In epistulam ad Hebraeos
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.0.1
Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱόν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
3.1.1
Ὁ μὲν Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τὴν παρουσίαν αὑτοῦ τὴν ἔνσαρκον ἔξοδον καλεῖ· οἷον ὡς ὅταν λέγῃ· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι· καὶ πάλιν, Ἐγὼ ἐκ τοῦ Πατρός μου ἐξῆλθον, καὶ ἥκω· καὶ πολλαχοῦ τοῦτο ἴδοι τις ἄν. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν καλεῖ λέγων· Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην· εἰσαγωγὴν ταύτην λέγων τὴν τῆς σαρκὸς ἀνάληψιν. Τί δήποτε δὲ περὶ αὐτοῦ διαφόρως τῷ λόγῳ κέχρηνται, καὶ κατὰ τί οὕτως εἴρηται; Δῆλόν ἐστι καὶ ἀπ' αὐτῶν τῶν σημαινομένων. Ὁ μὲν γὰρ Χριστὸς ἔξοδον τὴν ἑαυτοῦ παρουσίαν εἰκότως καλεῖ· ἔξω γὰρ ἦμεν τοῦ Θεοῦ. Καὶ καθάπερ ἐν τοῖς βασιλείοις οἱ δεσμῶται καὶ προσκεκρουκότες τῷ βασιλεῖ, ἔξω ἑστήκασιν· ὁ δὲ βουλόμενος αὐτοὺς καταλλάξαι, οὐκ ἔνδον τούτους εἰσάγων, ἀλλ' αὐτὸς ἐξιὼν ἔξω τούτοις διαλέγεται, ἕως ἂν αὐτοὺς καταστήσας ἀξίους τῆς ὄψεως τοῦ βασιλέως εἰσαγάγῃ· οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ἐξελθὼν γὰρ πρὸς ἡμᾶς, τουτέστι, σάρκα ἀναλαβὼν, καὶ διαλεχθεὶς τὰ παρὰ τοῦ βασιλέως, οὕτως ἡμᾶς εἰσήγαγε, καὶ καθαρίσας τῶν ἁμαρτημάτων, καὶ καταλλάξας. Διὰ τοῦτο ἔξοδον αὐτὴν καλεῖ. Ὁ δὲ Παῦλος εἴσοδον αὐτὴν ὀνομάζει, ἀπὸ μεταφορᾶς τῶν κληρονομούντων, καὶ νομὴν παραλαμβανόντων καὶ κτῆσίν τινα· τὸ γὰρ εἰπεῖν, Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, τοῦτό ἐστι δηλοῦντος, ὅταν ἐγχειρίσῃ αὐτῷ τὴν οἰκουμένην· τότε γὰρ αὐτὴν ἐκτήσατο πᾶσαν, ὅτε καὶ ἐγνώσθη. Οὐ περὶ τοῦ Θεοῦ δὲ Λόγου φησὶ ταῦτα, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα Χριστοῦ· εἰκότως. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, κατὰ τὸν Ἰωάννην, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, πῶς ἑτέρως ἂν εἰσήχθη, ἀλλ' ἢ ἐν σαρκί; Καὶ προσκυνησάτωσαν αὐτῷ, φησὶ, πάντες ἄγγελοι Θεοῦ. Ἐπειδὰν μέγα τι καὶ ὑψηλὸν λέγειν μέλλῃ, προκατασκευάζει αὐτὸ καὶ ποιεῖ εὐπαράδεκτον τῷ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Σκόπει δέ· εἶπεν ἀνωτέρω, ὅτι οὐ διὰ προφητῶν ἐλάλησεν ἡμῖν, ἀλλὰ διὰ τοῦ Υἱοῦ· ἔδειξεν 63. 28 ὅτι κρείττων ἀγγέλων ὁ Υἱὸς, καὶ ἀπὸ τοῦ ὀνόματος δὲ τοῦτο κατασκευάσας, καὶ ἀπὸ τοῦ τὸν Πατέρα ποιῆσαι εἰσαγαγόντα τὸν Υἱόν. Ἐνταῦθα δὲ λοιπὸν καὶ ἀφ' ἑτέρου κατασκευάζει. Ποίου δὴ τούτου; Ἀπὸ τῆς προσκυνήσεως· τοῦτο δὲ καὶ ὅσῳ κρείττων ἐστὶ δείκνυσιν· ὅσῳ γὰρ Δεσπότης δούλου. Διὸ καὶ ὡς ἂν εἴ τις εἰσαγαγών τινα εἰς οἰκίαν βασιλέως, τοὺς προεστῶτας αὐτῆς εὐθέως κελεύει προσκυνεῖν αὐτῷ· οὕτω καὶ αὐτὸς ποιεῖ, περὶ τοῦ κατὰ σάρκα λέγων τὴν ἐν κόσμῳ εἰσαγωγὴν, καὶ τὸ, Προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ, διὰ τοῦτο ἐπάγων. Ἆρα οὖν ἄγγελοι μόνον, οὐχὶ δὲ καὶ ἄλλαι δυνάμεις; Ἄπαγε· ἄκουσον γὰρ τῶν ἑξῆς· Καὶ πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὑτοῦ πυρὸς φλόγα· πρὸς δὲ τὸν Υἱὸν, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ ἡ μεγίστη διαφορά· ὅτι οἱ μὲν κτιστοὶ, ὁ δὲ ἄκτιστος. Καὶ διὰ τί πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ φησιν, Ὁ ποιῶν· πρὸς δὲ τὸν Υἱὸν διὰ τί οὐκ εἶπεν, ὁ ποιῶν; καίτοι ἐνῆν τὴν διαφορὰν οὕτως εἰπεῖν· πρὸς μὲν τοὺς ἀγγέλους αὐτοῦ λέγει, Ὁ ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματα· πρὸς δὲ τὸν Υἱὸν, Κύριος ἔκτισέ με· καὶ πάλιν, Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησεν. Ἀλλ' οὔτε ἐκεῖνο περὶ τοῦ Χριστοῦ Κυρίου Υἱοῦ εἴρηται, οὔτε τοῦτο περὶ τοῦ Θεοῦ Λόγου, ἀλλὰ περὶ τοῦ κατὰ σάρκα. Ἔνθα γὰρ τὴν ἀληθῆ διαφορὰν ἠβούλετο δηλοῦν, οὐκέτι ἀγγέλους περιέλαβε μόνον, ἀλλὰ καὶ πᾶσαν τὴν ἄνω δύναμιν τὴν λειτουργικήν. Ὁρᾷς πῶς διαιρεῖ καὶ μεθ' ὅσης τῆς σαφηνείας κτίσματα καὶ κτιστὴν, λειτουργοὺς καὶ δεσπότην, καὶ κληρονόμον καὶ γνήσιον Υἱὸν καὶ δούλους; Πρὸς δὲ τὸν Υἱόν φησιν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἰδοὺ βασιλείας σύμβολον. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἰδοὺ πάλιν καὶ ἄλλο βασιλείας σύμβολον. Εἶτα πάλιν εἰς τὸ κατὰ σάρκα· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου. Τί ἐστι, Θεός σου; Ἐπειδὴ γὰρ μέγα ἐφθέγξατο, πάλιν αὐτὸ παραμυθεῖται. Ἐνταῦθα καὶ Ἰουδαίους, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ Ἀρειανοὺς, καὶ Μάρκελλον καὶ Σαβέλλιον ἔβαλε καὶ Μαρκίωνα. Πῶς; Ἰουδαίους 63. 29 μὲν, δύο τὸν αὐτὸν δεικνὺς, καὶ Θεὸν, καὶ ἄνθρωπον· τοὺς δὲ ἄλλους, τοὺς Παύλου λέγω τοῦ Σαμοσατέως, τῷ περὶ τῆς αἰωνίου ὑπάρξεως ταῦτα διαλέγεσθαι, καὶ τῆς ἀκτίστου οὐσίας· πρὸς γὰρ ἀντιδιαστολὴν τοῦ, Ἐποίησε, τὸ, Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, τέθεικε. Πρός τε Ἀρειανοὺς τοῦτό τε αὐτὸ πάλιν, καὶ ὅτι οὐ δοῦλος· εἰ δὲ κτίσμα, δοῦλος. Πρὸς δὲ Μάρκελλον καὶ τοὺς ἄλλους, ὅτι δύο ἐστὶ ταῦτα πρόσωπα διῃρημένα κατὰ τὴν ὑπόστασιν· πρὸς δὲ Μαρκιωνιστὰς, ὅτι ἡ θεότης οὐ χρίεται, ἀλλ' ἡ ἀνθρωπότης. Εἶτα, Παρὰ τοὺς μετόχους σου, φησί. Τίνες δέ εἰσιν οἱ μέτοχοι, ἀλλ' ἢ οἱ ἄνθρωποι; Τουτέστι, τὸ Πνεῦμα οὐκ ἐκ μέτρου ἔλαβεν ὁ Χριστός.
