In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.0.1
Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολ λάκις ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθε τον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμ βάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν.
10.1.1
Μετὰ φόβου τῶν λογίων ἀκούωμεν τοῦ Θεοῦ, μετὰ φόβου καὶ τρόμου πολλοῦ· Δουλεύσατε γὰρ, φησὶ, τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Εἰ δὲ καὶ ἡ χαρὰ ἡμῶν, καὶ ἡ ἀγαλλίασις μετὰ τρόμου ὀφείλει γίνεσθαι, ὅταν καὶ φοβερὰ ᾖ τὰ λεγόμενα, οἷα τὰ νῦν, τίνος οὐκ ἐσμὲν ἄξιοι τιμωρίας, μὴ μετὰ φρίκης ἐπακούοντες τῶν λεγομένων; Εἰπὼν ὅτι ἀδύνατον τοὺς παραπεσόντας βαπτισθῆναι δεύτερον, καὶ τὴν διὰ τοῦ λουτροῦ ἄφεσιν πάλιν λαβεῖν, καὶ δείξας τὸ φρικτὸν τοῦ πράγματος, ἐπάγει· Γῆ γὰρ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους, ἀδόκιμος, καὶ κατάρας ἐγγύς· ἧς τὸ τέλος εἰς καῦσιν. Φοβηθῶμεν οὖν, ἀγαπητοί· οὐκ ἔστι Παύλου αὕτη ἡ ἀπειλὴ, οὐκ ἔστιν ἀνθρώπου τὰ ῥήματα· τοῦ Πνεύματός εἰσι τοῦ ἁγίου, τοῦ Χριστοῦ τοῦ λαλοῦντος ἐν αὐτῷ. Ἆρα τίς ἐστιν ὁ τούτων τῶν ἀκανθῶν καθαρός; Εἰ δὲ καὶ ἦμεν καθαροὶ, οὐδὲ οὕτω θαῤῥεῖν ἐχρῆν, ἀλλὰ δεδοικέναι καὶ τρέμειν μήποτε ἄκανθαι βλαστήσωσιν ἐν ἡμῖν· ὅταν δὲ ὅλοι δι' ὅλου ἄκανθαι ὦμεν καὶ τρίβολοι, πόθεν θαῤῥοῦμεν, εἰπέ μοι, καὶ ὕπτιοι γινόμεθα; τί τὸ ποιοῦν ἡμᾶς ῥᾳθυμεῖν; Εἰ ὁ δοκῶν ἑστάναι, ὀφείλει δεδοικέναι μὴ πέσῃ· Ὁ δοκῶν γὰρ ἑστάναι, φησὶ, βλεπέτω μὴ πέσῃ· ὁ πεσὼν πῶς ὀφείλει μεριμνᾷν ὥστε ἀναστῆναι; Εἰ Παῦλος φοβεῖται μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένηται, καὶ δέδοικε τὸ μὴ γενέσθαι ἀδόκιμος, ὁ οὕτω δόκιμος· ἡμεῖς οἱ γενόμενοι ἤδη ἀδόκιμοι, τίνα ἕξομεν ἀπολογίαν καὶ συγγνώμην, οὐδένα φόβον ἔχοντες, ἀλλ' ὡς συνήθειαν, οὕτω πληροῦντες τὸν Χριστιανισμὸν, καὶ ἀφοσιούμενοι; Φοβηθῶμεν τοίνυν, ἀγαπητοί· Ἀποκαλύπτεται γὰρ ὀργὴ τοῦ Θεοῦ ἀπ' οὐρανοῦ· φοβηθῶμεν· ἀποκαλύπτεται γὰρ οὐκ ἐπ' ἀσέβειαν μόνον, ἀλλὰ καὶ ἐπὶ πᾶσαν ἀδικίαν, καὶ μικρὰν καὶ μεγάλην. Ἐνταῦθα τοῦ Θεοῦ τὸ φιλάνθρωπον αἰνίττεται. Ὑετὸν δὲ τὴν διδασκαλίαν φησί· καὶ ὅπερ ἀνωτέρω ἔλεγεν, Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, τοῦτο καὶ ἐνταῦθά φησι. Καὶ πολλαχοῦ ὑετὸν τὴν διδασκαλίαν ἡ Γραφὴ λέγει· Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν· περὶ τοῦ ἀμπελῶνος λέγουσα· ὅπερ ἀλλαχοῦ λιμὸν ἄρτου καὶ δίψαν ὕδατος καλεῖ. Καὶ πάλιν· 63. 