα, ἀλλὰ μενεῖ ἡ εἰρήνη ἐκείνη. Ἐννόησον γὰρ ὅσον ἐστὶ κακὸν, τοσαῦτα τοῦ Θεοῦ πραγματευσαμένου, ἵνα καταλλαγῶμεν, καὶ ἀνύσαντος, πάλιν ἡμᾶς εἰς ἔχθραν ἐπανελθεῖν. Ταύτην οὐκέτι λουτρὸν, ἀλλ' ἡ γέεννα μένει, οὐκέτι ἄφεσις, ἀλλ' ἐξέτασις. Φρόνημα τῆς σαρκὸς, τρυφὴ, σπατάλη· φρόνημα τῆς σαρκὸς, πλεονεξία καὶ πᾶσα ἁμαρτία. Διὰ τί φρόνημα σαρκὸς εἴρηται; καίτοι γε οὐδὲν ἄνευ ψυχῆς εἰργάσατο ἄν. Οὐ διαβάλλων τὴν σάρκα λέγει, ἐπεὶ καὶ ὅταν λέγῃ, Ψυχικὸς ἄνθρωπος, οὐ διαβάλλων τὴν ψυχὴν τοῦτό φησιν, ἀλλ' ὅτι οὐκ ἀρκεῖ οὔτε σῶμα, οὔτε ψυχὴ καθ' ἑαυτὴν, μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύουσα, ποιῆσαί τι γενναῖον καὶ μέγα. Διὰ τοῦτο ψυχικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὴν ἡ ψυχὴ ἐργάζεται· καὶ σαρκικὰ ἐκεῖνα καλεῖ, ἃ καθ' ἑαυτὸ τὸ σῶμα· οὐκ ἐπειδὴ ταῦτα φυσικὰ, ἀλλ' ἐπειδὴ μὴ ἀπολαύσαντα προστασίας τῆς ἐκεῖθεν, ἀπόλλυται. Ἐπεὶ καὶ οἱ ὀφθαλμοὶ καλοὶ, ἀλλ' ἄνευ φωτὸς μυρία ἐργάζονται κακά· τοῦτο δὲ τῆς ἀσθενείας αὐτῶν ἐστιν, οὐ τῆς φύσεως. Εἰ δὲ φυσικὰ ἦν τὰ κακὰ, οὐκ ἂν αὐτοῖς ποτε εἰς δέον ἐχρησάμεθα· οὐδὲν γάρ ἐστι φυσικὸν κακόν. Τί οὖν ἐστι σαρκικὰ φρονήματα; Αἱ ἁμαρτίαι. Ὅταν γὰρ αὕτη κρατήσῃ τοῦ ἡνιόχου μετεωρισθεῖσα, μυρία τίκτει δεινά. Ἀρετὴ γὰρ σαρκὸς τὸ ὑποτετάχθαι τῇ ψυχῇ, κακία δὲ τὸ ἄρχειν ψυχῆς. Ὥσπερ οὖν ὁ ἵππος καλὸς μὲν καὶ εὐσκελὴς, ἀλλ' οὐκ ἄνευ ἡνιόχου τοῦτο δείκνυται· οὕτω καὶ ἡ σὰρξ τότε ἔσται καλὴ, ὅταν αὐτῆς τὰ σκιρτήματα περικόψωμεν. Ἀλλ' οὐδὲ ἡνίοχος δείκνυται ἄνευ ἐπιστήμης· καὶ γὰρ καὶ αὐτὸς ἐκείνων δεινότερα ἄνευ ἐπιστήμης ἐργάζεται. Ὥστε πανταχόθεν ἐφεστάναι χρή· τὸ πνεῦμα, τοῦτο ἐφεστὸς, τὸν ἡνίοχον ἰσχυρότερον ποιεῖ· τοῦτο καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα καλλωπίζει. Καθάπερ γὰρ ἡ ψυχὴ ἐνοῦσα μὲν αὐτῷ, καλὸν αὐτὸ δείκνυσιν, ὅταν δὲ αὐτὸ ἐρημώσῃ τῆς οἰκείας ἐνεργείας καὶ ἀποστῇ, καθάπερ ζωγράφου τινὸς τὰ χρώματα συγχέοντος, εἰδέχθεια γίνεται πολλὴ, πρὸς τὴν φθορὰν ἐπειγομένου τῶν μερῶν ἑκάστου καὶ τὴν ἀνάλυσιν· οὕτω καὶ τὸ πνεῦμα ὅταν ἔρημον καταλίπῃ καὶ τὸ σῶμα καὶ τὴν ψυχὴν, χείρων γίνεται καὶ μείζων ἡ εἰδέχθεια. Μὴ τοίνυν, ἐπειδὴ τῆς ψυχῆς ἔλαττον τὸ σῶμα, κάκιζε τοῦτο. Οὐδὲ γὰρ ἐγὼ τὴν ψυχὴν κακίζειν ἀνέχομαι, ἐπειδὴ τοῦ πνεύματος οὐδὲν ἰσχύει χωρίς. Εἰ δὲ χρή τι εἰπεῖν, μείζονός ἐστι κατηγορίας ἀξία ἡ ψυχή. Τὸ μὲν γὰρ σῶμα οὐδὲν ἄνευ τῆς ψυχῆς ἐργάσαιτο ἂν 62. 