Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 500 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
500.0.1
Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύ νητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπι κρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσα ράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατά παυσίν μου.
500.1.1
Διαλεχθεὶς περὶ ἐλπίδος ὁ Παῦλος, καὶ εἰπὼν, ὅτι Οἶκος αὐτοῦ ἐσμεν, ἐάνπερ τὴν παῤῥησίαν καὶ τὸ καύχημα τῆς ἐλπίδος μέχρι τέλους βεβαίαν κατάσχωμεν· δείκνυσι λοιπὸν ὅτι βεβαίως χρὴ προσδοκᾷν, καὶ τοῦτο πιστοῦται ἀπὸ τῶν Γραφῶν. Προσέχετε δέ· δυσκολώτερον γάρ πως αὐτὸ ἔφρασε, καὶ δυσκαταληπτότερον. Διὸ χρὴ τὰ παρ' ἡμῶν πρότερον εἰπόντας, καὶ συντόμως τὴν πᾶσαν ὑμᾶς ὑπόθεσιν διδάξαντας, οὕτως ἐπαφεῖναι τὸν λόγον τοῖς γεγραμμένοις· οὐκέτι γὰρ ἡμῶν δεηθήσεσθε, ἐὰν τὸν σκοπὸν μάθητε τὸν ἀποστολικόν. Περὶ ἐλπίδος ἦν αὐτῷ ὁ λόγος, καὶ ὅτι χρὴ ἐλπίζειν τὰ μέλλοντα, καὶ ὅτι ἔσται πάντως τοῖς ἐνταῦθα πονήσασι μισθός τις καὶ καρπὸς καὶ ἀνάπαυσις· τοῦτο οὖν ἀπὸ τοῦ Προφήτου δείκνυσι· καὶ τί φησι; Διὸ, καθὼς λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Σήμερον, ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον· Ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου. Ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Τρεῖς φησι καταπαύσεις εἶναι· μίαν τὴν τοῦ σαββάτου, ἐν ᾗ ὁ Θεὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ· δευτέραν 63. 54 τὴν τῆς Παλαιστίνης, εἰς ἣν εἰσελθόντες οἱ Ἰουδαῖοι ἔμελλον ἀναπαύσεσθαι ἀπὸ τῆς ταλαιπωρίας τῆς πολλῆς καὶ τῶν πόνων· τρίτην τὴν καὶ ὄντως ἀνάπαυσιν, τὴν βασιλείαν τῶν οὐρανῶν, ἧς οἱ τυχόντες ἀναπαύονται ἀληθῶς τῶν κόπων καὶ τῶν μόχθων. Τῶν τριῶν τοίνυν ἐνταῦθα μέμνηται. Καὶ τίνος ἕνεκεν περὶ τῆς μιᾶς διαλεγόμενος, τῶν τριῶν ἐμνημόνευσεν; Ἵνα δείξῃ τὸν Προφήτην περὶ ταύτης λέγοντα. Περὶ μὲν γὰρ τῆς πρώτης οὐκ εἶπε, φησί· πῶς γὰρ, τῆς πάλαι γεγενημένης; Ἀλλ' οὐδὲ περὶ τῆς δευτέρας τῆς ἐν Παλαιστίνῃ· πῶς γὰρ, καὶ αὐτῆς τέλος ἤδη λαβούσης; Λείπεται δὴ περὶ τῆς τρίτης αὐτὸν λέγειν λοιπόν. Ἀναγκαῖον δὲ καὶ τὴν ἱστορίαν ἀναπτύξαι, ὥστε σαφέστερον ποιῆσαι τὸν λόγον. Ἐπειδὴ γὰρ ἀπὸ τῆς Αἰγύπτου ἐξελθόντες, καὶ πολλὴν ὁδὸν διανύσαντες, καὶ μυρία τῆς τοῦ Θεοῦ δυνάμεως λαβόντες τεκμήρια, ἔν τε τῇ Αἰγύπτῳ, ἔν τε τῇ Ἐρυθρᾷ θαλάττῃ, ἔν τε τῇ ἐρήμῳ, ἐβουλεύσαντο πέμψαι κατασκόπους τοὺς διασκεψομένους τὴν φύσιν τῆς γῆς· οἱ δὲ ἀπελθόντες ἐπανῆλθον, τὴν μὲν χώραν θαυμάζοντες, καὶ γενναίων καρπῶν εὔφορον εἶναι λέγοντες, ἀνθρώπων μέντοι ἀκαταμαχήτων εἶναι χώραν καὶ ἰσχυρῶν· οἱ δὲ ἀγνώμονες Ἰουδαῖοι καὶ ἀναίσθητοι, δέον αὐτοὺς τῶν προτέρων τοῦ Θεοῦ εὐεργεσιῶν ἀναμνησθῆναι, καὶ πῶς αὐτοὺς εἰς μέσον ἀπειλημμένους στρατοπέδων τοσούτων Αἰγυπτιακῶν οὐ μόνον ἐξήρπασε τῶν κινδύνων, ἀλλὰ καὶ τῶν λαφύρων αὐτῶν ἐποίησε κυρίους, καὶ πῶς πάλιν ἐν τῇ ἐρήμῳ πέτραν ἔῤῥηξε, καὶ τῶν ὑδάτων τὴν ἀφθονίαν ἐχαρίσατο, καὶ τὸ μάννα παρέσχε, καὶ ταῦτα ἀναμνησθέντας καὶ τὰ ἄλλα θαύματα ἅπερ εἰργάσατο, πιστεῦσαι τῷ Θεῷ· τούτων μὲν οὐδὲν ἐνενόησαν, ἅτε δὲ ὡς μηδενὸς γενομένου, οὕτω καταπλαγέντες, πάλιν εἰς Αἴγυπτον ὑποστρέφειν ἐβούλοντο, λέγοντες, ἐξήγαγεν ἡμᾶς ὧδε ὁ 63. 55 Θεὸς, ὥστε ἀνελεῖν ἡμᾶς μετὰ παίδων καὶ γυναικῶν. Ὁ τοίνυν Θεὸς ὀργιζόμενος, ὅτι οὕτω ταχέως ἐξέβαλον τὴν τῶν γεγενημένων μνήμην, ὤμοσε μὴ εἰσελθεῖν τὴν γενεὰν ἐκείνην τὴν ταῦτα εἰρηκυῖαν εἰς τὴν κατάπαυσιν· καὶ πάντες ἀπώλοντο ἐν τῇ ἐρήμῳ. Ἐπεὶ οὖν ὁ Δαυῒδ ὕστερον μετὰ τὴν γενεὰν τὴν ἐκείνων διελέγετο· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, φησὶ, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· διὰ τί; ἵνα μὴ τὰ αὐτὰ πάθητε, ἅπερ οἱ πρόγονοι οἱ ὑμέτεροι, καὶ ἀποστερηθῆτε τῆς καταπαύσεως· δηλονότι ὡς οὔσης τινὸς καταπαύσεως ταῦτα ἔλεγεν. Ἐπεὶ εἰ ἀπειληφότες ἦσαν τὴν κατάπαυσιν, φησὶ, τίνος ἕνεκεν αὐτοῖς πάλιν λέγει τὸ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ; Τίς οὖν ἐστιν ἄλλη κατάπαυσις, ἀλλ' ἣ ἡ βασιλεία τῶν οὐρανῶν ἧς εἰκὼν καὶ τύπος ἐστὶ τὸ Σάββατον; Εἶτα θεὶς τὴν μαρτυρίαν πᾶσαν (αὕτη δέ ἐστι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ, κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ· οὗ ἐπείρασάν με οἱ πατέρες ὑμῶν, ἐδοκίμασάν με, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Διὸ προσώχθισα τῇ γενεᾷ ἐκείνῃ, καὶ εἶπον, ἀεὶ πλανῶνται τῇ καρδίᾳ· αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου· ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου), τότε ἐπάγει· Βλέπετε, ἀδελφοὶ, μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἀπὸ γὰρ τῆς σκληρότητος ἡ ἀπιστία γίνεται· καὶ καθάπερ τὰ πεπωρωμένα τῶν σωμάτων καὶ σκληρὰ οὐκ εἴκει ταῖς τῶν ἰατρῶν χερσίν· οὕτω καὶ αἱ ψυχαὶ αἱ σκληρυνθεῖσαι οὐκ εἴκουσι τῷ λόγῳ τοῦ Θεοῦ· εἰκὸς γάρ τινας καὶ ἀπιστεῖν λοιπὸν, ὡς οὐκ ὄντων ἀληθῶν τῶν γεγενημένων. Διὰ τοῦτό φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρὰ ἀπιστίας, ἐν τῷ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος. Ἐπειδὴ γὰρ ὁ τῶν μελλόντων λόγος οὐκ ἔστιν οὕτω πιθανὸς, ὡς ὁ τῶν παρελθόντων, ἀναμιμνήσκει αὐτοὺς ἱστορίας, ἐν ᾗ πίστεως ἐδεήθησαν. Εἰ γὰρ οἱ πατέρες ὑμῶν, φησὶν, ἐπειδὴ οὐκ ἤλπισαν ὥσπερ ἐχρῆν ἐλπίσαι, ταῦτα ἔπαθον· πολλῷ μᾶλλον ὑμεῖς· καὶ γὰρ πρὸς αὐτοὺς οὗτός ἐστιν ὁ λόγος. Τὸ γὰρ, Σήμερον, φησὶν, ἀεί ἐστιν, ἕως ἂν συνεστήκῃ ὁ κόσμος. Ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Τουτέστιν, οἰκοδομεῖτε ἀλλήλους, ἀνορθώσατε ἑαυτοὺς, ἵνα μὴ τὰ αὐτὰ γένηται. Ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας.
500.2.1
Ὁρᾷς ὅτι τὴν ἀπιστίαν ἡ ἁμαρτία ποιεῖ; Ὥσπερ γὰρ ἡ ἀπιστία βίον τίκτει πονηρὸν, οὕτω καὶ ἡ ψυχὴ, ὅταν εἰς βάθος ἔλθῃ κακῶν, καταφρονεῖ· καταφρονήσασα δὲ, οὐδὲ πιστεύειν ἀνέχεται, ὥστε ἀπαλλάξαι φόβου ἑαυτήν. Εἶπον γὰρ, φησὶν, οὐκ ὄψεται Κύριος, οὐδὲ συνήσει ὁ Θεὸς τοῦ Ἰακώβ· καὶ πάλιν, Τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς ἡμῶν Κύριός ἐστι; καὶ πάλιν, Ἕνεκεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν Θεόν; καὶ πάλιν, Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ, οὐκ ἔστι Θεός. Διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν ἐπιτηδεύμασι. Καὶ πάλιν, Οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτοῦ· καὶ πάλιν, 63. 56 ὅτι Ἐδόλωσεν ἐνώπιον αὐτοῦ τοῦ εὑρεῖν τὴν ἀνομίαν αὐτοῦ, καὶ μισῆσαι. Καὶ ὁ Χριστὸς δὲ αὐτὸ τοῦτο δηλοῖ, λέγων· Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς. Εἶτα ἐπάγει· Μέτοχοι γὰρ γεγόναμεν τοῦ Χριστοῦ. Τί ἐστι, Μέτοχοι γεγόναμεν τοῦ Χριστοῦ; Μετέχομεν αὐτοῦ, φησίν· ἓν ἐγενόμεθα ἡμεῖς καὶ αὐτός· εἴπερ αὐτὸς μὲν κεφαλὴ, σῶμα δὲ ἡμεῖς, συγκληρονόμοι καὶ σύσσωμοι. Ἓν σῶμά ἐσμεν, ἐκ τῆς σαρκὸς αὐτοῦ, φησὶ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἐάνπερ τὴν ἀρχὴν τῆς ὑποστάσεως μέχρι τέλους βεβαίαν κατάσχωμεν. Τί ἐστιν, Ἀρχὴ τῆς ὑποστάσεως; Τὴν πίστιν λέγει, δι' ἧς ὑπέστημεν καὶ γεγενήμεθα καὶ συνουσιώθημεν, ὡς ἄν τις εἴποι. Εἶτα ἐπάγει, Ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὥσπερ ἐν τῷ παραπικρασμῷ. Καθ' ὑπερβατόν ἐστι τοῦτο· τὸ ἀκόλουθον δὲ οὕτως ἔχει· Φοβηθῶμεν οὖν, μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι. Καὶ γάρ ἐσμεν εὐηγγελισμένοι, ὥσπερ κἀκεῖνοι, ἐν τῷ λέγεσθαι, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε. Τὸ γὰρ Σήμερον ἀεί ἐστιν. Εἶτα ἐπάγει· Ἀλλ' οὐκ ὠφέλησεν ὁ λόγος τῆς ἀκοῆς ἐκείνους, μὴ συγκεκραμένης τῇ πίστει τοῖς ἀκούσασι· δεικνὺς πῶς ὁ λόγος οὐκ ὠφέλησεν· ἐκ γὰρ τοῦ μὴ συγκραθῆναι, οὐκ ὠφελήθησαν. Εἶτα βουλόμενος αὐτοὺς φοβῆσαι, δείκνυσιν αὐτὸ τοῦτο δι' ὧν φησι· Τινὲς γὰρ ἀκούσαντες παρεπίκραναν, ἀλλ' οὐ πάντες οἱ ἐξελθόντες ἐξ Αἰγύπτου διὰ Μωϋσέως. Τίσι δὲ προσώχθισε τεσσαράκοντα ἔτη; οὐχὶ τοῖς ἁμαρτήσασιν, ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ; τίσι δὲ ὤμοσε μὴ εἰσελεύσεσθαι εἰς τὴν κατάπαυσιν αὑτοῦ, εἰ μὴ τοῖς ἀπειθήσασι; Καὶ βλέπομεν, ὅτι οὐκ ἠδυνήθησαν εἰσελθεῖν δι' ἀπιστίαν. Εἰπὼν πάλιν τὴν μαρτυρίαν, καὶ τὴν ἐρώτησιν ἐπάγει, ποιῶν τὸν λόγον σαφῆ. Εἶπε γὰρ, φησὶ, Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ. Τίνων