84 Ὁ ποταμὸς τοῦ Θεοῦ ἐπληρώθη ὑδάτων. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν. Ἐνταῦθα δηλοῖ, ὅτι καὶ ἐδέξαντο καὶ συνέπιον τὸν λόγον, καὶ πολλάκις τούτου ἔτυχον, καὶ οὐδὲ οὕτως ἀπώναντο. Εἰ μὲν γὰρ μὴ ἐγεωργήθης, φησὶν, εἰ μὴ ἀπέλαυσας ὑετῶν, οὐκ ἦν τοσοῦτον τὸ κακόν· Εἰ γὰρ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· εἰ δὲ πολλάκις ἔπιες καὶ ἐδέξω, τίνος ἕνεκεν ἀντὶ καρπῶν ἕτερα ἐξήγαγες; Ἔμεινα γὰρ, φησὶν, ἵνα ποιήσῃ σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Ὁρᾷς ὅτι πανταχοῦ ἡ Γραφὴ ἀκάνθας καλεῖ τὰ ἁμαρτήματα; Καὶ γὰρ καὶ ὁ Δαυΐδ φησιν· Ἐστράφην εἰς ταλαιπωρίαν, ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαν. Οὐ γὰρ ἁπλῶς ἐπέρχεται, ἀλλ' ἐμπήγνυται· κἂν μικρὸν αὐτῆς ἐναπομείνῃ, καὶ μὴ πᾶσαν αὐτὴν ἐξέλωμεν, αὐτὸ τὸ μικρὸν ὀδυνᾷ ὁμοίως, καθάπερ ἐπὶ τῆς ἀκάνθης· καὶ τί λέγω αὐτὸ τὸ μικρόν; Καὶ μετὰ τὸ ἐξαιρεθῆναι, ἐπιπολὺ τῆς πληγῆς τὴν ὀδύνην ἐναφίησι· καὶ διὰ τοῦτο δεῖ θεραπείας πολλῆς καὶ ἰατρείας, ὥστε τέλεον αὐτῆς ἐλευθερωθῆναι· οὐδὲ γὰρ ἀρκεῖ τὸ ἐξελεῖν μόνον τὴν ἁμαρτίαν, ἀλλὰ δεῖ καὶ τὸν πληγέντα θεραπεῦσαι τόπον. Ἀλλὰ δέδοικα μὴ πρὸς ἡμᾶς ᾖ τὸ λεγόμενον μᾶλλον ἢ πρὸς ἑτέρους, τὸ, Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετόν· ἀεὶ γὰρ πίνομεν, ἀεὶ ἀκούομεν, ἀλλ' εὐθέως τὴν νοτίδα ἀπόλλυμεν, τοῦ ἡλίου ἀνατείλαντος, καὶ διὰ τοῦτο ἀκάνθας ἐκφέρομεν. Τίνες οὖν αἱ ἄκανθαι; Ἀκούσωμεν τοῦ Χριστοῦ λέγοντος, ὅτι ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. Γῆ γὰρ ἡ πιοῦσα, φησὶ, τὸν ἐπ' αὐτῆς πολλάκις ἐρχόμενον ὑετὸν, καὶ τίκτουσα βοτάνην εὔθετον.
10.2.1
Οὐδὲν οὕτως εὔθετον, ὡς βίου καθαρότης, οὐδὲν οὕτως εὔρυθμον, ὡς βίος ἄριστος, οὐδὲν οὕτως εὔθετον, ὡς ἀρετή. Καὶ τίκτουσα, φησὶ, βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Ἐνταῦθά φησι τὸν Θεὸν αἴτιον τῶν ἁπάντων γίνεσθαι, πλήττων τοὺς Ἕλληνας ἠρέμα, τοὺς τῇ δυνάμει τῆς γῆς τῶν καρπῶν τὴν γέννησιν ἐπιγράφοντας. Οὐδὲ γὰρ αἱ γεωργικαὶ χεῖρες, φησὶν, εἰσὶν αἱ τὴν γῆν πρὸς τὴν τῶν καρπῶν φορὰν διεγείρουσαι, ἀλλὰ τὸ παρὰ τοῦ Θεοῦ πρόσταγμα· διὰ τοῦτό φησι· Μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ. Καὶ ὅρα πῶς ἐπὶ τῶν ἀκανθῶν οὐκ εἶπε, τίκτουσα ἀκάνθας, οὐδὲ τῷ χρησίμῳ τούτῳ ὀνόματι ἐχρήσατο, ἀλλὰ τί; Ἐκφέρουσα ἀκάνθας ὡς ἂν εἴποι τις, ἐκβράσσουσα, ἐκβάλλουσα. Ἀδόκιμος, φησὶ, καὶ κατάρας ἐγγύς. Βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα· ὁ δὲ μηδέπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται. Καὶ οὐ τούτῳ μόνῳ παρεμυθή 63. 