In epistulam ad Ephesios
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
6.1.1
Καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μα κρὰν, καὶ τοῖς ἐγγύς· ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Ἆρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου λίθου αὐτοῦ Χριστοῦ· ἐν ᾧ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ· ἐν ᾧ καὶ ὑμεῖς συνοικοδο μεῖσθε εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Οὐ δι' ἑτέρου, φησὶν, ἔπεμψεν, οὐδὲ δι' ἄλλου τινὸς ταῦτα ἐμήνυσεν ἡμῖν, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ. Οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον ἀπέστειλεν, ἐπειδὴ τὸ διορθῶσαι τὰ τοσαῦτα κακὰ οὐδενὸς ἑτέρου ἦν, ἀλλὰ τῆς αὐτοῦ παρουσίας, καὶ τὸ ἀπαγγεῖλαι τὰ γενόμενα. Ὑπηρέτου καὶ σχεδὸν διακόνου τάξιν ἀνεδέξατο ὁ Δεσπότης, καὶ ἦλθε, καὶ εὐηγγελίσατο εἰρήνην Ὑμῖν, φησὶ, τοῖς μακρὰν, καὶ τοῖς ἐγγύς. Τοῖς Ἰουδαίοις, φησὶν, ἐγγὺς, ὡς πρὸς ἡμᾶς· μακρὰν δὲ, τοὺς ἐξ ἐθνῶν αἰνιττόμενος, ὡς ξένους τῶν διαθηκῶν ὄντας. Ὅτι δι' αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι πρὸς τὸν Πατέρα. Εἰρήνην τὴν πρὸς τὸν Θεόν φησι· καὶ γὰρ κατήλλαξεν ἡμᾶς. Ἄλλως δὲ καὶ αὐτός φησιν, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· καὶ πάλιν, Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον· καὶ, Ὅσα ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, λήψεσθε· καὶ πάλιν, Ὅτι ὁ Πατὴρ ὑμᾶς φιλεῖ. Ταῦτα τῆς εἰρήνης τεκμήρια, καὶ πρὸς τούτους καὶ πρὸς ἐκείνους. Πρὸς τούτους πῶς; Ὅτι δι' αὐτοῦ τὴν προσαγωγὴν ἐσχήκαμεν ἀμφότεροι ἐν ἑνὶ Πνεύματι, οὐχ ὑμεῖς ἔλαττον, ἐκεῖνοι δὲ πλέον, ἀλλὰ μιᾷ χάριτι. Τὴν μὲν γὰρ ὀργὴν ἔλυσε τῷ θανάτῳ, ἐπεράστους δὲ ἡμᾶς ἐποίησε τῷ Πατρὶ διὰ τοῦ Πνεύματος. Ἰδοὺ πάλιν τὸ, ἐν, διά ἐστι· δι' ἑαυτοῦ καὶ Πνεύματος προσήγαγεν αὐτῷ. Ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ συμπολῖται τῶν ἁγίων. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς τῶν Ἰουδαίων, ἀλλὰ τῶν ἁγίων καὶ μεγάλων ἐκείνων ἀνδρῶν τῶν περὶ Ἀβραὰμ καὶ Μωϋσῆν καὶ Ἠλίαν εἰς τὴν αὐτὴν πόλιν ἀπεγράφημεν, εἰς ἐκείνην ἐμφανιζόμεθα; Οἱ γὰρ τοιαῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσιν. Οὐκέτι ξένοι τῶν ἁγίων, οὐδὲ πάροικοι. Οἱ γὰρ μὴ μέλλοντες ἐπιτεύξεσθαι τῶν οὐρανίων, πάροικοί εἰσιν. Ὁ γὰρ Υἱὸς, φησὶ, μένει εἰς τὸν αἰῶνα. Καὶ οἰκεῖοι, φησὶ, τοῦ Θεοῦ. Ὅπερ ἔσχον ἐξ ἀρχῆς ἐκεῖνοι διὰ τοσούτων πόνων, τοῦτο ὑμῖν διὰ τῆς τοῦ Θεοῦ χάριτος κατωρθώθη. Ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Ἰδοὺ ἡ ἐλπὶς τῆς κλήσεως. Ὅρα πῶς πάντα φύρει, τοὺς Ἕλληνας, τοὺς Ἰουδαίους, τοὺς ἀποστόλους, τοὺς προφήτας, τὸν Χριστόν· καὶ ποτὲ μὲν ἀπὸ τοῦ σώματος, ποτὲ δὲ ἀπὸ τῆς οἰκοδομῆς τὴν συναφὴν δείκνυσιν. Ἐποικοδομηθέντες, φησὶν, ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. Τουτέστι, Θεμέλιος οἱ ἀπόστολοι καὶ οἱ προφῆται. Καὶ πρῶτον τίθησι τοὺς ἀποστόλους ἐσχάτους ὄντας τοῖς χρόνοις· ἤτοι τοῦτο δεικνὺς καὶ λέγων, ὅτι θεμέλιός εἰσι καὶ οὗτοι καὶ 62. 44 ἐκεῖνοι, καὶ μία οἰκοδομὴ τὸ πᾶν καὶ ῥίζα μία. Ἐννόησον τοὺς Ἕλληνας θεμέλιον ἔχοντας τοὺς πατριάρχας. Ἐνταῦθα μᾶλλον αὐτὸ τὸ κυριώτερον λέγει, ἢ ὅταν ἐγκεντρισμὸν λέγῃ· μᾶλλον ἐκεῖ καθάπτεται. Εἶτα ἐπάγει, Ὄντος ἀκρογωνιαίου Ἰησοῦ Χριστοῦ· δηλῶν ὅτι ὁ τὸ πᾶν συνέχων ἐστὶν ὁ Χριστός. Ὁ γὰρ λίθος ὁ ἀκρογωνιαῖος καὶ τοὺς τοίχους συνέχει, καὶ τοὺς θεμελίους. Ἐν ᾧ πᾶσα οἰκοδομή. Ὅρα πῶς αὐτὸ συνῆψε· καὶ δείκνυσι ποτὲ μὲν ἄνωθεν κατέχοντα τὸ πᾶν σῶμα καὶ συγκροτοῦντα, ποτὲ δὲ κάτωθεν διαβαστάζοντα τὴν οἰκοδομὴν, καὶ ῥίζαν ὄντα. Τὸ δὲ, Ἔκτισεν ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, εἰπὼν, διὰ τούτου ἐδήλωσεν, ὅτι δι' ἑαυτοῦ συνῆψεν ἑκατέρους τοὺς τοίχους, καὶ πάλιν ὅτι ἐν αὐτῷ ἐκτίσθη. Καὶ, Πρωτότοκος, φησὶ, πάσης κτίσεως· τουτέστι, πάντα αὐτὸς διαβαστάζει. Ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη. Κἂν τὸν ὄροφον εἴπῃς, κἂν τοὺς τοίχους, κἂν ὁτιοῦν ἕτερον, τὸ πᾶν διαβαστάζει αὐτός. Ἀλλαχοῦ δὲ αὐτὸν θεμέλιον καλεῖ· Θεμέλιον γὰρ ἄλλον, φησὶν, οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός. Ἐν ᾧ πᾶσα οἰκοδομὴ, φησὶ, συναρμολογουμένη. Ἐνταῦθα τὸ ἀκριβὲς ἐμφαίνει, καὶ δείκνυσιν, ὅτι οὐκ ἔνι ἄλλως τεθῆναι, μὴ μετὰ πολλῆς τῆς ἀκριβείας βιώσαντα. Αὔξει γὰρ, φησὶν, εἰς ναὸν ἅγιον ἐν ᾧ καὶ ὑμεῖς, φησὶ, συνοικοδομεῖσθε. Συνεχέστερον αὐτὸ λέγει, Εἰς ναὸν ἅγιον, εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν Πνεύματι. Τί δὴ βούλεται ἡ οἰκοδομή; Ὥστε τὸν Θεὸν ἐνοικῆσαι ἐν τῷ ναῷ τούτῳ. Ἕκαστος γὰρ ὑμῶν ναός ἐστι, καὶ κοινῇ πάντες, καὶ ὡς ἐν σώματι Χριστοῦ οἰκεῖ, καὶ ὡς ἐν ναῷ πνευματικῷ οἰκεῖ. Διὰ τοῦτο οὐκ εἶπε, Πρόσοδον, ἀλλὰ, Προσαγωγήν· οὐ γὰρ ἀφ' ἑαυτῶν προσήλθομεν, ἀλλ' ὑπ' αὐτοῦ προσήχθημεν· Οὐδεὶς γὰρ, φησὶν, ἔρχεται πρὸς τὸν Πατέρα, εἰ μὴ δι' ἐμοῦ· καὶ πάλιν, Ἐγώ εἰμι ἡ ὁδὸς, καὶ ἡ ἀλήθεια, καὶ ἡ ζωή. Εἰς ναὸν ἅγιον συνοικοδομεῖσθε. Πάλιν ἐπὶ τὸ πρότερον ἄνεισιν ὑπόδειγμα, καὶ συνάπτει αὐτοὺς τοῖς ἁγίοις, οὐδαμοῦ ἀφεὶς ἀπηρτῆσθαι τοῦ Χριστοῦ. Ἄρα μέχρι τῆς παρουσίας ἡ οἰκοδομὴ αὕτη· ἄρα διὰ τοῦτο Παῦλος ἔλεγεν, Ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα· καὶ πάλιν ἐνταῦθα, Θεμέλιον ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστι Χριστός. Ὁρᾷς ὅτι τὰ παραδείγματα πρὸς τὰ ὑποκείμενα, ἀλλ' οὐχ ἁπλῶς ἐκλαμβάνειν χρή; Ἀπὸ παραδειγμάτων τοῦτο εἶπεν, ὡς ὅταν ὁ Χριστὸς γεωργὸν λέγῃ τὸν Πατέρα, καὶ ῥίζαν ἑαυτόν. Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Ἰησοῦ Χριστοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Εἶπε τοῦ Χριστοῦ τὴν κηδεμονίαν τὴν πολλήν· ἐκβαίνει λοιπὸν καὶ ἐπὶ τὴν ἑαυτοῦ, μικρὰν μὲν οὖσαν, καὶ σφόδρα οὐδὲν πρὸς ἐκείνην, ἱκανὴν δὲ καὶ ταύτην ἐπισπάσασθαι. Διὰ τοῦτο καὶ ἐγὼ δέδεμαι, φησίν. Εἰ γὰρ ὁ Δεσπότης ὁ ἐμὸς ἐσταυρώθη δι' ὑμᾶς, πολλῷ μᾶλλον ἐγὼ δέδεμαι. Οὐ μόνον αὐτὸς ἐδέθη, ἀλλὰ καὶ τοὺς αὐτοῦ δούλους δεσμεῖσθαι συγχωρεῖ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν. Πολλὴ ἡ ἔμφασις· οὐ μόνον ὑμᾶς οὐ βδελυττόμεθα λοιπὸν, ἀλλὰ καὶ δεσμούμεθα δι' ὑμᾶς, φησὶ, καὶ ἐγὼ τοσαύτης ἀπέλαυσα χάριτος. Εἴ γε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ 62. 45 Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς. Τὴν πρόῤῥησιν αἰνίττεται τὴν πρὸς τὸν Ἀνανίαν ῥηθεῖσαν περὶ αὐτοῦ ἐν Δαμασκῷ, ἡνίκα ἔλεγε· Πορεύου, ὅτι σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων. Οἰκονομίαν χάριτός φησι τὴν ἀποκάλυψιν· τουτέστι, Οὐ παρὰ ἀνθρώπου ἔμαθον· κατηξίωσε καὶ ἐμοὶ ἑνὶ ὄντι ἀποκαλύψαι δι' ὑμᾶς. Αὐτὸς γάρ μοι εἶπε, φησί· Πορεύου, ὅτι εἰς ἔθνη μακρὰν ἐξαποστελῶ σε. Τὴν οἰκονομίαν καλῶς οὕτως εἶπεν· οἰκονομία γὰρ ἦν μεγάλη, τὸ μηδαμόθεν πειθόμενον ἄνωθεν καλέσαι, καὶ εἰπεῖν· Σαῦλε, Σαῦλε, τί με διώκεις; καὶ τὸ πηρῶσαι τῷ φωτὶ ἐκείνῳ τῷ ἀποῤῥήτῳ. Εἴ γε ἠκούσατε, φησὶ, τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ. Ἴσως διά