42 δεινὸν, ἡ δὲ ψυχὴ πολλὰ χωρὶς τοῦ σώματος· καὶ γὰρ καὶ τηκομένου τούτου, καὶ οὐ σκιρτῶντος, πολλὰ ἐργάζεται ἐκείνη· καθάπερ οἱ γόητες ἐκεῖνοι, οἱ μάγοι, οἱ φθονοῦντες, οἱ φαρμακοὶ, μάλιστα τήκουσιν αὐτό. Ἄλλως δὲ οὐδὲ ἡ τρυφὴ τῆς τοῦ σώματος ἀνάγκης ἐστὶν, ἀλλὰ τῆς ἀπροσεξίας τῆς ψυχῆς· ἡ γὰρ τροφὴ, οὐχὶ ἡ τρυφὴ, τῆς τοῦ σώματος ἀνάγκης. Ἐὰν γὰρ θελήσω σφοδρὸν καθεῖναι χαλινὸν, ἐπεστόμισα τὸν ἵππον· τὸ δὲ σῶμα τὴν ψυχὴν καταστέλλειν οὐ δύναται ἐν τοῖς αὐτῆς κακοῖς. Τίνος οὖν ἕνεκεν φρόνημα αὐτὸ σαρκὸς καλεῖ; Ὅτι τῆς σαρκὸς ὅλον γίνεται. Ὅταν γὰρ αὕτη κρατήσῃ, τότε ἥμαρτεν, ὅταν ἀφέληται τὸν νοῦν καὶ τὴν ἀρχὴν τῆς ψυχῆς. Οὐκοῦν ἐν τούτῳ ἡ ἀρετὴ τοῦ σώματος, ἐν τῷ εἴκειν τῇ ψυχῇ, ἐπεὶ καθ' ἑαυτὴν οὔτε καλὴ οὔτε κακή. Τί γὰρ ἂν ἐργάσαιτο τὸ σῶμα καθ' ἑαυτό; Ὥστε τῇ συναφείᾳ καλὸν τὸ σῶμα, καλὸν διὰ τὴν ὑποταγὴν, ἐπεὶ καθ' ἑαυτὸ οὔτε καλὸν, οὔτε κακὸν, καὶ πρὸς τοῦτο δὲ, καὶ πρὸς ἐκεῖνο ἐπιτήδειον, εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχον. Τὸ σῶμα ἐπιθυμεῖ, ἀλλ' οὐ πορνείας οὐδὲ μοιχείας, ἀλλὰ μίξεως· τὸ σῶμα ἐπιθυμεῖ, οὐ τρυφῆς, ἀλλὰ τροφῆς, οὐ μέθης, ἀλλὰ ποτοῦ. Ὅτι γὰρ οὐχ ἡ μέθη τοῦ σώματός ἐστιν ἐπιθυμία, σκόπει πῶς· οὐκ ἀντέχει λοιπὸν, ὅταν ὑπερβῇς τὸ μέτρον, ὅταν τὰ ὅρια νικήσῃς τὰ τοῦ σώματος· ἐπεὶ τὰ ἄλλα πάντα τῆς ψυχῆς ἐστιν, οἷον ὅταν εἰς σαρκικὰ καταφέρηται, ὅταν παχεῖα γένηται. Εἰ γὰρ καὶ καλὸν τὸ σῶμα, ἀλλὰ σφόδρα ἧττον τῆς ψυχῆς. Ὥσπερ οὖν ἥττων ὁ μόλυβδος χρυσοῦ, ἀλλ' ὅμως δεῖται καὶ τοῦ μολίβδου τοῦ συγκολλῶντος· οὕτω δεῖ καὶ τοῦ σώματος τῇ ψυχῇ· ἢ ὥσπερ παιδίον ἐστὶν εὐγενὲς παιδαγωγοῦ δεόμενον, οὕτω καὶ ἡ ψυχὴ δεῖται τοῦ σώματος. Καὶ μὴ θαυμάσῃς, εἰ τοιαῦτα παρήγαγον παραδείγματα. Ὥσπερ γὰρ παιδικὰ πράγματα λέγομεν, οὐ τὴν ἡλικίαν διαβάλλοντες, ἀλλὰ τὰ κατ' αὐτήν· οὕτω καὶ περὶ τοῦ σώματος. Ἀλλ' ἔνεστι μὴ εἶναι ἐν σαρκὶ, ἂν θέλωμεν, ὥσπερ οὐδὲ ἐν τῇ γῇ, ἀλλ' ἐν οὐρανοῖς καὶ ἐν πνεύματι. Τὸ γὰρ εἶναί που, οὐχ οὕτω τῇ θέσει τῇ ἐν τῷ τόπῳ λέγεται, ὡς τῇ διαθέσει. Πολλοὺς γοῦν ὄντας που, λέγομεν μὴ εἶναι, λέγοντες, Οὐκ ἦσθα ἐνταῦθα. Καὶ τί λέγω ταῦτα; Πολλάκις λέγομεν, Οὐκ εἶ ἐν σεαυτῷ, Οὐκ εἰμὶ ἐν ἐμαυτῷ· καίτοι τί σωματικώτερον τούτου, ὅταν αὐτὸς ἑαυτῷ πλησιάζῃ; ἀλλ' ὅμως οὐ φαμὲν αὐτὸν εἶναι ἐν ἑαυτῷ. Γενώμεθα τοίνυν ἐν ἑαυτοῖς, ἐν τῷ οὐρανῷ, ἐν τῷ πνεύματι· μένωμεν ἐπὶ τῆς εἰρήνης καὶ τῆς χάριτος τοῦ Θεοῦ, ἵνα πάντων τῶν σαρκικῶν ἀπαλλαγέντες, δυνηθῶμεν ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note