μέμνηται, φησὶ, σκληρυνθέντων, τίνων δὲ ἀπειθησάντων; οὐχὶ τῶν Ἰουδαίων; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· ἤκουσαν κἀκεῖνοι, φησὶν, ὥσπερ ἡμεῖς ἀκούομεν, ἀλλ' οὐδὲν ὄφελος αὐτοῖς γέγονε. Μὴ τοίνυν νομίσητε ὅτι ἀπὸ τοῦ ἀκούειν τοῦ κηρύγματος ὠφεληθήσεσθε· ἐπεὶ κἀκεῖνοι ἤκουσαν, ἀλλ' οὐδὲν ἀπώναντο, ἐπειδὴ μὴ ἐπίστευσαν. Οἱ οὖν περὶ Χάλεβ καὶ Ἰησοῦν, ἐπειδὴ μὴ συνεκράθησαν τοῖς ἀπιστήσασι, τουτέστιν, οὐ συνεφώνησαν, διέφυγον τὴν κατ' ἐκείνων ἐξενεχθεῖσαν τιμωρίαν. Καὶ ὅρα τι θαυμαστόν· οὐκ εἶπεν, οὐ συνεφώνησαν,
500.61.1
Οὐ συνεκράθησαν· τουτέστιν, ἀστασιάστως διέστησαν, ἐκείνων πάντων μίαν καὶ τὴν αὐτὴν γνώμην ἐσχηκότων. Ἐνταῦθά μοι δοκεῖ καὶ στάσιν αἰνίττεσθαι. Εἰσερχόμεθα γὰρ, φησὶν, εἰς τὴν κατάπαυσιν οἱ πιστεύσαντες. Εἶτα τοῦτο βεβαιῶν ἐπήγαγε· Καθὼς εἴρηκεν, ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου· καίτοι τῶν ἔργων ἀπὸ καταβολῆς κόσμου γενηθέντων. Ἐπειδὴ εἰκὸς ἦν εἰπεῖν τινα, καὶ μὴν τοῦτο οὐ τοῦ ἡμᾶς εἰσελεύσεσθαι δηλωτικόν ἐστιν, ἀλλὰ τοῦ ἐκείνους μὴ εἰσεληλυθέναι· τί ποιεῖ; Σπουδάζει δεῖξαι τέως, ὅτι ὥσπερ ἡ κατάπαυσις ἐκείνη οὑ κωλύει ἑτέραν κατάπαυσιν λέγεσθαι, οὕτως οὐδὲ αὕτη τὴν τῶν 63. 57 οὐρανῶν. Τέως οὖν θέλει δεῖξαι, ὅτι οὐκ ἔτυχον ἐκεῖνοι τῆς καταπαύσεως. Ὅτι γὰρ τοῦτο λέγει, δῆλον ἐξ ὧν ἐπάγει· Εἴρηκε γάρ που περὶ τῆς ἑβδόμης οὕτω· καὶ κατέπαυσεν ὁ Θεὸς τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ· καὶ ἐν τούτῳ πάλιν, Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. Ὁρᾷς πῶς οὐ κωλύει ἐκείνη ταύτην εἶναι κατάπαυσιν; Ἐπεὶ οὖν ἀπολείπεται, φησὶ, τινὰς εἰσελθεῖν εἰς αὐτὴν, καὶ οἱ πρότερον εὐαγγελισθέντες οὐκ εἰσῆλθον δι' ἀπείθειαν· πάλιν τινὰ ὁρίζει ἡμέραν, σήμερον, ἐν Δαυῒδ λέγων· Μετὰ τοσοῦτον χρόνον, καθὼς προείρηται. Τί δέ ἐστιν ὅ φησιν; Ἐπεὶ οὖν ὀφείλουσι, φησὶ, τινὲς εἰσελθεῖν πάντως, ἐκεῖνοι δὲ οὐκ εἰσῆλθον, πάλιν ὁρίζει τρίτην ἄλλην κατάπαυσιν. Ὅτι δὲ εἰσελθεῖν χρὴ, καὶ δεῖ τινας εἰσελθεῖν, ἀκούσωμεν πόθεν τοῦτο κατασκευάζει. Ὅτι μετὰ τοσαῦτα ἔτη, φησὶ, λέγει πάλιν Δαυΐδ· Σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς ἐν τῷ παραπικρασμῷ· εἰ γὰρ αὐτοὺς Ἰησοῦς κατέπαυσεν, οὐκ ἂν περὶ ἄλλης ἐλάλει μετὰ ταῦτα ἡμέρας. Δῆλον οὖν ὅτι ὡς μελλόντων τινῶν τεύξεσθαί τινος ἀμοιβῆς, ταῦτά φησιν. Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Πόθεν, Ἐκ τοῦ παραγγέλλειν, Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν. Οὐ γὰρ ἂν, εἰ μὴ ἦν σαββατισμὸς, ταῦτα παρηγγέλλοντο, οὐδὲ ἐκελεύοντο μὴ τὰ αὐτὰ ποιεῖν, ἵνα μὴ τὰ αὐτὰ πάθωσιν, εἰ μὴ ἔμελλον τὰ αὐτὰ πείσεσθαι. Πῶς δὲ ἔμελλον τὰ αὐτὰ πείσεσθαι οἱ τὴν Παλαιστίνην ἔχοντες, εἰ μὴ ἑτέρα τις ἦν κατάπαυσις;
500.3.1
Καὶ καλῶς συνεπέρανε τὸν λόγον. Οὐ γὰρ εἶπε, κατάπαυσις, ἀλλὰ, Σαββατισμὸς, τὸ οἰκεῖον ὄνομα, καὶ ᾧ ἔχαιρον καὶ ἐπέτρεχον, σαββατισμὸν τὴν βασιλείαν καλῶν. Ὥσπερ γὰρ ἐν τῷ Σαββάτῳ πάντων μὲν τῶν πονηρῶν ἀπέχεσθαι κελεύει, ἐκεῖνα δὲ μόνα γίνεσθαι τὰ πρὸς λατρείαν τοῦ Θεοῦ, ἅπερ οἱ ἱερεῖς ἐπετέλουν, καὶ ὅσα ψυχὴν ὠφελεῖ, καὶ μηδὲν ἕτερον· οὕτω καὶ τότε. Ἀλλ' αὐτὸς οὐχ οὕτως εἶπεν, ἀλλὰ πῶς; Ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὑτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. Ὥσπερ ὁ Θεὸς κατέπαυσε, φησὶν, ἀπὸ τῶν ἔργων αὑτοῦ, οὕτως ὁ εἰσελθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ. Ἐπειδὴ γὰρ περὶ ἀναπαύσεως αὐτοῖς ὁ λόγος ἦν, καὶ τοῦτο σφόδρα ἐπεθύμουν ἀκοῦσαι πότε ἔσται· εἰς τοῦτο τὸν λόγον κατέκλεισε. Τὸ δὲ, Σήμερον, εἶπεν, ὥστε μηδέποτε ἀπελπίζειν αὐτούς. Παρακαλεῖτε, φησὶν, ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, ἄχρις οὗ τὸ σήμερον καλεῖται. Τουτέστι, κἄν τις ἡμαρτηκὼς ᾖ, ἕως ἂν ᾖ τὸ σήμερον, ἐλπίδας ἔχει. Μηδεὶς τοίνυν ἀπογινωσκέτω, ἕως ἂν ζῇ. Μάλιστα μὲν οὖν, φησὶ, μηδὲ ἔστω καρδία πονηρὰ ἀπιστίας· εἰ δὲ καὶ γένοιτο, μηδεὶς ἀπογινωσκέτω, ἀλλὰ ἀναλαμβανέτω ἑαυτόν· ἕως μὲν γάρ ἐσμεν ἐν τῷδε τῷ κόσμῳ, τὸ σήμερον ἔχει καιρόν. Ἐνταῦθα δὲ οὐ τὴν ἀπιστίαν μόνον λέγει, ἀλλὰ καὶ τοὺς γογγυσμούς. Ὧν τὰ κῶλα, φησὶν, ἔπεσεν ἐν τῇ ἐρήμῳ. Εἶτα, ἵνα μὴ νομίσῃ τις ὅτι ἁπλῶς τῆς ἀναπαύσεως ἀποστερηθήσεται μόνον, ἐπάγει καὶ κόλασιν εἰπών· Ζῶν γὰρ ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς, καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, καὶ διικνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων 63. 58 καὶ ἐννοιῶν καρδίας. Ἐνταῦθα περὶ τῆς γεέννης διαλέγεται, καὶ περὶ τῆς κολάσεως. Εἰς τὰ κρυπτὰ, φησὶ, διικνεῖται τῆς καρδίας τῆς ἡμετέρας, καὶ διατέμνει τὴν ψυχήν. Οὐ κῶλά ἐστι πεσεῖν ἐνταῦθα, οὐδὲ γῆς ἀποστερηθῆναι, καθάπερ ἐκεῖ, ἀλλὰ βασιλείας οὐρανῶν, καὶ γεέννῃ παραδοθῆναι αἰωνίῳ, καὶ κολάσει ἀθανάτῳ καὶ τιμωρίᾳ. Ἀλλὰ παρακαλεῖτε ἑαυτούς. Ὅρα τὸ ἥμερον καὶ προσηνές· οὐκ εἶπεν, ἐπιτιμᾶτε, ἀλλὰ, Παρακαλεῖτε. Οὕτως ἡμᾶς χρὴ τοῖς ἀπὸ θλίψεως στενοχωρουμένοις προσφέρεσθαι. Τοῦτο καὶ Θεσσαλονικεῦσι γράφων φησί· Νουθετεῖτε τοὺς ἀτάκτους. Περὶ δὲ τῶν ὀλιγοψύχων οὐχ οὕτως, ἀλλὰ τί; Παραμυθεῖσθε τοὺς ὀλιγοψύχους, ἀντέχεσθε τῶν ἀσθενῶν, μακροθυμεῖτε πρὸς πάντας. Τί ἐστι, Παρακαλεῖτε; Ἀντὶ τοῦ, μὴ ἀπελπίσητε, μὴ ἀπογνῶτε· τὸν γὰρ ἀπὸ θλίψεως στενοχωρούμενον ὁ μὴ παρακαλῶν σκληρότερον ποιεῖ. Ἵνα μὴ σκληρυνθῇ ἐξ ὑμῶν τις, φησὶν, ἀπάτῃ τῆς ἁμαρτίας. Ἢ τὴν ἀπάτην τοῦ διαβόλου φησίν· ἀπάτη γάρ ἐστιν ὄντως τὸ μηδὲν περὶ τῶν μελλόντων προσδοκᾷν, τὸ νομίζειν ὅτι ἀνεύθυνα ἔσται τὰ ἡμέτερα, καὶ ὅτι τῶν πεπραγμένων ἡμῖν ἐνταῦθα οὐ δώσομεν δίκην, οὐδὲ ἔσται ἀνάστασις· ἢ ἑτέρως, ἀπάτη ἐστὶν ἡ ἀναλγησία, ἢ ἀπόγνωσις· τὸ γὰρ λέγειν, τί ἐστι λοιπόν; ἅπαξ ἥμαρτον, οὐκ ἔχω ἐλπίδα τοῦ ἀνακτήσασθαι ἐμαυτὸν, ἀπάτη ἐστίν. Εἶτα ἐλπίδας αὐτοῖς ἐντίθησι, λέγων, Μέτοχοι γεγόναμεν τοῦ Χριστοῦ· μονονουχὶ λέγων, ὁ οὕτως ἡμᾶς ἀγαπήσας, ὁ τοσούτων ἡμᾶς καταξιώσας, ὥστε ἑαυτοῦ σῶμα ποιῆσαι, οὐ περιόψεται ἀπολλυμένους. Ἐννοήσωμεν, φησὶ, τίνων κατηξιώθημεν· ἡμεῖς καὶ ὁ Χριστὸς ἕν ἐσμεν. Μὴ τοίνυν ἀπιστῶμεν αὐτῷ. Καὶ πάλιν ἐκεῖνο αἰνίττεται τὸ εἰρημένον ἑτέρωθι, ὅτι Εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν· τοῦτο γάρ ἐστι, Μέτοχοι γεγόναμεν, τῶν αὐτῶν μετέχομεν ὧν καὶ ὁ Χριστός. Προετρέψατο ἀπὸ τῶν χρηστῶν· Μέτοχοι γάρ ἐσμεν, φησὶ, τοῦ Χριστοῦ. Εἶτα πάλιν ἀπὸ τῶν σκυθρωπῶν· Φοβηθῶμεν μήποτε καταλειπομένης ἐπαγγελίας εἰσελθεῖν εἰς τὴν κατάπαυσιν αὐτοῦ, δοκῇ τις ἐξ ὑμῶν ὑστερηκέναι· ἐκεῖνο γὰρ δῆλον καὶ ὡμολογημένον ἐστίν. Ἐδοκίμασάν με, φησὶ, καὶ εἶδον τὰ ἔργα μου τεσσαράκοντα ἔτη. Ὁρᾷς ὅτι οὐ δεῖ τὸν Θεὸν ἀπαιτεῖν εὐθύνας, ἀλλ', ἄν τε προϊστᾶται, ἄν τε μὴ, πιστεύειν αὐτῷ; ἐκείνοις γὰρ τοῦτο ἐγκαλεῖ νῦν, ὅτι ἐπείρασαν τὸν Θεόν. Ὁ γὰρ βουλόμενος ἀποδείξεις λαβεῖν, ἢ τῆς δυνάμεως, ἢ τῆς προνοίας, ἣ τῆς κηδεμονίας αὐτοῦ, οὔπω πιστεύει οὔτε δυνατὸν αὐτὸν εἶναι, οὔτε φιλάνθρωπον. Τοῦτο καὶ πρὸς τούτους γράφων αἰνίττεται, βουλομένους ἴσως ἤδη τῆς δυνάμεως αὐτοῦ καὶ τῆς ὑπὲρ αὐτῶν προνοίας τὴν ἐξέτασιν καὶ τὸν ἔλεγχον λαβεῖν ἐν τοῖς πειρασμοῖς. Ὁρᾷς ὅτι ἀπὸ ἀπιστίας πανταχοῦ ὁ παροξυσμὸς καὶ ὁ παροργισμός; Τί οὖν φησιν; Ἄρα ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ. Ὅρα δὲ πῶς ὅλον τὸν λόγον συνελογίσατο. Ὤμοσε, φησὶ, τοῖς προτέροις μὴ εἰσελθεῖν αὐτοὺς εἰς τὴν κατάπαυσιν, καὶ οὐκ εἰσῆλθον. Εἶτα μετ' ἐκείνους χρόνῳ πολλῷ ὕστερον διαλεγόμενος τοῖς Ἰουδαίοις, φησί· Μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν, ὡς οἱ πατέρες ὑμῶν. Δηλονότι ἔστιν ἄλλη κατάπαυσις· περὶ μὲν γὰρ τῆς Παλαιστίνης οὐκ ἔνι εἰπεῖν· εἶχον γὰρ αὐτήν· περὶ δὲ τῆς ἑβδόμης οὐκ ἔστιν εἰπεῖν· οὐ γὰρ δήπου περὶ ταύτης διελέγετο τῆς πάλαι γεγενημένης. Ἄρα ἑτέραν τινὰ αἰνίττεται τὴν ὄντως ἀνάπαυσιν.
500.4.1
Ὄντως γὰρ ἐκείνη ἐστὶν ἀνάπαυσις, ἔνθα ἀπέδρα 63. 59 ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, ἔνθα οὐδὲ φροντίδες, οὔτε πόνοι, οὔτε ἀγωνία, οὔτε φόβος καταπλήττων καὶ σείων τὴν ψυχὴν, ἀλλὰ μόνος ὁ τοῦ Θεοῦ φόβος ἡδονῆς πλήρης ὤν. Οὐκ ἔστιν ἐκεῖ ἀκοῦσαι. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου· οὐδὲ ἀκάνθας, οὐδὲ τριβόλους ἀνατελεῖ σοι· Οὐκέτι ἄκανθαι καὶ τρίβολοι· οὐκ ἔστιν, Ἐν λύπαις τέξεις τέκνα, οὐδὲ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει· πάντα εἰρήνη ἐκεῖ, χαρὰ, εὐφροσύνη, ἡδονὴ, ἀγαθωσύνη, πραότης, εὐθύτης, ἀγάπη. Οὐκ ἔστιν ἐκεῖ ζηλοτυπία οὐδὲ βασκανία, οὐ νόσος, οὐ θάνατος οὗτος ὁ τοῦ σώματος, οὐκ ἐκεῖνος ὁ τῆς ψυχῆς, οὐκ ἔστι σκότος, οὔτε νύξ· πάντα ἡμέρα, πάντα φῶς, πάντα ἄνεσις· οὐκ ἔστι καμεῖν, οὐκ ἔστι κόρον λαβεῖν, ἀλλ' ἀεὶ ἐν ἐπιθυμίᾳ τῶν ἀγαθῶν διατελέσομεν. Βούλεσθε δῶ τινα καὶ εἰκόνα ὑμῖν τῆς ἐκεῖ καταστάσεως; Οὐκ ἔστι δυνατόν· πλὴν ἀλλ' ὅμως, ὡς ἂν ᾖ δυνατὸν, πειράσομαι ὑμῖν δοῦναί τινα εἰκόνα. Ἀναβλέψωμεν εἰς τὸν οὐρανὸν, ὅταν, μηδενὸς ἐνοχλοῦντος νέφους, φαίνῃ τὸν ἑαυτοῦ στέφανον· εἶτα πρὸς τὸ κάλλος τῆς ὄψεως αὐτοῦ πολὺν διατρίψαντες χρόνον, ἐννοήσωμεν ὅτι καὶ ἔδαφος ἕξομεν οὐ τοιοῦτον μὲν ὂν, ἀλλὰ τοσούτῳ γιγνόμενον κάλλιον, ὅσῳ τῶν πηλίνων ὀρόφων ὁ χρυσοῦς. Εἶτα τὸν μετ' ἐκεῖνον πάλιν τὸν ἀνώτερον ὄροφον· ἔπειτα τοὺς ἀγγέλους, τοὺς ἀρχαγγέλους, τοὺς ἀπείρους δήμους τῶν ἀσωμάτων δυνάμεων, αὐτὰ τοῦ Θεοῦ τὰ βασίλεια, τὸν θρόνον τὸν πατρικόν. Ἀλλ' οὐκ ἰσχύει, ὅπερ ἔφην, ὁ λόγος παραστῆσαι τὸ πᾶν· πείρας χρεία, καὶ τῆς διὰ πείρας γνώσεως. Πῶς οἴεσθε, εἰπέ μοι, τὸν Ἀδὰμ εἶναι ἐν τῷ παραδείσῳ; Πολὺ βελτίων ἐστὶν ἐκείνης αὕτη ἡ διαγωγὴ, ὅσῳ τῆς γῆς ὁ οὐρανός. Πλὴν ἀλλὰ καὶ ἑτέραν εἰκόνα ἐπιζητήσωμεν; Εἰ συνέβη τὸν βασιλεύοντα νῦν πάσης τῆς οἰκουμένης κρατῆσαι, εἶτα μήτε ὑπὸ πολέμων, μήτε ὑπὸ φροντίδων ἐνοχλεῖσθαι, ἀλλὰ τιμᾶσθαι μόνον καὶ τρυφᾷν, καὶ πολλοὺς μὲν ἔχειν φόρους, πάντοθεν δὲ τὸ χρυσίον αὐτῷ ἐπιῤῥεῖν, καὶ ἀπόβλεπτον εἶναι, ποίαν οἴεσθε ἔχειν αὐτὸν ψυχὴν, εἰ τοὺς πολέμους τοὺς πανταχοῦ τῆς γῆς πεπαυμένους ἑώρα; Τοιοῦτόν τι ἔσται καὶ τότε· μᾶλλον δὲ οὔπω καὶ τῆς εἰκόνος ἐφικόμην ἐκείνης· διὸ χρὴ καὶ ἑτέραν ἐπιζη 63. 60 τῆσαι. Ἐννόησον δή μοι παιδίον βασιλικὸν, ὅπερ ἕως μὲν ἂν ἐν τῇ μήτρᾳ ᾖ, οὐδενὸς ἐπαισθάνεται, εἰ δὲ συμβαίη ἄφνω ἐξελθὸν ἐκεῖθεν ἐπὶ τὸν θρόνον ἀνελθεῖν τὸν βασιλικὸν, μὴ ἠρέμα, ἀλλ' ἀθρόον πάντα προσλαβεῖν· οὕτως ἐστὶν ἡ κατάστασις αὕτη κἀκείνη· ἢ εἴ τις δεσμώτης μυρία παθὼν κακὰ, ἀθρόον ἐπὶ τὸν βασιλικὸν ἁρπαγείη θρόνον. Ἀλλ' οὐδὲ οὕτως ἐφικόμην ἀκριβῶς τῆς εἰκόνος. Ἐνταῦθα μὲν γὰρ ὧν ἄν τις ἐπιτύχῃ καλῶν, κἂν αὐτὴν εἴπῃς τὴν βασιλείαν, παρὰ μὲν τὴν πρώτην ἡμέραν ἀκμάζοντα ἔχει τὸν πόθον, καὶ παρὰ τὴν δευτέραν καὶ τὴν τρίτην· χρόνου δὲ προϊόντος, μένει μὲν ἐν ἡδονῇ, οὐ τοσαύτῃ δέ· λήγει γὰρ ὑπὸ τῆς συνηθείας ἀεὶ, οἵα ἂν ᾖ· ἐκεῖ δὲ οὐ μόνον οὐ μειοῦται, ἀλλὰ καὶ ἐπιδίδωσιν. Ἐννόησον γὰρ ὅσον ἐστὶ, ψυχὴν ἀπελθοῦσαν ἐκεῖ, μηκέτι τέλος προσδοκᾷν τῶν ἀγαθῶν ἐκείνων, μηδὲ μεταβολὴν, ἀλλὰ ἐπίδοσιν, καὶ ζωὴν τέλος οὐκ ἔχουσαν, παντὸς μὲν κινδύνου, πάσης δὲ ἀθυμίας καὶ φροντίδος ἀπηλλαγμένην, μεστὴν εὐθυμίας καὶ μυρίων ἀγαθῶν. Εἰ γὰρ εἰς πεδίον ἐξιόντες, ἔνθα σκηνὰς ὁρῶμεν στρατιωτῶν ἐκ παραπετασμάτων πηγνυμένας, καὶ δόρατα καὶ κράνη καὶ ὀμφαλοὺς ἀσπίδων λάμποντας, μετέωροι γινόμεθα τῷ θαύματι· εἰ δὲ καὶ τὸν βασιλέα συμβαίη μέσον ἰδεῖν τρέχοντα, ἢ καὶ ἵππον ἐλαύνοντα μετὰ ὅπλων χρυσῶν, τὸ πᾶν ἔχειν νομίζομεν· τί οἴει, ὅταν τῶν ἁγίων ἴδῃς τὰς σκηνὰς τὰς αἰωνίους ἐν τῷ οὐρανῷ πεπηγυίας; Δέξονται γὰρ ὑμᾶς, φησὶν, εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς· ὅταν αὐτῶν ἕκαστον ὑπὲρ τὰς ἀκτῖνας τὰς ἡλιακὰς ἴδῃς ἀπολάμποντα, οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου, ἀλλ' ἀπὸ τῆς δόξης ἐκείνης, ἧς τὰς μαρμαρυγὰς ἀνθρώπινος ὀφθαλμὸς οὐ δύναται ἰδεῖν; Καὶ ταῦτα μὲν ἐπὶ τῶν ἀνθρώπων· τί δ' ἄν τις εἴποι τὰς χιλιάδας τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, τῶν Χερουβὶμ, τῶν Σεραφὶμ, τῶν Θρόνων, τῶν Κυριοτήτων, τῶν Ἀρχῶν, τῶν Ἐξουσιῶν, ὧν τὸ κάλλος ἀμήχανον, καὶ πάντα νοῦν ὑπερβαῖνον; Ἀλλὰ γὰρ μέχρι τίνος οὐ στήσομαι διώκων ἀκίχητα; Οὔτε γὰρ ὀφθαλμὸς εἶδε, φησὶν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Οὐκοῦν οὐδὲν ἐλεεινότερον τῶν ἀποτυγχανόντων, οὔτε μακαριώτερον τῶν ἐπιτυγχανόντων· γένοιτο δὲ καὶ ἡμᾶς τῶν μακαρίων γενέσθαι, ἵνα καὶ τῶν αἰωνίων ἐπιτύχωμεν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note