In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.0.1
Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτὸν, ᾧ καὶ δεκάτην ἐμέρισεν ἀπὸ πάντων Ἀβραὰμ, πρῶτον μὲν ἑρμηνευό μενος βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ (ὅ ἐστι βασιλεὺς εἰρήνης), ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
12.1.1
Βουλόμενος ὁ Παῦλος τὸ διάφορον δεῖξαι τῆς Καινῆς καὶ τῆς Παλαιᾶς, πολλαχοῦ αὐτὸ διασπείρει, καὶ 63. 96 ἀκροβολίζεται, καὶ διακωδωνίζει τὰς ἀκοὰς τῶν ἀκροατῶν καὶ προγυμνάζει. Εὐθέως γὰρ καὶ ἀπὸ τοῦ προοιμίου τοῦτο κατεβάλλετο, εἰπὼν, ὅτι ἐκείνοις μὲν ἐλάλησεν ἐν προφήταις, ἡμῖν δὲ ἐν Υἱῷ· κἀκείνοις μὲν πολυμερῶς καὶ πολυτρόπως, ἡμῖν δὲ διὰ τοῦ Υἱοῦ. Εἶτα περὶ τοῦ Υἱοῦ διαλεχθεὶς τίς εἴη καὶ τί ἐργασάμενος, καὶ παραινέσας αὐτῷ πείθεσθαι, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν τοῖς Ἰουδαίοις, καὶ εἰπὼν ὅτι ἀρχιερεύς ἐστι κατὰ τὸν Μελχισεδὲχ, καὶ πολλάκις εἰς τὴν διαφορὰν ταύτην ἐμβῆναι βουληθεὶς, καὶ πολλὰ προοικονομήσας, καὶ ἐπιτιμήσας αὐτοῖς ὡς ἀσθενέσι, καὶ πάλιν θεραπεύσας καὶ ἀνακτησάμενος ὥστε θαῤῥεῖν· τότε λοιπὸν εἰσάγει τὸν τῆς διαφορᾶς λόγον ἀκμαζούσαις ταῖς ἀκοαῖς· ὁ γὰρ ἀναπεπτωκὼς οὐκ ἂν εὐ 63. 97 κόλως ἀκούσειε. Καὶ ἵνα μάθῃς, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ οὐκ ἤκουσαν Μωϋσῆ διὰ τὴν ὀλιγοψυχίαν. Διὰ τοῦτο πρότερον κενώσας αὐτῶν τὴν ἀθυμίαν διὰ πολλῶν, καὶ διὰ φοβερῶν, καὶ διὰ χρηστοτέρων, τότε λοιπὸν καθίησιν εἰς τὸν τῆς διαφορᾶς λόγον· καὶ τί φησιν; Οὗτος γὰρ ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Καὶ τὸ δὴ θαυμαστὸν, ἐν τῷ τύπῳ δείκνυσι πολλὴν οὖσαν τὴν διαφοράν. Ὅπερ γὰρ εἶπον, ἀπὸ τοῦ τύπου ἀεὶ πιστοῦται τὴν ἀλήθειαν, ἀπὸ τῶν παρελθόντων τὰ ἐνεστῶτα, διὰ τὴν ἀσθένειαν τῶν ἀκροατῶν. Οὗτος γὰρ, φησὶν, ὁ Μελχισεδὲχ, βασιλεὺς Σαλὴμ, ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, ὁ συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων, καὶ εὐλογήσας αὐτόν· ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ. Θεὶς τὴν διήγησιν πᾶσαν ἐν συντόμῳ, μυστικῶς αὐτὴν ἐθεώρησε· καὶ πρῶτον ἀπὸ τοῦ ὀνόματος· Πρῶτον μὲν, φησὶν, ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης. Καλῶς· Σεδὲχ γὰρ δικαιοσύνη λέγεται. Μελχὶ δὲ βασιλεύς· ἄρα ὁ Μελχισεδὲχ βασιλεὺς δικαιοσύνης ἐστίν. Ὁρᾷς καὶ ἐν τοῖς ὀνόμασι τὴν ἀκρίβειαν; Τίς δέ ἐστι βασιλεὺς δικαιοσύνης, ἀλλ' ἢ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός; Ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ἀπὸ τῆς πόλεως· τουτέστι, βασιλεὺς εἰρήνης· οὕτω γὰρ ἑρμηνεύεται τὸ, Σαλήμ. Ὃ πάλιν ἐστὶ τοῦ Χριστοῦ· οὗτος γὰρ ἡμᾶς δικαίους ἐποίησε, καὶ εἰρηνοποίησε τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς. Τίς δαὶ ἄνθρωπος βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης ἐστίν; Οὐδεὶς ἕτερος, ἀλλ' ἢ μόνος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Εἶτα καὶ ἑτέραν διαφορὰν ἐπάγει λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἐπειδὴ τοίνυν ἀντέπιπτεν αὐτῷ τὸ, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδὲχ, ἐκεῖνος δὲ ἐτεθνήκει, καὶ οὐκ ἐγένετο ἱερεὺς εἰς τὸν αἰῶνα· ὅρα πῶς αὐτὸ τεθεώρηκεν. Ἵνα γὰρ μηδεὶς ἀντεπενέγκῃ λέγων, Καὶ τίς τοῦτο εἴποι ἂν περὶ ἀνθρώπου; οὐ τῷ πράγματι, φησὶ, λέγω· τουτέστιν, οὐκ ἴσμεν ποτὲ τίνα πατέρα ἔσχεν, ἢ τίνα μητέρα, οὐ πότε ἐδέξατο τὴν ἀρχὴν, οὐ πότε ἐτελεύτησε. Καὶ τίς τοῦτο, φησί; μὴ γὰρ, ἐπειδὴ ἡμεῖς οὐκ ἴσμεν, οὐκ ἐτελεύτησεν, ἢ οὐκ ἔσχε γονεῖς; Καλῶς λέγεις, καὶ ἐτελεύτησε, καὶ ἔσχε γονεῖς. Πῶς οὖν, Ἀπάτωρ, ἀμήτωρ; πῶς, Μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων; Πῶς; τῷ μὴ ἐμφέρεσθαι τῇ Γραφῇ. Καὶ τί τοῦτο; Ὅτι, ὥσπερ οὗτος ἀπάτωρ τῷ μὴ γενεαλογεῖσθαι, οὕτως ὁ Χριστὸς αὐτῇ τῇ φύσει τοῦ πράγματος.
12.2.1
Ἰδοὺ τὸ ἄναρχον, ἰδοὺ τὸ ἀτελεύτητον. Ὥσπερ τούτου οὐκ ἴσμεν οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος, διὰ τὸ μὴ γεγράφθαι· οὕτως οὐκ ἴσμεν οὐδὲ τοῦ Ἰησοῦ, οὐ διὰ τὸ μὴ γεγράφθαι, ἀλλὰ διὰ τὸ μὴ εἶναι. Ἐκεῖνο μὲν γὰρ τύπος, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ γεγράφθαι· τοῦτο δὲ ἀλήθεια, καὶ διὰ τοῦτο ἀπὸ τοῦ μὴ εἶναι. Ὥσπερ γὰρ καὶ ἐν τοῖς ὀνόμασιν (ἐνταῦθα μὲν γὰρ προσηγορίαι ἦσαν βασιλεὺς δικαιοσύνης καὶ εἰρήνης, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια) οὕτω καὶ ἐνταῦθα προσηγορίαι εἰσὶν, ἐκεῖ δὲ πραγμάτων ἀλήθεια. Πῶς οὖν ἀρχὴν ἔχει; Ὁρᾷς ἄναρχον τὸν Υἱὸν, οὐ κατὰ τὸ μὴ ἔχειν αἴτιον· τοῦτο γὰρ ἀδύνατον· ἔχει γὰρ Πατέρα· ἐπεὶ πῶς υἱός; ἀλλὰ κατὰ τὸ μὴ ἔχειν ἀρχὴν ζωῆς, μήτε τέλος. Ἀφ 63. 98 ωμοιωμένος δὲ, φησὶ, τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ποῦ ἡ ὁμοιότης; Ὅτι καὶ τούτου κἀκείνου τὸ τέλος ἀγνοοῦμεν. καὶ τὴν ἀρχήν· ἀλλὰ τούτου μὲν παρὰ τὸ μὴ γεγράφθαι, ἐκείνου δὲ παρὰ τὸ μὴ εἶναι. Ἐνταῦθα ἡ ὁμοιότης. Εἰ δὲ πανταχοῦ ἔμελλεν ἡ ὁμοιότης εἶναι, οὐκέτι τύπος ἦν καὶ ἀλήθεια, ἀλλὰ τύπος τὰ ἀμφότερα. Οὕτω καὶ ἐν ταῖς σκιαγραφουμέναις εἰκόσι γινόμενον ἴδοι τις ἄν· ἐν ἐκείναις γὰρ ἔστι μέν τι καὶ ὅμοιον, ἔστι δὲ καὶ ἀνόμοιον· διὰ μὲν γὰρ τῆς ἁπλῶς γραφῆς ὁμοιότης τίς ἐστι τοῦ χαρακτῆρος· τῶν χρωμάτων δὲ ἐπιτεθέντων, τότε φανερῶς δείκνυται ἡ διαφορὰ, καὶ τὸ ὅμοιον καὶ τὸ ἀνόμοιον. Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Τέως ἥρμοσε τὸν τύπον. Θαῤῥῶν λοιπὸν δείκνυσι αὐτὸν τῶν ἀληθινῶν πραγμάτων τῶν παρὰ Ἰουδαίοις λαμπρότερον. Εἰ δὲ ὁ τύπον ἔχων τοῦ Χριστοῦ τοσοῦτον, οὐ τῶν ἱερέων, ἀλλὰ καὶ αὐτοῦ τοῦ προπάτορος τῶν ἱερέων βελτίων· τί ἄν τις εἴποι περὶ τῆς ἀληθείας; Ὁρᾷς ἐξ ὅσης περιουσίας δείκνυσι τὴν ὑπεροχήν· Θεωρεῖτε δὲ, φησὶ, πηλίκος οὗτος, ᾧ καὶ δεκάτην ἔδωκεν Ἀβραὰμ ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης. Ἀκροθίνια τὰ λάφυρα λέγεται. Καὶ οὐκ ἔστιν εἰπεῖν, ὅτι ὡς μετασχόντι τοῦ πολέμου ἔδωκε· διὰ γὰρ τοῦτο εἶπεν, Ὑπήντησεν ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων· δηλῶν ὅτι οἴκοι ἐκάθητο, καὶ ὅτι τῶν αὐτῷ πεπονημένων τὰς ἀπαρχὰς ἔδωκε. Καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευῒ τὴν ἱερατείαν λαμβάνοντες, ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τουτέστι, τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ. Τοσαύτη, φησὶ, τῆς ἱερωσύνης ἡ ὑπερβολὴ, ὥστε τοὺς ὁμοτίμους ἀπὸ προγόνων καὶ τὸν αὐτὸν ἔχοντας προπάτορα, πολλῷ βελτίους εἶναι τῶν ἄλλων. Δεκάτας γοῦν παρ' ἐκείνων λαμβάνουσιν. Ὅταν οὖν εὑρεθῇ τις παρ' αὐτῶν τούτων δεκάτας λαμβάνων, ἆρα οὐχ οὗτοι μὲν ἐν τάξει λαϊκῶν, ἐκεῖνος δὲ ἐν τοῖς ἱερεῦσι; Καὶ οὐ τοῦτο μόνον, ἀλλ' οὐδὲ ὁμότιμος ἦν αὐτοῖς, ἀλλ' ἐξ ἑτέρου γένους. Ὥστε οὐκ ἂν ἔδωκεν ἀλλοφύλῳ δεκάτας, εἰ μὴ πολλὴ ἦν ἡ τιμή. Βαβαί! τὶ εἰργάσατο; μεῖζον ἢ τὰ κατὰ τὴν πίστιν ἐν τῇ πρὸς Ῥωμαίους κινῶν Ἐπιστολῇ διεσάφησεν. Ἐκεῖ μὲνγὰρ καὶ τῆς ἡμετέρας καὶ τῆς Ἰουδαϊκῆς πολιτείας τὸν Ἀβραὰμ προπάτορα εἶναί φησιν· ἐνταῦθα δὲ αὐτοῦ σφόδρα κατατολμᾷ, καὶ δείκνυσι τὸν ἀκρόβυστον πολλῷ βελτίονα. Πῶς οὖν ἔδειξεν; ὅτι Λευῒ δεκάτας ἔδωκεν; Ὁ Ἀβρὰμ, φησὶν, ἔδωκε. Καὶ τί πρὸς ἡμᾶς τοῦτο; Μάλιστα μὲν οὖν πρὸς ὑμᾶς· οὐ γὰρ δὴ φιλονεικήσετε τοὺς Λευΐτας βελτίονας εἶναι τοῦ Ἀβραάμ. Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκε τὸν Ἀβραάμ. Εἶτα καὶ οὐχ ἁπλῶς παρῆλθεν, ἀλλὰ προσέθηκε, Καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγησεν. Ἐπειδὴ ἄνω καὶ κάτω τοῦτο ἦν τὸ σεμνὸν Ἰουδαίοις, δείκνυσιν ἐκείνου ὄντα σεμνότερον ἐκεῖνον, καὶ ἀπὸ τῆς κοινῆς κρίσεως ἁπάντων. Χωρὶς δὲ πάσης ἀντιλογίας, φησὶ, τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται. Τουτέστι, πᾶσι δοκεῖ τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖσθαι. Οὐκοῦν κρείττων ὁ τύπος τοῦ Χριστοῦ, καὶ αὐτοῦ τοῦ τὰς ἐπαγγελίας ἔχοντος. Καὶ ὧδε μὲν δεκάτας ἀποθνήσκοντες ἄνθρωποι λαμβάνουσιν· ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ. Ἀλλ' ἵνα ἐκεῖνα μὴ εἴπωσι, τί ἄνω ἀπέρχῃ; τί πρὸς τοὺς ἱερέας ἡμῶν, εἰ Ἀβραὰμ δεκάτην ἔδωκεν; εἰπὲ τὰ εἰς ἡμᾶς· ἐπάγει καὶ λέγει· Καὶ, ὡς ἔπος εἰπεῖν. Καὶ καλῶς αὐτὸ ἐκό 63. 99 λασε, φανερῶς μὴ εἰπὼν, ἵνα μὴ πλήξῃ. Διὰ Ἀβραὰμ καὶ Λευῒ ὁ δεκάτας λαμβάνων δεδεκάτωται. Πῶς; Ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν, ὅτε συνήντησεν αὐτῷ ὁ Μελχισεδέχ. Τουτέστιν, ἐν αὐτῷ ἦν ὁ Λευῒ καὶ μήπω τεχθεὶς, δι' αὐτοῦ τὴν δεκάτην ἐδίδου. Ὅρα, οὐκ εἶπεν, Οἱ Λευῗται, ἀλλ' Ὁ Λευΐ· τὸ μεῖζον, ὡς ἤθελε, κἀντεῦθεν συνάγων εἰς ὑπερβολήν. Εἶδες πόσον τὸ μέσον τοῦ Ἀβραὰμ καὶ τοῦ Μελχισεδὲχ τοῦ τὸν τύπον φέροντος τοῦ ἀρχιερέως τοῦ ἡμετέρου; Καὶ δείκνυσι τὴν ὑπεροχὴν ἐξουσίᾳ, οὐκ ἀνάγκῃ γεγενημένην. Ἐκεῖνος γὰρ ἔδωκε τὴν δεκάτην, ὅπερ ἐστὶν ἱερέως· οὗτος εὐλόγησεν, ὅπερ ἐστὶ κρείττονος. Αὕτη ἡ ὑπεροχὴ καὶ εἰς τοὺς ἐκγόνους διαβαίνει. Θαυμαστῶς καὶ περιγεγονότως ἔῤῥιψεν ἔξω τὰ Ἰουδαϊκά. Διὰ τοῦτο ἄρα ἔλεγε, Νωθροὶ γεγόνατε, ἐπειδὴ ταῦτα καταβαλέσθαι ἐβούλετο, ὥστε μὴ ἀποσκιρτῆσαι αὐτούς. Τοιαύτη γὰρ ἡ σοφία τοῦ Παύλου· προκατασκευάζων πρῶτον, οὕτως ἐμβάλλει εἰς ἃ βούλεται. Δυσπειθὲς γὰρ τὸ γένος τὸ ἀνθρώπινον, καὶ πολλῆς δεόμενον ἐπιμελείας, καὶ πλείονος ἢ τὰ φυτά. Ἐκεῖ μὲν γὰρ φύσις σωμάτων ἐστὶ καὶ γῆς, εἴκουσα ταῖς τῶν γηπόνων χερσίν· ἐνταῦθα δὲ προαίρεσις, πολλὰς δεχομένη μεταβολὰς, καὶ νῦν μὲν τοῦτο, νῦν δὲ ἐκεῖνο αἱρουμένη· ὀξυῤῥεπὴς γὰρ αὕτη πρὸς κακίαν.
12.3.1
Διὸ χρὴ πάντοτε φυλάττειν ἑαυτοὺς, μήποτε ἀπονυστάξωμεν. Ἰδοὺ γὰρ, φησὶν, οὐ νυστάξει, οὐδὲ ὑπνώσει, ὁ φυλάσσων τὸν Ἰσραήλ· καί· Μὴ δῷς εἰς σάλον τὸν πόδα σου. Οὐκ εἶπε, Μὴ σαλευθῇς, ἀλλὰ, Μὴ δῷς. Ἄρα ἐφ' ἡμῖν τὸ δοῦναι, καὶ οὐκ ἐφ' ἑτέρῳ τινί. Ἂν γὰρ ἐθέλωμεν ἑστάναι ἑδραῖοι καὶ ἀμετακίνητοι, οὐ σαλευθησόμεθα· τῷ γὰρ οὕτως εἰπεῖν, τοῦτο ᾐνίξατο. Τί οὖν; οὐδὲν ἐπὶ τῷ Θεῷ; Πάντα μὲν ἐπὶ τῷ Θεῷ· ἀλλ' οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Εἰ τοίνυν ἐπὶ τῷ Θεῷ, φησὶ, τί ἡμᾶς αἰτιᾶται; Διὰ τοῦτο εἶπον, Οὐχ οὕτως, ὥστε τὸ αὐτεξούσιον ἡμῶν βλάπτεσθαι. Ἐφ' ἡμῖν ἐστι τοίνυν, καὶ ἐπ' αὐτῷ· δεῖ γὰρ ἡμᾶς πρῶτον ἑλέσθαι τὰ ἀγαθὰ, καὶ ὅτε ἑλώμεθα ἡμεῖς, τότε καὶ αὐτὸς τὰ παρ' ἑαυτοῦ εἰσάγει. Οὐ προφθάνει τὰς ἡμετέρας βουλήσεις, ἵνα μὴ λυμήνηται τὸ αὐτεξούσιον ἡμῶν· ὅταν δὲ ἡμεῖς ἑλώμεθα, τότε πολλὴν εἰσάγει τὴν βοήθειαν ἡμῖν. Πῶς οὖν, εἰ καὶ ἐφ' ἡμῖν ἐστιν, ὁ Παῦλός φησιν· Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ; Πρῶτον μὲν οὐχ ὡς ἰδίαν γνώμην εἰσήγαγεν, ἀλλ' ὡς ἐκ τοῦ προκειμένου αὐτὸ συνήγαγε, καὶ ἐκ τοῦ προβληθέντος. Εἰπὼν γάρ· Γέγραπται· Ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω, ἐπήγαγεν· Ἄρα οὖν οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Ἐρεῖς οὖν μοι· Τί ἔτι μέμφεται; Δεύτερον δὲ, ἐκεῖνο ἔστιν εἰπεῖν, ὅτι οὗ τὸ πλέον ἐστὶ, τὸ πᾶν φησιν εἶναι. Ἡμῶν γὰρ τὸ προελέσθαι καὶ βουληθῆναι, Θεοῦ δὲ τὸ ἀνύσαι καὶ εἰς τέλος ἀγαγεῖν. Ἐπεὶ οὖν ἐκείνου τὸ πλέον ἐστὶ, τὸ πᾶν ἐκείνου εἶναί φησι, κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην τοῦτο λέγων. Οὕτω γὰρ καὶ ἡμεῖς ποιοῦμεν· οἷόν τι λέγω· Ὁρῶμεν οἰκίαν οἰκοδομουμένην καλῶς, καὶ λέγομεν· Τὸ πᾶν τοῦ τεχνίτου ἐστί· καίτοι γε οὐ τὸ πᾶν αὐτοῦ ἐστιν, ἀλλὰ καὶ τῶν ἐργατῶν, καὶ τοῦ τὴν ὕλην παρασχόντος δεσπότου, καὶ πολλῶν ἑτέρων· ἀλλ' ὅμως ἐπειδὴ τὸ πλέον ἐκεῖνος εἰσήνεγκεν, ἐκείνου τὸ πᾶν εἶναι λέγομεν. Οὕτω δὴ καὶ ἐνταῦθα. Καὶ πάλιν ἐπὶ πλήθους, ἔνθα μὲν οἱ πολλοὶ, πάντας εἶναί φαμεν· ἔνθα δὲ ὀλίγοι, οὐδένα. Οὕτω καὶ Παῦλος ἐνταῦθά φησι τὸ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Τοῦτο δὲ λέγων, δύο τὰ μέγιστα κατορθοῖ· ἓν μὲν, τὸ μὴ ἐπαίρεσθαι ἐφ' οἷς κατορθοῦμεν· δεύτερον δὲ, τὸ κατορθοῦντας ἀνατιθέναι τῷ Θεῷ τὴν τῶν κατορθουμένων αἰτίαν. Κἂν τρέχῃς τοίνυν, κἂν σπουδάζῃς, φησὶ, μὴ νόμιζε σὸν εἶναι τὸ κατόρθωμα· ἂν γὰρ μὴ τῆς ἄνωθεν τύχῃς ῥοπῆς, πάντα εἰκῆ. Πλὴν ὅτι τεύξῃ τοῦ σπουδαζομένου μετὰ τῆς ἐκεῖθεν συμμαχίας, εὔδηλόν ἐστιν· ἀλλ' ἂν τρέχῃς καὶ σὺ, ἂν θέλῃς. Οὐ τοῦτο οὖν εἶπεν, ὅτι εἰκῆ τρέχομεν, ἀλλ' ὅτι εἰκῆ τρέχομεν, ἐὰν ἡμέτερον εἶναι τὸ πᾶν νομίζωμεν, ἐὰν μὴ τὸ πλέον ἀπονέμωμεν τῷ Θεῷ. Οὔτε γὰρ αὐτοῦ εἶναι τὸ πᾶν ἠθέλησεν ὁ Θεὸς, ἵνα μὴ δόξῃ εἰκῆ στεφανοῦν ἡμᾶς· οὔτε ἡμῶν πάλιν, ἵνα μὴ εἰς ἀπόνοιαν ἐκπέσωμεν. Εἰ γὰρ τὸ ἔλαττον μέρος ἔχοντες μεγάλα φρονοῦμεν, τί, εἰ τοῦ ὅλου κύριοι ἦμεν; πολλὰ γὰρ ὁ Θεὸς ἐποίησεν ὑπὲρ τοῦ τὴν ἀλαζονείαν ἡμῶν ἐκκόψαι. Καὶ ἔτι ἡ χεὶρ αὐτοῦ ὑψηλὴ, φησί. Πόσοις ἡμᾶς πάθεσι περιέβαλεν, ὥστε ἐκκόψαι ἡμῶν τὸ φρόνημα; πόσοις ἐκύκλωσε θηρίοις; Καὶ γὰρ ὅταν λέγωσί τινες, Τί τοῦτο; εἰς τί τοῦτο; παρὰ τὸ τῷ Θεῷ δοκοῦν ταῦτά φασιν. Ἐν τοσούτῳ σε φόβῳ κατέστησε, καὶ οὐδὲ οὕτω ταπεινοφρονεῖς, ἀλλὰ μικρᾶς εὐπραγίας ἂν ἐπιλάβῃ ποτὲ, πρὸς αὐτὸν φθάνεις τὸν οὐρανὸν τῷ φρονήματι.
12.4.1
Διὰ τοῦτο αἱ τάχισται μεταβολαὶ καὶ μεταπτώσεις, καὶ οὐδὲ οὕτω παιδευόμεθα· διὰ τοῦτο θάνατοι συνεχεῖς καὶ ἄωροι, ἡμεῖς δὲ ὡς ἀθάνατοι φρονοῦμεν, ὡς οὐδέποτε τεθνηξόμενοι· οὕτως ἁρπάζομεν, οὕτω πλεονεκτοῦμεν, ὡς οὐδέποτε δώσοντες λόγον· οὕτως οἰκοδομοῦμεν, ὡς ἐνταῦθα μένοντες ἀεὶ, καὶ οὐδὲ ὁ τοῦ Θεοῦ λόγος καθ' ἑκάστην ἡμέραν ἡμῖν ἐνηχούμενος, οὐδὲ αὐτὰ παιδεύει τὰ πράγματα. Οὐκ ἔστιν ἡμέραν, οὐκ ἔστιν ὥραν εἰπεῖν, ἐν ᾗ μὴ συνεχεῖς ἔστιν ἰδεῖν ἐκφοράς· ἀλλὰ πάντα μάτην, καὶ τῆς σκληρότητος ἡμῶν οὐδὲν καθικνεῖται. Οὐδὲ ἐν ταῖς ἑτέρων συμφοραῖς βελτίους γενέσθαι δυνάμεθα, μᾶλλον δὲ, οὐδὲ θέλομεν· ἀλλ' ὅταν αὐτοὶ μόνοι πενθῶμεν, τότε συστελλόμεθα· κἂν ἀνῇ τὴν χεῖρα ὁ Θεὸς, πάλιν ἡμεῖς τὴν χεῖρα ἐπήραμεν. Οὐδεὶς τὰ ἄνω φρονεῖ, οὐδεὶς καταφρονεῖ τῶν ἐν τῇ γῇ, οὐδεὶς πρὸς τὸν οὐρανὸν ὁρᾷ· ἀλλ' ὥσπερ οἱ χοῖροι κάτω νεύουσι, πρὸς τὴν γαστέρα κύπτοντες, καὶ τῷ βορβόρῳ ἐγκαλινδούμενοι· οὕτω καὶ οἱ πολλοὶ τῶν ἀνθρώπων, βορβόρῳ χαλεπωτάτῳ ἑαυτοὺς μολύνοντες οὐκ αἰσθάνονται· βέλτιον γὰρ πηλῷ μολύνεσθαι ἀκαθάρτῳ, ἢ ἁμαρτήμασιν. Ὁ μὲν γὰρ ἐκεῖθεν μολυνθεὶς, ἀπενίψατο ἐν βραχεῖ χρόνῳ, καὶ γέγονεν ὅμοιος τῷ μηδὲ ἐμπεσόντι παρὰ τὴν ἀρχὴν εἰς ἐκεῖνο τὸ τέλμα· ὁ δὲ εἰς τὸ βάραθρον τῆς ἁμαρτίας ἐμπεσὼν, ἐδέξατο μολυσμὸν οὐχ ὕδατι καθαιρόμενον, ἀλλὰ πολλοῦ δεόμενον χρόνου, καὶ μετανοίας ἀκριβοῦς, καὶ δακρύων, καὶ κοπετῶν, καὶ πλείονος θρήνου καὶ θερμοτέρου, ἢ ἐπὶ τοῖς φιλτάτοις ἐπιδείκνυσθε. Οὗτος μὲν γὰρ ὁ ῥύπος ἔξωθεν ἡμῖν προσγίνεται· διὸ καὶ ταχέως αὐτὸν ἀποτιθέμεθα· ἐκεῖνος δὲ ἔνδοθεν τίκτεται· διὸ καὶ μόλις αὐτὸν ἀπονιπτόμενοι καθαιρόμεθα. Ἐκ γὰρ τῆς καρδίας, φησὶν, ἐξέρχονται διαλογισμοὶ πονηροὶ, πορνεῖαι, μοιχεῖαι, κλοπαὶ, ψευδομαρτυρίαι. Διὸ καὶ ὁ προφήτης ἔλεγε· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός· ἕτερος δέ· Ἀπόπλυνον ἀπὸ κακίας τὴν καρδίαν σου, Ἱερουσαλήμ. Ὁρᾷς ὅτι τὸ κατορθοῦν καὶ ἡμῶν ἐστι καὶ τοῦ Θεοῦ; Καὶ πάλιν, Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Οὐκοῦν γενώμεθα καθαροὶ εἰς δύναμιν τὴν ἡμετέραν· ἀποσμήξωμεν ἑαυτῶν τὰ ἁμαρτήματα. Πῶς δὲ ἔστιν ἀποσμῆξαι; Ὁ προφήτης διδάσκει, λέγων, Λούσασθε, καθαροὶ γίνεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου. Τί ἐστιν, Ἀπέναντι τῶν ὀφθαλμῶν μου; Ἐπειδή τινες εἶναι δοκοῦσιν ἀπόνηροι, ἀλλὰ τοῖς ἀνθρώποις, τῷ δὲ Θεῷ δῆλοι ὄντες τάφοικεκονιαμένοι· διὰ τοῦτό φησιν, Οὕτως ἀφέλετε, ὡς ἐγὼ ὁρῶ. Μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ταπεινὸν καὶ πένητα δικαιώσατε· καὶ δεῦτε, καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ, ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. Ὁρᾷς ὅτι προτέρους ἡμᾶς ἑαυτοὺς δεῖ καθαίρειν, καὶ τότε ὁ Θεὸς καθαίρει; Πρῶτον γὰρ εἰπὼν, Λούσασθε, καθαροὶ γένεσθε, τότε ἐπήγαγεν, Ἐγὼ λευκανῶ. Μηδεὶς τοίνυν τῶν εἰς ἐσχάτην κακίαν ἡκόντων, ἀπογινωσκέτω ἑαυτοῦ· κἂν γὰρ εἰς ἕξιν, φησὶν, ἔλθῃς, καὶ σχεδὸν εἰς φύσιν τῆς κακίας αὐτῆς, μὴ φοβηθῇς. Διὰ γὰρ τοῦτο χρώματα οὐκ ἐξίτηλα, ἀλλὰ σχεδὸν συνουσιωμένα τοῖς ὑποκειμένοις λαβὼν εἰς τὴν ἐναντίαν αὐτὰ ἔφησε κατάστασιν ἥξειν. Οὐ γὰρ ἁπλῶς πλύνειν ἔφη, ἀλλ' ὡς χιόνα, καὶ ὡς ἔριον λευκαίνειν, ἵνα ἡμῖν χρηστὰς ὑποτείνῃ τὰς ἐλπίδας. Ἄρα μεγάλη τῆς μετανοίας ἡ δύναμις, εἴ γε ὡς χιόνα ἡμᾶς ἐργάζεται, καὶ ὡς ἔριον λευκαίνει, κἂν προλαβοῦσα ἡ ἁμαρτία βάψῃ τὰς ἡμετέρας ψυχάς. Σπουδάσωμεν τοίνυν καθαροὶ γενέσθαι· οὐδὲν φορτικὸν ἐπέταξε· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν, φησίν. Ὁρᾷς πανταχοῦ πῶς πολὺς τῷ Θεῷ ὁ τοῦ ἐλέους λόγος, καὶ τῆς τῶν ἀδικουμένων προστασίας; Ταῦτα μετίωμεν τὰ κατορθώματα, καὶ δυνησόμεθα τῇ χάριτι τοῦ Θεοῦ καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν· ὧν πάντας ἡμᾶς ἀξιοῦσθαι γένοιτο ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν.