In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
10.0.1
Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε ἐν Κυρίῳ· τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομὴ, οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ καυχώμενοι ἐν Χριστῷ Ἰησοῦ, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες.
10.1.1
Αἱ ἀθυμίαι καὶ αἱ φροντίδες, ὅταν πέρα τοῦ μέτρου τὴν ψυχὴν κατατείνωσι, τῆς οἰκείας αὐτὴν ἀποστεροῦσιν ἰσχύος. Διὰ τοῦτο καὶ ὁ Παῦλος τοὺς Φιλιππησίους ἐν πολλῇ ὄντας ἀθυμίᾳ ἀνίστησιν. Ἦσαν δὲ ἐν ἀθυμίᾳ διὰ τὸ μὴ γινώσκειν πῶς τὰ κατὰ Παῦλον· ἦσαν ἐν ἀθυμίᾳ διὰ τὸ νομίζειν αὐτὸν ἤδη τετελευτηκέναι, διὰ τὸ κήρυγμα, διὰ Ἐπαφρόδιτον. Ὑπὲρ δὴ τούτων ἁπάντων πληροφορῶν αὐτοὺς ἐπάγει· Τὸ λοιπὸν, ἀδελφοί μου, χαίρετε. Οὐκ ἔχετε, φησὶ, λοιπὸν ἀθυμίας ὑπόθεσιν· ἔχετε Ἐπαφρόδιτον, δι' ὃν ἠλγεῖτε· ἔχετε Τιμόθεον, ἔρχομαι κἀγὼ, τὸ Εὐαγγέλιον ἐπιδίδωσι. Τί ὑμῖν λείπει λοιπόν; Χαίρετε. Γαλάτας μὲν οὖν τέκνα καλεῖ, τούτους δὲ ἀδελφούς. Ὅταν μὲν γὰρ ἢ διορθοῦσθαί τι βούληται, ἢ φιλοστοργίαν ἐνδείξασθαι, τέκνα καλεῖ· ὅταν δὲ μετὰ πλείονος τιμῆς διαλέγηται, ἀδελφούς. Τὸ λοιπὸν, ἀδελφοί μου, φησὶ, χαίρετε ἐν Κυρίῳ. Καλῶς εἶπεν, Ἐν Κυρίῳ, οὐ κατὰ τὸν κόσμον· οὐκ ἔστι γὰρ χαρῆναι τοῦτο. Αἱ θλίψεις αὗται, φησὶν, αἱ κατὰ Χριστὸν, ἔχουσι χαράν. Τὰ αὐτὰ γράφειν ὑμῖν, ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Βλέπετε τοὺς κύνας. Ὁρᾷς πῶς οὐκ ἐν ἀρχῇ τὴν παραίνεσιν εἰσάγει, ἀλλ' ὅτε αὐτοὺς πολλὰ ἐπῄνεσεν, ὅτε ἐθαύμασε, τότε τοῦτο ποιεῖ, καὶ πάλιν ἐπαινεῖ. Δοκεῖ γὰρ οὗτος φορτικώτερος εἶναι ὁ λόγος· ὅθεν αὐτὸν πάντοθεν συσκιάζει. Τίνας δέ φησι κύνας; Ἐνταῦθα ἦσάν τινες, οὓς ἐν πάσαις ταῖς ἐπιστολαῖςαἰνίττεται, Ἰουδαῖοι μιαροὶ καὶ κατάπτυστοι, αἰσχροκερδεῖς καὶ φίλαρχοι, οἳ βουλόμενοι τῶν πιστῶν πολλοὺς παρασπάσαι, ἐκήρυττον καὶ τὸν Χριστιανισμὸν, καὶ τὸν Ἰουδαϊσμὸν, παραφθείροντες τὸ Εὐαγγέλιον. Ἐπεὶ οὖν ἦσαν δυσδιάγνωστοι, διὰ τοῦτό φησι· Βλέπετε τοὺς κύνας. Οὐκέτι τέκνα Ἰουδαῖοι. Ποτὲ οἱ ἐθνικοὶ τοῦτο ἐκαλοῦντο, νῦν δὲ ἐκεῖνοι. Διὰ τί; Ὅτι ὥσπερ οἱ ἐθνικοὶ καὶ τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ ἀλλότριοι ἦσαν, οὕτω καὶ οὗτοι γεγόνασι νῦν, καὶ τὸ ἀναιδὲς αὐτῶν καὶ τὸ ἰταμὸν ἐντεῦθεν παρίστησι, καὶ τὴν πολλὴν πρὸς τέκνα διάστασιν. Ὅτι γὰρ οἱ ἐθνικοί ποτε κύνες ἐκαλοῦντο, ἄκουσον τῆς Χαναναίας, τί φησι· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Ἵνα δὲ μηδὲ τοῦτο ἔχωσιν, ἐπειδὴ καὶ κύνες εἰσὶν ἐπιτραπέζιοι, ἐπάγει, ὅθεν αὐτοὺς καὶ ἀλλοτριοῖ, λέγων, Βλέπετε τοὺς κακοὺς ἐργάτας. Καὶ θαυμαστῶς εἶπε, Βλέπετε τοὺς κακοὺς ἐργάτας· ἐργάζονται μὲν γὰρ, φησὶν, ἀλλ' ἐπὶ κακῷ, καὶ ἀργίας πολλῷ χεῖρον ἔργον, ἀνασπῶντες τὰ καλῶς κείμενα. Βλέπετε, φησὶ, τὴν κατατομήν. Σεμνὸν ἦν παρὰ Ἰουδαίοις τὸ τῆς περιτομῆς, ὅπου γε καὶ ὁ νόμος αὐτῇ ὑπεξίστατο, καὶ τὸ σάββατον ἦν εὐτελέστερον αὐτῆς. Ἵνα μὲν γὰρ περιτομὴ γένηται, ἐλύετο σάββατον· ἵνα δὲ σάββατον φυλαχθῇ, οὐδέποτε ἐλύετο ἡ περιτομή. Καὶ θέα μοι τὴν τοῦ Θεοῦ οἰκονομίαν· αὕτη ἡ τοῦ σαββάτου αἰδεσιμωτέρα, εὑρίσκεται ἔν τισι χρόνοις [μὴ] παραλειφθεῖσα. Ὅταν οὖν αὐτὴ λύηται, πολλῷ μᾶλλον τὸ σάββατον. Διὰ τοῦτο τὸ ὄνομα αὐτῆς ὁ Παῦλος κατατέμνει, καί φησι· Βλέπετε τὴν κατατομήν. Καὶ οὐκ εἶπεν, ὅτι κακὸν ἡ περιτομὴ, περιττὸν ἡ περιτομὴ, ἵνα μὴ πλήξῃ τοὺς ἄνδρας, ἀλλὰσοφώτερον αὐτὸ οἰκονομεῖ, τοῦ μὲν πράγματος ἀπάγων, τῷ δὲ ῥήματι χαριζόμενος, μᾶλλον δὲ καὶ τῷ πράγματι σπουδαιότερον. Ἀλλ' οὐκ ἐπὶ Γαλατῶν οὕτως. Ἐπειδὴ γὰρ πολλὴ νόσος ἦν ἐκεῖ, γυμνῇ τῇ κεφαλῇ λοιπὸν μετὰ πολλῆς τῆς αὐθεντίας ἐπάγει τὴν τομήν· ἐνταῦθα δὲ, ἐπειδὴ οὐδὲν τοιοῦτον εἰργάσαντο, αὐτοῖς χαρίζεται τὴν ἀπὸ τῆς προσηγορίας ἡδονήν· κἀκείνους ἐκβάλλει, καὶ τούτους, καί φησι· Βλέπετε τὴν κατατομήν. Ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Πῶς; Οἱ πνεύματι Θεῷ λατρεύοντες, καὶ οὐκ ἐν σαρκὶ πεποιθότες. Οὐκ εἶπεν, ὅτι δοκιμάζομεν ἐκείνην τὴν περιτομὴν, καὶ ταύτην, τίς ἐστιν ἀμείνων, ἀλλ' οὐδὲ τοῦ ὀνόματος αὐτῇ μετέδωκεν· ἀλλὰ τί φησιν; Ἡ περιτομὴ ἐκείνη κατατομή ἐστι. Διὰ τί; Οὐδὲν γὰρ ἄλλο ποιοῦσιν, ἢ τὴν σάρκα κατατέμνουσιν. Ὅταν γὰρ μὴ ᾖ νόμιμον τὸ γινόμενον, οὐδὲν ἄλλο ἢ σαρκὸς τομή ἐστι καὶ κατατομή. Ἢ οὖν διὰ τοῦτο οὕτως αὐτὴν εἶπεν, ἢ ὅτι τὴν Ἐκκλησίαν ἐπειρῶντο κατατέμνειν. Καὶ ἡμεῖς δὲ κατατομὴν λέγομεν ἐπὶ τῶν εἰκῆ καὶ ἁπλῶς καὶ ἄνευ τέχνης τοῦτο ποιούντων. Εἰ γὰρ δεῖ περιτομὴν ζητῆσαι, φησὶ, παρ' ἡμῖν ταύτην ἂν εὑρήσετε. Οἱ πνεύματι Θεῷ λατρεύοντες· τουτέστιν, οἱ πνευματικῶς λατρεύοντες.
10.2.1
Εἰπὲ γάρ μοι, τί βέλτιον, ψυχὴ ἢ σῶμα; Δῆλον ὅτι ψυχή. Οὐκοῦν καὶ ἡ περιτομὴ ἐκείνη οὐ βελτίων, ἀλλ' αὕτη μόνη ἐστὶ περιτομή. Ἕως μὲν γὰρ ὁ τύπος εἱστήκει, εἰκότως κατὰ σύγκρισιν προῆγε, Τὸ περιτετμῆσθαι, γράφων, τὴν ἀκροβυστίαν τῆς καρδίας ὑμῶν. Οὕτω καὶ ἐν τῇ πρὸς Ῥωμαίους Ἐπιστολῇ ἀναιρεῖ αὐτὴν, λέγων· Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι. Λοιπὸν δὲ καὶ τοῦ ὀνόματος αὐτὴν ἀποστερεῖ, Οὐδὲ ἔστι περιτομὴ, φησί. Καὶ γὰρ ὁ τύπος, ἕως ἂν μέλλῃ ἔρχεσθαι ἡ ἀλήθεια, καλεῖται τοῦτο· ἐπειδὰν δὲ ἔλθῃ ἡ ἀλήθεια, οὐκέτι καλεῖται. Οἷον ἐπὶ σκιαγραφίας· ὑπέγραφέ τις βασιλέα σκιαγραφῶν· ἕως ἂν οὐκ ἐπάγηται τὰ ἄνθη, οὐ λέγεται βασιλεύς· ἐπειδὰν δὲ ἐπιτεθῇ, κρύπτεται μὲν τῇ ἀληθείᾳ ὁ τύπος, καὶ οὐ φαίνεται· τότε δὲ καὶ λέγομεν, Ἰδοὺ ὁ βασιλεύς. Καὶ οὐκ εἶπεν, Ἐν