Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 23 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
23.0.1
Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ· δι' ἧς κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος.
23.1.1
Πίστει, φησὶ, χρηματισθεὶς Νῶε. Καθάπερ ὁ Υἱὸς τοῦ Θεοῦ περὶ τῆς ἑαυτοῦ παρουσίας διαλεγόμενος ἔλεγεν· Ἐν ταῖς ἡμέραις τοῦ Νῶε ἐγάμουν καὶ ἐγαμίσκοντο· οὕτω καὶ οὗτός φησιν. Εἰκότως δὲ αὐτοὺς οἰκείας εἰκόνος ἀνέμνησε· τὸ μὲν γὰρ ὑπόδειγμα τοῦ Ἐνὼχ πίστεως ἦν ὑπόδειγμα μόνον, τὸ δὲ τοῦ Νῶε καὶ ἀπιστίας. Αὕτη δέ ἐστιν ἀπηρτισμένη παράκλησις καὶ προτροπὴ, ὅταν μὴ μόνον οἱ πιστεύσαντες εὑρίσκωνται εὐδοκιμοῦντες, ἀλλὰ καὶ οἱ ἀπιστοῦντες τἀναντία πάσχοντες. Τί γάρ φησι; Πίστει χρηματισθεὶς Νῶε. Τί ἐστι τοῦτο; Προλεχθὲν ἦν αὐτῷ, φησί. Χρηματισμὸν δὲ τὴν προφητείαν καλεῖ· καὶ γὰρ ἀλλαχοῦ οὕτως εἶπε· Καὶ ἦν αὐτῷ κεχρηματισμένον ὑπὸ τοῦ Πνεύματος· καὶ πάλιν· Καὶ τί λέγει ὁ χρηματισμός; Ὁρᾷς τοῦ Πνεύματος τὸ ἰσότιμον; ὥσπερ γὰρ ὁ Θεὸς χρᾷ, οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Τίνος δὲ ἕνεκεν οὕτως εἶπεν; Ἵνα δείξῃ ὅτι ὁ χρηματισμὸς προφητεία ἐστί. Περὶ τῶν μηδέπω βλεπομένων, φησί· τουτέστι, τοῦ ὑετοῦ· Εὐλαβηθεὶς κατεσκεύασε κιβωτόν. Ὁ μὲν λογισμὸς οὐδὲν τοιοῦτον ὑπέβαλλεν· ἐγάμουν γὰρ καὶ ἐγαμίσκοντο, ἀὴρ ἦν καθαρὸς, σημεῖα οὐκ ἦν· ἀλλ' ὅμως ἐφοβήθη ἐκεῖνος· διὸ καὶ οὕτως εἶπε· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ. Πῶς; Δι' ἧς κατέκρινε τὸν κόσμον. Ἔδειξεν αὐτοὺς ἀξίους ὄντας κολάσεως, οἵ γε οὐδὲ διὰ τῆς κατασκευῆς ἐσωφρονίζοντο. Καὶ τῆς κατὰ πίστιν, φησὶ, δικαιοσύνης ἐγένετο κληρονόμος· τουτέστιν, ἀπὸ τούτου δίκαιος ἐφάνη, ἀπὸ τοῦ πιστεῦσαι τῷ Θεῷ. Τοῦτο γὰρ ψυχῆς ἐστι γνησίως πρὸς αὐτὸν διακειμένης, καὶ μηδὲν πιστότερον τῶν αὐτοῦ ῥημάτων εἶναι κρινούσης, ὡσπεροῦν ἡ ἀπιστία τοὐναντίον. Ἡ δὲ πίστις εὔδηλον ὅτι δικαιοσύνην ἐργάζεται. Ὥσπερ ἡμεῖς ἐχρηματίσθημεν περὶ γεέννης, οὕτω κἀκεῖνος. Καίτοι γε ἐγελᾶτο τότε, καὶ ὠνειδίζετο καὶ ἐχλευάζετο· ἀλλ' ὅμως πρὸς οὐδὲν τούτων εἶδε. Πίστει καλούμενος Ἀβραὰμ, ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβάνειν εἰς κληρονομίαν· καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται. Πίστει παρῴκησεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας ὡς ἀλλοτρίαν, ἐν σκηναῖς κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς, Τίνα