85 σατο, ἀλλὰ καὶ τῷ ἑξῆς· οὐ γὰρ εἶπεν, Ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἥτις καήσεται· ἀλλὰ τί; Ἧς τὸ τέλος εἰς καῦσιν· δηλῶν ὅτι ἐὰν μέχρι τέλους οὕτως ἐπιμείνῃ, τούτῳ πείσεται. Ὥστε, ἐὰν ἐκτέμωμεν καὶ κατακαύσωμεν τὰς ἀκάνθας, δυνησόμεθα τῶν μυρίων ἀπολαῦσαι ἀγαθῶν, καὶ γενέσθαι δόκιμοι, καὶ εὐλογίας μετασχεῖν. Εἰκότως δὲ τὴν ἁμαρτίαν τρίβολον ἐκάλεσεν, εἰπὼν, Ἐκφέρουσα δὲ ἀκάνθας καὶ τριβόλους· ὅθεν γὰρ ἂν αὐτὴν κατάσχῃς, πλήττει καὶ δάκνει, καὶ ἔστιν ἀειδὴς καὶ τῷ ἰδεῖν. Καθαψάμενος τοίνυν αὐτῶν ἱκανῶς, καὶ φοβήσας καὶ πλήξας, θεραπεύει πάλιν, ὥστε μὴ πλέον καταβαλεῖν, καὶ ὑπτίους ἐργάσασθαι· τὸν γὰρ νωθρὸν ὁ πλήττων νωθρότερον ἐργάζεται. Οὔτε οὖν πάντη κολακεύει, ὥστε μὴ ἐπᾶραι, οὔτε πάντη πλήττει, ὥστε μὴ ὑπτιωτέρους ποιῆσαι· ἀλλ' ὀλίγον ἐμβαλὼν τὸ πληκτικὸν, πολὺ τὸ θεραπευτικὸν προσφέρει διὰ τῶν ἐπαγομένων, ὥστε ὃ βούλεται κατορθῶσαι. Τί γάρ φησι; Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττονα, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Τουτέστιν, οὐχ ὡς κατεγνωκότες ὑμῶν ταῦτα λέγομεν, οὐδὲ ὡς νομίζοντες ὑμᾶς ἀκανθῶν πλήρεις, ἀλλὰ δεδοικότες μὴ τοῦτο γένηται· βέλτιον γὰρ ὑμᾶς τοῖς ῥήμασι φοβῆσαι, ἵνα μὴ τοῖς πράγμασιν ἀλγήσητε. Καὶ τοῦτο τῆς συνέσεως Παύλου μάλιστα. Καὶ οὐκ εἶπε, Νομίζομεν, οὐδὲ, Στοχαζόμεθα, οὐδὲ, Προσδοκῶμεν, οὐδὲ, Ἐλπίζομεν, ἀλλὰ τί; Πεπείσμεθα. Ὃ καὶ Γαλάταις γράφων ἔλεγε· Πέποιθα δὲ εἰς ὑμᾶς ἐν Κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε. Οὐκ εἶπε, Φρονεῖτε, ἀλλὰ, Φρονήσετε. Ἐκεῖ μὲν γὰρ ἐπειδὴ σφόδρα κατεγνωσμένοι ἦσαν, καὶ οὐκ εἶχεν αὐτοὺς ἀπὸ τῶν παρόντων ἐπαινέσαι, ἀπὸ τῶν μελλόντων τοῦτο ποιεῖ, Οὐδὲν ἄλλο φρονήσετε, λέγων· ἐνταῦθα δὲ ἀπὸ τῶν παρόντων· Πεπείσμεθα δὲ περὶ ὑμῶν, ἀγαπητοὶ, τὰ κρείττω, καὶ ἐχόμενα σωτηρίας, εἰ καὶ οὕτω λαλοῦμεν. Καὶ ἐπειδὴ ἀπὸ τῶν παρόντων οὐ τοσαῦτα εἶχεν εἰπεῖν, ἀπὸ τῶν παρελθόντων κατασκευάζει τὴν παραμυθίαν, καί φησιν· Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης, ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες Βαβαὶ, πῶς αὐτῶν ἀνεκτήσατο τὴν ψυχὴν καὶ ἀνέῤῥωσε, τῶν παλαιῶν ἀναμνήσας πραγμάτων, καὶ εἰς ἀνάγκην καταστήσας τοῦ μὴ προσδοκᾷν ἐπιλελῆσθαι τὸν Θεόν! Ἀνάγκη γὰρ ἐκεῖνον ἁμαρτάνειν τὸν μὴ πεπληροφορημένον περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, καὶ τῆς τῶν ἑκάστῳ βεβιωμένων κατ' ἀξίαν παρ' αὐτοῦ ἀνταποδόσεως, καὶ λέγειν ὅτι ἄδικος ὁ Θεός. Ὥστε συνηνάγκασεν αὐτοὺς πάντως προσδοκᾷν ἐκεῖνα τὰ μέλλοντα. Τὸν γὰρ ἀπεγνωκότα ἀπὸ τῶν παρόντων καὶ ἀπαγορεύσαντα, ἀπὸ τῶν μελλόντων ἀναῤῥῶσαι δυνήσεταί τις· ὡς καὶ αὐτὸς Γαλάταις γράφων ἔλεγεν, Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε; καὶ πάλιν, Τοσαῦτα ἐπάθετε εἰκῆ; εἴ γε καὶ εἰκῆ. Ὥσπερ δὲ ἐνταῦθα μετὰ ἐπιπλήξεως τίθησι τὸ ἐγκώμιον, λέγων· Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον· οὕτω καὶ ἐκεῖ· Θαυμάζω ὅτι οὕτω ταχέως μετατίθεσθε. Μετ' ἐκπλήξεως τὸ 63. 86 ἐγκώμιον· περὶ γὰρ μεγάλων, ὅταν ἐκπέσωσι, θαυμάζομεν. Ὁρᾷς ἐγκεκρυμμένον τὸν ἔπαινον τῇ κατηγορίᾳ καὶ τῇ διαβολῇ; Καὶ οὐ περὶ ἑαυτοῦ τοῦτο μόνον φησὶν, ἀλλὰ καὶ περὶ πάντων· οὐ γὰρ εἶπε, Πέπεισμαι, ἀλλὰ, Πεπείσμεθα περὶ ὑμῶν τὰ κρείττονα· τουτέστι, τὰ χρηστά. Ἤτοι περὶ πολιτείας, ἢ περὶ ἀντιδόσεως ταῦτά φησιν. Εἶτα εἰπὼν ἀνωτέρω, ὅτι Ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, ἵνα μὴ δόξῃ περὶ αὐτῶν τοῦτο λέγειν, ἐπήγαγεν εὐθέως τὸ, Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης· δηλῶν, ὅτι εἰ καὶ οὕτω λαλοῦμεν, οὐ πάντως περὶ ὑμῶν τοῦτο λέγομεν. Καὶ εἰ περὶ ἡμῶν οὐ λέγεις, τί δήποτε καθάπτῃ νωθροὺς καλῶν, καὶ μεμνημένος ἀκανθῶν ἐκφοβεῖς; Ἐπειδὴ ἐπιθυμοῦμεν, φησὶν, ἕνα ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ἄχρι τέλους· ἵνα μὴ νωθροὶ γένησθε, μιμηταὶ δὲ τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας.
10.3.1
Ἐπιθυμοῦμεν, φησίν· οὐκ ἄρα μέχρι ῥημάτων τοῦτο βουλόμεθα μόνον. Ἀλλὰ τί ἐπιθυμεῖς, εἰπέ. Ἐπιθυμοῦμεν τῆς ἀρετῆς ὑμᾶς ἔχεσθαι· οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, φησὶν, ἀλλ' ὑπὲρ τῶν μελλόντων δεδοικότες. Καὶ οὐκ εἶπεν, ὅτι Οὐχ ὡς τῶν προτέρων καταγινώσκοντες, ἀλλὰ τῶν παρόντων· ἐξελύθητε γὰρ, ῥᾳθυμότεροι γεγόνατε. Ἀλλ' ὅρα πῶς προσηνῶς ἐνέφηνε, καὶ οὐκ ἔπληξε. Τί γάρ φησιν; Ἐπιθυμοῦμεν δὲ ἕκαστον ὑμῶν τὴν αὐτὴν σπουδὴν ἐνδείκνυσθαι ἄχρι τέλους. Τοῦτο γὰρ τὸ θαυμαστόν ἐστι τῆς Παύλου συνέσεως, ὅτι οὐκ ἐνδείκνυται, ὅτι ἐνέδωκαν, ὅτι καθυφῆκαν. Τὸ γὰρ εἰπεῖν, Ἐπιθυμοῦμεν ἕκαστον ὑμῶν, τοῦτό ἐστιν, ὡς ἂν εἴποι τις· Θέλω σε σπουδάζειν ἀεὶ, καὶ οἷος ἦς πρότερον, τοιοῦτον εἶναι καὶ νῦν καὶ εἰς τὸ μέλλον. Τοῦτο γὰρ τὸν ἔλεγχον προσηνέστερον καὶ εὐπαράδεκτον εἰργάζετο. Καὶ οὐκ εἶπε, Θέλω, ὅπερ ἦν διδασκαλικῆς αὐθεντίας, ἀλλ' ὃ πατρικῆς ἦν φιλοστοργίας καὶ πλέον τοῦ θέλειν, Ἐπιθυμοῦμεν· μονονουχὶ λέγων· Σύγγνωτε κἂν φορτικόν τι φθεγξώμεθα. Ἐπιθυμοῦμεν γὰρ ἕνα ἕκαστον ὑμῶν τὴν αὐτὴν ἐνδείκνυσθαι σπουδὴν πρὸς τὴν πληροφορίαν τῆς ἐλπίδος ὑμῶν ἄχρι τέλους. Τί ἐστι τοῦτο; Ἡ ἐλπὶς, φησὶ, διαβαστάζει, αὕτη ἀνακτᾶται πάλιν· μὴ ἐκλυθῆτε, μηδὲ ἀπελπίσητε, ἵνα μὴ περιττὴ ὑμῶν ἡ ἐλπὶς ᾖ· ὁ γὰρ ἀγαθὰ ἐργαζόμενος, καὶ ἀγαθὰ ἐλπίζει, καὶ οὐδέποτε ἀπελπίζει ἑαυτόν. Ἵνα μὴ νωθροὶ γένησθε, ἀκμὴν γένησθε. Καὶ μὴν ἀνωτέρω ἔλεγεν· Ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς. Ἀλλ' ὅρα πῶς ἐκεῖ μέχρι τῆς ἀκοῆς τὴν νωθρότητα ἔστησεν· ἐνταῦθα εἰ καὶ αὐτὸ τοῦτο φθέγγεται, ἀλλ' ἕτερόν τι αἰνίττεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν, Μὴ ἐναπομείνητε τῇ ῥᾳθυμίᾳ, Μὴ νωθροὶ γένησθε, εἶπε. Πάλιν αὐτοὺς εἰς τὸν μέλλοντα ἐξάγει καιρὸν τὸν ἀνεύθυνον, εἰπών· Ἵνα μὴ νωθρότεροι γένησθε· ἐκείνου γὰρ τοῦ μήπω παρόντος οὐκ ἂν εἴημεν ὑπεύθυνοι. Ὁ μὲν γὰρ εἰς τὸ παρὸν παρακαλούμενος σπουδάζειν, ὡς ῥᾳθυμῶν, ἴσως καὶ ὀκνηρότερος 63. 87 ἔσται· ὁ δὲ εἰς τὸ μέλλον, οὐχ οὕτως. Ἐπιθυμοῦμεν δὲ, φησὶν, ἕκαστον ὑμῶν. Πολλὴ ἡ φιλοστοργία· καὶ μεγάλων καὶ μικρῶν ὁμοίως κήδεται, καὶ πάντας οἶδε, καὶ οὐδένα παρορᾷ, ἀλλὰ τὴν αὐτὴν περὶ ἕκαστον κηδεμονίαν ἐπιδείκνυται, καὶ τὴν ἰσοτιμίαν πρὸς πάντας· ὅθεν καὶ μᾶλλον ἔπειθε δέξασθαι τὸ φορτικὸν τῶν ῥημάτων. Ἵνα μὴ νωθροὶ γένησθε, φησί. Καθάπερ γὰρ ἡ ἀργία τὸ σῶμα βλάπτει· οὕτω καὶ τὴν ψυχὴν ἡ ἀργία τῶν ἀγαθῶν ὑπτιωτέραν ἐργάζεται καὶ ἀσθενῆ. Μιμηταὶ δὲ, φησὶ, τῶν διὰ πίστεως καὶ μακροθυμίας κληρονομούντων τὰς ἐπαγγελίας. Καὶ τίνες οὗτοί εἰσιν, ἑξῆς λέγει. Πρότερον εἴρηκε, Μιμήσασθε τὰ πρότερα ὑμῶν κατορθώματα· εἶτα, ἵνα μὴ λέγωσι. Ποῖα; αὐτοὺς ἀνάγει ἐπὶ τὸν πατριάρχην, τῶν μὲν κατορθωμάτων οἴκοθεν αὐτοῖς φέρων τὰ ὑποδείγματα, τοῦ δὲ νομίζειν ἐγκαταλελεῖφθαι, ἀπὸ τοῦ πατριάρχου. Τοῦτο δὲ ποιεῖ, ἵνα μὴ λέγωσιν ὅτι ὡς οὐδενὸς ἄξιοι λόγου καταφρονηθέντες ἐγκατελείφθησαν, ἀλλ' εἰδέναι ἔχωσιν ὅτι τῶν μάλιστα γενναίων ἀνδρῶν τοῦτό ἐστι, τὸ διὰ πειρασμῶν ὁδεύειν τὸν βίον, καὶ ὅτι τοῖς θαυμαστοῖς καὶ μεγάλοις ἀνδράσιν οὕτω κέχρηται ὁ Θεός. Δεῖ δὲ, φησὶ, μετὰ μακροθυμίας ἅπαντα φέρειν· τοῦτο γάρ ἐστι καὶ πιστεῦσαι. Ἐὰν δὲ εἴπῃ ὅτι δίδωσι, καὶ λάβῃς εὐθέως, τί καὶ ἐπίστευσας; οὐκέτι γὰρ τῆς πίστεώς ἐστι τοῦτο τῆς σῆς, ἀλλ' ἐμοῦ, φησὶ, τοῦ προλαβόντος τὴν ἐπαγγελίαν καὶ δεδωκότος. Ἐὰν δὲ εἴπω ὅτι δίδωμι, καὶ μετὰ ἑκατὸν ἔτη δώσω, σὺ δὲ μὴ ἀπελπίσῃς· τότε με ἐνόμισας ἀξιόπιστον, τότε τὴν προσήκουσαν περὶ ἐμοῦ δόξαν ἔχεις. Ὁρᾷς ὅτι πολλάκις ἡ ἀπιστία οὐκ ἐξ ἀνελπιστίας γίνεται μόνον, ἀλλὰ καὶ ἐκ τοῦ ὀλιγοψυχεῖν καὶ μὴ μακροθυμεῖν, οὐκ ἐκ τοῦ ἐπαγγειλαμένου; Οὐ γὰρ ἄδικος ὁ Θεὸς, φησὶν, ἐπιλαθέσθαι τῆς ἀγάπης ὑμῶν, καὶ τῆς σπουδῆς ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις, καὶ διακονοῦντες. Μεγάλα αὐτοῖς μαρτυρεῖ, οὐκ ἔργα μόνον, ἀλλὰ καὶ μετὰ προθυμίας ἔργα· ὃ καὶ ἀλλαχοῦ φησιν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ ἑαυτοὺς ἔδωκαν τῷ Κυρίῳ καὶ ἡμῖν. Ἧς ἐνεδείξασθε, φησὶν, εἰς τὸ ὄνομα αὐτοῦ, διακονήσαντες τοῖς ἁγίοις καὶ διακονοῦντες. Ὅρα πῶς πάλιν αὐτοὺς θεραπεύει ἐπαγαγὼν καὶ εἰπὼν, Διακονοῦντες; Ἔτι καὶ νῦν, λέγει, διακονοῦντες, διανιστῶν αὐτοὺς καὶ δεικνὺς ὅτι οὐκ ἐκείνοις πεποιήκασιν, ἀλλὰ τῷ Θεῷ. Ἣν ἐνεδείξασθε, φησίν· οὐχ ἁπλῶς εἰς τοὺς ἁγίους, ἀλλ' εἰς τὸν Θεόν· τοῦτο γάρ ἐστιν, Εἰς τὸ ὄνομα αὐτοῦ· ὡσεὶ ἔλεγε, Διὰ τὸ ὄνομα αὐτοῦ πάντα πεποιήκατε. Ὁ τοίνυν τοσαύτης παρ' ὑμῶν ἀπολαύων σπουδῆς καὶ ἀγάπης, οὐ καταφρονήσει ποτὲ ὑμῶν οὐδὲ ἐπιλήσεται.
10.4.1
Ταῦτα ἀκούοντες, παρακαλῶ, διακονῶμεν τοῖς ἁγίοις. Πᾶς γὰρ πιστὸς ἅγιος, καθὸ πιστός ἐστι· κἂν κοσμικὸς ᾖ τις, ἅγιός ἐστιν· Ἡγίασται γὰρ, φησὶν, ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικὶ, καὶ ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀνδρί. Ὅρα πῶς τὸν ἁγιασμὸν ἡ πίστις ποιεῖ. Κἂν κοσμικὸν τοίνυν ἴδωμεν ἐν περιστάσει, ὀρέγωμεν χεῖρα· μὴ πρὸς τοὺς ἐν ὄρεσι μόνον καθημένους ὦμεν σπουδαῖοι· ἅγιοι μὲν γὰρ ἐκεῖνοι καὶ βίῳ καὶ πίστει, ἅγιοι δὲ καὶ οὗτοι τῇ πίστει, πολλοὶ δὲ καὶ βίῳ. Μὴ, ἐὰν ἴδωμεν μοναχὸν εἰς φυλακὴν, τότε εἰσέλθωμεν· ἐὰν δὲ κοσμικὸν, μὴ εἰσέλθωμεν· ἅγιός ἐστι καὶ οὗτος, καὶ ἀδελφός. Τί οὖν, φησὶν, ἐὰν ᾖ ἀκάθαρτος καὶ μιαρός; Ἄκουε 63. 88 τοῦ Χριστοῦ λέγοντος· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Σὺ διὰ τὸν Θεὸν ποίησον. Καὶ τί λέγω; κἂν Ἕλληνα ἴδωμεν ἐν περιστάσει, εὖ ποιεῖν δεῖ, καὶ ἁπλῶς πάντα ἄνθρωπον ἐν περιστάσεσιν ὄντα, πολλῷ δὲ μᾶλλον πιστὸν κοσμικόν. Ἄκουε Παύλου λέγοντος· Τὸ καλὸν ποιεῖτε πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀλλ' οὐκ οἶδα πόθεν τοῦτο εἰσενήνεκται, καὶ πόθεν αὕτη κεκράτηκεν ἡ συνήθεια. Ὁ γὰρ τοὺς μονάζοντας μόνον ἐπιζητῶν, κἀκείνους μόνους εὖ ποιεῖν θέλων, καὶ ἐκείνους δὲ πάλιν περιεργαζόμενος, καὶ λέγων, Ἐὰν μὴ ᾖ ἄξιος, ἐὰν μὴ ᾖ δίκαιος, ἐὰν μὴ σημεῖα ποιῇ, οὐκ ὀρέγω χεῖρα, τὸ πλέον τῆς ἐλεημοσύνης ἐξεῖλε, καὶ τοῦτο δὲ αὐτὸ τῷ χρόνῳ πάλιν ἀναιρήσει· καίτοι γε ἐλεημοσύνη ἐκείνη ἐστὶν, ἡ εἰς τοὺς ἁμαρτωλοὺς, ἡ εἰς τοὺς ὑπευθύνους γινομένη. Ἐλεημοσύνη γὰρ τοῦτό ἐστιν, οὐ τὸ τοὺς κατωρθωκότας, ἀλλὰ τὸ τοὺς πεπλημμεληκότας ἐλεεῖν. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ Χριστὸς διὰ τῆς παραβολῆς· Κατῄει, φησὶ, τὶς ἀπὸ Ἱεροσολύμων εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσε· καὶ τυπτήσαντες αὐτὸν, εἴασαν παρὰ τὴν ὁδὸν ἡμιθανῆ τυγχάνοντα. Κατὰ δὲ συγκυρίαν Λευΐτης τις παρὰ τὴν ὁδὸν ἦλθε, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν· ὁμοίως δὲ καὶ ἱερεύς τις τὸ αὐτὸ ποιήσας παρέδραμεν. Ὕστερον δὲ ἦλθέ τις Σαμαρείτης, καὶ πολλὴν τὴν κηδεμονίαν ἐποιήσατο ἐπ' αὐτῷ. Ἐπέδησε γὰρ τὰ τραύματα, ἐπέσταξεν ἔλαιον, ἀνεβίβασεν αὐτὸν ἐπὶ τὸν ὄνον, ἤγαγεν αὐτὸν εἰς τὸ πανδοχεῖον, εἶπε τῷ πανδοχεῖ· Θεράπευσον αὐτόν. Καὶ ὅρα τὴν φιλοτιμίαν τὴν πολλήν· Καὶ ἐγώ σοι δώσω, φησὶν, ὅσον ἂν ἀναλώσῃς. Εἶτα πυνθάνεται· Τίς οὖν δοκεῖ σοι πλησίον αὐτοῦ γεγονέναι; Ὁ δὲ νομικὸς εἰπὼν, Ὁ ποιήσας τὸ ἔλεος μετ' αὐτοῦ, ἀκούει, Πορεύου οὖν, καὶ σὺ ποίει ὁμοίως. Καὶ θέα ποίαν εἶπε παραβολήν. Οὐκ εἶπεν ὅτι Ἰουδαῖος εἰς Σαμαρείτην ἐποίησεν, ἀλλ' ὅτι Σαμαρείτης τὴν φιλοτιμίαν ἐκείνην ἅπασαν ἐνεδείξατο. Ἐντεῦθεν μανθάνομεν, ἐξ ἴσης προνοεῖσθαι τῶν πάντων, οὐ τῶν οἰκείων τῆς πίστεως μόνον ἐπιμελουμένους, τῶν ἀλλοτρίων δὲ ἀμελοῦντας. Οὕτω τοίνυν καὶ σὺ, ἐὰν ἴδῃς τινὰ κακῶς πάσχοντα, μηδὲν περιεργάζου λοιπόν· ἔχει τὸ δικαίωμα τῆς βοηθείας τὸ κακῶς παθεῖν αὐτόν. Εἰ γὰρ ὄνον ἐὰν ἴδῃς ἀγχόμενον, ἐγείρεις αὐτὸν, καὶ οὐ περιεργάζῃ τίνος ἐστί· πολλῷ μᾶλλον ἄνθρωπον οὐ δεῖ περιεργάζεσθαι τίνος ἐστί· τοῦ Θεοῦ ἐστι, κἂν Ἕλλην ᾖ, κἂν Ἰουδαῖος. Εἰ γὰρ καὶ ἄπιστος, ἀλλὰ βοηθείας δεῖται. Εἰ μὲν γὰρ ἐξετάζειν καὶ κρίνειν ἐπετράπη σοι, καλῶς ταῦτα ἔλεγες· νῦν δὲ ἡ συμφορὰ ταῦτα οὐκ ἀφίησί σε ἐξετάζειν. Εἰ γὰρ οὐδὲ ὑγιαίνοντας περιεργάζεσθαι χρὴ, οὐδὲ τὰ ἑτέρων πολυπραγμονεῖν, πολλῷ μᾶλλον τοὺς κακῶς πάσχοντας. Ἄλλως δὲ τί; Εἶδες εὐθηνοῦντα αὐτὸν ἢ εὐδοκιμοῦντα, ὅτι λέγεις, πονηρός ἐστι καὶ φαῦλος; κακῶς πάσχει· εἰ δὲ κακῶς πάσχοντα ὁρᾷς, μὴ λέγε ὅτι πονηρός ἐστιν. Ὅταν μὲν γὰρ εὐδοκιμῇ, καλῶς ταῦτα λέγομεν· ὅταν δὲ ἐν συμφορᾷ ᾖ καὶ βοηθείας δεῖται, οὐ χρὴ λέγειν ὅτι πονηρός ἐστιν· ὠμότητος γὰρ τοῦτο καὶ ἀπανθρωπίας καὶ ἀλαζονείας. Τί τῶν Ἰουδαίων ἀνομώτερον γέγονεν, εἰπέ μοι; Ἀλλ' ὅμως ἐκόλασεν αὐτοὺς ὁ Θεὸς, καὶ δικαίως, καὶ σφόδρα 63. 89 δικαίως· καὶ ὅμως τοὺς μὲν συναλγοῦντας αὐτοῖς ἀπεδέξατο, τοὺς δὲ ἐφησθέντας ἐκόλασεν. Οὐκ ἔπασχον γὰρ, φησὶν, οὐδὲν ἐπὶ τῇ συντριβῇ τοῦ Ἰωσήφ. Καὶ πάλιν φησίν· Ἐκπρίου κτεινομένους, μὴ φείσῃ. Οὐκ εἶπε, Περιέργασαι, καὶ μάθε τίς ἐστι· καίτοι ὡς τὰ πολλὰ πονηροὶ οἱ ἀπαγόμενοι ἀλλ' εἶπεν ἁπλῶς, Ἐκπρίου, ὅστις ἂν ᾖ, φησί. Τοῦτο γάρ ἐστι μάλιστα ἐλεημοσύνη. Ὁ μὲν γὰρ φίλον εὖ ποιῶν, οὐ διὰ τὸν Θεὸν πάντως ποιεῖ· ὁ δὲ ἀγνῶτα, οὗτος καθαρῶς διὰ τὸν Θεὸν ἐργάζεται. Καὶ ὁ μέν φησι, Μὴ φείσῃ χρημάτων, ἀλλὰ κἂν πάντα δέῃ κενῶσαι, δός· ἡμεῖς δὲ ἀγχομένους ὁρῶντες, ἀποδυρομένους, μυρίων θανάτων χαλεπώτερα πάσχοντας, καὶ ἀδίκως πολλάκις, φειδόμεθα τῶν χρημάτων, καὶ ἀφειδοῦμεν τῶν ἀδελφῶν· τῶν ἀψύχων μὲν κηδόμεθα, ψυχῆς δὲ ἀμελοῦμεν. Καίτοι γε Παῦλος κελεύει ἐν πραότητι παιδεύειν τοὺς 63. 90 ἀντιδιατιθεμένους· μήποτε, φησὶ, δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ' αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα.– Μήποτε, φησίν· ὁρᾷς πόσης μακροθυμίας τὸ ῥῆμα γέμει; Τοῦτον καὶ ἡμεῖς μιμούμενοι, μηδένα ἀπελπίζωμεν. Καὶ γὰρ οἱ ἁλιεῖς, πολλάκις τὸ ἄγκιστρον ῥίψαντες εἰς τὴν θάλατταν, οὐκ ἐπέτυχον, ὕστερον δὲ βαλόντες, τὸ πᾶν ἀπέλαβον. Οὕτω καὶ ἡμεῖς οὐκ ἀπελπίζομεν, ἀλλὰ προσδοκῶμεν ὅτι ἀθρόον δείξετε ἡμῖν καρπὸν ὥριμον. Καὶ γὰρ ὁ γηπόνος ἐπειδὰν σπείρῃ, καὶ τὴν πρώτην ἡμέραν καὶ τὴν δευτέραν ἀναμένει, καὶ πολὺν χρόνον ἐκδέχεται· εἶτα ἀθρόον πάντοθεν ὁρᾷ τοὺς καρποὺς βλαστάνοντας. Τοῦτο καὶ ἐφ' ὑμῶν ἔσεσθαι προσδοκῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.