3.2.1
Ὁρᾷς πῶς συνάπτει ἀεὶ τῷ περὶ τῆς ἀκτίστου φύσεως καὶ τὸν περὶ τῆς οἰκονομίας λόγον; Τί τούτου σαφέστερον; Εἶδες πῶς οὐκ ἔστι τὸ αὐτὸ, κτίσμα καὶ γέννημα; οὐ γὰρ ἂν διεῖλε, καὶ πρὸς ἀντιδιαστολὴν τοῦ, Ἐποίησεν, ἐπήγαγε τὸ, Πρὸς δὲ τὸν Υἱὸν εἶπεν· Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· οὐδ' ἂν διαφορώτερον ὄνομα ἐκάλει τὸ Υἱὸς ὄνομα, εἰ τοῦ αὐτοῦ ἦν σημεῖον. Ποῖον γὰρ τὸ διάφορον; εἰ γὰρ τὸ κτίσμα καὶ γέννημα ταὐτὸν, ἐκεῖνοι δὲ ἐποιήθησαν, τί τὸ διαφορώτερον; Ἰδοὺ πάλιν τὸ, ὁ Θεὸς, μετὰ τοῦ ἄρθρου. Καὶ πάλιν φησί· Κατ' ἀρχὰς σὺ, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ἵνα μὴ ἀκούσας· Ὅταν δὲ εἰσαγάγῃ τὸν Πρωτότοκον εἰς τὴν οἰκουμένην, ὡς δῶρον νομίσῃς εἶναι ὕστερον αὐτῷ προσδοθὲν, τοῦτο καὶ ἄνω προδιωρθώσατο, καὶ πάλιν ἐπιδιορθοῦται λέγων· Κατ' ἀρχάς· οὐχὶ νῦν, ἀλλ' ἄνωθεν. Ἰδοὺ πάλιν καὶ τὸν Σαμοσατέα Παῦλον καιρίᾳ πλήττει πληγῇ καὶ Ἄρειον, ἃ περὶ τοῦ Πατρός ἐστι, ταῦτα ἁρμόσας τῷ Υἱῷ. Μετὰ δὲ τούτου καί τι ἄλλο πάρεργον ᾐνίξατο, καὶ μεῖζον τούτου· καὶ γὰρ τὴν μετασχημάτισιν τοῦ κόσμου παρεδήλωσε λέγων· Ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Ὃ καὶ ἐν τῇ πρὸς Ῥωμαίους φησὶν, ὅτι μετασχηματίσει τὸν κόσμον. Καὶ τὸ εὔκολον δηλῶν, ἐπήγαγεν· Ἑλίξεις. Ὥσπερ γὰρ ἂν εἴ τις περιβόλαιον ἑλίξῃ, οὕτως αὐτὸς τὸν κόσμον καὶ ἑλίξει καὶ ἀλλάξει. Εἰ δὲ τὴν ἐπὶ τὸ βέλτιον καὶ τὸ κρεῖττον μετασχημάτισιν καὶ δημιουργίαν οὕτως εὐκόλως ἐργάζεται, ἐπὶ τῆς ἐλάττονος δημιουργίας ἑτέρου ἐδεῖτο; Μέχρι τίνος οὐκ αἰσχύνεσθε; Ἅμα δὲ καὶ παραμυθία μεγίστη τοῦτό ἐστι, τὸ γνῶναι ὅτι οὐκ ἔσται οὕτω τὰ πράγματα, ἀλλὰ τὰ πάντα μεταβολὴν λήψεται, καὶ πάντα ἐναλλαγήσεται, αὐτὸς δὲ μένει διαπαντὸς ζῶν, καὶ ἀπείρως ζῶν· Καὶ τὰ ἔτη σου, φησὶν, οὐκ ἐκλείψουσι. Τίνι δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου; Ἰδοὺ πάλιν αὐτοὺς παραθαῤῥύνει, εἴ γε μέλλοιεν οἱ ἐχθροὶ αὐτῶν ἡττηθήσεσθαι, καὶ ἐχθροὶ αὐτῶν οἱ αὐτοί εἰσιν, οἳ καὶ τοῦ Χριστοῦ. Τοῦτο πάλιν βασιλείας, τοῦτο ὁμοτιμίας, τοῦτο τιμῆς, οὐκ ἀδυναμίας, τὸ τὸν Πατέρα ὀργίζεσθαι ὑπὲρ τῶν εἰς τὸν Υἱὸν γεγενημένων· τοῦτο πολλῆς ἀγάπης δεῖγμα καὶ γνησιό 63. 30 τητος τῆς ὡς ἀπὸ πατρὸς πρὸς υἱόν. Ὁ γὰρ ὀργιζόμενος ὑπὲρ αὐτοῦ, πῶς ἀλλότριος αὐτοῦ ἐστιν; Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου. Ὅπερ καὶ ἐν τῷ δευτέρῳ ψαλμῷ φησιν· Ὁ κατοικῶν ἐν οὐρανοῖς ἐκγελάσεται αὐτοὺς, καὶ ὁ Κύριος ἐκμυκτηριεῖ αὐτούς. Τότε λαλήσει πρὸς αὐτοὺς ἐν ὀργῇ αὐτοῦ, καὶ ἐν τῷ θυμῷ αὐτοῦ ταράξει αὐτούς. Καὶ πάλιν αὐτός φησι· Τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε ἐνώπιόν μου, καὶ κατασφάξατε αὐτούς. Ὅτι γὰρ αὐτοῦ ἐστι τὰ ῥήματα, ἄκουσον τί φησι καὶ ἑτέρωθι· Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ πάλιν, Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς· καὶ πάλιν, Ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον, συνθλασθήσεται· ἐφ' ὃν δ' ἂν πέσῃ, λικμήσει αὐτόν. Ἄλλως δὲ, ὁ μέλλων ἐκεῖ κρίνειν αὐτοὺς, πολλῷ μᾶλλον αὐτοὺς δίκην ἐνταῦθα τῆς εἰς αὐτὸν παροινίας ἀπῄτησεν. Ὥστε τιμῆς μόνης ἐστὶ τῆς εἰς τὸν Υἱὸν, τὸ, Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; Τί θαυμαστὸν, φησὶν, εἰ τῷ Υἱῷ λειτουργοῦσιν, ὅταν καὶ πρὸς τὴν ἡμετέραν σωτηρίαν λειτουργῶσιν; Ὅρα πῶς ἐπαίρει αὐτῶν τὰ φρονήματα, καὶ πολλὴν δείκνυσι τοῦ Θεοῦ τὴν εἰς ἡμᾶς τιμὴν, εἴπερ ἀγγέλους τοὺς ὑπὲρ ἡμᾶς ταύτην ἔταξεν ἔχειν διακονίαν, τὴν ὑπὲρ ἡμῶν. Ὡς ἂν εἴποι τις, Εἰς τοῦτο κέχρηται αὐτοῖς, φησὶ, τοῦτο ἀγγέλων λειτουργία, τὸ διακονεῖν τῷ Θεῷ εἰς σωτηρίαν ἡμετέραν. Ὥστε ἀγγελικὸν ἔργον τοῦτό ἐστι, τὸ πάντα ποιεῖν εἰς σωτηρίαν τῶν ἀδελφῶν· μᾶλλον δὲ αὐτοῦ τοῦ Χριστοῦ τὸ ἔργον ἐστίν· αὐτὸς μὲν γὰρ ὡς Δεσπότης σώζει, οὗτοι δὲ ὡς δοῦλοι. Καὶ ἡμεῖς εἰ καὶ δοῦλοι, ἀλλὰ σύνδουλοι ἀγγέλων. Τί κεχήνατε πρὸς τοὺς ἀγγέλους, φησί; Δοῦλοί εἰσι τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ πολλαχοῦ δι' ἡμᾶς πέμπονται, καὶ πρὸς σωτηρίαν τὴν ἡμετέραν λειτουργοῦσιν· ὥστε ὁμόδουλοι ἡμῶν εἰσιν. Ἐννοήσατε πῶς οὐ πολλὴν δίδωσι τοῖς κτίσμασι διαφοράν· καίτοι πολὺ τὸ μέσον ἀγγέλων καὶ ἀνθρώπων· ἀλλ' ὅμως πλησίον ἡμῶν αὐτοὺς κατάγει, μονονουχὶ λέγων· Ἡμῖν κάμνουσι, δι' ἡμᾶς περιτρέχουσιν, ἡμῖν, ὡς ἂν εἴποι τις, ὑπηρετοῦσιν. Αὕτη ἐστὶν ἡ διακονία αὐτῶν, τὸ δι' ἡμᾶς πανταχοῦ πέμπεσθαι.
3.3.1
Καὶ τούτων τῶν ὑποδειγμάτων μεστὴ μὲν ἡ Παλαιὰ, μεστὴ δὲ καὶ ἡ Καινή. Ὅταν γὰρ ἄγγελοι ποιμένας εὐαγγελίζωνται, ὅταν τὴν Μαριὰμ, ὅταν τὸν Ἰωσὴφ, ὅταν ἐπὶ τοῦ μνήματος καθέζωνται, ὅταν πέμπωνται εἰπεῖν τοῖς μαθηταῖς· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; ὅταν Πέτρον ἀπολύωσι τοῦ δεσμωτηρίου, ὅταν Φιλίππῳ διαλέγωνται, πῶς ἡμῖν οὐχ ὑπουργοῦσιν; Ἐννόησον τοίνυν τὴν τιμὴν, ὅση τυγχάνει, ὅταν ὡς πρὸς φίλους πέμπῃ διακόνους τοὺς ἀγγέλους ὁ Θεὸς, ὅταν Κορνηλίῳ ἄγγελος φαίνηται, ὅταν πάντας τοὺς ἀποστόλους ἀπὸ τοῦ δεσμωτηρίου ἄγγελος ἐκβάλλῃ, καὶ λέγῃ· Πορευθέντες στῆτε, καὶ λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ τὰ ῥήματα τῆς ζωῆς ταύτης. Τί τὰ ἄλλα λέγω; καὶ αὐτῷ Παύλῳ ἄγγελος φαίνεται. Ὁρᾷς αὐτοὺς 63. 31 διακονοῦντας ἡμῖν διὰ τὸν Θεὸν, καὶ εἰς τὰ μέγιστα διακονοῦντας; Διὰ τοῦτό φησιν ὁ Παῦλος· Πάντα ὑμῶν, εἴτε ζωὴ, εἴτε θάνατος, εἴτε κόσμος, εἴτε ἐνεστῶτα, εἴτε μέλλοντα. Ἐπέμφθη μὲν οὖν καὶ ὁ Υἱὸς, ἀλλ' οὐχ ὡς διάκονος, οὐδὲ ὡς λειτουργὸς, ἀλλ' ὡς Υἱὸς καὶ μονογενὴς, καὶ τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενος. Μᾶλλον δὲ οὐδὲ ἐπέμφθη· οὐ γὰρ ἐκ τόπου εἰς τόπον μετέβη, ἀλλὰ σάρκα ἀνέλαβεν· οὗτοι δὲ τόπους ἀμείβουσι, καὶ τοὺς προτέρους ἀφέντες ἐν οἷς εἰσιν, οὕτως εἰς ἑτέρους ἔρχονται ἐν οἷς οὐκ ἦσαν. Καὶ τοῦτο δὲ πάλιν παραθαῤῥύνων αὐτοὺς λέγει· Τί δεδοίκατε; ἄγγελοι διακονοῦσιν ἡμῖν. Καὶ εἰπὼν περὶ τοῦ Υἱοῦ, καὶ τὰ κατὰ τὴν οἰκονομίαν, καὶ τὰ κατὰ τὴν δημιουργίαν, καὶ τὰ κατὰ τὴν βασιλείαν, καὶ τὸ ὁμότιμον δείξας, καὶ ὅτι ὡς Δεσπότης κρατεῖ, οὐχὶ τῶν ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, λοιπὸν παρακαλεῖ αὐτοὺς, κατασκευάσας τὸν λόγον, ὥστε προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, καί