John Chrysostom PG 47-64
In epistulam ad Philippenses
Phil 1.5.1
Choose a text
More by John Chrysostom
—
Pg Scrape Grc
1.5.1
Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἕνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως κηδόμενος· εἴ τίς ἐστι τῶν προεστώτων Ἐκκλησίας ἐν ἀφθονίᾳ ζῶν, καὶ μηδενὸς δεόμενος, κἂν ἅγιος ᾖ, μὴ δῷς, ἀλλὰ προτίμησον ἐκείνου τὸν ἐν ἀδείᾳ ὄντα, κἂν μὴ οὕτως ᾖ θαυμαστός. Τί δήποτε; Ὅτι καὶ ὁ Χριστὸς οὕτω βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον, ἢ ἄριστον, μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς συγγενεῖς, ἀλλὰ τοὺς ἀναπήρους, τοὺς χωλοὺς, τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναί σοι. Οὐ γὰρ ἁπλῶς δεῖ τὰς τοιαύτας δεξιώσεις ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν, ἀλλὰ τοῖς γυμνητεύουσιν, ἀλλὰ τοῖς ξένοις, ἀλλὰ τοῖς ἀπὸ πλούτου πτωχεύσασιν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην, ἀλλ', Ἐπείνων· Πεινῶντά με γὰρ, φησὶν, εἴδετε, καὶ ἐθρέψατε. Διπλοῦν τὸ δικαίωμα· εἰ δὲ τὸν ἁπλῶς πεινῶντα δεῖ τρέφειν, πολλῷ μᾶλλον, ὅταν καὶ ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος μὲν ᾖ, μὴ δέηται δὲ, μὴ δῷς· οὐ γὰρ κέρδος τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνος ὁ ἐν ἀφθονίᾳ ὢν, καὶ λαμβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας ἕνεκεν ἡμῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑμῖν λυσιτελοῦντος; Θρέψον τὸν πεινῶντα, ἵνα μὴ θρέψῃς τὸ τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα ἁγιάζει. Ἐννόησον πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε μᾶλλον, ἢ ἐτράφη· οὐκ ἔδωκε μᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ μεῖζον. Οὐ γὰρ ὑδρία ἀλεύρου, οὐδὲ καμψάκηςἐλαίου, ἀλλὰ τί; ἑκατονταπλασίονα, καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀμοιβή. Ἔλεος ὁ τοῦ Θεοῦ, ἡ τροφὴ ἡ πνευματικὴ γίνῃ, ζύμη καθαρά. Χήρα ἦν ἐκείνη, λιμὸς ἐπέκειτο, καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε· παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη. Αὕτη τῆς τὰ δύο καταβαλούσης λεπτὰ ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι; αὐτὸς ἐμοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίμωξεν, ἔλυσεν ἂν τὸν αὐχμὸν, οὐκ ἂν ὑπεύθυνος ἦν τοῖς αὐτοῖς· προσκρούει ἴσως καὶ αὐτὸς τῷ Θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος εὖ ποιεῖν, καὶ μὴ σφόδρα περίεργον εἶναι περὶ τὸν εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγμονῆσαι, ἐδίστασεν ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰμ, εἰ ἤθελε πολυπραγμονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέλους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβολογούμενον ἐπιτυχεῖν ἁγίου ποτὲ, ἀλλ' ὁ τοιοῦτος μάλιστα ἐμπίπτει εἰς ἐπιθέτας. Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν ἑαυτῷ σχῆμα, κἂν μέλλῃ διαπτύεσθαι· ὁ δὲ ἐπιθέτης, ἅτε τέχνην τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νομιζομένους εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐμπεσεῖται πολλάκις. Διὸ, παρακαλῶ, ἐν ἁπλότητι πάντα πράττωμεν. Θῶμεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών· οὐκ ἐκελεύθης ταῦτα περιεργάζεσθαι. Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν κτεινόμενον μὴ φείσῃ· καίτοι οἱ πλείους τῶν ἀναιρουμένων ἐπὶ κακοῖς ἁλισκόμενοι τοῦτο ὑπομένουσιν, ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅμοιοι ἐσόμεθα τῷ Θεῷ, οὕτω θαυμασθησόμεθα, καὶ τῶν ἀθανάτων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἑξῆς.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).