Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Hebraeos
John ChrysostomHebr 510 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
510.0.1
Καὶ διὰ τοῦτο διαθήκης καινῆς μεσίτης ἐστὶν, ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰω νίου κληρονομίας. Ὅπου γὰρ διαθήκη, θάνα τον ἀνάγκη φέρεσθαι τοῦ διαθεμένου· δια θήκη γὰρ ἐπὶ νεκροῖς βεβαία, ἐπεὶ μήποτε ἰσχύει ὅτε ζῇ ὁ διαθέμενος. Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται.
510.1.1
Εἰκὸς ἦν πολλοὺς τῶν ἀσθενεστέρως διακειμένων, καὶ ἀπὸ τοῦ τετελευτηκέναι τὸν Χριστὸν μάλιστα ἀπιστεῖν ταῖς ἐπαγγελίαις αὐτοῦ. Ὁ τοίνυν Παῦλος τὴν τοιαύτην ὑπόνοιαν ἐκ περιουσίας ἀνατρέπων, τοῦτο τίθησι τὸ ὑπόδειγμα, ἀπὸ τῆς κοινῆς συνηθείας λαβών. Ποῖον δὴ τοῦτο; Δι' αὐτὸ μὲν οὖν τοῦτο χρὴ θαῤῥεῖν, φησί. Διὰ τί; Ὅτι οὐ ζώντων τῶν διαθεμένων ἀλλ' ἀποθανόντων, τότε βέβαιοί εἰσιν αἱ διαθῆκαι, καὶ τὴν ἰσχὺν λαμβάνουσι. Διὸ καὶ οὕτως ἄρχεται λέγων, καὶ διὰ τοῦτό φησι· Καινῆς διαθήκης μεσίτης ἐστίν. Ἡ διαθήκη πρὸς τῇ ἐσχάτῃ ἡμέρᾳ γίνεται τῆς τελευτῆς. Τοιαύτη δέ ἐστιν ἡ διαθήκη, τοὺς μὲν κληρονόμους ἔχει, τοὺς δὲ ἀποκληρονόμους. Οὕτω καὶ ἐνταῦθα περὶ μὲν τῶν κληρονόμων φησὶν ὁ Χριστός· Θέλω ἵν', ὅπου ἐγώ εἰμι, καὶ οὗτοι ὦσι. Καὶ πάλιν περὶ τῶν ἀποκληρονόμων ἄκουε αὐτοῦ λέγοντος· Οὐ περὶ πάντων ἐρωτῶ, ἀλλὰ περὶ τῶν πιστευόντων διὰ τοῦ λόγου αὐτῶν εἰς ἐμέ. Ἡ διαθήκη πάλιν τὰ μὲν τοῦ διαθεμένου ἔχει, τὰ δὲ τῶν δεχομένων· ὥστε τὰ μὲν αὐτοὺς λαβεῖν, τὰ δὲ ποιῆσαι. Οὕτω καὶ ἐνταῦθα· μετὰ γὰρ τὸ ἐπαγγείλασθαι μυρία, ἀπαιτεῖ καὶ τὰ παρ' αὐτῶν, λέγων· Ἐντολὴν καινὴν δίδωμι ὑμῖν. Πάλιν ὀφείλει ἡ διαθήκη μάρτυρας ἔχειν· καὶ ἄκουε αὐτοῦ πάλιν λέγοντος· Ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ μαρτυρεῖ περὶ ἐμοῦ ὁ πέμψας με Πατήρ· καὶ πάλιν· Ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ, περὶ τοῦ Παρακλήτου λέγων· καὶ τοὺς δώδεκα ἀποστόλους ἀπέστειλε λέγων· Διαμαρτύρασθε ἐνώπιον τοῦ Θεοῦ. Καὶ διὰ τοῦτό φησιν, Διαθήκης καινῆς μεσίτης ἐστί. Τί ἐστι μεσίτης; Ὁ μεσίτης οὐκ ἔτι ἐστὶ κύριος τοῦ πράγματος οὗ ἐστι μεσίτης, ἀλλ' ἕτερον μὲν τὸ πρᾶγμα, ἕτερος δὲ ὁ μεσίτης· οἷον, μεσίτης γάμου γίνεται, οὐχ ὁ γαμῶν, ἀλλ' ὁ τῷ μέλλοντι ἄγεσθαι συμπράττων. Οὕτω δὴ καὶ ἐνταῦθα μεσίτης ὁ Υἱὸς ἐγένετο τοῦ Πατρὸς καὶ ἡμῶν. Οὐκ ἤθελεν ἡμῖν ἀφεῖναι ὁ Πατὴρ τὴν κληρονομίαν ταύτην, ἀλλ' ὠργίζετο πρὸς ἡμᾶς, καὶ ἐχαλέπαινεν ὡς πρὸς ἀπηλλοτριωμένους· μεσίτης τοίνυν ἐγένετο ἡμῶν καὶ αὐτοῦ, καὶ ἔπεισεν αὐτόν. Καὶ ὅρα πῶς μεσίτης ἐγένετο λόγους ἀπήγαγε καὶ ἤγαγε, τὰ παρὰ τοῦ Πατρὸς ἡμῖν διαπορθμεύων, καὶ τὸν θάνατον προστιθείς· προσκεκρουκότες ἦμεν, ἀποθανεῖν ὠφείλομεν, ἀπέθανεν ὑπὲρ ἡμῶν, καὶ ἐποίησεν ἡμᾶς ἀξίους τῆς διαθήκης. Ταύτῃτοι καὶ βεβαία ἐστὶν ἡ διαθήκη, ἣ οὐκ εἰς ἀναξίους λοιπὸν γέγονε. Παρὰ μὲν οὖν τὴν ἀρχὴν, ἅτε ὡς Πατὴρ πρὸς υἱοὺς διέθετο· ἐπειδὴ δὲ ἀνάξιοι γεγόναμεν, οὐκέτι διαθήκης, ἀλλὰ τιμωρίας ἔδει. Τί τοίνυν μέγα φρονεῖς, φησὶν, ἐπὶ τῷ νόμῳ; εἰς τοσαύτην γὰρ ἡμᾶς κατέστησεν ἁμαρτίαν, ὡς μὴ ἂν σωθῆναί ποτε· εἰ μὴ ὁ Δεσπότης ἡμῶν ὑπὲρ ἡμῶν ἀπέθανεν, οὐκ ἂν ἴσχυσεν ὁ νόμος· ἀσθενὴς γὰρ ἦν. Οὐκέτι δὲ αὐτὸ ἀπὸ τῆς κοινῆς συνηθείας βεβαιοῖ μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἐν τῇ Παλαιᾷ συμβεβηκότων· ὃ μάλιστα αὐτοὺς ἐπήγετο. Ἀλλ' οὐδεὶς, φησὶν, ἦν ὁ τετελευτηκὼς ἐκεῖ· πῶς οὖν ἐκείνη βεβαία; Διὰ τοῦ αὐτοῦ τρόπου, φησί. Πῶς; Καὶ γὰρ ἐκεῖ αἷμα, ὥσπερ ἐνταῦθα αἷμα. Εἰ δὲ μὴ τὸ τοῦ Χριστοῦ αἷμα, μὴ θαυμάσῃς· τύπος γὰρ ἦν· διὸ καὶ λέγει, Ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται. Τί ἐστιν, Ἐγκεκαίνισται; Βεβαία γέγονεν, ἐκυρώθη. Ὅθεν, τουτέστι διὰ τοῦτο, φησὶν, ἔδει τῆς διαθήκης τὸ σύμβολον εἶναι καὶ τῆς τελευτῆς.
510.2.1
Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ἐῤῥαντίζετο τῆς διαθήκης; Λαληθείσης γὰρ, φησὶ, πάσης τῆς ἐντολῆς κατὰ νόμον ὑπὸ Μωϋσέως παντὶ τῷ λαῷ, λαβὼν τὸ αἷμα τῶν μόσχων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου, αὐτό τε τὸ βιβλίον καὶ πάντα τὸν λαὸν ἐῤῥάντιζε, λέγων· Τοῦτο τὸ αἷμα τῆς διαθήκης, ἧς ἐνετείλατο πρὸς ὑμᾶς ὁ Θεός. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὸ βιβλίον ῥαντίζεται τῆς διαθήκης καὶ ὁ λαός; Ἦ τοῦ τιμίου αἵματος ἄνωθεν σχηματιζομένου τύπος τις ἐκεῖνο τὸ αἷμα καὶ τὰ ἄλλα ἐγίνετο. Τί δήποτε δὲ καὶ μετὰ ὑσσώπου; Ὅτι πυκνὸν καὶ ἁπαλὸν ὑπάρχον, κρατητικὸν τοῦ αἵματος ἦν. Τί δαὶ τὸ ὕδωρ; Καὶ τοῦτο ὡς χαρακτηρίζον τὴν δι' ὕδατος κάθαρσιν. Τί δὲ τὸ ἔριον; Καὶ τοῦτο παρελαμβάνετο, ὥστε κατέχεσθαι τὸ αἷμα. Δείκνυσιν ἐνταῦθα τὸ αὐτὸ ὂν καὶ αἷμα καὶ ὕδωρ· τὸ γὰρ βάπτισμα αὐτοῦ τοῦ πάθους ἐστὶ σύμβολον. Καὶ τὴν σκηνὴν δὲ, καὶ πάντα τὰ σκεύη τῆς λειτουργίας τῷ αἵματι ὁμοίως ἐῤῥάντισε. Καὶ σχεδὸν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τὸν νόμον, καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις. Διὰ τί τὸ Σχεδὸν εἶπε; διὰ τί αὐτὸ ἐκόλασεν; Ἐπειδὴ ἐκεῖνα οὐκ ἦν καθαρισμὸς τέλειος, οὐδὲ ἄφεσις τελεία, ἀλλὰ ἡμιτελὴς, καὶ ἐν ἐλαχίστῳμέρει· ἐνταῦθα δέ· Τοῦτο τὸ αἷμα, φησὶ, τῆς καινῆς διαθήκης, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ποῦ τοίνυν τὸ βιβλίον ἐκάθαρε τὰς διανοίας αὐτῶν; Αὐτοὶ ἄρα ἦσαν βιβλία τῆς καινῆς διαθήκης. Ποῦ δὲ τὰ σκεύη τῆς λειτουργίας; Αὐτοί εἰσι. Ποῦ δὲ ἡ σκηνή; Αὐτοί εἰσι πάλιν· Ἐνοικήσω γὰρ ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω, φησίν. Ἀλλ' οὐκ ἐρίῳ κοκκίνῳ οὐδὲ ὑσσώπῳ ἐῤῥάντισεν ἐνταῦθα· τί δήποτε; Οὐ γὰρ σωματικὸς ὁ καθαρισμὸς ἦν, ἀλλὰ πνευματικὸς, καὶ τὸ αἷμα πνευματικόν. Πῶς; Οὐκ ἀπὸ σώματος γὰρ ἔῤῥει ἀλόγων, ἀλλὰ σώματος ἀπὸ Πνεύματος κατασκευασθέντος. Τούτῳ ἡμᾶς οὐ Μωϋσῆς, ἀλλ' ὁ Χριστὸς ἐῤῥάντισε τῷ αἵματι, διὰ τοῦ λόγου τοῦ λεχθέντος, Τοῦτο τὸ αἷμα τῆς καινῆς διαθήκης