φησι· Διὸ χρὴ περισσοτέρως ἡμᾶς προσέχειν τοῖς ἀκουσθεῖσιν. Ἐνταῦθα βουλόμενος εἰπεῖν, ὅτι δεῖ περισσοτέρως τοῦ νόμου προσέχειν, ἐσιώπησεν αὐτὸ, δῆλον δὲ ὅμως τοῦτο ποιεῖ ἐν τῇ κατασκευῇ, οὐκ ἐν συμβουλῇ οὐδὲ ἐν παρακλήσει· οὕτω γὰρ ἄμεινον ἦν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος, φησὶν, ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου, εἰς ἡμᾶς ὑπὸ τῶν ἀκουσάντων ἐβεβαιώθη. Διὰ τί περισσοτέρως ἡμᾶς δεῖ προσέχειν τοῖς ἀκουσθεῖσιν; οὐχὶ κἀκεῖνα Θεοῦ, καὶ ταῦτα; Ἢ τοίνυν περισσοτέρως τοῦ νόμου φησὶν, ἢ ὅτι μεγάλως· οὐχὶ συγκρίνων, μὴ γένοιτο. Ἐπειδὴ γὰρ ὑπὸ τοῦ χρόνου τοῦ πολλοῦ μεγάλην εἶχον περὶ τῆς Παλαιᾶς ὑπόληψιν, ταῦτα δὲ ὡς νέα ἔτι καταπεφρόνητο, δείκνυσιν ἐκ περιουσίας, ὅτι τούτοις δεῖ μᾶλλον προσέχειν. Πῶς; Μονονουχὶ λέγων, ὅτι τοῦ Θεοῦ μὲν καὶ ταῦτα κἀκεῖνα, ἀλλ' οὐχ ὁμοίως. Καὶ τοῦτο ἡμῖν ὕστερον δείκνυσι· τέως δὲ ἐπιπολαιότερον αὐτὸ κατασκευάζει, ὕστερον δὲ φανερώτερον, λέγων· Εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος· καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ· καὶ πολλὰ ἕτερα τοιαῦτα. Ἀλλ' οὔπω τολμᾷ τοιοῦτον οὐδὲν εἰπεῖν ἐν προοιμίοις, ἕως ἂν προκαταλάβῃ καὶ κατάσχῃ ταῖς πλείοσι προκατασκευαῖς τὸν ἀκροατήν. Διὰ τί τοίνυν δεῖ περισσοτέρως ἡμᾶς προσέχειν, εἰπέ, Μήποτε, φησὶ, παραῤῥυῶμεν. Τουτέστι, μὴ ἀπολώμεθα, μὴ ἐκπέσωμεν. Καὶ δείκνυσιν ἐνταῦθα τὸ χαλεπὸν τῆς ἐκπτώσεως, ὅτι δύσκολον τὸ παραῤῥυὲν πάλιν ἐπανελθεῖν, καθότι ἐκ ῥᾳθυμίας τοῦτο συνέβη. Ἔλαβε δὲ τὴν λέξιν ἀπὸ τῶν Παροιμιῶν· Υἱὲ γὰρ, φησὶ, μὴ παραῤῥυῇς· καὶ τὸ εὔκολον τοῦ ὀλίσθου δεικνὺς, καὶ τὸ χαλεπὸν τῆς ἀπωλείας· τουτέστιν, οὐκ ἀκίνδυνος ἡμῖν ἡ παρακοή. Καὶ δι' ὧν μὲν κατασκευάζει δείκνυσιν ὅτι μείζων ἡ κόλασις. Ἀφίησι δὲ πάλιν αὐτὴν ἐν τῇ περιζητήσει, καὶ οὐκ ἐν τῷ συμπεράσματι. Καὶ γὰρ τοῦτό ἐστιν ἀνεπαχθῆ τὸν λόγον ποιεῖν, μὴ ἀφ' ἑαυτοῦ πανταχοῦ τὴν κρίσιν ἐπάγοντα ἀποφαίνεσθαι, ἀλλὰ κύριον ἀφιέναι τὸν ἀκροατὴν, ἵνα αὐτὸς ἐνέγκῃ τὴν ψῆφον· ὅπερ καὶ εὐγνωμονεστέρους ἐποίει γενέσθαι. Ποιεῖ δὲ αὐτὸ καὶ ἐν τῇ Παλαιᾷ ὁ προφήτης Νάθαν, καὶ ἐν τῷ Ματθαίῳ ὁ Χριστὸς λέγων· Τί ποιήσει τοῖς γεωργοῖς τοῦ ἀμπελῶνος ἐκείνου; καὶ αὐτοὺς ἀναγκάζων τὴν ψῆφον ἐξενεγκεῖν· τοῦτο γὰρ ἡ με 63. 32 γίστη νίκη. Εἶτα εἰπών· Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, οὐκ ἐπήγαγε, πολλῷ μᾶλλον ὁ διὰ τοῦ Χριστοῦ· ἀλλὰ τοῦτο μὲν εἴασεν, εἶπε δὲ τὸ ἔλαττον, Πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Καὶ ὅρα πῶς ποιεῖται τὴν σύγκρισιν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λόγος λαληθεὶς, φησίν. Ἐκεῖ, Δι' ἀγγέλων, ἐνταῦθα δὲ, Διὰ τοῦ Κυρίου· κἀκεῖ μὲν λόγος, ἐνταῦθα δὲ σωτηρία. Εἶτα, ἵνα μὴ εἴπῃ τις, τί δαί; ἃ σὺ λέγεις, ὦ Παῦλε, ταῦτα τοῦ Χριστοῦ ἐστι; προλαμβάνει, καὶ ἀποδείκνυσι τὸ ἀξιόπιστον ἔχοντα. Τῷ τε παρ' ἐκείνου γὰρ ἀκηκοέναι αὐτὰ τὸ ἀξιόπιστον δείκνυσι, καὶ τῷ νῦν ὑπὸ τοῦ Θεοῦ αὐτὰ λέγεσθαι, οὐχ ἁπλῶς φωνῆς φερομένης, καθάπερ ἐπὶ Μωϋσέως, ἀλλὰ σημείων γινομένων, καὶ πραγμάτων μαρτυρούντων.
3.4.1
Τί δέ ἐστιν, Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος; Καὶ ἐν τῇ πρὸς Γαλάτας οὕτω πως φησί· Διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου· καὶ πάλιν, Ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε· καὶ πανταχοῦ δι' ἀγγέλων αὐτόν φησι δίδοσθαι. Τινὲς μὲν οὖν τὸν Μωϋσέα φασὶν αἰνίττεσθαι· ἀλλ' οὐκ ἔχει λόγον· ἀγγέλους γὰρ ἐνταῦθα πολλούς φησι. Καὶ ἀγγέλους δὲ ἐνταῦθα τούτους φησὶ τοὺς ἐν τῷ οὐρανῷ. Τί οὖν ἐστιν εἰπεῖν; Ἤτοι τὴν δεκάλογόν φησι μόνον· ἐκεῖ γὰρ Μωϋσῆς ἐλάλει, καὶ ὁ Θεὸς ἀπεκρίνετο· ἢ ὅτι παρῆσαν ἄγγελοι, τοῦ Θεοῦ διαταττομένου· ἢ ὅτι περὶ τῶν ἐν τῇ Παλαιᾷ λεγομένων καὶ πραττομένων ἁπάντων, ὡς ἀγγέλων κοινωνησάντων ἐν τούτοις ταῦτά φησι. Πῶς δὲ ἀλλαχοῦ φησιν, ὅτι Ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἐνταῦθα δὲ δι' ἀγγέλων; φησὶ γὰρ, Καὶ κατέβη ὁ Θεὸς ἐν γνόφῳ. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος. Τί ἐστι, Βέβαιος; Ἀληθὴς, ὡς ἄν τις εἴποι, καὶ πιστός· διότι ἐν τῷ προσήκοντι καιρῷ πάντα ἐξέβη τὰ λεχθέντα· ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι ἐκράτησε, καὶ αἱ ἀπειλαὶ εἰς ἔργον ἤρχοντο· ἢ λόγον φησὶ τὰ προστάγματα. Πολλὰ γὰρ χωρὶς νόμου προσέταξαν ἄγγελοι παρὰ Θεοῦ πεμπόμενοι· οἷον ἐπὶ τοῦ κλαυθμῶνος, ἐπὶ τῶν Κριτῶν, ἐπὶ τοῦ Σαμψών. Διὰ γὰρ τοῦτο οὐκ εἶπε· Νόμος, ἀλλὰ, Λόγος. Καὶ τάχα μοι δοκεῖ τοῦτο λέγειν δηλῶν διὰ τούτου μᾶλλον τὰ διὰ τῶν ἀγγέλων οἰκονομηθέντα. Τί οὖν ἐροῦμεν; Ὅτι παρῆσαν οἱ ἄγγελοι τότε οἱ τὸ ἔθνος ἐμπεπιστευμένοι, καὶ αὐτοὶ τὰς σάλπιγγας ἐποίουν, καὶ τὰ ἕτερα, τὸ πῦρ, τὸν γνόφον. Καὶ πᾶσα παράβασις, φησὶ, καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν. Οὐχ ἡ μὲν, ἡ δὲ οὒ, ἀλλὰ πᾶσα. Οὐδὲν ἀνεκδίκητον ἔμεινε, φησὶν, ἀλλ' Ἔλαβεν ἔνδικον μισθαποδοσίαν· ἀντὶ τοῦ, κόλασιν. Καὶ τί δήποτε οὕτως εἶπεν; Οὕτως ἔθος τῷ Παύλῳ μὴ πολὺν τῶν λέξεων ποιεῖσθαι λόγον, ἀλλ' ἀδιαφόρως καὶ ἐπὶ εὐφήμων τιθέναι κακέμφατα· οἷον καὶ ἀλλαχοῦ φησιν· Αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Καὶ πάλιν ἀλλαχοῦ τὴν ἀντιμισθίαν τέθεικεν ἀντὶ κολάσεως, καὶ ἐνταῦθα τὴν κόλασιν μισθὸν καλεῖ. Εἰ δίκαιον, φησὶ, παρὰ τῷ Θεῷ ἀνταποδοῦναι τοῖς θλίβουσιν ὑμᾶς θλῖψιν, καὶ ὑμῖν τοῖς θλιβομένοις ἄνεσιν. Τουτέστιν, οὐ παρεφθάρη τὸ δίκαιον, ἀλλ' ἐπεξῆλθεν ὁ Θεὸς, καὶ τὴν δίκην περιέτρεψεν ἐπὶ τοὺς ἡμαρτηκότας· καίτοι τῶν ἁμαρτημάτων οὐ πάντων εἰς φανερὸν γινομένων, εἰ μὴ παραβαθείη τὰ διατεταγμένα. Πῶς οὖν ἡμεῖς, 63. 33 φησὶν, ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; Διὰ τούτου ἐδήλωσεν, ὅτι οὐ πολλή τις ἦν ἐκείνη ἡ σωτηρία. Καλῶς δὲ καὶ τὸ, Τηλικαύτης, προσέθηκεν. Οὐ γὰρ ἐκ πολέμων, φησὶν, ἡμᾶς διασώσει νῦν, οὐδὲ τὴν γῆν καὶ τὰ ἐν τῇ γῇ ἀγαθὰ παρέξει, ἀλλὰ θανάτου κατάλυσις ἔσται, ἀλλὰ διαβόλου ἀπώλεια, ἀλλ' οὐρανῶν βασιλεία, ἀλλὰ ζωὴ αἰώνιος. Ταῦτα γὰρ πάντα ἐν συντόμῳ ἐνέφηνεν εἰπὼν, Τηλικαύτης ἀμελήσαντες σωτηρίας. Εἶτα καὶ τὸ ἀξιόπιστον ἐπάγει· Ἥτις ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου· τουτέστι, παρ' αὐτῆς τῆς πηγῆς ἔσχε τὴν ἀρχήν· οὐκ ἄνθρωπος αὐτὴν διεπόρθμευσεν εἰς τὴν γῆν, οὐ κτιστὴ δύναμις, ἀλλ' αὐτὸς ὁ Μονογενής. Ὑπὸ τῶν ἀκουσάντων εἰς ἡμᾶς ἐβεβαιώθη. Τί ἐστιν, Ἐβεβαιώθη; Ἐπιστεύθη, ἢ ἐξέβη· τὸν γὰρ ἀῤῥαβῶνα, φησὶν, ἔχομεν· τουτέστιν, οὐκ ἐσβέσθη, οὐκ ἔληξεν, ἀλλὰ κρατεῖ καὶ περιγίνεται. Τὸ δὲ αἴτιον, ἡ θεία δύναμις ἐνεργεῖ. Τί ἐστιν, Ὑπὸ τῶν ἀκουσάντων; Τουτέστιν, οἱ παρὰ τοῦ Κυρίου ἀκούσαντες αὐτοὶ ἡμᾶς ἐβεβαίωσαν. Μέγα τοῦτο καὶ ἀξιόπιστον. Ὅπερ καὶ Λουκᾶς φησιν ἐν ἀρχῇ τοῦ Εὐαγγελίου· Καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου. Πῶς οὖν ἐβεβαιώθη; τί οὖν, εἰ οἱ ἀκούσαντες ἔπλασαν, φησί; Τοῦτο τοίνυν ἀναιρῶν, καὶ δεικνὺς οὐκ ἀνθρωπίνην τὴν χάριν, ἐπήγαγε, Συνεπιμαρτυροῦντος τοῦ Θεοῦ. Οὐκ ἂν γὰρ, εἰ ἔπλασαν, ὁ Θεὸς αὐτοῖς ἐμαρτύρησε. Μαρτυροῦσι μὲν κἀκεῖνοι, μαρτυρεῖ δὲ καὶ ὁ Θεός. Πῶς μαρτυρεῖ; Οὐ λόγῳ, οὐδὲ φωνῇ· ἦν μὲν γὰρ καὶ τοῦτο πιστόν· ἀλλὰ πῶς; Σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι. Καλῶς τὸ, Ποικίλαις δυνάμεσι, τέθεικε, τὴν ἀφθονίαν τῶν χαρισμάτων δηλῶν· ὅπερ οὐ γεγένηται ἐπὶ τῶν προτέρων, οὐδὲ τοσαῦτα σημεῖα, καὶ οὕτω διάφορα. Τουτέστιν, οὐχ ἁπλῶς ἐπιστεύσαμεν ἐκείνοις, ἀλλὰ διὰ σημείων καὶ τεράτων. Ὥστε οὐκ ἐκείνοις πιστεύομεν, ἀλλ' αὐτῷ τῷ Θεῷ. Καὶ Πνεύματος ἁγίου μερισμοῖς, κατὰ τὴν αὐτοῦ θέλησιν. Τί οὖν, ὅτι καὶ γόητες σημεῖα ποιοῦσι, καὶ Ἰουδαῖοι ἐν Βεελζεβοὺλ ἔλεγον αὐτὸν ἐκβάλλειν τὰ δαιμόνια; Ἀλλ' οὐ τοιαῦτα ποιοῦσι σημεῖα· διὰ τοῦτο εἶπε, Ποικίλαις δυνάμεσιν. Ἐκεῖνα γὰρ οὐ δύναμις, ἀλλ' ἀσθένεια καὶ φαντασία καὶ διάκενα πράγματα. Διὰ τοῦτο εἶπε, Πνεύματος ἁγίου μερισμοῖς κατὰ τὴν αὐτοῦ θέλησιν.
3.5.1
Ἐνταῦθα καί τι ἄλλο αἰνίττεσθαί μοι δοκεῖ· εἰκὸς γὰρ μὴ εἶναι πολλοὺς ἐκεῖ χαρίσματα ἔχοντας, ἐκλελοιπέναι δὲ ταῦτα, ἅτε νωθροτέρων αὐτῶν γενομένων. Ἵν' οὖν αὐτοὺς καὶ ἐν τούτῳ παραμυθήσηται, καὶ μὴ ἀφῇ καταπεσεῖν, τὸ πᾶν ἀνέθηκε τῇ τοῦ Θεοῦ βουλῇ· αὐτὸς οἶδε τίνι τί συμφέρει, φησὶ, καὶ οὕτω καταμερίζει τὴν χάριν· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων· Ὁ Θεὸς ἔθετο ἕνα ἕκαστον ἡμῶν, καθὼς ἠθέλησε· καὶ πάλιν, Ἑκάστῳ δὲ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον, κατὰ τὴν αὐτοῦ θέλησιν. Δείκνυσιν ὅτι τὸ χάρισμα κατὰ τὴν τοῦ Πατρός ἐστι θέλησιν. Πολλάκις δὲ καὶ δι' ἀκάθαρτον βίον καὶ νωθῆ οὐκ ἔλαβον πολλοὶ χάρισμα· ἐνίοτε δὲ καὶ καλὸν βίον ἔχοντες καὶ καθαρὸν οὐκ ἔλαβον· τί δήποτε; Ὥστε μὴ ἐκτραχηλισθῆναι, ὥστε μὴ φυσιωθῆναι, ὥστε μὴ ῥᾳ 63. 34 θυμοτέρους γενέσθαι, ὥστε μὴ πλέον ἐπαρθῆναι. Εἰ γὰρ καὶ χωρὶς χαρίσματος αὐτὴ τοῦ καθαροῦ βίου ἡ συνείδησις ἱκανὴ ἐπᾶραι, πολλῷ μᾶλλον, ὅταν καὶ ἡ χάρις προσῇ. Ὥστε τοῖς ταπεινοῖς καὶ τοῖς ἀφελέσι μᾶλλον ἐδίδοτο· καὶ μάλιστα τοῖς ἀφελέσιν· Ἐν ἀφελότητι γὰρ, φησὶ, καὶ ἐν ἀγαλλιάσει καρδίας. Καὶ γὰρ καὶ ταύτῃ προέτρεψεν αὐτοὺς μᾶλλον· καὶ εἰ ῥᾳθυμότεροι ἦσαν, κατένυξεν. Ὁ γὰρ ταπεινὸς καὶ μὴ μεγάλα περὶ ἑαυτοῦ φανταζόμενος, σπουδαιότερος γίνεται, ὅταν λάβῃ χάρισμα, ἅτε παρ' ἀξίαν εἰληφὼς, καὶ οὐκ ἄξιον ἑαυτὸν εἶναι κρίνων· ὁ δέ τι κατωρθωκέναι νομίζων, ὀφειλὴν εἶναι τὸ πρᾶγμα ἡγούμενος καὶ πεφυσίωται. Ὥστε ὁ Θεὸς συμφερόντως τὸ πρᾶγμα οἰκονομεῖ τοῦτο. Ὅπερ καὶ ἐν τῇ Ἐκκλησίᾳ συμβαῖνον ἴδοι τις ἄν· ὁ μὲν γὰρ ἔχει λόγον διδασκαλικὸν, ὁ δὲ οὐδὲ διᾶραι τὸ στόμα δύναται. Μηδεὶς τοίνυν λυπείσθω διὰ τοῦτο· Ἑκάστῳ γὰρ ἡ φανέρωσις τοῦ Πνεύματος δίδοται πρὸς τὸ συμφέρον. Εἰ γὰρ ἄνθρωπος οἰκοδεσπότης οἶδε τίνι τί ἐγχειρίσει, πολλῷ μᾶλλον ὁ Θεὸς ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων, ὁ τὰ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν. Ἕν ἐστι μόνον τὸ λύπης ἄξιον, τὸ ἁμαρτάνειν, ἄλλο δὲ οὐδέν. Μὴ εἴπῃς, Διὰ τί οὐκ ἔχω χρήματα; ἢ, Εἰ εἶχον, παρέσχον ἂν τοῖς πένησιν. Οὐκ οἶδας, εἰ εἶχες, εἰ μὴ μᾶλλον καὶ πλεονέκτης ἦς· νῦν μὲν γὰρ ταῦτα λέγεις, ἐν δὲ τῇ πείρᾳ γενόμενος, ἕτερος ἂν ἧς. Ἐπεὶ καὶ ὅταν ὦμεν κεκορεσμένοι, νομίζομεν ὅτι δυνάμεθα νηστεύειν· ὅταν δὲ μικρὸν διαλείπωμεν, ἕτερος ἡμᾶς ἐπεισέρχεται λογισμός. Πάλιν, ὅταν ὦμεν ἐκτὸς τῆς μέθης, νομίζομεν δύνασθαι περιγενέσθαι τοῦ πάθους· ὅταν δὲ ἁλῶμεν ὑπ' αὐτῆς, οὐκέτι. Μὴ εἴπῃς, Εἰς τί οὐκ ἔσχον χάρισμα διδασκαλικόν; ἢ, Εἰ εἶχον, μυρίους ἂν ᾠκοδόμησα. Οὐκ οἶδας, εἰ εἶχες, μὴ εἰς κρίμα σοι ἐγένετο, μὴ βασκανία, μὴ ὄκνος παρεσκεύαζε τὸ τάλαντον κρύπτειν. Νῦν μὲν οὖν ἁπάντων τούτων ἀπήλλαξαι, καὶ τὸ σιτομέτριον ἐὰν μὴ δῷς, οὐκ ἐγκαλῇ· τότε δὲ μυρίοις ἂν ὑπεύθυνος ἦς. Ἄλλως δὲ, οὐδὲ νῦν ἐκτὸς εἶ τοῦ χαρίσματος. Δεῖξον ἐν τῷ μικρῷ, οἷος ἦς, εἰ ἐκεῖνο εἶχες· Εἰ γὰρ ἐν τῷ μικρῷ οὐ γίνεσθε, φησὶ, πιστοὶ, πῶς τὸ μέγα ὑμῖν τις δώσει; Δεῖξον ὡς ἡ χήρα· δύο γὰρ ὀβολοὺς εἶχεν ἐκείνη, καὶ ὅλα κατέλαβεν, ὅσα ἐκέκτητο. Χρήματα ζητεῖς; δεῖξον ὅτι τῶν ὀλίγων καταφρονεῖς, ἵνα σοι πιστεύσω καὶ περὶ τῶν πολλῶν· εἰ δὲ μηδὲ τούτων καταφρονεῖς, πολλῷ μᾶλλον οὐδὲ ἐκείνων. Πάλιν, ἐν τῷ λόγῳ δεῖξον ὅτι κέχρησαι δεόντως τῇ παραινέσει καὶ τῇ συμβουλῇ. Οὐκ ἔχεις εὐγλωττίαν τὴν ἔξωθεν; οὐκ ἔχεις νοημάτων ἀφθονίαν; ἀλλ' ὅμως ταῦτα τὰ κοινὰ οἶδας. Παῖδα ἔχεις, γείτονα ἔχεις, φίλον ἔχεις, ἀδελφὸν ἔχεις, οἰκείους ἔχεις· κἂν δημοσίᾳ ἐπὶ τῆς ἐκκλησίας μὴ δύνῃ λόγον ἀποτεῖναι μακρὸν, τούτοις ἰδίᾳ δύνασαι παραινεῖν· ἐνταῦθα οὐ ῥητορείας χρεία, οὐδὲ μακρᾶς ἀποτάσεως· δεῖξον ἐπὶ τούτων, ὅτι εἰ καὶ λόγον εἶχες, οὐκ ἂν ἠμέλησας. Εἰ δὲ ἐν τῷ μικρῷ οὐ σπουδάζεις, πῶς σοι πιστεύσω περὶ τοῦ μεγάλου; Ὅτι γὰρ τοῦτο ἕκαστος δύναται, ἄκουσον πῶς καὶ λαϊκοῖς τοῦτο ἐπέτρεψεν ὁ Παῦλος· Ἕκαστος, φησὶν, οἰκοδομεῖτε εἷς τὸν ἕνα, καθὼς καὶ ποιεῖτε· καὶ, Παρακαλεῖτε ἀλλήλους ἐν τοῖς λόγοις τούτοις. Οἶδεν ὁ Θεὸς πῶς ἑκάστῳ διανείμῃ. Μὴ σὺ τοῦ Μωϋσέως εἶ βελτίων; Ἄκουσον πῶς ἀποδυσπετεῖ. Μὴ ἐγὼ δύναμαι, φησὶ, βαστάζειν αὐτοὺς, ὅτι εἶπές μοι, Ἆρον αὐτοὺς, ὡσεὶ ἄραι τιθη 63. 35 νὸς τὸν θηλάζοντα; Τί οὖν ὁ Θεός; Ἐξεῖλεν ἀπὸ τοῦ πνεύματος αὐτοῦ, καὶ ἔδωκε τοῖς ἄλλοις, δεικνὺς ὅτι οὐδὲ ὅτε ἐβάσταζεν αὐτοὺς, αὐτοῦ τοῦτο τὸ χάρισμα ἦν, ἀλλὰ τοῦ Πνεύματος. Εἰ τὸ χάρισμα εἶχες, πολλάκις ἂν ἐπήρθης, πολλάκις ἂν ἐξετράπης· οὐκ οἶδας σὺ σαυτὸν, ὡς ὁ Θεός σε οἶδε. Μὴ λέγωμεν· Εἰς τί τοῦτο, καὶ διὰ τί τοῦτο; ὅταν οἰκονομῇ ὁ Θεὸς, μὴ ἀπαιτῶμεν αὐτὸν εὐθύνας· τοῦτο γὰρ ἐσχάτης ἀσεβείας καὶ ἀπονοίας ἐστί. Δοῦλοί ἐσμεν, καὶ δοῦλοι πολὺ τοῦ Δεσπότου διεστηκότες, οὐδὲ τὰ ἐν ποσὶν ἐπιστάμενοι. Μὴ δὴ τὴν βουλὴν τοῦ Θεοῦ περιεργαζώμεθα, ἀλλ' ὅπερ δέδωκε, τοῦτο φυλάττωμεν, κἂν μικρὸν ᾖ, κἂν ἔσχατον, καὶ πάντως εὐδοκιμήσομεν· μᾶλλον δὲ, οὐδὲν μικρὸν τῶν τοῦ Θεοῦ δωρεῶν ἐστιν· ἀλγεῖς ὅτι οὐκ ἔχεις χάρισμα διδασκαλίας; εἰπὲ δή μοι, τί σοι δοκεῖ μεῖζον εἶναι, χάρισμα διδασκαλίας, ἢ χάρισμα ἰαμάτων; Πάντως τοῦτο. Τί δὲ, τοῦ νόσους ἀπελαύνειν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ τυφλοὺς ὀμματοῦν; οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ νεκροὺς ἀνιστᾷν; Τί δὲ, εἰπέ μοι; τοῦ λόγῳ τοῦτο ποιεῖν οὐ δοκεῖ σοι μεῖζον εἶναι τὸ σκιαῖς καὶ σουδαρίοις τοῦτο ἐργάζεσθαι; Τί οὖν θέλεις, εἰπέ μοι, σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν, ἢ τὸ χάρισμα τῆς διδασκαλίας ἔχειν; Πάντως ἐκεῖνο, ἐρεῖς, τὸ σκιαῖς καὶ σουδαρίοις νεκροὺς ἀνιστᾷν. ʹ. Ἂν οὖν σοι δείξω, ὅτι πολλῷ τούτου μεῖζόν ἐστιν ἕτερον χάρισμα, καὶ ἐξόν σοι λαβεῖν, οὐ λαμβάνων, δικαίως καὶ τούτων ἀπεστέρησαι, τί ἐρεῖς; Πλὴν τοῦτο τὸ χάρισμα οὐχ ἑνὶ, οὐδὲ δευτέρῳ, ἀλλὰ πᾶσιν ἔξεστιν ἔχειν. Οἶδα ὅτι κεχήνατε καὶ ἐξεπλάγητε, εἴ γε μέλλοιτε ἀκούσεσθαι, ὅτι ἔξεστιν ὑμῖν μεῖζον χάρισμα ἔχειν τοῦ νεκροὺς ἀνιστᾷν, καὶ τυφλοὺς ὀμματοῦν, καὶ ἐκεῖνα ποιεῖν ἃ καὶ ἐπὶ τῶν ἀποστόλων· καὶ τάχα καὶ ἄπιστον ὑμῖν εἶναι δοκεῖ. Τί οὖν τοῦτό ἐστι τὸ χάρισμα; Ἡ ἀγάπη. Ἀλλὰ πιστεύσατέ μοι· οὐκ ἐμὸς γὰρ οὗτος ὁ λόγος, ἀλλὰ τοῦ Χριστοῦ διὰ Παύλου φθεγγομένου. Τί γάρ φησι; Ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα, καὶ ἔτι καθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Τί ἐστιν, Ἔτι καθ' ὑπερβολήν; Ὃ λέγει τοιοῦτόν ἐστι· Κορίνθιοι μέγα ἐφρόνουν ἐπὶ τοῖς χαρίσμασι τότε, καὶ οἱ ἔχοντες γλώσσας, τὸ ἐλάχιστον χάρισμα, ἐφυσιοῦντο κατὰ τῶν λοιπῶν. Λέγει οὖν· Ὅλως θέλετε χαρίσματα; ἐγὼ δείκνυμι ὑμῖν ὁδὸν χαρισμάτων, οὐχ ἁπλῶς ὑπερέχουσαν, ἀλλὰ καθ' ὑπερβολήν. Εἶτά φησιν, Ἐὰν ταῖς γλώσσαις τῶν ἀγγέλων λαλῶ, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· καὶ ἐὰν ἔχω πίστιν, ὥστε ὄρη μεθιστάνειν, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Εἶδες χάρισμα; Οὐκοῦν ζήλωσον τοῦτο τὸ χάρισμα. Τοῦτο τοῦ νεκροὺς ἐγείρειν μεῖζον· τοῦτο τῶν ἄλλων ἁπάντων πολλῷ βέλτιον. Καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἄκουσον τί φησιν ὁ Χριστὸς τοῖς μαθηταῖς διαλεγόμενος· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Εἶτα δεικνὺς ἐν ποίῳ, οὐκ εἶπε τὰ θαύματα, ἀλλὰ τί; Ἐὰν ἀγάπην ἔχητε 63. 36 ἐν ἀλλήλοις. Καὶ πάλιν πρὸς τὸν Πατέρα φησίν· Ἐν τούτῳ γνώσονται, ὅτι σύ με ἀπέστειλας, ἐὰν ὦσιν ἕν. Καὶ αὐτὸς ἔλεγε πρὸς τοὺς μαθητάς· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Τῶν τοίνυν τοὺς νεκροὺς ἀνιστώντων σεμνότερος ὁ τοιοῦτος καὶ λαμπρότερος· εἰκότως. Ἐκεῖνο μὲν γὰρ ὅλον τῆς τοῦ Θεοῦ χάριτός ἐστι, τοῦτο δὲ καὶ τῆς σῆς σπουδῆς. Τοῦτο ὄντως Χριστιανοῦ· τοῦτο δείκνυσι τὸν τοῦ Χριστοῦ μαθητὴν, τὸν ἐσταυρωμένον, τὸν οὐδὲν ἔχοντα κοινὸν ἐν τῇ γῇ· τούτου χωρὶς οὐδὲ μαρτύριον ὠφελῆσαί τι δύναται. Καὶ ἵνα μάθῃς, ὅρα τοῦτο σαφῶς· ἔλαβε δύο κορυφὰς ἀρετῶν ὁ μακάριος Παῦλος, μᾶλλον δὲ τρεῖς, τὰς ἐν τοῖς σημείοις, τὰς ἐν τῇ γνώσει, τὰς ἐν τῷ βίῳ· καὶ ταύτης ἄνευ οὐδὲν ἔφησεν εἶναι ταῦτα. Πῶς δὲ οὐδέν ἐστι ταῦτα, ἐγὼ λέγω· Ἐὰν ψωμίσω μου, φησὶ, τὰ ὑπάρχοντα, ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι. Ἔστι γὰρ καὶ ψωμίζοντα μὴ εἶναι ἀγαπητικὸν, καὶ χρήματα κενοῦντα. Καὶ εἴρηται μὲν ἡμῖν ταῦτα ἀρκούντως ἐν τῷ τόπῳ τῷ περὶ τῆς ἀγάπης, κἀκεῖ παραπέμπομεν τοὺς ἐντυγχάνοντας· τέως δὲ, ὅπερ ἔφην, ζηλώσωμεν τὸ χάρισμα, ἀγαπήσωμεν ἀλλήλους, καὶ οὐδενὸς ἑτέρου δεηθησόμεθα πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν, ἀλλὰ πάντα ἡμῖν ἔσται εὔκολα χωρὶς ἱδρώτων, καὶ ἅπαντα κατορθώσομεν μετὰ πολλῆς τῆς σπουδῆς. Ἀλλ' ἰδοὺ καὶ νῦν, φησὶν, ἀγαπῶμεν ἀλλήλους· ὁ μὲν γὰρ ἔχει φίλους δύο, ἢ τρεῖς, ὁ δὲ τέτταρας. Ἀλλὰ τοῦτο οὐκ ἔστι διὰ τὸν Θεὸν ἀγαπᾷν, ἀλλὰ διὰ τὸ φιλεῖσθαι· τὸ δὲ διὰ τὸν Θεὸν ἀγαπᾷν, οὐ ταύτην ἔχει τὴν ἀρχὴν τῆς ἀγάπης, ἀλλὰ πρὸς πάντας, ὡς πρὸς ἀδελφοὺς, ὁ τοιοῦτος διακείσεται, τοὺς μὲν ὁμοπίστους, ἅτε γνησίους ὄντας ἀδελφοὺς, φιλῶν, τοὺς δὲ αἱρετικοὺς καὶ Ἕλληνας καὶ Ἰουδαίους, ὡς ἀδελφοὺς μὲν κατὰ τὴν φύσιν, φαύλους δὲ τυγχάνοντας καὶ ἀχρήστους, ἐλεῶν, καὶ τηκόμενος ὑπὲρ αὐτῶν καὶ δακρύων. Ἐν τούτῳ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, ἐὰν πάντας ἀγαπῶμεν, καὶ τοὺς ἐχθροὺς, οὐκ ἐὰν σημεῖα ποιῶμεν. Ἐπεὶ καὶ τὸν Θεὸν θαυμάζομεν μὲν καὶ ὅταν θαύματα ἐργάζηται, πολλῷ δὲ πλέον, ὅταν φιλανθρωπεύηται, ὅταν ἀνεξικακῇ. Εἰ τοίνυν καὶ ἐπὶ τοῦ Θεοῦ ἐκεῖνο πολλοῦ θαύματος ἄξιον, πολλῷ μᾶλλον ἐπ' ἀνθρώπων εὔδηλον ὅτι τοῦτο ἡμᾶς θαυμαστοὺς ἀπεργάζεται. Τοῦτο τοίνυν ζηλώσωμεν· καὶ Παύλου καὶ Πέτρου καὶ τῶν μυρίους ἀναστησάντων νεκροὺς οὐδὲν ἔλαττον ἕξομεν, κἂν πυρετὸν ἀπελάσαι μὴ δυνώμεθα· ἐκείνης δὲ χωρὶς, κἂν αὐτῶν τῶν ἀποστόλων μείζονα ἐργασώμεθα σημεῖα, κἂν μυρίοις κινδύνοις ἑαυτοὺς ὑπὲρ τῆς πίστεως παραβάλωμεν, οὐδὲν ἡμῖν ἔσται ὄφελος. Καὶ ταῦτα οὐκ ἐγὼ λέγω, ἀλλ' αὐτὸς ὁ τῆς ἀγάπης τρόφιμος ταῦτα ἐπίσταται· ἐκείνῳ τοίνυν πειθώμεθα. Οὕτω γὰρ δυνησόμεθα ἐπιτυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς μετασχεῖν, χάριτι καὶ φιλαν 63. 37 θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, 63. 38 τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.