γὰρ εἶδεν, ἵνα ζηλώσῃ, εἰπέ μοι; πατέρα Ἕλληνα εἶχε καὶ εἰδωλολάτρην, προφητῶν οὐκ ἠκηκόει, οὐδὲ ᾔδει ποῦ ἤρχετο. Ἐπειδὴ γὰρ εἰς τούτους ἑώρων οἱ ἐξ Ἑβραίων πεπιστευκότες, ὡς μυρίων ἀπολαύσαντας ἀγαθῶν, δείκνυσιν ὅτι οὐδεὶς οὐδέπω οὐδὲν ἐκομίσατο, ἀλλὰ πάντες εἰσὶν ἀγέραστοι, καὶ ὅτι οὐδεὶς οὐδέπω ἐδέξατο τὰς ἀμοιβάς. Τῆς πατρίδος ἐκεῖνος καὶ τῆς οἰκίας ἐξέπεσε, καὶ ἐξῆλθεν οὐκ εἰδὼς ποῦ ἔρχεται. Καὶ τί θαυμαστὸν, εἰ αὐτὸς, ὅπου γε καὶ τὸ σπέρμα αὐτοῦ οὕτω κατῴκησεν; Ὁρῶν γοῦν ἐλεγχομένην τὴν ἐπαγγελίαν. οὐ κατενάρκησεν· εἶπε γάρ· Σοὶ δώσω τὴν γῆν ταύτην, καὶ τῷ σπέρματί σου. Εἶδε τὸν Υἱὸν ἐκεῖ κατοικοῦντα, καὶ ὁ ἔκγονος πάλιν εἶδεν ἑαυτὸν ἐν ἀλλοτρίᾳ κατοικοῦντα, καὶ οὐδὲν ἐθορυβήθη. Τὸ μὲν γὰρ τοῦ Ἀβραὰμ εἰκότως ἐγεγόνει, ἅτε μετὰ ταῦτα μελλούσης τῆς ἐπαγγελίας εἰς ἔργον ἐκβήσεσθαι εἰς τὸ γένος αὐτοῦ· καίτοι γε καὶ πρὸς αὐτὸν εἴρητο, ὅτι Σοὶ καὶ τῷ σπέρματί σου· οὐ, Διὰ τοῦ σπέρματός σου σοὶ, ἀλλὰ, Σοὶ καὶ τῷ σπέρματί σου· καὶ οὔτε αὐτὸς, οὔτε ὁ Ἰσαὰκ, οὔτε ὁ Ἰακὼβ ἀπήλαυσαν τῆς ὑποσχέσεως. Ὁ μὲν γὰρ μισθῷ ἐδούλευσεν, ὁ δὲ ἐξηλαύνετο, οὗτος δὲ καὶ ἐξέπιπτε δεδοικώς· καὶ τὰ μὲν εἷλε πολέμῳ, τὰ δὲ, εἰ μὴ τῆς τοῦ Θεοῦ ῥοπῆς ἔτυχεν, ἀπώλετο ἄν. Διὰ τοῦτό φησιν, ὅτι Μετὰ τῶν κληρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Οὐχὶ αὐτὸς μόνος, φησὶν, ἀλλὰ καὶ οἱ κληρονόμοι. Εἶτα καὶ ἕτερόν τι τῶν εἰρημένων τρανότερον ἐπήγαγε λέγων· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Δύο ἐνταῦθα ζητῆσαι ἄξιον, πῶς εἰπὼν, ὅτι Μετέθηκε τὸν Ἐνὼχ, τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ εὑρίσκετο, λέγει· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες. Καὶ πάλιν εἰπών· Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, τὸν Νῶε δείκνυσιν εἰληφέναι μισθὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, καὶ τὸν Ἐνὼχ μετατεθεῖσθαι, καὶ τὸν Ἄβελ ἔτι λαβεῖν, καὶ τὸν Ἀβραὰμ ἐπειλῆφθαι τῆς γῆς· καί φησι· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας. Τί οὖν ἐστιν ὃ λέγει; Ἀναγκαῖον τὸ πρῶτον λῦσαι, εἶτα τὸ δεύτερον. Κατὰ πίστιν ἀπέθανον, φησὶν, οὗτοι πάντες. Τὸ, Πάντες, ἐνταῦθα εἶπεν, οὐκ ἐπειδὴ πάντες ἀπέθανον, ἀλλ' ἐπειδὴ ἐξῃρημένου ἐκείνου, ἀπέθανον οὗτοι πάντες, οὓς ἴσμεν τεθνηκότας. Τὸ δὲ, Μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀληθὲς τυγχάνει· οὐ γὰρ δὴ τοῦτο ἔμελλεν εἶναι ἡ ἐπαγγελία τῷ Νῶε.