εἰς ἄφεσιν ἁμαρτιῶν. Οὗτος ὁ λόγος ἀντὶ ὑσσώπου τῷ αἵματι ἐμβαφεὶς, πάντας περιῤῥαίνει. Κἀκεῖ μὲν τὸ σῶμα ἔξωθεν ἐκαθαίρετο· σωματικὸς γὰρ ὁ καθαρισμὸς ἦν· ἐνταῦθα δὲ, ἐπειδὴ πνευματικός ἐστιν ὁ καθαρισμὸς, εἰς τὴν ψυχὴν εἰσέρχεται, καὶ καθαίρει, οὐχ ἁπλῶς περιῤῥαινόμενος, ἀλλὰ πηγάζων ἐν ταῖς ἡμετέραις ψυχαῖς. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα. Καὶ ἐπ' ἐκείνων μὲν αὐτὴν τὴν ἐπιφάνειαν ἔῤῥαινε, καὶ πάλιν ἀπενίπτετο ὁ ῥαντιζόμενος· οὐ γὰρ δὴ ᾑμαγμένος ἀεὶ περιῄει· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως, ἀλλ' αὐτῇ τῇ οὐσίᾳ ἀναμίγνυται τὸ αἷμα, ῥωμαλέαν αὐτὴν ποιοῦν καὶ ἁγνὴν, καὶ πρὸς αὐτὸ τὸ ἀμήχανον κάλλος ἄγον. Δείκνυσι δὴ λοιπὸν τὸν θάνατον οὐ μόνον βεβαιώσεως, ἀλλὰ καὶ καθαρμοῦ αἴτιον. Ἐπειδὴ γὰρ ἡ τελευτὴ μιαρὸν πρᾶγμα ἐδόκει εἶναι, καὶ μάλιστα ἡ διὰ σταυροῦ, λέγει ὅτι ἐκάθαρε, καὶ ἐκάθαρε τιμίαν κάθαρσιν, καὶ ἐπὶ μείζοσι· διὰ τοῦτο αἱ θυσίαι προὔλαβον, διὰ τὸ αἷμα τοῦτο· διὰ τοῦτο ἀμνοὶ, διὰ τοῦτο ἅπαντα ἐγένετο. Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Καὶ πῶς ἐστιν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς; τίνα δὲ καλεῖ τὰ ἐν τοῖς οὐρανοῖς νῦν; ἆρα τὸν οὐρανόν; ἀλλὰ τοὺς ἀγγέλους; Οὐδὲν τούτων, ἀλλὰ τὰ ἡμέτερα. Ἄρα ἐν τοῖς οὐρανοῖς τὰ ἡμέτερα, καὶ ἐπουράνια, κἂν ἐν τῇ γῇ ἐπιτελῆται. Ἐπεὶ καὶ ἄγγελοι ἐν τῇ γῇ εἰσιν, ἀλλ' ἐπουράνιοι λέγονται· καὶ τὰ Χερουβὶμ ἐπὶ τῆς γῆς ἐφάνη, ἀλλ' ἐπουράνιά ἐστι. Καὶ τί λέγω ἐφάνη; ἐπὶ τῆς γῆς μὲν οὖν διάγει, ὥσπερ οὖν ἐν τῷ παραδείσῳ. Ἀλλ' οὐδὲν ἐκώλυσε τοῦτο· ἐπουρανία γὰρ καὶ οὕτως ἐστί. Καὶ ἡμῶν τὸ πολίτευμά ἐστιν ἐν οὐρανοῖς, καίτοι ἐνταῦθα πολιτευόμεθα. Αὐτὰ δὲ τὰ ἐπουράνια· τουτέστι, τὴν φιλοσοφίαν τὴν παρ' ἡμῖν, τοὺς ἐκεῖ κεκλημένους. Κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ κρεῖττον καλοῦ τινός ἐστι κρεῖττον· ἄρα καλὰ γεγόνασι, καὶ τὰ ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἂν γὰρ οὐδὲ τὰ ὑποδείγματα πονηρὰ ἦν, ἐπεὶ κἀκεῖνα ἂν εἴη πονηρὰ ὧν ἐστιν ὑποδείγματα.