τινων ἐδήλωσεν, ἢ οὐ πρὸ πολλοῦ γεγραφὼς ἦν. Δείκνυσιν ἐνταῦθα, ὅτι τὸ πᾶν τοῦ Θεοῦ ἐστιν, ὅτι οὐδὲν εἰσηνέγκαμεν. Τί γὰρ, εἰπέ μοι; Παῦλος αὐτὸς ὁ μέγας καὶ θαυμαστὸς, ὁ νομομαθὴς, ὁ ὑπὸ τοὺς πόδας Γαμαλιὴλ κατὰ ἀκρίβειαν παιδευθεὶς οὐχὶ χάριτι ἐσώθη; Τοῦτο μυστήριον εἰκότως καλεῖ· μυστήριον γάρ ἐστι τὸ τὰ ἔθνη ἐξαίφνης εἰς μείζονα τῶν Ἰουδαίων εὐγένειαν ἀναγαγεῖν. Καθὼς προέγραψα, φησὶν, ἐν ὀλίγῳ, διὰ βραχέων. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι. Βαβαί· ὥστε οὐ τὸ πᾶν ἔγραφεν, οὐδὲ ὅσα γράψαι ἐχρῆν. Ἀλλ' ἐνταῦθα μὲν ἡ φύσις τοῦ πράγματος τοῦτο ἐποίει, ἀλλαχοῦ δὲ ἡ κακία, ὡς παρ' Ἑβραίοις, ὡς παρὰ Κορινθίοις. Πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου, φησὶν, ἐν τῷ μυστηρίῳ τοῦ Χριστοῦ· τουτέστι, πῶς συνῆκα, πῶς ἐνόησα, ἣ τοιαῦτα, ἃ εἶπεν ὁ Θεὸς, ἢ ὅτι κάθηται ἐκ δεξιῶν. Εἶτα καὶ τὸ ἀξίωμα, ὅτι Οὐκ ἐποίησεν οὕτως ὁ Θεὸς παντὶ ἔθνει· καὶ ποῖον ἔθνος τοῦτο, ᾧ ἐποίησεν οὕτως ὁ Θεὸς δηλῶν, ἐπάγει· Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν τῷ Πνεύματι. Τί οὖν, εἰπέ μοι, οὐκ ᾔδεσαν οἱ προφῆται; Πῶς οὖν φησιν ὁ Χριστὸς, ὅτι Μωϋσῆς καὶ οἱ προφῆται ταῦτα περὶ ἐμοῦ ἔγραψαν; καὶ πάλιν, Εἰ ἐπιστεύσατε Μωϋσῇ, ἐπιστεύσατε ἂν ἐμοί; καὶ πάλιν, Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ὑμεῖς δοκεῖτε ἐν αὐταῖς ζωὴν αἰώνιον ἔχειν, κἀκεῖναί εἰσιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ; Τοῦτό φησιν, ἢ ὅτι πᾶσιν ἀνθρώποις οὐκ ἀπεκαλύφθη· προσέθηκε γὰρ, Ὃ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη· ἢ ὅτι οὕτως οὐκ ἐγνωρίσθη διὰ πραγμάτων αὐτῶν καὶ ἔργων, Ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν Πνεύματι. Ἐννόησον γάρ· ὁ Πέτρος, εἰ μὴ παρὰ τοῦ Πνεύματος ἤκουσεν, οὐκ ἂν ἐπορεύθη εἰς τὰ ἔθνη. Ἄκουσον γὰρ τί φησιν· Ἄρα ἔδωκεν ὁ Θεὸς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὡς καὶ ἡμῖν. Τοῦτό ἐστιν ὅ φησιν, Ἐν Πνεύματι, ὅτι διὰ Πνεύματος ἠξίωσεν ὁ Θεὸς λαβεῖν αὐτοὺς τὴν χάριν. Ἔλεγον μὲν οὖν οἱ προφῆται, οὕτω δὲ ἀκριβῶς οὐκ ᾔδεσαν, ὅπου γε οὐδὲ οἱ ἀπόστολοι μετὰ τὸ ἀκοῦσαι· πολὺ γὰρ ὑπερέβαινεν ἀνθρώπινον λογισμὸν καὶ ἐλπίδα κοινήν. Εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα. Τί ἐστι, Συγκληρονόμα καὶ συμμέτοχα τῆς 62. 46 ἐπαγγελίας, καὶ σύσσωμα; Τοῦτό ἐστι τὸ μέγα, τὸ ἓν σῶμα εἶναι, ἡ ἐγγύτης ἡ πολλή. Ὅτι μὲν γὰρ κληθήσεται, ᾔδεσαν, ὅτι δὲ ἐπὶ τούτοις, οὐκέτι. Τοῦτο τοίνυν καλεῖ μυστήριον τῆς ἐπαγγελίας. Μετεῖχον οἱ Ἰσραηλῖται, συμμετεῖχον δὲ καὶ τὰ ἔθνη τῆς ἐπαγγελίας τοῦ Θεοῦ. Ἐν τῷ Χριστῷ διὰ τοῦ εὐαγγελίου. Τουτέστι, τῷ πεμφθῆναι καὶ πρὸς αὐτοὺς, καὶ τῷ πιστεῦσαι· οὐ γὰρ ἁπλῶς, ἀλλὰ, Διὰ τοῦ εὐαγγελίου. Ἀλλὰ τοῦτο μὲν οὐδὲν μέγα, μικρὸν γὰρ, καὶ ἄλλο μεῖζον ἡμῖν ἀποκαλύπτει, ὅτι οὐ μόνον ἄνθρωποι, ἀλλ' οὐδὲ ἄγγελοι, οὐδὲ ἀρχάγγελοι, οὐδὲ ἄλλη τις κτιστὴ δύναμις ᾔδει τοῦτο· μυστήριον γὰρ ἦν τοῦτο, καὶ οὐκ ἀπεκαλύφθη τινί. Τὴν σύνεσίν μου, φησὶ, νοῆσαι. Τοῦτο αἰνίττεται ἴσως, ὃ ἐν ταῖς Πράξεσιν εἶπεν αὐτοῖς, ὅτι τις ἡ σύνεσις αὐτοῦ, ὅτι καὶ τὰ ἔθνη προσκαλεῖται. Ταύτην ἑαυτοῦ λέγει σύνεσιν τὴν τοῦ μυστηρίου, ὃ εἶπεν, ὅτι ἐν ἑαυτῷ κτίσει εἰς ἕνα καινὸν ἄνθρωπον. Ἀπὸ γὰρ ἀποκαλύψεως ἔμαθεν, ὅτι οὐ δεῖ βδελύττεσθαι τὰ ἔθνη, καὶ οὗτος καὶ Πέτρος· καὶ τοῦτο ἐν τῇ ἀπολογίᾳ αὐτοῦ φησιν. Οὗ ἐγενόμην διάκονος κατὰ τὴν δωρεὰν τῆς χάριτος τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. Εἶπεν, ὅτι Δέσμιός εἰμι, ἀλλὰ πάλιν τὸ ὅλον αὐτοῦ εἶναί φησι, Κατὰ τὴν δωρεὰν τῆς χάριτος αὐτοῦ, λέγων· κατὰ δύναμιν γὰρ δωρεᾶς γέγονε τὸ ἀξίωμα τῆς τιμῆς ταύτης. Ἀλλ' οὐκ ἤρκει ἡ δωρεὰ, εἰ μὴ καὶ δύναμιν ἐνέθηκεν. Ὄντως γὰρ δυνάμεως μεγάλης, καὶ οὐκ ἤρκει ἀνθρωπίνη σπουδή. Τρία γὰρ εἰσήνεγκεν εἰς τὸ κήρυγμα, προθυμίαν ζέουσαν καὶ παράβολον, ψυχὴν πᾶν ὁτιοῦν ὑπομεῖναι ἕτοιμον, καὶ σύνεσιν καὶ σοφίαν· οὐ γὰρ ἤρκει τὸ φιλοκίνδυνον, ὁ βίος ἄληπτος, εἰ μὴ καὶ δύναμιν Πνεύματος ἔλαβε. Καὶ θέα ἀπ' αὐτοῦ πρώτου, μᾶλλον δὲ ἄκουε αὐτοῦ γράφοντος· Ἵνα μὴ μωμηθῇ ἡ διακονία ἡμῶν· καὶ πάλιν, Ἡ γὰρ παράκλησις ἡμῶν οὐκ ἐκ πλάνης, οὐδὲ ἐξ ἀκαθαρσίας, οὔτε ἐν λόγῳ κολακείας, οὔτε ἐν προφάσει πλεονεξίας. Εἶδες τὸ ἄμωμον; Καὶ πάλιν, Προνοούμενοι καλὰ, οὐ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Εἶτα μετὰ ταῦτα, Καθ' ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ἡμετέραν καύχησιν, ἣν ἔχω ἐν Χριστῷ Ἰησοῦ· καὶ πάλιν, Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ διωγμός; καὶ πάλιν, Ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς· Εἶτα ἡ οἰκονομία αὐτοῦ· Γέγονα τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος, τοῖς