23.2.1
Ποίας δὲ καὶ ἐπαγγελίας φησίν; ὁ μὲν γὰρ Ἰσαὰκ καὶ Ἰακὼβ ἔλαβον τὰς ἐπαγγελίας τῆς γῆς· οἱ δὲ περὶ Νῶε, καὶ Ἄβελ, καὶ Ἐνὼχ, ποίας ἐπαγγελίας ἔλαβον; Ἢ τοίνυν περὶ τῶν τριῶν φησι τούτων· ἢ εἰ καὶ περὶ ἐκείνων, οὐ τοῦτο ἦν ἡ ἐπαγγελία, τὸ θαυμασθῆναι τὸν Ἄβελ, οὐδὲ τὸ μετατεθῆναι τὸν Ἐνὼχ, οὐδὲ τὸ διασωθῆναι τὸν Νῶε, ἀλλὰ καὶ ταῦτα μὲν αὐτοῖς διὰ τὴν ἀρετὴν ἐγένετο, γεύματα δέ τινα ἦν τῶν μελλόντων. Ὁ γὰρ Θεὸς ἀπ' ἀρχῆς εἰδὼς τὸ γένος τὸ ἀνθρώπινον πολλῆς δεόμενον συγκαταβάσεως, οὐ μόνον τὰ ἐν τῷ μέλλοντι, ἀλλὰ καὶ τὰ ἐνταῦθα ἡμῖν χαρίζεται· οἷον ὅπερ καὶ τοῖς μαθηταῖς ἔλεγεν ὁ Χριστός· Ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· καὶ πάλιν· Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς καὶ ἐν προσθήκης μέρει ταῦτα παρ' αὐτοῦ διδόμενα, ὥστε μὴ ἀποκαμεῖν; Καθάπερ γὰρ οἱ ἀθληταὶ ἀπολαύουσι μὲν θεραπείας καὶ ὅταν ἀγωνίζωνται, πλὴν ἀλλ' οὐ πάσης τότε τῆς ἀνέσεως ἀπολαύουσιν, ὑπὸ νόμοις ζῶντες, ἀλλὰ πάσης μετὰ ταῦτα ἀπολαύουσιν· οὕτω καὶ ὁ Θεὸς οὐ πάσης ἐνταῦθα δίδωσι μεταλαβεῖν τῆς ἀνέσεως· δίδωσι μὲν γὰρ καὶ ἐνταῦθα, πλὴν ὅμως τὴν πᾶσαν ἐν τῷ μέλλοντι ἐταμίευσε. Καὶ ὅτι τοῦτό ἐστιν, ἐδήλωσεν αὐτὸ καὶ διὰ τῆς ἐπαγωγῆς, εἰπών· Ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Ἐνταῦθά τι μυστικὸν αἰνίττεται· δείκνυσι γὰρ ὅτι προέλαβον πάντα τὰ περὶ τῶν μελλόντων εἰρημένα, τὰ περὶ ἀναστάσεως, τὰ περὶ βασιλείας οὐρανῶν, τὰ περὶ τῶν ἄλλων, ὧν ἐλθὼν ὁ Χριστὸς ἐκήρυσσε· τὰς γὰρ ἐπαγγελίας ταύτας φησίν. Ἢ τοῦτο οὖν φησιν, ἢ ὅτι οὐκ ἔλαβον μὲν αὐτὰς, θαῤῥήσαντες δὲ ὑπὲρ αὐτῶν ἀπῆλθον· ἐθάῤῥησαν δὲ τῇ πίστει μόνῃ. Πόῤῥωθεν δὲ αὐτὰς ἰδόντες εἶπε, δηλῶν ὅτι πρὸ τεσσάρων γενεῶν· μετὰ γὰρ τοσαύτας ἀνῆλθον ἐξ Αἰγύπτου. Καὶ ἀσπασάμενοι, φησὶ, καὶ ἡσθέντες. Οὕτω πεπεισμένοι ἦσαν περὶ αὐτῶν, ὡς καὶ ἀσπάσασθαι αὐτάς· ἀπὸ μεταφορᾶς εἶπε τῶν πλεόντων καὶ πόῤῥωθεν ὁρώντων τὰς πόλεις τὰς ποθουμένας, ἃς πρὶν ἢ εἰσελθεῖν εἰς αὐτὰς τῇ προσρήσει λαβόντες αὐτὰς οἰκειοῦνται. Ἐξεδέχοντο γὰρ, φησὶ, τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ὁρᾷς ὅτι τὸ, Ἔλαβον, τὸ ἤδη δέξασθαί ἐστι καὶ θαρσῆσαι ὑπὲρ αὐτῶν; Εἰ τοίνυν τὸ θαρσῆσαι λαβεῖν ἐστιν, ἔνεστι καὶ ὑμῖν λαβεῖν. Οὗτοι γὰρ, εἰ καὶ μὴ ἀπήλαυσαν τούτων, ἀλλ' ὅμως τῷ πόθῳ ἐθεώρουν αὐτάς. Τί δὴ ταῦτα γίνεται; Ἵνα ἡμεῖς αἰσχυνθῶμεν, ὅτι ἐκεῖνοι μὲν, καὶ ἐπαγγελλομένων αὐτοῖς τῶν ἐν τῇ γῇ, οὐ προσεῖχον, ἀλλὰ τὴν μέλλουσαν πόλιν ἐζήτουν· ἡμῖν δὲ ἄνω καὶ κάτω ὁ Θεὸς περὶ τῆς ἄνω διαλέγεται πόλεως, καὶ τὴν ἐνταῦθα ζητοῦμεν. Εἶπεν αὐτοῖς, ὅτι Δώσω ὑμῖν τὰ ἐν τῷ παρόντι· ἐπειδὴ δὲ εἶδε, μᾶλλον δὲ ἐπειδὴ ἔδειξαν ἑαυτοὺς μειζόνων ὄντας ἀξίους, τότε οὐκέτι αὐτοὺς ἀφίησι ταῦτα λαβεῖν, ἀλλ' ἐκεῖνα τὰ μείζονα, βουλόμενος ἡμῖν δεῖξαι ὅτι μειζόνων ἄξιοί εἰσι, μὴ θελήσαντες προσδεθῆναι τούτοις· ὡς ἄν τις συνετῷ ἐπαγγέλλοιτο παιδικὰ, οὐχ ἵνα λάβῃ ἀλλ' ἐπιδεικνύμενος αὑτοῦ τὴν φιλοσοφίαν, αἰτοῦντος ἐκείνου τὰ μείζονα. Τοῦτο γάρ ἐστι δεικνύντος, ὅτι μετὰ τοσαύτης σπουδῆς ἀπείχοντο τῆς γῆς, ὅτι οὐδὲ διδόμενα ἐλάμβανον. Τοιγαροῦν διὰ τοῦτο οἱ ἔκγονοι λαμβάνουσιν· αὐτοὶ γὰρ ἦσαν τῆς γῆς ἄξιοι. Τί ἐστι, Τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν; οὗτοι γὰρ οὐκ εἰσὶ θεμέλιοι; Πρὸς σύγκρισιν ἐκείνων οὐκ εἰσίν. Ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Βαβαὶ, οἷον τὸ ἐγκώμιον τῆς πόλεως ἐκείνης! Πίστει καὶ αὐτὴ Σάῤῥα. Ἐντρεπτικῶς ἐνταῦθα ἤρξατο, εἴ γε γυναικὸς ὀλιγοψυχότεροι φανεῖεν. Ἀλλ' εἴποι ἄν τις· Πῶς πιστὴ ἡ γελάσασα; Ὁ μὲν οὖν γέλως ἐξ ἀπιστίας, ὁ δὲ φόβος ἀπὸ πίστεως· τὸ γὰρ εἰπεῖν, Οὐκ ἐγέλασα, ἀπὸ πίστεως γέγονε. Τοιγαροῦν διὰ τοῦτο, κενωθείσης τῆς ἀπιστίας, ἐπεισῆλθεν ἡ πίστις. Πίστει καὶ αὐτὴ Σάῤῥα δύναμιν εἰς καταβολὴν σπέρματος ἔλαβε, καὶ παρὰ καιρὸν ἡλικίας ἔτεκε. Τί ἐστιν, Εἰς καταβολὴν σπέρματος; Εἰς τὸ κατασχεῖν τὸ σπέρμα, εἰς ὑποδοχὴν δύναμιν ἔλαβεν ἡ νενεκρωμένη, ἡ στεῖρα. Διπλῆ γὰρ ἦν ἡ πήρωσις, ἡ μὲν ἀπὸ τοῦ χρόνου, γεγηρακυῖα γὰρ ἦν ὄντως· ἡ δὲἀπὸ τῆς φύσεως, στεῖρα γὰρ ἦν. Ὅθεν, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες, καὶ ταῦτα νενεκρωμένου, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ὡσεὶ ἄμμος ἡ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἡ ἀναρίθμητος. Ὅθεν, φησὶ, καὶ ἐξ ἑνὸς ἐγεννήθησαν οἱ πάντες. Οὐ τοῦτο μόνον ἐνταῦθα λέγει, ὅτι ἐγέννησεν, ἀλλ' ὅτι καὶ τοσούτων ἐγένετο μήτηρ, ὅσων οὐδὲ αἱ εὔφοροι γαστέρες· Ὡς τὰ ἄστρα, φησί. Πῶς οὖν αὐτοὺς ἀριθμεῖ πολλάκις, καίτοι γε εἰπὼν, ὃν τρόπον οὐκ ἐξαριθμηθήσεται τὰ ἄστρα τοῦ οὐρανοῦ, οὕτως οὐδὲ τὸ σπέρμα ὑμῶν; Ἤτοι καθ' ὑπερβολήν ἐστι τοῦτο, ἢ διὰ τοὺς ἀεὶ ἐπιγινομένους οὕτως εἶπε. Μιᾶς μὲν γὰρ οἰκίας δυνατὸν τοὺς προγόνους ἀριθμῆσαι, οἷον, ὁ δεῖνα τοῦ δεῖνος, καὶ ὁ δεῖνα τοῦ δεῖνος· ἐνταῦθα δὲ, ὧν τὸ γένος τῷ πλήθει τῶν ἄστρων παρεικάζεται, οὐκ ἔστι.
23.3.1
Τοιαῦται αἱ ἐπαγγελίαι τοῦ Θεοῦ, οὕτως εὐμήχανοι αὐτοῦ αἱ ὑποσχέσεις. Εἰ δὲ ἅπερ ἐν προσθήκης μέρει ὑπέσχετο, οὕτω θαυμαστὰ, οὕτω παράδοξα, οὕτω μεγαλόδωρα, τίνα ἔσται ἐκεῖνα, ὧν ταῦτα προσθήκη, ὧν ἐκ περιουσίας ταῦτα; Τί τοίνυν τῶν ἐπιτυγχανόντων μακαριώτερον; τί τῶν ἀποτυγχανόντων ἀθλιώτερον; Εἰ γὰρ πατρίδος τις ἐκβεβλημένος, ὑπὸ πάντων ἐλεεῖται, καὶ κληρονομίαν ἀπολέσας δοκεῖ παρὰ πᾶσιν ἐλεεινὸς εἶναι· ὁ τοῦ οὐρανοῦ ἐκπίπτων καὶ τῶν ἀποκειμένων ἀγαθῶν ἐκεῖ, πόσοις ὀφείλει δάκρυσι δακρύεσθαι; μᾶλλον δὲ οὐδὲ δακρύεσθαι· δακρύεται γάρ τις ὅταν τι πάθῃ. ὧν οὐκ αὐτός ἐστιν αἴτιος· ὅταν δὲ ἐξ οἰκείας γνώμης ἑαυτὸν περιπείρῃ τῇ κακίᾳ, οὐδὲ δακρύων, ἀλλὰ θρήνων ἐστὶν ἄξιος, μᾶλλον δὲ καὶ τότε πένθους· ἐπεὶ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν Ἱερουσαλὴμ, καίτοι ἀσεβοῦσαν, ἐπένθησε καὶ ἐδάκρυσεν. Ὄντως μυρίων ὀδυρμῶν ἄξιοί ἐσμεν, μυρίων θρήνων. Ἐὰν πᾶσα ἡ οἰκουμένη λαβοῦσα φωνὴν, καὶ λίθοι, καὶ ξύλα, καὶ δένδρα, καὶ θηρία, καὶ ὄρνιθες, καὶ ἰχθύες, καὶ ἁπλῶς πᾶσα ἡ οἰκουμένη, ἐὰν λαβοῦσα φωνὴν ἡμᾶς ὀδύρηται τοὺς ἐκπεπτωκότας τῶν ἀγαθῶν ἐκείνων, οὐδὲν κατ' ἀξίαν ὀδυρεῖται οὐδὲ θρηνήσει. Ποῖος γὰρ λόγος παραστῆσαι δυνήσεται, ποῖος νοῦς ἐκείνην τὴν μακαριότητα, καὶ τὴν ἀρετὴν ἐκείνην, τὴν ἡδονὴν, τὴν δόξαν, τὴν εὐφροσύνην, τὴν λαμπρότητα· Ἃ ὀφθαλμὸς, φησὶν, οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν; Οὐκ εἶπεν ὅτι Ὑπερβαίνει ἁπλῶς, ἀλλ', οὐδὲ ἐνενόησέ ποτέ τις, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Ὧν γὰρ ἑτοιμαστὴς καὶ παρασκευαστὴς ὁ Θεὸς ἀγαθῶν, ποῖα εἰκὸς εἶναι ταῦτα; Εἰ γὰρ ποιήσας ἡμᾶς, εὐθέως, οὐδενὸς παρ' ἡμῶν προϋπηργμένου, τοσαῦτα ἐχαρίσατο, παράδεισον, ὁμιλίαν τὴν μετ' αὐτοῦ, ἀθανασίαν ὑπέσχετο, βίον μακάριον καὶ φροντίδων ἀπηλλαγμένον· τοῖς τοσαῦτα πεποιηκόσι καὶ ἠθληκόσι, καὶ ὑπὲρ αὐτοῦ ὑπομείνασι, τί οὐ χαριεῖται; Τοῦ Μονογενοῦς οὐκ ἐφείσατο δι' ἡμᾶς, τὸν Υἱὸν αὐτοῦ τὸν γνήσιον εἰς θάνατον ἔδωκε δι' ἡμᾶς· εἰ δὲ ἐχθροὺς ὄντας τοιούτων κατηξίωσε, τίνος οὐ καταξιώσει φίλους γενομένους; τίνος οὐ μεταδώσει καταλλάξας ἑαυτῷ; Καὶ πλούσιός ἐστι σφόδρα, καὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἀπείρως ἐπιθυμεῖ καὶ σπουδάζει τῆς ἡμετέρας φιλίας τυχεῖν· ἡμεῖς δὲ οὐδὲ τὸ πολλοστὸν ἐκείνου σπουδάζομεν, ἀγαπητοί· τί λέγω, οὐ σπουδάζομεν; οὐ θέλομεν οὕτω τυχεῖν αὐτοῦ τῶν ἀγαθῶν, ὡς αὐτὸς θέλει. Καὶ ὅτι πλέον ἐκεῖνος θέλει, δι' οὗ ἐποίησεν, ἔδειξεν. Ἡμεῖς μὲν γὰρ ὑπὲρ ἡμῶν αὐτῶν μόλις ὀλίγου καταφρονοῦμεν χρυσίου· αὐτὸς δὲ ὑπὲρ ἡμῶν καὶ τὸν Υἱὸν ἔδωκε τὸν αὑτοῦ. Χρησώμεθα εἰς δέον τῇ ἀγάπῃ τοῦ Θεοῦ, ἀγαπητοὶ, ἀπολαύσωμεν αὐτοῦ τῆς φιλίας· Ὑμεῖς γὰρ φίλοι μού ἐστε, φησὶν, ἐὰν ποιῆτε ἃ λέγω ὑμῖν. Βαβαὶ, τοὺς ἐχθροὺς τοὺς ἀπείρως αὐτοῦ διεστηκότας, ὧν ἀσυγκρίτῳ τῇ ὑπερβολῇ κατὰ πάντα διενήνοχε, τούτους φίλους ἐποίησε καὶ καλεῖ φίλους; Τί οὖν οὐχ αἱρετὸν παθεῖν ὑπὲρ ταύτης τῆς φιλίας; Ἀλλ' ἡμεῖς ὑπὲρ ἀνθρώπων μὲν φιλίας πολλάκις καὶ κινδυνεύομεν, ὑπὲρ δὲ τῆς τοῦ Θεοῦ οὐδὲ χρήματα προϊέμεθα. Πένθους ὄντως ἄξια τὰ ἡμέτερα, πένθους, καὶ δακρύων, καὶ ὀδυρμῶν, καὶ ὀλοφυρμοῦ μεγάλου καὶ κοπετοῦ. Τῆς ἐλπίδος ἡμῶν ἐξεπέσομεν, ἐταπεινώθημεν ἀπὸ τοῦ ὕψους ἡμῶν, ἀνάξιοι τῆς τιμῆς ἐφάνημεν τοῦ Θεοῦ, ἀγνώμονες, καὶ μετὰ τὰς εὐεργεσίας ἐφάνημεν ἄχρηστοι, ἐγύμνωσεν ἡμᾶς πάντων ὁ διάβολος τῶν ἀγαθῶν· οἱ καταξιωθέντες εἶναι υἱοὶ, οἱ ἀδελφοὶ καὶ συγκληρονόμοι, τῶν ἐχθρῶν αὐτοῦ οὐδὲν διενηνόχαμεν, τῶν ὑβριζόντων αὐτόν. Τίς ἡμῖν ἔσται παραμυθία λοιπόν; Αὐτὸς ἡμᾶς ἐκάλεσε πρὸς τὸν οὐρανὸν, ἡμεῖς δὲ ἑαυτοὺς πρὸς τὴν γέενναν ὠθήσαμεν. Ἀρὰ καὶ ψεῦδος, καὶ κλοπὴ καὶ μοιχεία κέχυται ἐπὶ τῆς γῆς· οἱ μὲν αἵματα ἐφ' αἵμασι μιγνύουσιν, οἱ δὲ πράγματα πράττουσιν αἱμάτων χείρονα. Πολλοὶ τῶν ἀδικουμένων, πολλοὶ τῶν πλεονεκτουμένων, μυρίους εὔχονται θανάτους ἢ ταῦτα παθεῖν· καὶ εἰ μὴ τὸν τοῦ Θεοῦ φόβον ἐδεδοίκεσαν, καὶ διεχειρίσαντο ἑαυτοὺς, οὕτω φονῶντες καθ' ἑαυτῶν Ταῦτ' οὖν οὐχ αἱμάτων χείρω; Οἴμοι, ψυχὴ, ἔλεγεν ἀποδυσπετῶν ὁ προφήτης, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. Νῦν δὲ καὶ ἡμεῖς τοῦτο βοήσομεν περὶ ἡμῶν αὐτῶν πρῶτον. Ἀλλά μοι τοῦ θρήνου συλλάβεσθε. Τάχα τινὲς καὶ οἰωνίζονται καὶ γελῶσι· πλὴν καὶ διὰ τοῦτο ἐπιτείνειν μᾶλλον χρὴ τὸν θρῆνον, ὅτι οὕτω μαινόμεθα καὶ παραπαίομεν, ὅτι οὐδὲ εἰ μαινόμεθα ἴσμεν, ἀλλ' ἐφ' οἷς ἐχρῆν στένειν, γελῶμεν. Ἀποκαλύπτεται, ἄνθρωπε, ὀργὴ ἀπ' οὐρανοῦ, ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων. Ὁ Θεὸς ἐμφανῶς ἥξει· πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. Πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. Ἡ ἡμέρα Κυρίου ὡς κλίβανος καιόμενος. Καὶ οὐδεὶς ταῦτα εἰς νοῦν βάλλεται, ἀλλὰ μύθων μᾶλλον καταπεφρόνηται τὰ φρικώδη ταῦτα πράγματα καὶ φοβερὰ, καὶ πεπάτηται. Ὁ ἀκούων, οὐδείς· οἱ δὲ γελῶντες καὶ χλευάζοντες, πάντες. Τίς ἔσται ἡμῖν πόρος; πόθεν σωτηρίαν εὕρωμεν; Ἀπολώλαμεν, παρανηλώμεθα, γεγόναμεν τῶνἐχθρῶν ἡμῶν κατάγελως, καὶ χλευασμὸς τῶν Ἑλλήνων καὶ τῶν δαιμόνων.
23.4.1
Μέγα φρονεῖ νῦν ὁ διάβολος, γαυροῦται καὶ χαίρει· ἐν αἰσχύνῃ οἱ πιστευθέντες ἡμᾶς ἄγγελοι πάντες, ἐν κατηφείᾳ· οὐδεὶς ὁ ἐπιστρέφων, εἰκῆ πάντα ἡμῖν ἀνήλωται, καὶ ἡμεῖς ὑμῖν δοκοῦμεν ληρεῖν. Εὔκαιρον καὶ νῦν καλέσαι τὸν οὐρανὸν, ὅτι οὐδεὶς ὁ ἀκούων, διαμαρτύρασθαι τὰ στοιχεῖα· Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ, ὅτι Κύριος ἐλάλησε. Δότε χεῖρα, ὀρέξατε οἱ μηδέπω καταβαπτισθέντες τοῖς ὑπὸ τῆς μέθης ἀπολωλόσιν, οἱ ὑγιαίνοντες τοῖς κάμνουσιν, οἱ νήφοντες τοῖς μαινομένοις, οἱ ἑδραῖοι τοῖς περιφερομένοις· μηδεὶς, παρακαλῶ, χάριν τῆς σωτηρίας τοῦ φίλου προτιμάτω, καὶ ἡ ὕβρις καὶ ἡ ἐπιτίμησις εἰς ἓν ὁράτω μόνον, αὐτοῦ τὴν ὠφέλειαν. Ὅταν πυρετὸς καταλάβῃ, καὶ δοῦλοι κρατοῦσι δεσποτῶν. Ὅταν γὰρ ἐκεῖνος μὲν ἐπικαίηται τὴν ψυχὴν συγχέων, ἀνδραπόδων δὲ ἐσμὸς παραστήκῃ, οὐδεὶς ἐπιγινώσκει τὸν νόμον τὸν δεσποτικὸν ἐν τῇ βλάβῃ τοῦ δεσπότου. Συστρέψωμεν ἑαυτοὺς, παρακαλῶ· πόλεμοι καθημερινοὶ, καταποντισμοὶ, ἀπώλειαι μυρίαι κύκλῳ καὶ πάντοθεν ἡ ὀργὴ τοῦ Θεοῦ ἡμᾶς περιστοιχίζεται. Ἡμεῖς δὲ ὡς εὐαρεστοῦντες, οὕτως ἐσμὲν ἐν ἀδείᾳ· πάντες τὰς χεῖρας εἰς πλεονεξίαν εὐτρεπίζομεν, οὐδεὶς εἰς βοήθειαν· πάντες εἰς ἁρπαγὴν, οὐδεὶς εἰς προστασίαν· ἕκαστος πῶς πλείονα τὰ ὄντα ποιήσει ἐσπούδακεν, οὐδεὶς πῶς βοηθήσει τῷ δεομένῳ· ἕκαστος πῶς προσθῇ τοῖς χρήμασι, πολλὴν ἔχει τὴν μέριμναν, οὐδεὶς ὅπως τὴν ψυχὴν τὴν ἑαυτοῦ διασώσῃ· φόβος εἷς ἔχει πάντας, Μὴ πενιχροὶ, φησὶ, γενώμεθα· μὴ εἰς γέενναν δὲ ἐμπέσωμεν, οὐδεὶς ἀγωνιᾷ καὶ τρέμει. Ταῦτα θρήνων, ταῦτα κατηγοριῶν, ταῦτα διαβολῆς ἄξια. Ἀλλ' οὐ ταῦτα ἐβουλόμην λέγειν, ἀλλ' ὑπὸ τῆς ὀδύνης βιάζομαι· σύγγνωτε· ὑπὸ τοῦ πένθους ἀναγκάζομαι πολλὰ καὶ ὧν οὐ βούλομαι φθέγξασθαι. Χαλεπὴν ὁρῶ τὴν πληγὴν, ἀπαραμύθητον τὴν συμφορὰν, παρακλήσεως μείζονα τὰ καταλαβόντα ἡμᾶς δεινὰ, ἀπολώλαμεν. Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, ἵνα θρηνήσω; Κλαύσωμεν, ἀγαπητοὶ, κλαύσωμεν, στενάξωμεν. Τάχα τινές εἰσιν ἐνταῦθαλέγοντες· Πάντα θρήνους ἡμῖν λέγει, πάντα δάκρυα. Οὐκ ἐβουλόμην, πιστεύσατε, οὐκ ἐβουλόμην, ἀλλ' ἐγκώμια καὶ ἐπαίνους διεξιέναι· νυνὶ δὲ τούτων ὁ καιρός. Οὐ τὸ θρηνεῖν, ἀγαπητοὶ, χαλεπὸν, ἀλλὰ τὸ θρήνων ἄξια ποιεῖν· οὐ τὸ ὀδύρεσθαι ἀποτρόπαιον, ἀλλὰ τὸ τὰ ὀδυρμῶν ἄξια πράττειν. Μὴ κολασθῇς, καὶ οὐ πενθῶ· μὴ ἀποθάνῃς, καὶ οὐ κλαίω. Ἀλλ' ἐὰν μὲν τὸ σῶμα κέηται νεκρὸν, πάντας παρακαλεῖς συναλγεῖν, καὶ ἀσυμπαθεῖς ἡγῇ τοὺς μὴ πενθοῦντας· τῆς δὲ ψυχῆς ἀπολλυμένης, λέγεις μὴ πενθεῖν; Ἀλλ' οὐ δύναμαι πατὴρ εἶναι μὴ δακρύων· πατήρ εἰμι φιλόστοργος. Ἀκούετε οἷα βοᾷ ὁ Παῦλος· Τεκνία μου, οὓς πάλιν ὠδίνω. Ποία μήτηρ κύουσα οὕτω πικρὰς ἀφίησι φωνὰς, ὡς ἐκεῖνος; Εἴθε ἐνῆν τὴν πυρὰν αὐτὴν τῆς διανοίας ἰδεῖν, καὶ εἶδες ἂν, ὅτι πάσης γυναικὸς καὶ κόρης χηρείαν ἄωρον ὑποστάσης πλέον καίομαι. Οὐχ οὕτως ἐκείνη τὸν ἄνδρα πενθεῖ τὸν ἑαυτῆς, οὐδὲ μήτηρ υἱὸν, ὡς ἐγὼ τὸ πλῆθος τοῦτο τὸ παρ' ἡμῖν. Οὐδεμίαν ὁρῶ προκοπὴν, πάντα εἰς διαβολὰς καὶ κατηγορίας· οὐδεὶς ἔργον τίθεται ἀρέσκειν Θεῷ· ἀλλὰ, Τὸν δεῖνα, φησὶν, εἴπωμεν κακῶς, καὶ τὸν δεῖνα· ὁ δεῖνα ἀνάξιος τοῦ κλήρου, ὁ δεῖνα ἀσέμνως βιοῖ. Ὀφείλοντες τὰ ἡμέτερα πενθεῖν κακὰ, κρίνομεν ἑτέρους, οὐδὲ ὅτε καθαροί ἐσμεν ἁμαρτημάτων ὀφείλοντες τοῦτο ποιεῖν. Τίς γάρ σε διακρίνει; φησί· τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες, τί καυχᾶσαι ὡς μὴ λαβών, Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου, μυρίων αὐτὸς γέμων κακῶν; Ὅταν εἴπῃς, Ὁ δεῖνα πονηρός ἐστι, καὶ λυμεὼν, καὶ μοχθηρὸς, ἐννόησον σαυτὸν, καὶ ἐξέτασον ἀκριβῶς τὰ σαυτοῦ, καὶ μεταμελήσει σοι ἐπὶ τοῖς λεχθεῖσιν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι πρὸς ἀρετὴν προτροπή τις τοιαύτη, οἷον ἁμαρτημάτων ἀνάμνησις. Ἐὰν ταῦτα τὰ δύο στρέφωμεν παρ' ἑαυτοῖς, δυνησόμεθα τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν, δυνησόμεθα καθαίρειν ἑαυτοὺς καὶ ἀποσμήχειν· μόνον λάβωμεν ἔννοιάν ποτε, μεριμνήσωμεν τὸ πρᾶγμα, ἀγαπητοί· ἀλγήσωμεν ἐνταῦθα τῷ λογισμῷ, ἵνα μὴ ἀλγήσωμεν ἐκεῖ τῇ κολάσει, ἀλλ' ἵνα ἀπολαύσωμεν τῶν αἰωνίων ἀγαθῶν, ἔνθα ἀπέδρα ὀδύνη, λύπη, καὶ στεναγμός· ἵνα τύχωμεν τῶν ὑπερβαινόντων τὸν ἀνθρώπινον νοῦν αἰωνίων ἀγαθῶν, ἐν Χριστῷ Ἰησοῦ· αὐτῷ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note