510.3.1
Εἰ τοίνυν ἐπουράνιοι ἡμεῖς, καὶ τοιαύτης οὐσίας ἐτύχομεν, φρίξωμεν· μηκέτι μένωμεν ἐν τῇ γῇ· ἔξεστι γὰρ μὴ εἶναι ἐν τῇ γῇ καὶ νῦν τὸν βουλόμενον. Τὸ γὰρ εἶναι ἐν τῇ γῇ καὶ μὴ εἶναι, τρόπῳ καὶ προαιρέσει γίνεται· οἷόν τι λέγω· Ὁ Θεὸς λέγεται εἶναι ἐν τῷ οὐρανῷ· διὰ τί; οὐ τόπῳ ἀποκλειόμενος, μὴ γένοιτο, οὐδὲ τὴν γῆν ἔρημον τῆς αὑτοῦ παρουσίας ἀφεὶς, ἀλλὰ τῇ σχέσει καὶ τῇ οἰκειώσει τῇ πρὸςτοὺς ἀγγέλους. Ἂν τοίνυν καὶ ἡμεῖς ἐγγὺς ὦμεν τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσμεν. Τί γάρ μοι μέλει τοῦ οὐρανοῦ, ὅταν ὁρῶ τὸν Δεσπότην τοῦ οὐρανοῦ, ὅταν αὐτὸς οὐρανὸς γένωμαι; Ἐλευσόμεθα γὰρ, φησὶν, ἐγὼ καὶ ὁ Πατήρ μου, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ποιήσωμεν οὖν ἡμῶν τὴν ψυχὴν οὐρανόν. Φαιδρός ἐστιν ὁ οὐρανὸς τῇ φύσει· οὐδὲ γὰρ ἐν χειμῶνι μέλας γίνεται· οὐ γὰρ αὐτὸς μεταβάλλει τὴν ὄψιν, ἀλλ' αἱ νεφέλαι συνδραμοῦσαι καλύπτουσιν αὐτόν. Ὁ οὐρανὸς ἥλιον ἔχει· ἔχομεν καὶ ἡμεῖς ἥλιον δικαιοσύνης. Εἶπον, Ἔξεστι γενέσθαι ὡς οὐρανόν· καὶ ὁρῶ ὅτι καὶ βελτίονα γενέσθαι τοῦ οὐρανοῦ ἔξεστι. Πῶς; Ὅταν τὸν Δεσπότην τοῦ ἡλίου ἔχωμεν. Ὁ οὐρανὸς πάντοθέν ἐστι καθαρὸς καὶ ἀκηλίδωτος, οὐκ ἐν χειμῶνι, οὐκ ἐν νυκτὶ μεταβάλλεται· μὴ τοίνυν μηδὲ ἡμεῖς μήτε ἐν ταῖς θλίψεσι, μήτε ἐν ταῖς μεθοδείαις τοῦ διαβόλου τοῦτο πάσχωμεν, ἀλλὰ μένωμεν ἀκηλίδωτοι καὶ καθαροί. Ὁ οὐρανός ἐστιν ὑψηλὸς, καὶ πολὺ τῆς γῆς ἀπέχων· τοῦτο καὶ ἡμεῖς ποιήσωμεν, ἀποστήσωμεν ἑαυτοὺς τῆς γῆς, καὶ πρὸς τὸ ὕψος ἀρθῶμεν ἐκεῖνο. Καὶ ποῦ τῆς γῆς ἑαυτοὺς ἀποστήσωμεν; Ὅταν τὰ οὐράνια φανταζώμεθα. Ὁ οὐρανὸς ἀνώτερός ἐστι καὶ ὑετῶν καὶ χειμώνων, καὶ ὑπ' οὐδενὸς ἁλίσκεται· τοῦτο καὶ ἡμεῖς δυνησόμεθα, ἐὰν θέλωμεν. Οὗτος δοκεῖ μὲν, οὐ μέντοι πάσχει· μὴ τοίνυν μηδὲ ἡμεῖς, κἂν δοκῶμεν πάσχειν, πάσχωμεν. Ὥσπερ γὰρ ἐν τῷ χειμῶνι οἱ μὲν πολλοὶ τὸ κάλλος αὐτοῦ οὐκ ἴσασιν, ἀλλὰ νομίζουσιν αὐτὸν τρέπεσθαι, οἱ δὲ φιλοσοφοῦντες ἴσασιν ὅτι οὐδὲν ἔπαθεν· οὕτω καὶ περὶ ἡμῶν ἐν ταῖς θλίψεσιν, οἱ μὲν πολλοὶ νομίζουσιν ἡμᾶς συμμεταβεβλῆσθαι, καὶ αὐτῆς ἡμῶν ἧφθαι τῆς καρδίας τὴν θλῖψιν· οἱ δὲ φιλόσοφοι ἴσασιν ὅτι οὐχ ἥψατο ἡμῶν. Γενώμεθα τοίνυν οὐρανὸς, ἀνέλθωμεν εἰς τὸ ὕψος