ἡμῖν γάρ ἐστιν ἡ περιτομὴ, ἀλλ', Ἡμεῖς ἐσμεν· εἰκότως. Τοῦτο γάρ ἐστιν ἄνθρωπος, ἡ περιτομὴ ἡ ἐνάρετος, τοῦτό ἐστιν ἀληθῶς ἄνθρωπος. Ἐν ἐκείνοις δὲ οὐκ εἶπεν οὕτως, ἀλλὰ, Βλέπετε τὴν κατατομήν· αὐτοὶ γὰρ λοιπὸν ἐν ἀπωλείᾳ ἦσαν καὶ κακίᾳ. Εἶτα δηλῶν ὅτι οὐκέτι ἐν σώματι γίνεται ἡ περιτομὴ, ἀλλ' ἐν καρδίᾳ, φησί· Καὶ οὐκ ἐν σαρκὶ πεποιθότες, καίπερ ἐγὼ ἔχων πεποίθησιν, καὶ ἐν σαρκί. Τί λέγει ἐνταῦθα Πεποίθησιν, καὶ Ἐν σαρκί; Καύχησιν, παῤῥησίαν, σεμνολόγημα· καὶ καλῶς τοῦτο προσέθηκεν. Εἰ μὲν γὰρ ἐξ ἐθνῶν ὢν κατηγόρει τῆς περιτομῆς, οὐ τῆς περιτομῆς δὲ μόνον, ἀλλὰ καὶ τῶν ἀκαίρως αὐτὴν μεταχειριζόντων, ἔδοξεν ἂν, ὡς ἀπεστερημένος τῆς τοῦ Ἰουδαϊσμοῦ εὐγενείας, κατατρέχειν αὐτῆς, ὡς οὐκεἰδὼς τὰ σεμνὰ, οὐδὲ μετεσχηκὼς αὐτῶν· νῦν δὲ ὁ μετασχὼν καὶ κατηγορῶν, οὐ διὰ τοῦτο κατηγορεῖ, ὡς οὐ μετασχὼν, ἀλλ' ὡς κατεγνωκὼς, οὐ δι' ἄγνοιαν, ἀλλὰ δι' ἐπίγνωσιν μάλιστα. Ὅρα οὖν τί φησι καὶ ἐν τῇ πρὸς Γαλάτας, ἐμπεσὼν εἰς ἀνάγκην τοῦ μεγάλα περὶ ἑαυτοῦ εἰπεῖν, πῶς καὶ οὕτω καὶ ταπεινοφροσύνην ἐνδείκνυται· Ἠκούσατε γὰρ, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ· καὶ πάλιν ἐνταῦθα, Εἴ τις δοκεῖ ἄλλος πεποιθέναι ἐν σαρκὶ, ἐγὼ μᾶλλον· καὶ εὐθέως ἐπήγαγεν· Ἑβραῖος ἐξ Ἑβραίων. Οὐκ εἶπε τοῦτο προηγουμένως, ἀλλὰ μετὰ τὸ εἰπεῖν, Εἴ τις ἄλλος, δεικνὺς τὴν ἀνάγκην, δεικνὺς ὅτι δι' ἐκείνους ἔλεγεν. Εἰ πεποίθατε, φησὶ, κἀγὼ μᾶλλον. Τοῦτο νῦν λέγω, ἐπεὶ ἐσιώπων. Καὶ ὅρα τὸ ἀνεπαχθὲς τῶν ἐλέγχων· τὸ γὰρ μὴ ὀνομαστὶ τοῦτο ποιεῖν, κἀκείνοις ἐδίδου χώραν ἀναδραμεῖν. Εἴ τις δοκεῖ πεποιθέναι. Καὶ καλῶς εἶπε, Δοκεῖ, ἢ ὡς οὐκ ἐχόντων τοσαύτην πεποίθησιν, ἢ ὡς τῆς πεποιθήσεως ἐκείνης οὐκ ὄντως πεποιθήσεως οὔσης· πάντα γὰρ ἀνάγκης ἦν, οὐ προαιρέσεως. Περιτομὴ ὀκταήμερος. Καὶ πρῶτον τίθησιν ὃ μάλιστα ηὔχουν, τὸ τῆς περιτομῆς· εἶτα, Ἐκ γένους Ἰσραήλ. Τὰ ἀμφότερα ἔδειξεν, ὅτι οὐ προσήλυτος, οὔτε ἐκ προσηλύτων. Ἀπὸ μὲν γὰρ τοῦ ὀκταήμερος περιτμηθῆναι, οὐχὶ προσήλυτος· ἀπὸ δὲ τοῦ, Ἐκ γένους Ἰσραὴλ, οὐδὲ προσηλύτων γονέων. Ἀλλ' ἵνα μὴ νομίσῃς, ὅτι, Ἐκ γένους Ἰσραὴλ, ἐκ τῶν δέκα φυλῶν, φησὶ, Φυλῆς Βενιαμίν· ὥστε τοῦ δοκιμωτέρου μέρους· τὰ γὰρ τῶν ἱερέων ἐν τῷ κλήρῳ ταύτης ἦν τῆς φυλῆς. Ἑβραῖος ἐξ Ἑβραίων. Ἐντεῦθεν δείκνυσιν, ὅτι οὐχὶ προσήλυτος, ἀλλ' ἄνωθεν τῶν εὐδοκίμων Ἰουδαίων. Ἐνῆν μὲν γὰρ εἶναι τοῦ Ἰσραὴλ, ἀλλ' οὐκ Ἑβραῖον ἐξ Ἑβραίων. Πολλοὶ γὰρ καὶ διέφθειρον ἤδη τὸ πρᾶγμα, καὶ τῆς γλώσσης ἦσαν ἀμύητοι, ἑτέροις μιγνύμενοι ἔθνεσιν. Ἢ τοῦτο οὖν, ἢ τὴν πολλὴν εὐγένειαν δείκνυσιν ἐντεῦθεν. Κατὰ νόμον Φαρισαῖος. Ἔρχεται λοιπὸν εἰς τὰ τῆς αὑτοῦ προαιρέσεως· ἐκεῖνα γὰρ πάντα ἀπροαίρετα. Καὶ γὰρ τὸ περιτμηθῆναι οὐκ αὐτοῦ, καὶ τὸ, Ἐκ γένους Ἰσραὴλ, καὶ τὸ, Ἐκ φυλῆς Βενιαμίν· ὥστε καὶ ἐκ τούτων μᾶλλον πλεονεκτεῖ, εἰ καὶ τὰ μάλιστα ἐκοινώνουν αὐτῷ πολλοί. Ποῦ οὖν τὸ, Μᾶλλον; Μάλιστα μὲν καὶ ἐν τούτῳ τῷ μὴ προσήλυτον εἶναι, καὶ τῷ ἐκ τῆς δοκιμωτάτης φυλῆς, καὶ τῷ ἄνωθεν ἐκ προγόνων, ἅπερ οὐ πολλοὶ εἶχον· ἀλλ', ἐπειδὴ πάντα ἀπροαίρετα, ἔρχεται εἰς τὰ τῆς προαιρέσεως, ὅπου τὸ, Μᾶλλον, ἐστί. Κατὰ νόμον Φαρισαῖος, κατὰ ζῆλον διώκων τὴν Ἐκκλησίαν. Τοῦτό φησι, διότι οὐκ ἀρκεῖ δεῖξαι τὸ, Μᾶλλον, μόνον ἐκεῖνο· ἔστι γὰρ καὶ Φαρισαῖον εἶναι, καὶ μὴ σφόδρα ζηλωτήν. Κατὰ δικαιοσύνην. Ἐπειδὴ ἔνι ῥιψοκίνδυνον εἶναι, ἢ φιλαρχίας ἕνεκεν τοῦτο ποιεῖν, ἀλλ' οὐ τῷ νόμῳ ζηλοῦντα, ὅπερ ἐποίουν οἱ ἀρχιερεῖς. Ἀλλ' αὐτὸς οὐ τοιοῦτος· ἀλλὰ, Κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενος ἄμεμπτος. Εἰ τοίνυν καὶ εὐγενείας ἕνεκεν, καὶ προθυμίας, καὶ τρόπου, καὶ βίου πάντων ἐκράτουν, τίνος ἕνεκεν τὰ σεμνὰ ἐκεῖνα εἴασα, φησὶν, ἀλλ' ἢ διὰ τὸ μείζονα εὑρεῖν τὰ τοῦ Χριστοῦ, καὶ πολλῷ μείζονα; Διὸ ἐπήγαγενἈλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν.
10.3.1
Παῦλος μὲν πολιτείαν οὕτως ἠκριβωμένην, ἐκ πρώτης ἡλικίας ἀρξαμένην, τοσαύτην εὐγένειαν, τοσούτους κινδύνους, τοσαύτας ἐπιβουλὰς, πόνους, σπουδὴν ἔῤῥιψε, καὶ ζημίαν ἡγήσατο, πρότερον ὄντα κέρδη, ἵνα Χριστὸν κερδήσῃ· ἡμεῖς δὲ οὐδὲ χρημάτων καταφρονοῦμεν, ἵνα Χριστὸν κερδήσωμεν, ἀλλ' αἱρούμεθα μᾶλλον ἐκπεσεῖν τῆς μελλούσης ζωῆς, ἢ τῶν παρόντων πραγμάτων· καίτοι γε οὐδὲν ἄλλο τοῦτό ἐστιν, ἢ ζημία. Εἰπὲ γάρ μοι, καθ' ἕκαστον ἐξετάσωμεν τῶν τοῦ πλούτου πραγμάτων, εἰ μὴ ζημία τίς ἐστι, πόνον μὲν ἄφατον ἔχουσα, κέρδος δὲ οὐδέν. Τί γὰρ, εἰπέ μοι, τὸ ὄφελος ἀπὸ τῶν πολλῶν τῶν ἱματίων καὶ πολυτελῶν; τί καρπούμεθα κέρδος, ὅταν αὐτὰ ὦμεν περικείμενοι; Οὐδὲν, ἀλλ' ἢ ζημιούμεθα μόνον. Πῶς; Ὅτι καὶ ὁ πένης εὐτελὲς καὶ ἐκτετριμμένον φορῶν, ἐν τῷ θάλπει οὐδὲν σοῦ χεῖρον φέρει τὸ καῦμα μᾶλλον δὲ ἐκεῖνος εὐκολώτερον· τὰ γὰρ ἐκτετριμμένα τῶν ἱματίων καὶ μόνα περικείμενα, μᾶλλον ἀνίησι τὸ σῶμα· τὰ δὲ νεοκατασκεύαστα, κἂν ἀράχνης ᾖ λεπτότερα, οὐχ ὁμοίως. Καὶ σὺ μὲν διὰ τὸν τῦφον τὸν περιττὸν καὶ χιτωνίσκους δύο, καὶ τρεῖς, πολλάκις καὶ χλανίδα καὶ ζώνην, καὶ ἀναξυρίδας ἔχεις· ἐκείνῳ δὲ οὐδεὶς ἐγκαλεῖ ἕνα περικειμένῳ χιτωνίσκον μόνον· ὥστε εὐκολώτερον φέρει τὸ καῦμα. Ἀπὸ τούτου τοὺς μὲν πλουτοῦντας ὁρῶμεν ἱδροῦντας, τοὺς δὲ πένητας οὐδὲν τούτων πάσχοντας. Ὅταν οὖν αὐτῷ τὴν αὐτὴν, ἢ καὶ κρείττονα παρέχηται χρείαν τὰ εὐτελῆ ἱμάτια καὶ τοῦ μηδενὸς πωλούμενα, ἐκεῖνα δὲ τὰ πολὺ καταβάλλειν ἀναγκάζοντα χρυσίον τὸ αὐτὸ ποιῇ, οὐχὶ ζημία τὸ πολὺ περιττόν; Οὐδὲν γὰρ πλέον εἰσήνεγκε κατὰ τὸν τῆς χρείας λόγον καὶ τῆς διακονίας, ἀλλὰ πλέον μὲν χρυσίον κεκένωταί σοι, τὴν αὐτὴν δὲ χρείαν καὶ ὑπηρεσίαν ἔχει· σὺ μὲν ὁ πλουτῶν ἠγόρασας χρυσίων ἑκατὸν τυχὸν, ἢ καὶ πλειόνων, ὁ δὲ πένης ἀργυρίου ὀλίγου. Εἶδες τὴν ζημίαν; Ἀλλ' ὁ τῦφος οὐκ ἀφίησιν ἰδεῖν. Βούλει καὶ ἐπὶ τῶν χρυσίων, ὧν καὶ τοῖς ἵπποις καὶ ταῖς γυναιξὶ περιτιθέασι, τοῦτον ἐξετάσωμεν τὸν λόγον; Μετὰ γὰρ τῶν ἄλλων καὶ ἀνοήτους ποιεῖ τὸ πλουτεῖν. Τῆς γὰρ αὐτῆς τιμῆς τάς τε γυναῖκας ἀξιοῦσι καὶ τοὺς ἵππους, καὶ εἷς ὁ καλλωπισμὸς ἀμφοτέρων· καὶ ἀπὸ τῶν αὐτῶν βούλονται φαίνεσθαι λαμπρότεραι, ἀφ' ὧν καὶ τὰ ζεύγη, ἀφ' ὧν καὶ τὰ δέρματα τῶν παραπετασμάτων, ἔνθα φέρονται. Εἰπὲ, τί τὸ κέρδος, ἡμίονον ἢ ἵππον τῷ χρυσῷ κατακοσμεῖσθαι; ἡ δὲ γυνὴ τοσοῦτον ὄγκον χρυσίου περικειμένη καὶ λίθων, τί τὸ πλέον ἔχει; Ἀλλ' οὐκ ἐκτρίβεται τὰ χρυσία, φησί. Μάλιστα μὲν καὶ τοῦτο πάσχειν φασὶν οἱ περὶ ταῦτα δεινοὶ, ὅτι ἐν βαλανείοις καὶ πολλαχοῦ καὶ λίθοι καὶ χρυσία πολὺ τῆς τιμῆς ἀποτίθεται πλὴν ἀλλ' ἔστω τοῦτο, καὶ μηδὲν βλαπτέσθω· τί τὸ κέρδος, εἰπέ μοι; τί δέ; ὅταν ἐκπέσῃ καὶ ἀπόληται, οὐχὶ ζημία; τί δέ; ὅταν φθόνον ἐπισπάσηται καὶ ἐπιβουλὴν, οὐχὶ ζημία; Ὅταν γὰρὠφελῇ μὲν μηδὲν τὴν περικειμένην, ἐκκαίῃ δὲ τοὺς τῶν φθονερῶν ὀφθαλμοὺς, καὶ τοὺς λῃστὰς διεγείρῃ μᾶλλον, οὐχὶ ζημία γίνεται; Τί δὲ, εἰπέ μοι; ὅταν ἐξὸν τῷ ἀνδρὶ χρήσασθαι τούτοις εἰς πρᾶγμα κέρδος φέρον, μὴ δύνηται δὲ διὰ τὴν τῆς γυναικὸς πολυτέλειαν, ἀλλ' ἀναγκάζηται λιμώττειν καὶ στενοχωρεῖσθαι, κἀκείνην ὁρᾷν χρυσοφοροῦσαν, οὐχὶ ζημία τὸ πρᾶγμα; Χρήματα γὰρ διὰ τοῦτο εἴρηται, οὐχ ἵνα οὕτω χρώμεθα αὐτοῖς, καθάπερ αἱ προθῆκαι τῶν χρυσοχόων, ἀλλ' ἵνα ἐργαζώμεθά τι καλὸν ἐν αὐτοῖς. Ὅταν οὖν ὁ τοῦ χρυσοῦ πόθος μὴ ἀφῇ, οὐχὶ ζημία ἐστὶ τὸ πᾶν; Ὁ γὰρ μὴ τολμῶν αὐτοῖς χρήσασθαι ὥσπερ ἀλλοτρίοις, οὐ κέχρηται, καὶ οὐκ ἔστι χρῆσις οὐδαμοῦ. Τί δὲ, ὅταν οἰκίας οἰκοδομῶμεν λαμπρὰς καὶ μεγάλας, καὶ κίοσι καὶ μαρμάροις καὶ στοαῖς καὶ περιπάτοις ταύτας κατακοσμῶμεν, εἴδωλα πανταχοῦ καὶ ξόανα ἱστῶντες; Πολλοὶ μὲν οὖν ἀπὸ τούτων καὶ δαίμονας καλοῦσι· πλὴν ἀλλὰ μὴ ταῦτα ἐξετάσωμεν. Τί βούλεται καὶ ὁ χρυσοῦς ὄροφος; οὐχὶ τὴν αὐτὴν τῷ μετὰ συμμετρίας οἰκίαν ἔχοντι παρέχεται τὴν χρῆσιν; Ἀλλ' ἔχει, φησὶ, τέρψιν πολλήν. Ἀλλὰ μέχρις ἡμέρας μιᾶς καὶ δευτέρας, λοιπὸν δὲ οὐκέτι. Εἰ γὰρ ὁ ἥλιος ἡμᾶς οὐκ ἐκπλήττει διὰ τὸ ἐν συνηθείᾳ εἶναι, πολλῷ μᾶλλον τὰ ἔργα τῆς τέχνης· ἀλλ' ὁμοίως τοῖς πηλίνοις, αὐτοῖς προσέχομεν. Τί γὰρ, εἰπέ μοι, εἰς ἀρίστην οἴκησιν κιόνων πλῆθος καὶ ξοάνων κάλλη καὶ χρυσὸς τοῖς τοίχοις διεσπαρμένος συμβάλλεται; Οὐδὲν, ἀλλὰ βλακείας καὶ ὕβρεως καὶ τύφου περιττοῦ καὶ ἀνοίας ἐστί. Πανταχοῦ δὲ ἡμᾶς τῶν ἀναγκαίων εἶναι χρὴ καὶ τῶν ἐν χρείᾳ, οὐ τῶν περιττῶν.
10.4.1
Ὁρᾷς ὅτι ζημία τὸ πρᾶγμα; ὁρᾷς ὅτι περιττὸν καὶ ἀνόνητόν ἐστιν; Εἰ γὰρ μήτε χρείαν παρέχει πλείονα, μήτε τέρψιν (προσκορὴς γὰρ τῷ χρόνῳ γίνεται), οὐδὲν ἕτερόν ἐστιν ἢ ζημία. Ἀλλ' οὐκ ἀφίησι τοῦτο ὁρᾷν ἡ κενοδοξία κωλύουσα. Εἶτα ὁ μὲν Παῦλος ἅπερ ἐνόμιζεν εἶναι κέρδη, ταῦτα εἴασεν· ἡμεῖς δὲ οὐδὲ τὴν ζημίαν ἀφῶμεν διὰ τὸν Χριστόν; Μέχρι πότε τῇ γῇ προσηλώμεθα; μέχρι τίνος οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν; Οὐχ ὁρᾶτε τοὺς γεγηρακότας, πῶς οὐδεμίαν τῶν παρελθόντων ἔχουσιν αἴσθησιν; οὐχ ὁρᾶτε τοὺς τελευτῶντας, τοὺς ἐν γήρᾳ, τοὺς ἐν νεότητι; οὐχ ὁρᾶτε τοὺς ἐν τῷ ζῇν ἀπεστερημένους αὐτῶν; Τί τοῖς ἀστάτοις προστετήκαμεν; τί προσδεδέμεθα τοῖς ἀβεβαίοις; μέχρι τίνος οὐκ ἀντιλαμβανόμεθα τῶν μενόντων; Τί οὐκ ἂν ἔδωκαν οἱ γέροντες, εἴ γε ἐνῆν ἀποξέσαι τὸ γῆρας; Εἶτα πόσης οὐκ ἔστιν ἀλογίας, βούλεσθαι μὲν ἐπὶ τὴν νεότητα τὴν προτέραν ἐπανελθεῖν, καὶ πάντα εὐκόλως ἂν ὑπὲρ τούτου δοῦναι, ὥστε γενέσθαι νεώτερον, παρὸν δὲ νεότητα λαβεῖν οὐδέποτε γῆρας ἔχουσαν καὶ νεότητα μετὰ πλούτου πολλοῦ πολὺ πνευματικωτέραν, μηδὲ μικρὸν βούλεσθαι προέσθαι, ἀλλὰ κατέχειν τὰ μηδὲν εἰς τὸ παρὸν ὠφελοῦντα; Θανάτου σε ἐξελέσθαι οὐ δύναται, νόσονἀπελάσαι οὐκ ἰσχύει, γῆρας κωλῦσαι, οὐδὲν τούτων τῶν ἀναγκαίων καὶ κατὰ τὸν τῆς φύσεως νόμον παραγινομένων· καὶ ἔτι αὐτῶν ἔχῃ; Τί τὸ κέρδος, εἰπέ μοι; Ἐντεῦθεν μέθη, γαστριμαργία, ἡδοναὶ ἄτοποι καὶ παντοδαπαὶ, πικρῶν δεσποτῶν μᾶλλον ἡμᾶς κατατείνουσαι. Ταῦτα ἀπὸ τοῦ πλούτου κερδαίνειν ἔστι μόνον, ἕτερον δὲ οὐδὲν, ἐπειδὴ οὐ βουλόμεθα· ἐπεὶ εἴ γε ἠθέλομεν, τὸν οὐρανὸν ἂν αὐτὸν ἐκληρονομήσαμεν ἀπὸ πλούτου. Οὐκοῦν καλὸν ὁ πλοῦτος, φησίν. Οὐχ ὁ πλοῦτος τοῦτο ποιεῖ, ἀλλ' ἡ τοῦ κεκτημένου προαίρεσις· ὅτι γὰρ προαίρεσις τοῦτο ποιεῖ, σκόπει ἐντεῦθεν· ἔνεστι καὶ τὸν πένητα κατακληρονομῆσαι τὸν οὐρανόν. Ὅπερ γὰρ πολλάκις εἶπον οὐ τῷ μέτρῳ τῶν διδομένων ὁ Θεὸς προσέχει, ἀλλὰ τῇ προαιρέσει τῶν παρεχόντων. Ἔνεστι καὶ ἐν πενίᾳ ὄντα, καὶ ὀλίγα δόντα, τὸ πᾶν ἀπενέγκασθαι. Τὰ γὰρ κατὰ δύναμιν ὁ Θεὸς ἀπαιτεῖ· οὔτε πλοῦτος προξενεῖ τὸν οὐρανὸν, οὔτε πενία τὴν γέενναν, ἀλλ' ἑκάτερα προαίρεσις ἀγαθὴ καὶ μοχθηρά. Ταύτην οὖν διορθώσωμεν, ταύτην ἀνακτησώμεθα, ταύτην ῥυθμίσωμεν, καὶ πάντα ἡμῖν ἔσται εὔκολα. Καθάπερ γὰρ ὁ τεχνίτης, ἄν τε σιδηροῦν, ἄν τε χρυσοῦν σκέπαρνον ἔχῃ, ὁμοίως ἐργάζεται τὰ ξύλα, μᾶλλον δὲ ἐν τῷ σιδηρῷ πλέον· οὕτω καὶ ἐνταῦθα, εὐκολώτερον μᾶλλον διὰ τῆς πενίας ἡ ἀρετὴ κατορθοῦται. Περὶ μὲν γὰρ τοῦ πλούτου φησὶν ὁ Χριστὸς, Εὐκολώτερον κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος εἰσελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Περὶ δὲ τῆς πενίας οὐδὲν τοιοῦτον ἀπεφήνατο, ἀλλὰ καὶ τοὐναντίον· Πώλησον τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο ἀκολούθει μοι, ὡς ἐκ τῆς προαιρέσεως τῆς ἀκολουθήσεως οὔσης.