ὑπὸ νόμον ὡς ὑπὸ νόμον· καὶ ξυρᾶται, καὶ μυρία ποιεῖ. Τὸ δὲ πάντων κεφάλαιον, ἐν δυνάμει Πνεύματος ἁγίου. Οὐ γὰρ τολμήσω λαλῆσαί τι, φησὶν, ὧν οὐ κατειργάσατο Χριστὸς δι' ἐμοῦ· καὶ πάλιν, Τί γάρ ἐστιν, ὃ ἡττήθητε ὑπὲρ τὰς λοιπὰς Ἐκκλησίας; καὶ πάλιν, Οὐδὲν γὰρ ὑστέρησα τῶν ὑπερλίαν ἀποστόλων, εἰ καὶ οὐδέν εἰμι. Τούτων γὰρ ἄνευ οὐ δυνατόν. Οὐ διὰ τὰ σημεῖα οὖν αὐτοῦ ἐγένοντο πιστοί· οὐ γὰρ τὰ σημεῖα τοῦτο ἐποίει· οὐδὲ ἀπὸ τούτων ἠξίου μέγα φρονεῖν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Δεῖ γὰρ καὶ ἄληπτον εἶναι καὶ οἰκονομικὸν καὶ ῥιψοκίνδυνον καὶ διδακτικόν. Τούτοις τὸ πλέον κατώρθου· εἰ ταῦτα ἦν, οὐδὲν ἔδει σημείων. 62. 47 Ὁρῶμεν γοῦν αὐτὸν καὶ πρὸ τῶν σημείων μυρία τοιαῦτα κατωρθωκότα. Νῦν δὲ οὐδὲν τούτων ἔχοντες ἡμεῖς, βουλόμεθα πάντων κρατεῖν. Θάτερον γὰρ ἂν διασπασθῇ θατέρου, τὸ λοιπὸν ἄχρηστον γίνεται. Τί γὰρ ὄφελος ῥιψοκίνδυνον εἶναι, βίου ὄντα ἐπιληψίμου; Εἰ γὰρ τὸ φῶς τὸ ἐν σοὶ σκότος, φησὶ, τὸ σκότος πόσον; Τί τὸ ὄφελος βίου εἶναι ἀλήπτου, νωθρὸν ὄντα καὶ ὑπνηλόν; Ἐὰν γὰρ μή τις ἄρῃ τὸν σταυρὸν αὐτοῦ, φησὶ, καὶ ἀκολουθήσῃ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος· καὶ, Ἐὰν μή τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Τί δὲ ὄφελος εἶναι ταῦτα ἀμφότερα, καὶ μὴ εἶναι οἰκονομικὸν, τῷ εἰδέναι πῶς δεῖ ἑνὶ ἑκάστῳ ἀποκρίνασθαι; Εἰ καὶ τὰ σημεῖα οὐκ ἐν ἡμῖν, ταῦτα ἀμφότερα ἐν ἡμῖν. Ἀλλ' ὅμως τοσαῦτα εἰσφέρων περὶ ἑαυτοῦ, τὸ πᾶν ἐλογίζετο τῇ χάριτι. Τοῦτο εὐγνώμονος οἰκέτου. Καὶ οὐδ' ἂν ἐμάθομεν αὐτοῦ ποτε τὰ κατορθώματα, εἰ μὴ εἰς ἀνάγκην κατέστη τοῦ πράγματος. Ἆρα ἄξιοί ἐσμεν κἂν μεμνῆσθαι Παύλου; Ἐκεῖνος καὶ τὴν χάριν ἔχων βοηθοῦσαν, οὐκ ἠρκεῖτο, ἀλλὰ μυρίους εἰσέφερε κινδύνους· ἡμεῖς δὲ ἀπεστερημένοι τῆς παῤῥησίας ἐκείνης, πόθεν, εἰπέ μοι, προσδοκῶμεν ἢ τοὺς ἐγχειρισθέντας φυλάξαι, ἢ τοὺς οὐδέπω προσελθόντας προσλαβεῖν, ἄνθρωποι τρυφᾷν μεμελετηκότες καὶ ἀνάπαυσιν πανταχοῦ ζητοῦντες, καὶ κινδύνους οὐδὲ ὄναρ ἐνεγκεῖν δυνάμενοι, μᾶλλον δὲ οὐ θέλοντες, τῆς δὲ σοφίας ἐκείνου τοσοῦτον ἀπέχοντες, ὅσον ὁ οὐρανὸς τῆς γῆς; Διὰ τοῦτο καὶ οἱ ὑφ' ἡμῖν πολὺ τῶν τότε ἀφεστήκασιν, ἐπειδὴ οἱ τότε μαθηταὶ τῶν νῦν διδασκάλων κρείττους ἦσαν, ἐν μέσοις δήμοις καὶ τυράννοις ἀπειλημμένοι, καὶ πάντας πάντοθεν ἔχοντες πολεμίους, καὶ οὐδὲ πρὸς βραχὺ καθελκόμενοι καὶ ἐπικαμπτόμενοι. Ἄκουε γοῦν τί φησι Φιλιππησίοις· Ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Θεσσαλονικεῦσι δὲ πάλιν, ὅτι Μιμηταὶ ἐγένεσθε τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν ἐν τῇ Ἰουδαίᾳ. Καὶ Ἑβραίοις δὲ γράφων ἔλεγε· Καὶ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε. Καὶ Κολοσσαεῦσι δὲ μαρτυρεῖ λέγων· Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν Χριστῷ ἐν τῷ Θεῷ· καὶ αὐτοῖς δὲ τούτοις πολλοὺς κινδύνους μαρτυρεῖ. Καὶ Γαλάταις δὲ γράφων λέγει· Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ. Καὶ ὁρᾷς αὐτοὺς περὶ εὐποιίας πάντας ἐσχολακότας. Διὰ τοῦτο καὶ ἡ χάρις ἐνήργει τότε, διὰ τοῦτο καὶ ἐν κατορθώμασιν ἔζων, Ἄκουε δὲ καὶ Κορινθίοις τί γράφει, οἷς μυρία ἐγκαλεῖ· οὐχὶ καὶ αὐτοῖς μαρτυρεῖ, λέγων, Ἀλλὰ τὸν ζῆλον ὑμῶν, ἀλλὰ τὴν ἐπιπόθησιν; Καὶ πάλιν περὶ τούτου ὅσα αὐτοῖς μαρτυρεῖ, ταῦτα οὐδὲ ἐν διδασκάλοις ἴδοι τις ἂν γινόμενα νῦν· ὥστε πάντα οἴχεται καὶ ἀπόλωλε. Τὸ δὲ αἴτιον, τὸ τὴν ἀγάπην ἐψύχθαι, τὸ τοὺς ἁμαρτάνοντας μὴ κολάζεσθαι (ἄκουε γὰρ αὐτοῦ γράφοντος τῷ Τιμοθέῳ, καὶ λέγοντος· Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε)· τὸ τοὺς ἄρχοντας νοσεῖν· τῆς γὰρ κεφαλῆς οὐχ ὑγιαινούσης, πῶς ἂν τὸ λοιπὸν σῶμα εὔρωστον μένοι; Ὅρα γοῦν ἀνωμαλία νῦν ὅση. Οἱ μὲν γὰρ ὀρθῶς βιοῦντες, καὶ ὁπωσδήποτε παῤῥησίαν ἔχοντες, τὰς κορυφὰς τῶν ὀρέων κατειλήφασι, καὶ ἐκ μέσου 62. 48 γεγόνασιν, ὥσπερ πολεμίου καὶ ἀλλοτρίου, ἀλλ' οὐχὶ οἰκείου σώματος ἀποσπώμενοι· φθόροι δὲ καὶ μυρίων γέμοντες κακῶν εἰσεπήδησαν εἰς τὰς Ἐκκλησίας· ὠνηταὶ γεγόνασιν αἱ ἀρχαί. Μυρία ἐντεῦθεν τίκτεται κακὰ, καὶ οὐδεὶς ὁ διορθούμενος, οὐδεὶς ὁ ἐπιτιμῶν· ἀλλ' ὁδόν τινα καὶ ἀκολουθίαν ἔλαβεν ἡ ἀταξία. Ἥμαρτέ τις, καὶ ἐνεκλήθη; Οὐ πρὸς τὸ δεῖξαι ἑαυτὸν ἀθῷον σπεύδει, ἀλλὰ πρὸς τὸ δυνηθῆναι κοινωνοὺς τῶν ἐγκλημάτων εὑρεῖν. Τί πάθω, ὅτι γέεννα ἠπείληται; Πιστεύσατέ μοι, ὡς εἰ μὴ ἐκεῖ τεταμίευτο τὴν κόλασιν ἡμῖν ὁ Θεὸς, τῶν Ἰουδαϊκῶν συμφορῶν μείζους ἂν εἴδετε καθ' ἑκάστην ἡμέραν τραγῳδίας. Τί γάρ; ἀλλὰ μὴ ὀργισθήτω μηδείς· οὐ γὰρ ὀνομαστὶ ἐρῶ· εἴ τις παραγενόμενος εἰς τὴν ἐκκλησίαν, ὑμᾶς τοὺς νῦν ὄντας ἐνθάδε παραστήσας, τοὺς μεθ' ἡμῶν ὄντας, ἐξέτασιν ἐποιεῖτο· μᾶλλον δὲ οὐ νῦν, ἀλλ' εἴ τις κατὰ τὴν ἡμέραν