ἐκεῖνο, καὶ οὕτως ὀψόμεθα τοὺς ἀνθρώπους μυρμήκων οὐδὲν διαφέροντας· οὐ τοὺς πένητας λέγω μόνον, οὐδὲ τοὺς πλουσίους, ἀλλὰ κἂν στρατηγός τις ᾖ, κἂν βασιλεὺς, οὐκ ὀψόμεθα ἐκεῖ τὸν βασιλέα, οὐδὲ τὸν ἰδιώτην· οὐκ εἰσόμεθα τί μὲν χρυσὸς, τί δὲ ἄργυρος, τί δὲ ἱμάτιον σηρικὸν, ἢ πορφυροῦν· πάντα ὥσπερ μυίας ὀψόμεθα, ἐὰν ἐν ἐκείνῳ τῷ ὕψει καθίσωμεν· οὐδεὶς θόρυβος ἐκεῖ, οὐδεμία ταραχὴ, οὐδὲ κραυγή. Καὶ πῶς ἔνι, φησὶν, εἰς ἐκεῖνο ἀρθῆναι τὸ ὕψος, ἐπὶ τῆς γῆς περιπατοῦντα; Λόγῳ μὲν οὐ λέγω τοῦτο ἁπλῶς· ἀλλ' εἰ βούλει, ἐγώ σοι δείκνυμι ἔργῳ τοὺς εἰς τὸ ὕψος ἐκεῖνο φθάσαντας. Τίνας δὴ τούτους; Τοὺς περὶ Παῦλον λέγω, οἵτινες ἐν τῇ γῇ ὄντες, ἐν τῷ οὐρανῷ διέτριβον. Καὶ τί λέγω ἐν τῷ οὐρανῷ; ὑψηλότεροι ἦσαν τοῦ οὐρανοῦ, καὶ τοῦ ἄλλου οὐρανοῦ, καὶ πρὸς αὐτὸν ἀνῆλθον τὸν Θεόν. Τίς γὰρ ἡμᾶς χωρίσει, φησὶν, ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; καὶ πάλιν, Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Ὁρᾷς ὅτι οὐδὲ ἑώρα τὰ ἐνταῦθα; Ἵνα δέ σοι δείξω ὅτι τῶν οὐρανῶν ἀνώτερος ἦν, ἄκουε αὐτοῦ λέγοντος· Πέπεισμαι γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ, οὔτε ἐνεστῶτα οὔτε μέλλοντα, οὔτε ὕψωμα οὔτε βάθος, οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ. Ὁρᾷς πῶς πάντα παραδραμὼν ὁ λογισμὸς, ἀνώτερον αὐτὸν ἐποίησεν, οὐ ταύτης μόνον τῆς κτίσεως, οὐδὲ τούτων τῶν οὐρανῶν, ἀλλὰ καὶ εἴ τινες ἕτεροι ἦσαν; Εἶδες ὕψος διανοίας; εἶδες ὁ σκηνοποιὸς οἷος ἐγένετο ἐπειδὴ ἠθέλησεν, ὁ ἐπ' ἀγορᾶς τὸν ἅπαντα βίον διαγαγών; Οὐδὲν γάρ ἐστι κώλυμα, οὐκ ἔστι, πάντας ὑπερβαλέσθαι, εἴ γε βουλοίμεθα. Εἰ γὰρ τέχνας οὕτω κατορθοῦμεν ὑπερβαινούσας τοὺς πολλοὺς, πολλῷ μᾶλλον ὃ μὴ τοσούτου δεῖται πόνου. Τί γὰρ, εἰπέ μοι, χαλεπώτερον τοῦ διὰ σχοίνου τεταμένης βαδίζειν, καθάπερ ἐπὶ ἰσοπέδου, καὶ ἄνω περιπατοῦντα ὑποδύεσθαι καὶ ἀποδύεσθαι καθάπερ ἐπὶ κλίνης καθήμενον; οὐχὶ οὕτω φρικτὸν ἡμῖν εἶναι τὸ πρᾶγμα δοκεῖ, ὡς μηδὲ θέλειν θεάσασθαι, ἀλλὰ δεδοικέναι, καὶ τρέμειν, καὶ πρὸς τὴν ὄψιν αὐτήν; Τί δὲ, εἰπέ μοι, χαλεπώτερον τοῦ κοντὸν ἐπὶ τοῦ προσώπου λαβεῖν, εἶτα ἐπιθέντα ἄνω παιδίον μυρία ποιεῖν, καὶ τέρπειν τοὺς θεατάς; τί δὲ χαλεπώτερον τοῦ σφαιρίζειν ἐν ξίφεσι; τί δὲ βαρύτερον, εἰπέ μοι, τοῦ τὸ βάθος τοῦ πελάγους διερευνᾶσθαι, Καὶ μυρίας ἑτέρας ἄν τις ἔχοι τέχνας εἰπεῖν· ἀλλὰ πάντων τούτων εὐκολωτέρα ἡ ἀρετὴ, ἐὰν θέλωμεν, καὶ τὸ εἰς τὸν οὐρανὸν ἀναβῆναι· θελῆσαι γὰρ δεῖ μόνον ἐνταῦθα, καὶ πάντα ἕπεται. Οὐκ ἔστι γὰρ εἰπεῖν, οὐ δύναμαι· τοῦτο γὰρ κατηγορῆσαί ἐστι τοῦ Δημιουργοῦ· εἰ γὰρ ἀδυνάτους ἡμᾶς ἐποίησεν, εἶτα ἐπιτάττει, κατηγορία αὐτοῦ ἐστι. Πῶς οὖν, φησὶ, πολλοὶ οὐ δύνανται; Ὅτι οὐ θέλουσι. Πόθεν δὲ οὐ θέλουσιν; Ἀπὸ ῥᾳθυμίας· ὥστε εἰ θελήσουσι, πάντως δυνήσονται. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι· Θέλω πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτὸν, ἐπειδὴ ᾔδει ὅτι πάντες ἠδύναντο εἶναι ὡς καὶ αὐτός· οὐδὲ γὰρ ἂν, εἴ γε ἀδύνατον ἦν, τοῦτο εἶπε. Θέλεις γενέσθαι ἐνάρετος; τῆς ἀρχῆς ἐπιλαβοῦ μόνον. Εἰπὲ δή μοι, ἐν ταῖς τέχναις ἁπάσαις, ὅταν θέλωμεν ἐν αὐταῖς γενέσθαι, ἀρκούμεθα τῷ θέλειν, ἢ καὶ ἁπτόμεθα τῶν πραγμάτων; Οἷόν τι λέγω· Βούλεταί τις γενέσθαι κυβερνήτης· οὐ λέγει, Θέλω, καὶ τούτῳ ἀρκεῖται, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Θέλει γενέσθαι ἔμπορος· οὐ λέγει, Θέλω, μόνον, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Ἀποδημῆσαι πάλιν θέλει, καὶ οὐ λέγει, θέλω, ἀλλὰ καὶ τοῦ πράγματος ἅπτεται. Εἶτα ἐν πᾶσιν οὐκ ἀρκεῖ τὸ θελῆσαι μόνον, ἀλλὰ καὶ τὸ ἔργον προσθεῖναι δεῖ· εἰς δὲ τὸν οὐρανὸν βουλόμενος ἀνελθεῖν, λέγεις, Θέλω, μόνον; Πῶς οὖν, φησὶν, ἔλεγες, ὅτι τὸ θέλειν ἀρκεῖ; Τὸ θέλειν μετὰ τῶν ἔργων, τὸ ἀντιλαμβανόμενον τοῦ πράγματος, τὸ πονέσαντα. Ἔχομεν γὰρ συνεργοῦντα καὶ συμπράττοντα τὸν Θεόν· μόνον ἑλώμεθα, μόνον ὡς ἔργῳ προσενεχθῶμεν τῷ πράγματι, μόνον μεριμνήσωμεν, μόνον, εἰς νοῦν βαλώμεθα, καὶ πάντα ἕπεται. Ἐὰν δὲ καθεύδωμεν, καὶ ῥέγχοντες προσδοκῶμεν εἰσιέναι εἰς τὸν οὐρανὸν, πότε δυνησόμεθα τὴν κληρονομίαν τῶν οὐρανῶν κατασχεῖν; Βουληθῶμεν οὖν, παρακαλῶ, βουληθῶμεν. Τί πάντα πρὸς τὸν παρόντα βίον ἐμπορευόμεθα, ὃν αὔριον ἀπολείψομεν; Ἑλώμεθα τοίνυν τὴν ἀρετὴν τὴν εἰς τὸν πάντα αἰῶνα ἡμῖν διαρκέσουσαν· ἐν ᾧ ἐσόμεθα διηνεκῶς, καὶ τῶν αἰωνίων ἀγαθῶν ἀπολαύσομεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note