10.5.1
Μὴ τοίνυν φεύγωμεν τὴν πενίαν, ὡς πονηρόν· βασιλείας γάρ ἐστι πρόξενος· καὶ πάλιν μὴ διώκωμεν τὸν πλοῦτον, ὡς ἀγαθόν· τοὺς γὰρ μὴ προσέχοντας ἀπόλλυσιν· ἀλλὰ πανταχοῦ τὸ ὄμμα πρὸς τὸν Θεὸν ἀνατείνοντες, χρώμεθα εἰς δέον τοῖς ὑπηργμένοις ἡμῖν παρ' αὐτοῦ, καὶ δυνάμει σώματος, καὶ περιουσίᾳ χρημάτων, καὶ τοῖς ἄλλοις ἅπασιν. Ἄτοπον γὰρ ὑπ' αὐτοῦ γενομένους, ἑτέροις ταῦτα παρέχειν χρήσιμα, ἀλλὰ μὴ τῷ πεποιηκότι ἡμᾶς. Ἐποίησέ σοι ὀφθαλμούς· τούτους αὐτῷ πάρεχε χρησίμους, μὴ τῷ διαβόλῳ. Πῶς δὲ αὐτῷ παρέξεις; Τὰ κτίσματα αὐτοῦ θεωρῶν, καὶ δοξάζων αὐτὸν, καὶ ἀπάγων τῆς τῶν γυναικῶν ὄψεως. Ἀλλ' ἐποίησέ σοι χεῖρας; Ταύτας αὐτῷ κέκτησο, μὴ τῷ διαβόλῳ, μὴ εἰς ἁρπαγὰς καὶ πλεονεξίας, ἀλλ' εἰς ἐντολὰς καὶ εὐποιίας, καὶ εἰς εὐχὰς ἐκτενεῖς ἀνατείνων αὐτὰς, εἰς τὸ τοῖς πεπτωκόσιν ὀρέγειν χεῖρα. Ἐποίησέ σοι ὦτα; Ταῦτα αὐτῷ πάρεχε, ἀλλὰ μὴ τοῖς διακεκλασμένοις μέλεσι, μηδὲ ταῖς αἰσχραῖς ἀκοαῖς· Πᾶσα γὰρ διήγησίς σου, φησὶν, ἐν νόμῳ Ὑψίστου ἔστω· καὶ πάλιν, Ἐν πλήθει, φησὶ, πρεσβυτέρων στῆθι, καὶ εἴ τις σοφὸς, αὐτῷ προσκολλήθητι. Ἐποίησέ σοι στόμα; Τοῦτο μηδὲν πραττέτω τῶν μὴ δοκούντων αὐτῷ, ἀλλὰ ψαλμῳδίας, ὕμνους, ᾠδὰς πνευματικὰς ᾀδέτω· Ἵνα δῷ χάριν, φησὶ, τοῖς ἀκούουσιν, εἰς οἰκοδομὴν, καὶ μὴ εἰς καταστροφὴν, εἰς εὐφημίαν, καὶ μὴ εἰς κατηγορίαν, μὴ εἰς ἐπιβουλὰς, ἀλλὰ πᾶν τοὐναντίον. Ἐποίησέ σοι πόδας, οὐχ ἵνα τρέχῃς ἐπὶ κακίαν, ἀλλ' ἐπὶ ἀγαθά· ἐποίησέ σοι γαστέρα, οὐχ ἵνα διαῤῥηγνύῃς αὑτὴν, ἀλλ' ἵνα φιλοσοφῇς· ἔθηκεν ἐπιθυμίαν πρὸς παιδοποιίαν, ἀλλ' οὐ πρὸς πορνείαν, καὶ μοιχείαν· ἔδωκέ σοι νοῦν, οὐχ ἵνα αὐτὸν βλασφημῇς, οὐχ ἵνα λοίδορος ᾖς, ἀλλ' ἵνα εὐφημῇς· ἔδωκε καὶ χρήματα, ἵνα εἰς δέον αὐτοῖς χρώμεθα· καὶ ἰσχὺν, ἵνα καὶ ταύτῃ εἰς δέον ὦμεν κεχρημένοι. Ἐποίησε τέχνας, ἵνα βίος συνεστήκῃ, οὐχ ἵνα τῶν πνευματικῶν ἀποχωρίσωμεν ἑαυτοὺς, οὐχ ἵνα ταῖς βαναύσοις προσέχωμεν τέχναις, ἀλλὰ ταῖς ἀναγκαίαις· ἵνα ἀλλήλοις ὑπηρετῶμεν, οὐχ ἵνα ἀλλήλοις ἐπιβουλεύωμεν. Ἔδωκεν ὄροφον, ἵνα στέγῃ τὸν ὑετὸν τοσοῦτον μόνον, οὐχ ἵνα καλλωπίζηται οὗτος μὲν τῷ χρυσῷ, ὁ δὲ πένης διαφθείρηται τῷ λιμῷ· ἔδωκεν ἱμάτια, ἵνα σκεπώμεθα, οὐχ ἵνα ἐπιδεικνυώμεθα, οὐχ ἵνα ταῦτα μὲν ᾖ πολὺ ἔχοντα χρυσίον, ὁ δὲ Χριστὸς γυμνὸς ἀπολλύηται· ἔδωκε στέγην, οὐχ ἵνα μόνος ἔχῃς, ἀλλ' ἵνα καὶ ἄλλοις παρέχῃς· ἔδωκε γῆν, οὐχ ἵνα σὺ τὸ πλέον αὐτῆς ὑποτεμνόμενος εἰς πόρνας καὶ ὀρχηστὰς καὶ μίμους καὶ αὐλητὰς καὶ κιθαρωδοὺς ἀναλίσκῃς τὰ τοῦ Θεοῦ ἀγαθὰ, ἀλλ' εἰς πεινῶντας καὶ δεομένους. Ἔδωκέ σοι θάλατταν, ἵνα πλέῃς, ἵνα μὴ κάμνῃς ὁδοιπορῶν, οὐχ ἵνα περιεργάζῃ αὐτῆς τὰ βάθη, καὶ λίθους καὶ ὅσα τοιαῦτα ἐκεῖθεν ἀναφέρῃς, οὐδ' ἵνα ἔργον τοῦτο ποιῇ. Τίνος οὖν ἕνεκεν, φησὶν, οἱ λίθοι; Εἰπὲ δή μοι μᾶλλον σὺ, τίνος ἕνεκεν οἱ λίθοι, καὶ πῶς οὕτως εἰσὶν ἐκεῖνοι βαρύτιμοι; ἆρα τῇ δυνάμει; ἆρα τῇ χρήσει; Μᾶλλον μὲν οὖν οἱ μὴ τοιοῦτοι χρήσιμοι. Οἱ μὲν γὰρ κἂν πρὸς οἰκοδομὴν συμβάλλονται, ἐκεῖνοι δὲ πρὸς οὐδέν. Καὶ οὗτοι ἐκείνων ἰσχυρότεροι. Ἀλλ' ἐκεῖνοι, φησὶ, κάλλος ἐργάζονται. Πῶς; ὑπολήψεώς ἐστι τὸ ἔργον. Λευκότεροί εἰσιν; Ἀλλ' οὐκ εἰσὶ μαρμάρου τοῦ σφόδρα λευκοῦ λευκότεροι, ἀλλ' οὐδὲ ἴσοι. Ἀλλ' ἰσχυρότεροι; Ἀλλ' οὐδὲ τοῦτο ἔχοι τις ἂν εἰπεῖν. Ἀλλὰ χρησιμώτεροι; ἀλλὰ μείζους; Ἀλλ' οὐδὲ τοῦτο. Πόθεν οὖν ἐθαυμάσθησαν; Ἀλλ' οὐκ ἄλλοθεν, ἀλλ' ἢ ἀπὸ ὑπολήψεως. Εἰ γὰρ μήτε καλλίους εἰσὶν (εὑρήσομεν γὰρ αὐτῶν περιφανεστέρους καὶ λευκοτέρους), μήτε χρήσιμοι, μήτε ἰσχυρότεροι, πόθεν οὕτως ἐθαυμάσθησαν; οὐχὶ ἀπὸ ὑπολήψεως μόνης; Τίνος οὖν ἕνεκεν ἔδωκεν αὐτούς; Οὐκ αὐτὸς ἔδωκεν, ἀλλὰ σὺ ἐνόμισας μέγα τι εἶναι. Τί οὖν, φησὶν, ὅτι καὶ ἡ Γραφὴ τούτους θαυμάζει; Πρὸς τὴν ὑπόληψιν λοιπὸν διαλέγεται τὴν σήν. Ἐπεὶ καὶ διδάσκαλος παιδίῳ διαλεγόμενος, τὰ αὐτὰ ἐκείνῳ πολλαχοῦ θαυμάζει, ὅταν αὐτὸ βούληται ἐπισπάσασθαι καὶ ὑπαγαγέσθαι. Τί κάλλος ἐπιζητεῖς ἱματίων; Ἱματίῳ σε περίβαλε καὶ ὑποδήμασιν· τούτοις κοσμοῦ, ἐν τούτοις ἀρκοῦ. Ἐπιθυμητὰ ὁ Δαυῒδ ὑπὲρ χρυσίον φησὶ, καὶ λίθον τίμιον πολὺν τὰ κρίματα τοῦ Θεοῦ. Ταῦτα δὲ ποῦ λόγον ἂν ἔχοι; Οὐκ ἔστι ταῦτα, ἀγαπητοὶ, χρήσιμα· εἰ χρήσιμα ἦν, οὐκ ἂν ἐκέλευσεν αὐτῶν καταφρονεῖν· ἀλλὰ πρὸς τὴν ὑπόληψιν τὴνἡμετέραν φθέγγεται ἡ θεία Γραφή. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας. Τίνος οὖν ἕνεκεν ἔδωκε, φησὶ, πορφύραν, καὶ ὅσα τοιαῦτα; Τῆς τοῦ Θεοῦ μεγαλειότητός ἐστιν ἔργον ταῦτα. Καὶ γὰρ καὶ ἀπὸ ἑτέρων τὸν πλοῦτον ἠθέλησεν δεῖξαι τὸν αὑτοῦ· ἐπεὶ καὶ σῖτον ἔδωκε μόνον· σὺ δὲ πολλὰ ἀπὸ τούτου κατασκευάζεις, πλακοῦντας, πέμματα διάφορα καὶ παντοδαπὰ, πολλὴν ἔχοντα τὴν ἡδονήν. Ἄλλως δὲ καὶ ἡ κενοδοξία πάντα ταῦτα ἐφεῦρεν· ἔδοξε γάρ σοι πάντων αὐτὰ προθεῖναι. Ἐπεὶ εἴ τίς σε ἔροιτο ξένος ἀνὴρ ἢ γεωργὸς καὶ ἄπειρος ὢν αὐτῶν, καὶ ἰδών σε θαυμάζοντα εἴποι, Διὰ τί ταῦτα θαυμάζεις; τί ἔχεις εἰπεῖν; Ὅτι καλὸν ἰδεῖν; Ἀλλ' οὐκ ἔστι. Παυσώμεθα τοίνυν τῆς τοιαύτης ὑπολήψεως, καὶ τῶν ὄντως ἀληθινῶν ἀντεχώμεθα. Ταῦτα γὰρ οὐκ ἔστιν, ἀλλ' ἁπλῶς παρέρχεται μόνον ποταμοῦ δίκην παραῤῥέοντα. Διὸ, παρακαλῶ, ἐπὶ τῆς πέτρας ἑαυτοὺς στήσωμεν, ἵνα καὶ τὸ εὐκόλως περιτρέπεσθαι φύγωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.