τοῦ πάσχα πάντας τοὺς προσιόντας καὶ λουομένους, μετὰ τὸ προσελθεῖν τοῖς μυστηρίοις ἐξήτασε σὺν ἀκριβείᾳ, πνεῦμα τοιοῦτον λαβὼν, ὥστε εἰδέναι τὰ πεπραγμένα αὐτοῖς μετὰ ἀκριβείας, πολλὰ ἂν εὑρέθη βαρύτερα τῶν Ἰουδαϊκῶν κακῶν. Καὶ γὰρ οἰωνιζομένους, καὶ φαρμακείαις καὶ κλῃδονισμοῖς καὶ ἐπῳδαῖς κεχρημένους, καὶ πεπορνευκότας, καὶ μοιχεύσαντας, καὶ μεθύσους, καὶ λοιδόρους εὗρεν ἄν. Πλεονέκτας δὲ οὐ βούλομαι λέγειν, μὴ καί τινων ἅψωμαι τῶν ἐνθάδε ἑστώτων. Τί δὲ, εἴ τις τοὺς ἐν τῇ οἰκουμένῃ προσιόντας ἅπαντας ἠρεύνησε, ποῖον οὐκ ἂν εὗρε πλημμέλημα; τί δὲ τοὺς ἄρχοντας; οὐχὶ χρημάτων ἐφιεμένους, οὐχὶ ἀρχὰς ὠνουμένους, οὐχὶ φθονεροὺς, οὐχὶ βασκάνους, οὐχὶ κενοδόξους, οὐχὶ λαιμάργους, καὶ χρημάτων δούλους; Τοσαύτης οὖν ἀσεβείας γινομένης, τί οὐχὶ προσδοκῆσαι χρὴ δεινόν; Καὶ ἵνα μάθητε ὅσῃ τιμωρίᾳ ὑπεύθυνοί εἰσιν οἱ τούτοις ἁλισκόμενοι τοῖς ἁμαρτήμασιν, ἐννοεῖτε τὰ παλαιά· εἷς ἔκλεψεν ἱερὰ χρήματα στρατιώτης ἄνθρωπος, καὶ πάντες ἀπώλοντο. Ἆρα ἴστε τὴν ἱστορίαν; Περὶ τοῦ Χαρμὶ λέγω τοῦ τὸ ἀνάθημα κλέψαντος. Καὶ τότε μὲν ὁ προφήτης ἔλεγεν, ὅτι Ἐνεπλήσθη ἡ χώρα αὐτῶν κλῃδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων. Νῦν δὲ μυρία γέμει πανταχοῦ κακὰ, καὶ οὐδεὶς δέδοικε. Φοβηθῶμεν λοιπόν· οἶδεν ὁ Θεὸς καὶ δικαίους μετὰ ἀσεβῶν τιμωρεῖσθαι, οἷον γέγονεν ἐπὶ τοῦ Δανιὴλ, ἐπὶ τῶν τριῶν παίδων, οἷον ἐπὶ μυρίων ἑτέρων, οἷον ἐπὶ τῶν πολέμων τῶν ἔτι καὶ νῦν συμβαινόντων. Οὗτοι μὲν γὰρ καὶ αὐτὸ ὅσον ἔχουσιν ἁμαρτημάτων βάρος, διὰ τούτου ἀποτίθενται, ἐκεῖνοι δὲ οὔ. Διὰ ταῦτα πάντα προσέχωμεν ἑαυτοῖς. Οὐχ ὁρᾶτε τοὺς πολέμους; οὐκ ἀκούετε τὰς συμφοράς; οὐ παιδεύεσθε τούτοις; Ἔθνη καὶ πόλεις ὁλόκληροι κατεποντίσθησαν καὶ ἀπώλοντο, μυριάδες τοσαῦται παρὰ τοῖς βαρβάροις δουλεύουσιν· ἂν μὴ τῇ γεέννῃ σωφρονιζώμεθα, κἂν τούτοις. Μὴ καὶ ταῦτα ἀπειλαί εἰσι, καὶ οὐχὶ πράγματα ἐκβεβηκότα; Μεγάλην ἐκεῖνοι τὴν δίκην ἔδωκαν, ἀλλὰ μείζονα δώσομεν ἡμεῖς, οἱ μηδὲ ταῖς ἐκείνων σωφρονιζόμενοι συμφοραῖς. Φορτικὸς ὁ λόγος, οἶδα κἀγὼ, ἀλλ' ἐὰν αὐτῷ προσέχωμεν, κέρδος ἔχων. Οὐ γὰρ ἔχει πρὸς χάριν ὁμιλεῖν, μᾶλλον δὲ οὐδέποτε, 62. 49 ἀλλ' ἀεὶ τὰ δυνάμενα συστεῖλαι καὶ σωφρονίσαι τὴν ψυχήν. Ταῦτα γὰρ αἴτια γίνεται τῶν μελλόντων ἀγα 62. 50 θῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ.