Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John Chrysostom PG 47-64
In epistulam ad Ephesios
Ephe 9.2.1
Choose a text More by John Chrysostom
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
9.2.1
Εἰ δὲ Ἑλισσαίῳ ὑπὲρ τούτου μόνου τοσαύτη παρείπετο τάξις ἀγγέλων, τί Παύλῳ; Τοῦτο καὶ ὁ προφήτης Δαυῒδ ἔλεγε· Παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτόν· καὶ πάλιν, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ τί λέγω ἀγγέλους; αὐτὸς ὁ Δεσπότης τότε μετ' αὐτοῦ ἦν ἐξιόντος. Οὐ γὰρ δήπου τῷ μὲν Ἀβραὰμ ὠπτάνετο, μετὰ δὲ τούτου οὐκ ἦν· αὐτὸς γὰρ ἐπηγγείλατο λέγων· Ἐγώ εἰμι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Καὶ πάλιν ὀφθεὶς αὐτῷ, ἔλεγε· Μὴ φοβοῦ, ἀλλὰ λάλει, ὅτι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε. Καὶ κατ' ὄναρ δὲ αὐτῷ ἐπέστη λέγων· Θάρσει· ὡς γὰρ διεμαρτύρω τὰ περὶ ἐμοῦ εἰς Ἱερουσαλὴμ, οὕτω σε δεῖ καὶ ἐν Ῥώμῃ μαρτυρῆσαι. Ἀεὶ μὲν οὖν οἱ ἅγιοι θαυμαστοὶ, καὶ πολλῆς γέμουσι χάριτος, μάλιστα δὲ ὅταν διὰ Χριστὸν κινδυνεύωσιν, ὅταν δέσμιοι γίνωνται. Καθάπερ γὰρ στρατιώτης γενναῖος ἀεὶ μὲν καὶ ἁπλῶς ἡδὺ θέαμα τοῖς ὁρῶσι γίνεται, μάλιστα δὲ ὅταν ἑστήκῃ καὶ παρατάττῃ παρ' αὐτὸν τὸν βασιλέα· οὕτω δὴ καὶ Παῦλον ἐννόησον, ὅσον ἦν ἰδεῖν μετὰ τῶν δεσμῶν αὐτὸν διδάσκοντα. Εἴπω τί μεταξὺ νῦν ὑπελθόν με νόημα; Ὁ μακάριος μάρτυς Βαβύλας ἐδέθη, καὶ αὐτὸς ἀπὸ τῆς αὐτῆς αἰτίας, ἀφ' ἧς καὶ Ἰωάννης, βασιλέα παρανομοῦντα ἐλέγξας. Οὗτος τελευτῶν ἐπέτρεψε τὰ δεσμὰ τεθῆναι μετὰ τοῦ σώματος, καὶ τὸ σῶμα δεδεμένον ταφῆναι· καὶ νῦν αἱ πέδαι κεῖνται μετὰ τῆς τέφρας. Τοσοῦτος ἦν αὐτῷ πόθος τῶν διὰ Χριστὸν δεσμῶν. Σίδηρον διῆλθεν ἡ ψυχὴ αὐτοῦ, ὁ Προφήτης φησὶ περὶ τοῦ Ἰωσήφ. Ἤδη δὲ καὶ γυναῖκες τούτων ἔλαβον πεῖραν τῶν δεσμῶν· ἀλλ' ἡμεῖς οὐ δεσμούμεθα. Οὐδὲ τοῦτο παραινῶ, καιροῦ νῦν οὐκ ὄντος· ἀλλὰ σὺ μὴ δήσῃς τὰς χεῖρας, ἀλλὰ δῆσον τὴν διάνοιαν. Ἔστι καὶ ἄλλα δεσμά· οἱ ταῦτα μὴ φέροντες, ἐκεῖνα οἴσουσιν. Ἄκουε τοῦ Χριστοῦ λέγοντος· Δήσατε αὐτοῦ χεῖρας καὶ πόδας. Ἀλλὰ μὴ γένοιτο πεῖραν ἐκείνων λαβεῖν, τούτων δὲ τῶν δεσμῶν καὶ ἐμπλησθῆναι γένοιτο. Διὰ ταῦτα ἔλεγεν· Ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ παρακαλῶ ὑμᾶς, ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε· καὶ πάλιν, Κεφαλὴν ἔχομεν τὸν Χριστόν. Συνήγειρε γὰρ καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐχθροὺς ὄντας, καὶ μυρία ἐργασαμένους κακά. Μεγάλη ἡ κλῆσις, καὶ ἐπὶ μεγάλοις, οὐχ ὅτι ἀπ' ἐκείνων μόνον, ἀλλ' ὅτι καὶ ἐπὶ τοιαῦτα, καὶ τοιούτῳ τρόπῳ. Πῶς δὲ ἔστιν ἀξίως περιπατῆσαι; Μετὰ πάσης ταπεινοφροσύνης. Ὁ τοιοῦτος ἀξίως περιπατεῖ· τοῦτο ἀρετῆς πάσης ὑπόθεσις. Ἂν ταπεινὸς ᾖς, καὶ ἐννοήσῃς τίς ὢν πῶς ἐσώθης, ἀφορμὴν πρὸς ἀρετὴν λαμβάνεις τὴν μνήμην, οὔτε τοῖς δεσμοῖς 62. 72 ἐπαίρῃ, οὔτε αὐτοῖς τούτοις οἷς εἶπον, ἀλλ' εἰδὼς ὅτι τὸ πᾶν τῆς χάριτός ἐστι, συστέλλεις σαυτόν. Ὁ ταπεινόφρων καὶ εὐγνώμων δύναται εἶναι καὶ εὐχάριστος οἰκέτης. Τί γὰρ ἔχεις, φησὶν, ὃ οὐκ ἔλαβες; Ἄκουε δὲ πάλιν αὐτοῦ λέγοντος· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Μετὰ πάσης, φησὶ, ταπεινοφροσύνης, μὴ τῆς ἐν ῥήμασι, μηδὲ ἐν πράγμασι μόνοις, ἀλλὰ καὶ ἐν σχήματι καὶ ἐν φθέγματι· μὴ πρὸς τοῦτον μὲν ταπεινὸς, πρὸς δὲ ἐκεῖνον θρασύς· πρὸς πάντας ἔσο ταπεινὸς, κἂν φίλος ᾖ κἂν ἐχθρὸς, κἂν μέγας κἂν μικρός· τοῦτο ταπεινοφροσύνη. Καὶ ἐν τοῖς κατορθώμασιν ἔσο ταπεινός. Ἄκουε γὰρ τοῦ Χριστοῦ λέγοντος, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, καὶ τοῦτο πρῶτον τιθέντος. Διὰ τοῦτο καὶ αὐτός φησι· Μετὰ πάσης ταπεινοφροσύνης καὶ πραότητος καὶ μακροθυμίας. Ἔστι γὰρ ταπεινὸν μὲν εἶναι, ὀξὺν δὲ καὶ ὀργίλον· ἀλλ' οὐδὲν ὄφελος· πολλάκις γὰρ ὑπὸ τῆς ὀργῆς κατεχόμενος, πάντα ἀπώλεσεν. Ἀνεχόμενοι, φησὶν, ἀλλήλων ἐν ἀγάπῃ. Πῶς ἀνέχεσθαι δυνατὸν, ἂν ὀργίλος ᾖ, ἂν κατήγορος; Εἶπε καὶ τὸν τρόπον· Ἐν ἀγάπῃ, φησίν. Εἰ τοῦ πλησίον, φησὶν, οὐκ ἀνέχῃ, πῶς σοῦ ἀνέξεται ὁ Θεός; εἰ αὐτὸς τὸν ὁμόδουλον οὐ φέρεις, πῶς σὲ οἴσει ὁ Δεσπότης; Ἔνθα ἂν ᾖ ἀγάπη, πάντα οἰστά ἐστι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης. Δῆσον οὖν τὰς χεῖρας τῇ ἐπιεικείᾳ. Πάλιν τὸ καλὸν ὄνομα ἤνθησεν, ὁ δεσμός· ἀφήκαμεν αὐτὸν, καὶ αὐτὸς ἡμῖν πάλιν ἐπέδραμε. Καλὸς ἐκεῖνος ὁ δεσμὸς, καλὸς καὶ οὗτος· καὶ ἐκεῖνος ἀπὸ τούτου τίκτεται. Σύνδησον σαυτὸν τῷ ἀδελφῷ· οἱ τοιοῦτοι ἅπαντα κούφως φέρουσιν οἱ συνδεδεμένοι τῇ ἀγάπῃ. Σαυτὸν ἐκείνῳ πρόσδησον, κἀκεῖνόν σοι· ἀμφοτέρων σὺ κύριος· ὃν γὰρ ἂν βουλήσωμαι ποιῆσαι φίλον, δυνήσομαι. Μετ' εὐκολίας σπουδάζοντες. Δείκνυσιν οὐχ ἁπλῶς, οὐδὲ τοῦ τυχόντος τὸ πρᾶγμα εἶναι. Σπουδάζοντες, φησὶ, τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος.

Intertext edge

Open linked passage

Note