Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 19 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
19.0.1
Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν διὰ τοῦ καταπετάσματος, τουτέστι, τῆς σαρ κὸς αὑτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληροφορίᾳ πίστεως, ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς καὶ λε λουμένοι τὸ σῶμα ὕδατι καθαρῷ, κατέχωμεν τὴν ὁμολογίαν τῆς ἐλπίδος ἀκλινῆ.
19.1.1
Δείξας τὸ διάφορον ὅσον τοῦ ἀρχιερέως, καὶ τῶν θυσιῶν, καὶ τῆς σκηνῆς, καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, τὰ μὲν ἐγγὺς ἀφανισμοῦ, τὰ δὲ μένοντα, τὰ μὲν εὐτελῆ, τὰ δὲ τέλεια, τὰ μὲν τύποι, τὰ δὲ ἀλήθεια· Οὐ γὰρ κατὰ νόμον ἐντολῆς, φησὶ, σαρκικῆς, ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου· καὶ πάλιν· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα (ἰδοὺ τὸ διηνεκὲς τοῦ ἱερέως)· καὶ περὶ τῆς Διαθήκης· Ἐκείνη, φησὶ, παλαιά· Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· αὕτη δὲ καινὴ, καὶ ἄφεσιν ἁμαρτιῶν ἔχουσα· ἐκείνη δὲ οὐδὲν τοιοῦτον. Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, φησί· καὶ πάλιν· Θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας· καὶ ἐκείνη μὲν χειροποίητος, αὕτη δὲ ἀχειροποίητος· καὶ ἡ μὲν τράγων αἷμα ἔχουσα, αὕτη δὲ Δεσπότου· καὶ ἡ μὲν ἑστῶτα τὸν ἱερέα, αὕτη δὲ καθήμενον· ἐπειδὴ τοίνυν πάντα ἐκεῖνα ἐλάσσω, ταῦτα δὲ μείζω, διὰ τοῦτό φησιν· Ἔχοντες οὖν, ἀδελφοὶ, παῤῥησίαν. Παῤῥησίαν πόθεν; Ἀπὸ τῆς ἀφέσεως. Ὥσπερ γὰραἰσχύνην, φησὶ, ποιεῖ τὰ ἁμαρτήματα, οὕτω παῤῥησίαν τὸ πάντα ἀφεθῆναι ταῦτα ἡμῖν· οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ τὸ συγκληρονόμους γενέσθαι, καὶ τοσαύτης ἀπολαῦσαι ἀγάπης. Εἰς τὴν εἴσοδον τῶν ἁγίων. Τί φησιν εἴσοδον ἐνταῦθα; Τὸν οὐρανὸν καὶ τὴν πρόσοδον τὴν εἰς τὰ πνευματικά. Ἣν ἐνεκαίνισεν ἡμῖν. Τουτέστιν, ἣν κατεσκεύασε, καὶ ἧς ἤρξατο· ἐγκαινισμὸς γὰρ λέγεται ἀρχὴ χρήσεως λοιπόν· ἣν κατεσκεύασε, φησὶ, καὶ δι' ἧς αὐτὸς ἐβάδισεν. Ὁδὸν πρόσφατον καὶ ζῶσαν. Ἐνταῦθα τὴν πληροφορίαν τῆς ἐλπίδος ἐμφαίνει. Πρόσφατον, φησί. Βιάζεται δεῖξαι πάντα τὰ μείζονα ἐσχηκότας, εἴ γε νῦν ἀνεῴχθησαν αἱ πύλαι τῶν οὐρανῶν, ὃ οὐδὲ ἐπὶ Ἀβραὰμ ἐγένετο. Καὶ καλῶς, Ὁδὸν πρόσφατον, φησὶ, καὶ ζῶσαν· ἡ γὰρ πρώτη ὁδὸς θανάτου ἦν, ἐπὶ τὸν ᾅδην ἄγουσα, αὕτη δὲ ζωῆς. Καὶ οὐκ εἶπε, Ζωῆς, ἀλλὰ ζῶσαν αὐτὴν ἐκάλεσε, τὴν μένουσαν οὕτω δηλῶν. Διὰ τοῦ καταπετάσματος, φησὶ, τῆς σαρκὸς αὑτοῦ. Ἡ σὰρξ αὕτη ἔτεμε πρώτη τὴν ὁδὸν αὐτῷ ἐκείνην, ἣν καὶ ἐγκαινίσαι λέγει, τῷ καὶ αὐτὸς ἀξιῶσαι διὰ ταύτης βαδίσαι· καταπέτασμα δὲ εἰκότως ἐκάλεσε τὴν σάρκα· ὅτε γὰρ ἤρθη εἰς ὕψος, τότε ἐφάνη τὰ ἐν τοῖς οὐρανοῖς. Προσερχώμεθα, φησὶ, μετὰ ἀληθινῆς καρδίας, Τίνες προσερχώμεθα; Εἴ τις ἅγιος τῇ πίστει, τῇ πνευματικῇ λατρείᾳ. Μετὰ ἀληθινῆς καρδίας, ἐν πληροφορίᾳ πίστεως· τουτέστιν, ἐπειδὴ οὐδέν ἐστιν ὁρατὸν, οὔτε ὁ ἱερεὺς, οὔτε ἡ θυσία, οὔτε τὸ θυσιαστήριον ὁρᾶται. Καίτοι γε οὐδὲ ἐκεῖνος ὁ ἱερεὺς ὁρατὸς ἦν, ἄλλ' ἔνδον αὐτὸςεἱστήκει, ἐκεῖνοι δὲ ἔξω πάντες, ὁ λαὸς ἅπας. Ἐνταῦθα δὲ οὐ μόνον τοῦτο δείκνυσιν, ὅτι ὁ ἱερεὺς εἰσῆλθεν εἰς τὰ ἅγια· τοῦτο γὰρ δηλοῖ τῷ λέγειν· Καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ Θεοῦ· ἀλλ' ὅτι καὶ ἡμεῖς εἰσερχόμεθα. Διὰ τοῦτό φησιν, Ἐν πληροφορίᾳ πίστεως. Ἔστι γὰρ καὶ πιστεύειν διστάζοντα· οἷον πολλοί εἰσι καὶ νῦν λέγοντες, ὅτι ἐνίων μέν ἐστιν ἀνάστασις, ἐνίων δὲ οὔ. Τοῦτο δὲ οὐκ ἔστι πληροφορία πίστεως· οὕτω γὰρ δεῖ πιστεύειν, ὡς περὶ ὁρωμένων· καὶ πολλῷ πλέον. Ἐνταῦθα μὲν γὰρ καὶ σφαλῆναι ἔστιν ἐν τοῖς ὁρωμένοις, ἐκεῖ δὲ οὔ· καὶ ἐνταῦθα μὲν τῇ αἰσθήσει ἐπιτρέπομεν, ἐκεῖ δὲ τῷ πνεύματι. Ἐῤῥαντισμένοι τὰς καρδίας ἀπὸ συνειδήσεως πονηρᾶς· ἐνταῦθα δείκνυσιν ὅτι οὐ πίστις μόνον, ἀλλὰ καὶ βίος ἐνάρετος ζητεῖται, καὶ τὸ μηδὲν ἑαυτοῖς συνειδέναι πονηρόν. Οὐ γὰρ δέχεται τὰ ἅγια τοὺς μὴ οὕτω διακειμένους μετὰ πληροφορίας· ἅγια γάρ ἐστι, καὶ Ἅγια ἁγίων. Οὐκοῦν ἐνταῦθα ἄνθρωπος οὐδεὶς βέβηλος εἴσεισιν. Ἐκεῖνοι τὸ σῶμα ἐῤῥαντίζοντο, ἡμεῖς τὴν συνείδησιν· ὥστε ἔστι καὶ νῦν περιῤῥαντίζεσθαι, ἀλλ' αὐτῇ τῇ ἀρετῇ. Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ. Τὸ λουτρὸν ἐνταῦθά φησιν, ὅπερ οὐκ ἔστι σωμάτων καθάρσιον, ἀλλὰ ψυχῆς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος· καὶ τί ἐπαγγειλάμενος ἔστι πιστός; Ὅτι δεῖ ἀπελθεῖν ἐκεῖ, καὶ εἰσελθεῖν εἰς τὴν βασιλείαν. Μηδὲν τοίνυν περιεργάζου, μηδὲ λογισμοὺς ἀπαίτει· πίστεως δεῖται τὰ ἡμέτερα. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων, μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν, καθὼς ἔθος τισὶν, ἀλλὰ παρακαλοῦντες· καὶ τοσούτῳ μᾶλλον, ὅσῳ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν. Καὶ πάλιν ἑτέρωθι· Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία· καὶ πάλιν· Ὁ καιρὸς συνεσταλμένος ἐστὶ λοιπόν. Τί ἐστι, Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτῶν; Οἶδεν ἀπὸ τῆς συνουσίας καὶ τῆς ἐπισυναγωγῆς πολλὴν οὖσαν τὴν ἰσχύν. Ὅπου γάρ εἰσι δύο ἢ τρεῖς, φησὶν, συνηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν· καὶ πάλιν· Ἵνα ὦσιν ἓν, καθὼς καὶ ἡμεῖς ἕν ἐσμεν· καὶ πάλιν· Πάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἐπειδὴ καὶ τὰ τῆς ἀγάπης αὐξάνεται διὰ τῆς ἐπισυναγωγῆς· τῆς δὲ ἀγάπης αὐξανομένης, ἀνάγκη καὶ τὰ τοῦ Θεοῦ ἕπεσθαι. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς ὑπὸ τοῦ λαοῦ γινομένη. Καθὼς ἔθος τισίν. Ἐνταῦθα οὐ μόνον παρῄνεσεν, ἀλλὰ καὶ ἐμέμψατο. Καὶ κατανοῶμεν, φησὶν, ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης καὶ καλῶν ἔργων. Οἶδε καὶ τοῦτο γινόμενον ἀπὸ τῆς ἐπισυναγωγῆς αὐτῶν. Καθάπερ γὰρ σίδηρος σίδηρον ὀξύνει, οὕτω καὶ ἡ συνουσία τὴν ἀγάπην αὔξει. Εἰ γὰρ λίθος πρὸς λίθον τριβόμενος πῦρ ἀφίησι, πόσῳ μᾶλλον ψυχὴ πρὸς ψυχὴν ἀναμιγνυμένη; Ὅρα· οὐκ, Εἰς ζῆλον, φησὶν, ἀλλ', Εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστιν, Εἰς παροξυσμὸν ἀγάπης; Εἰς τὸ μᾶλλον ἀγαπᾷν καὶ ἀγαπᾶσθαι. Προστίθησι δὲ, Καὶ καλῶν ἔργων, ὥστε ζῆλον λαβεῖν· εἰκότως. Εἰ γὰρ τὸ ποιεῖν, φησὶ, τοῦ λέγειν μείζονα τὴν ἰσχὺν ἔχει πρὸς διδασκαλίαν· πολλοὺς ἔχετε καὶ ὑμεῖς διδασκάλους ἐν τῷ πλήθει διὰ τῶν ἔργων τοῦτο ποιοῦντας. Τί ἐστι, Προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας; Τουτέστι, χωρὶς ὑποκρίσεως· Οὐαὶ γὰρ καρδίᾳ δειλῇ, καὶ χερσὶ παρειμέναις. Μηδεὶς ἔστω, φησὶ, ψεῦδος ἐν ὑμῖν· μὴ ἕτερα μὲν λέγωμεν, ἕτερα δὲ φρονῶμεν· τοῦτο γὰρ ψεῦδος· μηδὲ ὀλιγοψυχῶμεν· τοῦτο γὰρ οὐκ ἀληθινῆς καρδίας· ἀπὸ γὰρ τοῦ μὴ πιστεύειν τὸ ὀλιγοψυχεῖν γίνεται. Πῶς δὲ ἔσται τοῦτο; Ἐὰν πληροφορήσωμεν ἑαυτοὺς διὰ τῆς πίστεως. Ἐῤῥαντισμένοι τὰς καρδίας. Διὰ τί μὴ εἶπε, Κεκαθαρμένοι, ἀλλὰ, Ἐῤῥαντισμένοι; Τὴν διαφορὰν τῶν περιῤῥαντήριων δεῖξαι βουλόμενος, καὶ ὅτι τὸ μὲν τοῦ Θεοῦ, τὸ δὲ ἡμέτερον. Τὸ μὲν γὰρ λοῦσαι καὶ περιῤῥᾶναι τὴν συνείδησιν, τοῦ Θεοῦ· τὸ δὲ μετὰ ἀληθείας προσελθεῖν καὶ ἐν πληροφορίᾳ πίστεως, ἡμέτερον. Εἶτα καὶ τῇ πίστει δίδωσιν ἰσχὺν ἀπὸ τῆς ἀληθείας τοῦ ἐπαγγειλαμένου. Τί ἐστι, Καὶ λελουμένοι τὸ σῶμα ὕδατι καθαρῷ; Ἤτοι τῷ καθαροὺς ποιοῦντι λέγει, ἢ τῷ μὴ ἔχοντι αἷμα. Εἶτα προστίθησι τὸ τέλειον, τὴν ἀγάπην. Μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν, φησὶν, ἑαυτῶν· ὅπερ τινὲς, φησὶ, ποιοῦσι, καὶ τὰς συνόδους διατέμνουσι, τοῦτο αὐτοῖς ἀπαγορεύει. Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά. Ἀλλὰ κατανοῶμεν ἀλλήλους εἰς παροξυσμὸν ἀγάπης. Τί ἐστι, Κατανοῶμεν ἀλλήλους; Οἷον, εἴ τις ἐνάρετος, τοῦτον μιμώμεθα, βλέπωμεν εἰς αὐτὸν, ὥστε ἀγαπᾷν καὶ ἀγαπᾶσθαι· ἀπὸ γὰρ τῆς ἀγάπης τὰ καλὰ ἔργα γίνονται.
19.2.1
Μέγα ἀγαθὸν ἡ σύνοδος· αὕτη γὰρ αὐτὴν θερμοτέραν ἐργάζεται, καὶ ἐξ αὐτῆς πάντα τίκτεται τὰ ἀγαθά· οὐδὲν γάρ ἐστιν ἀγαθὸν, ὃ μὴ δι' ἀγάπης γίνεται. Ταύτην οὖν κυρώσωμεν εἰς ἀλλήλους· Πλήρωμα γὰρ νόμου ἐστὶν ἡ ἀγάπη. Οὐ δεῖ πόνων ἡμῖν, οὐδὲ ἱδρώτων, ἐὰν ἀγαπῶμεν ἀλλήλους· αὐτόματός τίς ἐστιν ὁδὸς φέρουσα πρὸς τὴν ἀρετήν. Καθάπερ γὰρ ἐπὶ τῆς λεωφόρου, ἐάν τις εὕρῃ τὴν ἀρχὴν, ὁδηγεῖται ὑπ' αὐτῆς, καὶ οὐ δεῖται χειραγωγοῦ· οὕτω καὶ ἐπὶ τῆς ἀγάπης, μόνον ἐπιλαβοῦ τῆς ἀρχῆς, καὶ εὐθέως χειραγωγῇ ὑπ' αὐτῆς καὶ εὐθύνῃ. Ἡ ἀγάπη, φησὶ, μακροθυμεῖ, χρηστεύεται, οὐ λογίζεται τὸ κακόν. Ἐὰν ἐννοήσῃ τις αὐτὸς ἑαυτὸν, πῶς διάκειται πρὸς ἑαυτὸν, καὶ οὕτω πρὸς τὸν πλησίον διακείσθω. Οὐδεὶς φθονεῖ ἑαυτῷ, πάντα ἑαυτῷ εὔχεται τὰ ἀγαθὰ, πάντων ἑαυτὸν προτιμᾷ, πάντα ὑπὲρ ἑαυτοῦ βούλεται ποιεῖν. Ἐὰν τοίνυν καὶ πρὸς τοὺς ἄλλους οὕτω διακεώμεθα, πάντα λέλυται τὰ δεινὰ, οὐκ εἰσὶν ἔχθραι, οὐκ ἔστι πλεονεξία· τίς γὰρ ἂν ἕλοιτο πλεονεκτῆσαι ἑαυτόν; Οὐδείς· ἀλλὰ μᾶλλον πᾶν τοὐναντίον. Οὐκοῦν κοινὰ πάντα κτησώμεθα, καὶ μὴ παυσώμεθα συνάγοντες ἑαυτούς· κἂν τοῦτο ποιῶμεν, μνησικακία χώραν οὐκ ἂν ἔχοι· τίς γὰρ ἕλοιτο ἂν ἑαυτῷ μνησικακεῖν; τίς ἂν ἕλοιτο ἑαυτῷ ὀργίζεσθαι; οὐχὶ μάλιστα πάντων ἑαυτοῖς συγγινώσκομεν; Ἐὰν οὕτω καὶ πρὸς τοὺς πλησίον διακεώμεθα, οὐδέποτε ἔσται μνησικακία. Καὶ πῶς δυνατὸν, φησὶ, τὸν πλησίον οὕτωςἀγαπῆσαι, ὡς αὐτὸς ἑαυτόν; Εἰ μὴ ἐποίησαν τοῦτο ἕτεροι, καλῶς ἀδύνατον εἶναι τοῦτο νομίζεις· εἰ δὲ ἐποίησαν, δῆλον ὅτι διὰ ῥᾳθυμίαν παρ' ἡμῶν οὐ γίνεται. Ἄλλως δὲ, οὐδὲν ἀδύνατον ἐπιτάττει ὁ Χριστὸς, ὅπου γε πολλοὶ καὶ ὑπερέβησαν αὐτοῦ τὰ προστάγματα. Τίς οὖν ἐποίησε τοῦτο; Ὁ Παῦλος, ὁ Πέτρος, πᾶς ὁ τῶν ἁγίων χορός. Ἀλλ' ἐὰν μὲν εἴπω ὅτι τοὺς πλησίον ἠγάπησαν, οὐδὲν μέγα ἐρῶ· τοὺς ἐχθροὺς οὕτως ἠγάπησαν, ὡς οὐκ ἄν τις ἀγαπήσειε τοὺς ὁμοψύχους. Τίς γὰρ ἂν ἕλοιτο ἡμῶν ὑπὲρ τῶν ὁμοψύχων εἰς γέενναν ἀπελθεῖν, μέλλων εἰς βασιλείαν ἀπιέναι; Οὐδείς· ἀλλὰ ὁ Παῦλος ὑπὲρ τῶν ἐχθρῶν τοῦτο εἵλετο, τῶν λιθασάντων αὐτὸν, τῶν μαστιξάντων. Ποία οὖν ἡμῖν ἔσται συγγνώμη, τίς παραίτησις, εἰ μηδὲ τὸ πολλοστὸν μέρος τῆς ἀγάπης, ἧς ἐπεδείξατο περὶ τοὺς ἐχθροὺς ὁ Παῦλος, ἡμεῖς περὶ τοὺς φίλους ἐπιδειξαίμεθα; Καὶ ὁ μακάριος δὲ Μωϋσῆς πρὸ τούτου ὑπὲρ τῶν ἐχθρῶν ἠθέλησε τῶν λιθασάντων αὐτὸν ἐξαλειφθῆναι τῆς βίβλου τοῦ Θεοῦ· καὶ ὁ Δαυῒδ τοὺς ἀντιστάντας αὐτῷ ὁρῶν ἀναιρουμένους, φησίν· Ἐγὼ ὁ ποιμὴν ἥμαρτον, καὶ οὗτοι τί ἐποίησαν; καὶ τὸν Σαοὺλ εἰς χεῖρας λαβὼν, ἀνελεῖν οὐκ ἠβουλήθη, ἀλλὰ διέσωζε, καὶ ταῦτα μέλλων αὐτὸς κινδυνεύειν. Εἰ δὲ ἐν τῇ Παλαιᾷ ταῦτα, τίνα συγγνώμην ἕξομεν ἡμεῖς οἱ ἐν τῇ Καινῇ πολιτευόμενοι, καὶ μηδὲ πρὸς τὸ αὐτὸ ἐκείνοις φθάνοντες μέτρον; Εἰ γὰρ, ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ἡμῶν πλέον τῶν Φαρισαίων καὶ Γραμματέων, οὐκ εἰσελευσόμεθα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ὅταν καὶ ἔλαττον ἐκείνων ἔχωμεν, πῶς εἰσελευσόμεθα; Ἀγαπᾶτε, φησὶ, τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἔσεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς. Ἀγάπησον τοίνυν ἐχθρόν· οὐ γὰρ ἐκεῖνον εὐεργετεῖς, ἀλλὰ σαυτόν. Πῶς; Ἴσος γίνῃ τοῦτο ποιῶν τῷ Θεῷ. Ἐκεῖνος ἐὰνἀγαπηθῇ παρὰ σοῦ, οὐδὲν μέγα ἐκέρδανε· παρὰ γὰρ ὁμοδούλου ἠγαπήθη· σὺ δὲ ἐὰν ἀγαπήσῃς τὸν ὁμόδουλον, μέγα ἐκέρδανας· γίνῃ γὰρ ὅμοιος τῷ Θεῷ. Ὁρᾷς ὅτι οὐκ ἐκείνῳ χαρίζῃ, ἀλλὰ σαυτῷ; τὸ γὰρ ἔπαθλον οὐκ ἐκείνῳ τίθησιν, ἀλλὰ σοί. Τί οὖν, ἐὰν ᾖ πονηρὸς, φησί; Τοσούτῳ μείζων ὁ μισθός· καὶ τῆς πονηρίας ὀφείλεις αὐτῷ χάριν εἰδέναι, κἂν μυρία εὐεργετούμενος κακὸς ᾖ. Εἰ μὴ γὰρ σφόδρα κακὸς ἦν, οὐκ ἄν σοι σφόδρα ὁ μισθὸς ηὐξήθη. Ὥστε ἡ αἰτία τοῦ μὴ ἀγαπᾷν, τὸ λέγειν ὅτι πονηρός ἐστιν, αὕτη αἰτία ἐστὶ τοῦ ἀγαπᾷν. Ἆρον τὸν ἀνταγωνιστὴν, καὶ ἀναιρεῖς τῶν στεφάνων τὴν ἀφορμήν. Οὐχ ὁρᾷς τοὺς ἀθλητὰς, πῶς θυλάκους ἄμμου πληρώσαντες, οὕτω γυμνάζονται; Σοὶ δὲ οὐ χρεία ἐπιτηδεῦσαι τοῦτο· γέμει ὁ βίος τῶν γυμναζόντων σε, καὶ ποιούντων ἰσχυρόν. Οὐχ ὁρᾷς ὅτι καὶ τὰ δένδρα ὅσῳ ἂν ὑπὸ ἀνέμων ῥιπίζηται, τοσούτῳ μᾶλλον ἰσχυρότερα γίνεται καὶ πυκνότερα; Καὶ ἡμεῖς τοίνυν ἂν ὦμεν μακρόθυμοι, καὶ ἰσχυροὶ ἐσόμεθα· Ἀνὴρ γὰρ, φησὶ, μακρόθυμος, πολὺς ἐν φρονήσει· ὁ δὲ ὀλιγόψυχος, ἰσχυρῶς ἄφρων. Ὁρᾷς ὅσον τούτου τὸ ἐγκώμιον; ὁρᾷς ὅσον ἐκείνου τὸ κατηγόρημα; Ἰσχυρῶς ἄφρων, τουτέστι, πάνυ. Μὴ τοίνυν μικροψυχῶμεν πρὸς ἀλλήλους· οὐ γὰρ ἀπὸ τῆς ἔχθρας γίνεται τοῦτο, ἀλλ' ἀπὸ τοῦ ψυχὴν μικρὰν ἔχειν· ὡς ἐὰν ᾖ ἰσχυρὰ, πάντα οἴσει ῥᾳδίως, καὶ οὐδὲν αὐτὴν καταποντίσαι δυνήσεται, ἀλλ' εἰς τοὺς εὐδιεινοὺς ἀπάξει λιμένας· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷΠατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note