Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 11 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.0.1
Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώ σεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω, καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Ἰησοῦ Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ.
11.1.1
Τοῖς πρὸς τοὺς αἱρετικοὺς ἀγῶσιν ἀκμαζούσαις χρὴ προσβάλλειν ταῖς διανοίαις καὶ συνεχῶς. Οὕτω γὰρ ἔστι συγχέειν αὐτῶν τὴν παράταξιν, καὶ ἐκ περιουσίας κρατεῖν, μηδεμίαν αὐτοῖς διδόντας σχολὴν ἀναπνεῖν. Διὰ τοῦτο βουλόμενος ὑμᾶς ἀπὸ τῶν Γραφῶν πρὸς τοὺς τοιούτους ἀγῶνας παρεσκευάσθαι, ἵνα καὶ ἐντεῦθεν ἐπιστομίζειν τοὺς ἀντιλέγοντας δύνησθε, ἀπὸ τοῦ τέλους τῆς παρελθούσης διαλέξεως τὴν ἀρχὴν ταύτης τῆς μετὰ χεῖρας ποιοῦμαι. Καὶ τί ἦν ἐκείνης τὸ τέλος, φησί; Καταλέξας πάντα τὰ καυχήματα τὰ Ἰουδαϊκὰ, τὰ ἀπὸ φύσεως, τὰ ἀπὸ προαιρέσεως, ἐπήγαγεν· Ἀλλ' ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι ζημίαν πάντα εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου, δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Ἐπιπηδῶσιν ἐνταῦθα οἱ αἱρετικοί. Καὶ γὰρ καὶ τοῦτο τῆς σοφίας ἐστὶ τοῦ Πνεύματος, ἐλπίδας αὐτοῖς ὑποθέσθαι νίκης, ἵνα καταδέξωνται τὴν μάχην. Εἰ γὰρ φανερῶς εἴρητο, ὅπερ ἐπὶ τῶν ἄλλων ἐποίησαν, ἐποίησαν ἂν καὶ ἐπὶ τούτων· ἐξήλειψαν ἂν τὰ γράμματα, παρῃτήσαντο τὴν Γραφὴν, οὐ δυνάμενοι ὅλως ταύτῃ ἀντιβλέπειν. Ἀλλ' ὅπερ ἐπὶ τῶν ἰχθύων γίνεται, τὸ δυνάμενον αὐτοὺς ἑλεῖν κρύπτεται, ὥστε αὐτοὺς ἐπιδραμεῖν, καὶ οὐ πρόδηλον κεῖται· τοῦτο δὴ καὶ ἐνταῦθα συνέβη, τῷ ζημίαν τὸν νόμον παρὰ Παύλου εἰρῆσθαι. Σκύβαλα εἴρηται ὁ νόμος, φησὶ, ζημία εἴρηται· οὐκ ἐνῆν Χριστὸν κερδᾶναι, εἰ μὴ τοῦτον ἐζημιώθην. Ταῦτα πάντα ἐπεσπάσατο τοὺς αἱρετικοὺς δέξασθαι τὸ χωρίον, νομίζοντας ὑπὲρ αὐτῶν εἶναι· ἐπειδὴ δὲ ἐδέξαντο, τότε αὐτοὺς περιέβαλε τοῖς δικτύοις πάντοθεν. Τί γάρ φασιν ἐπιπηδῶντες ἐκεῖνοι; Ἰδοὺ ζημία ὁ νόμος, ἰδοὺ σκύβαλα εἴρηται. Πῶς οὖν αὐτὸν Θεοῦ λέγετε εἶναι; Αὐτὰ μὲν οὖν ταῦτα ὑπὲρ τοῦ νόμου ἐστί· καὶ πόθεν, ἐκεῖθεν δῆλον. Πρόσχωμεν ἀκριβῶς τοῖς λεγομένοις· οὐκ εἶπε, Ζημία ἐστὶν ὁ νόμος, ἀλλ', Ἥγημαι αὐτὸν ζημίαν· καὶ ὅτε μὲν περὶ κέρδους ἔλεγεν, οὐκ εἶπεν, Ἥγημαι, ἀλλ', Ἦν κέρδος· ὅτε δὲ περὶ ζημίας, εἶπεν, Ἥγημαι, εἰκότως· ἐκεῖνο μὲν γὰρ ἐν φύσει, τοῦτο δὲ λοιπὸν γέγονεν ἀπὸ τῆς ἡμετέρας ὑπολήψεως. Τί οὖν; οὐκ ἔστι, φησὶ, ζημία ὁ νόμος; Ἔστιν· ἀλλὰ διὰ τὸν Χριστόν· ἀλλὰ νῦν κέρδος γέγονεν. Οὐκ ἐνομίζετο κέρδος, εἶπεν, ἀλλὰ ἦν· μονονουχὶ λέγων· Ἐννόησον ὅσον ἦν ἀνθρώπους ἐκτεθηριωμένους τὴν φύσιν, εἰς τὸ τῶν ἀνθρώπων σχῆμα καταστῆσαι. Εἰ μὴ ὁ νόμος ἦν, οὐδ' ἂν ἡ χάρις ἐδόθη. Διὰ τί; Ὅτι καθάπερ τις γέφυρα γέγονεν. Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀπὸ τῆς πολλῆς ταπεινώσεως εἰς τὸ ὕψος ἀνελθεῖν, γέγονε κλῖμαξ. Ἀλλὰ εἰ καὶ τῆς κλίμακος οὐκέτι δέεται ὁ ἀνελθὼν, ἀλλ' οὐ μὴν διὰ τοῦτο αὐτὴν ὑπερορᾷ, ἀλλὰ καὶ χάριν αὐτῇ οἶδεν. Αὕτη γὰρ αὐτὸν εἰς τὸ μηκέτι δεῖσθαι αὐτῆς κατέστησε· καὶ ὅμως ὑπὲρ τούτου αὐτοῦ, ὅτι οὐ δεῖται αὐτῆς, αὐτῇ χάριν ὁμολογεῖν, φησὶ, δίκαιον· οὐ γὰρ ἂν ἀνέβη. Οὕτω καὶ ἐπὶ τοῦ νόμου· ἀνήγαγεν ἡμᾶς εἰς ὕψος· οὐκοῦν κέρδος ἦν· ἀλλὰ λοιπὸν ζημίαν αὐτὸν νομίζομεν. Πῶς; Οὐκ ἐπειδὴ ζημία ἐστὶν, ἀλλ' ἐπειδὴ πολὺ μείζων ἡ χάρις. Ὥσπερ γὰρ ὁ ἐν λιμῷ ὢν πένης, ἕως μὲν ἂν ἔχῃ ἀργύριον, διαφεύγει τὸν λιμόν· ἐπειδὰν δὲ χρυσὸν εὕρῃ, καὶ μὴ ἐξῇ ἀμφότερα κατασχεῖν, ζημίαν ἡγεῖται τὸ ἐκεῖνο κατέχειν, καὶ ἀφεὶς αὐτὸ, λαμβάνει τὸ χρυσίον· ἀφίησι δὲ, οὐκ ἐπειδὴ ζημία τὸ ἀργύριον (οὐ γάρ ἐστι), ἀλλ' ἐπειδὴ οὐκ ἔνι ὁμοῦ τὰ δύο λαβεῖν, ἀλλ' ἀνάγκη τὸ ἓν καταλιπεῖν· οὕτω καὶ ἐνταῦθα. Ζημία οὖν οὐχ ὁ νόμος ἐστὶν, ἀλλὰ τὸ τῷ νόμῳ προσκαθήμενον ἀφίστασθαι τοῦ Χριστοῦ. Ὥστε, ὅταν ἀπάγῃ ἡμᾶς Χριστοῦ, τότε ζημία· ἂν δὲ παραπέμπῃ, οὐκέτι. Διὰ τοῦτό φησι, Ζημία, τουτέστι, διὰ τὸν Χριστόν. Εἰ διὰ τὸν Χριστὸν, οὐ φύσει ζημία. Διὰ τί δὲ οὐκ ἀφίησι τῷ Χριστῷ προσελθεῖν ὁ νόμος; Καὶ μὴν εἰς τοῦτο, φησὶν, ἐδόθη, καὶ πλήρωμα νόμου Χριστὸς, καὶ τέλος νόμου Χριστός. Ἀφίησιν, ἐὰν θέλωμενπείθεσθαι. Ὁ τῷ νόμῳ τοίνυν πειθόμενος, αὐτὸν ἀφίησι τὸν νόμον; Ἀφίησιν, ἐὰν προσέχωμεν· ἂν μέντοι μὴ προσέχωμεν, οὐκ ἀφίησιν. Ἀλλὰ μὲν οὖν καὶ ἥγημαι πάντα ζημίαν εἶναι. Τί λέγω, φησὶ, τοῦτο περὶ τοῦ νόμου; οὐχὶ καλὸν ὁ κόσμος; οὐχὶ καλὸν ἡ παροῦσα ζωή; Ἀλλ' ἐάν με ἀπαγάγῃ τοῦ Χριστοῦ, ζημίαν ταῦτα τίθεμαι. Διὰ τί; Διὰ τὸ ὑπερέχον τῆς γνώσεως Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου μου. Τοῦ γὰρ ἡλίου φανέντος, προσκαθῆσθαι τῷ λύχνῳ ζημία. Ὥστε ἀπὸ τῆς παραβολῆς ἡ ζημία γίνεται, ἀπὸ τοῦ ὑπερέχοντος. Ὁρᾷς ὅτι σύγκρισιν ποιεῖται; Διὰ τὸ ὑπερέχον, φησὶν, οὐ διὰ τὸ ἀλλότριον· τὸ γὰρ ὑπερέχον, τοῦ ὁμογενοῦς ὑπερέχει. Ὥστε ἀφ' ὧν ποιεῖται τὴν κατὰ σύγκρισιν ὑπεροχὴν, ἀπὸ τούτων δείκνυσι τὴν οἰκείωσιν τῆς γνώσεως. Δι' ὃν τὰ πάντα ἐζημιώθην, καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω. Σκύβαλα οὔπω μὲν δῆλον, εἰ περὶ τοῦ νόμου φησὶ τὰ σκύβαλα· εἰκὸς γὰρ αὐτὸν περὶ κοσμικῶν πραγμάτων τοῦτο λέγειν. Εἰπὼν γὰρ, Ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν, Ἀλλὰ μὲν οὖν καὶ ἡγοῦμαι, φησὶ, πάντα ζημίαν. Πάντα εἶπε, καὶ τὰ πάλαι, καὶ τὰ παρόντα. Εἰ δὲ βούλει καὶ τὸν νόμον, οὐδὲ οὕτως ὕβρισται. Τὸ γὰρ σκύβαλον ἀπὸ τοῦ σίτου ἐστὶ, καὶ τὸ ἰσχυρὸν τοῦ σίτου τὸ σκύβαλόν ἐστι, τὸ ἄχυρον λέγω. Ὥστε πρὸ τούτου χρήσιμον τὸ σκύβαλον ἦν· μετὰ γὰρ τοῦ σίτου αὐτὸ ἐκλέγομεν, καὶ εἰ μή τι σκύβαλον ἦν, οὐκ ἂν ὁ σῖτος ἐγένετο. Οὕτω καὶ ἐπὶ τοῦ νόμου.
11.2.1
Ὁρᾷς πῶς πανταχοῦ οὐκ αὐτὸ τοῦτο ζημίαν τὸ πρᾶγμα καλεῖ, ἀλλὰ διὰ τὸν Χριστόν; Ἀλλὰ μὲν οὖν καὶ πάντα ἡγοῦμαι ζημίαν. Διὰ τί; Πάλιν, Διὰ τὸ ὑπερέχον τῆς γνώσεως, δι' ὃν τὰ πάντα ἐζημιώθην. Εἶτα ἐπάγει, Διὸ καὶ ἡγοῦμαι πάντα ζημίαν εἶναι, ἵνα Χριστὸν κερδήσω. Ὁρᾷς πῶς ἐπιλαμβάνεται πάντοθεν τοῦ ἐρείσματος τοῦ Χριστοῦ, καὶ οὐκ ἀφίησιν οὐδαμοῦ γυμνωθῆναι τὸν νόμον, οὐδὲ πληγὴν λαβεῖν, ἀλλὰ περιβάλλει πάντοθεν αὐτόν; Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου. Εἰ ὁ δικαιοσύνην ἔχων, διὰ τὸ μηδὲν αὐτὴν εἶναι, πρὸς ταύτην τὴν δικαιοσύνην ἔδραμεν, οἱ μὴ ἔχοντες πῶς οὐ πολλῷ μᾶλλον ὀφείλουσι προστρέχειν αὐτῷ; Καὶ καλῶς εἶπε, Μὴ ἔχων ἐμὴν δικαιοσύνην, οὐχ ἣν διὰ πόνων καὶ ἱδρώτων ἐκτησάμην, ἀλλὰ ἣν εὗρον ἀπὸ τῆς χάριτος, φησίν. Εἰ τοίνυν ὁ κατορθώσας, ἀπὸ χάριτος σώζεται, πολλῷ μᾶλλον ὑμεῖς. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτοὺς λέγειν, ὅτι μείζων αὕτη ἡ δικαιοσύνη ἡ διὰ πόνων, δείκνυσιν ὅτι σκύβαλον αὕτη ἐστὶ πρὸς ἐκείνην. Οὐ γὰρ ἄν ποτε ἐγὼ κατορθώσας, αὐτὴν ῥίψας ταύτῃ προσέτρεχον. Ποία δέ ἐστιν αὕτη; Ἡ ἀπὸ πίστεως τοῦ Θεοῦ· τουτέστι, καὶ αὕτη παρὰ Θεοῦ δέδοται· Θεοῦ ἐστιν αὕτη ἡ δικαιοσύνη· δῶρόν ἐστιν αὕτη ὁλόκληρον. Τὰ δὲ τοῦ Θεοῦ δῶρα πολλῷ τῷ μέτρῳ ὑπερβαίνει τὴν εὐτέλειαν τῶν κατορθωμάτων τῶν διὰ τῆς ἡμετέρας σπουδῆς γινομένων. Τί δέ ἐστιν ἡ πίστις; Ἐπὶ τῇ πίστει, φησὶ, τοῦ γνῶναι αὐτόν. Ἄρα διὰ πίστεως ἡ γνῶσις, καὶ πίστεως ἄνευ γνῶναι αὐτὸν οὐκ ἔστι. Πῶς δέ; Δι' αὐτῆς δεῖ γνῶναι τὴνδύναμιν τῆς ἀναστάσεως αὐτοῦ· ποῖος γὰρ λογισμὸς τὴν ἀνάστασιν ἡμῖν παραστήσει; Οὐδὲ εἷς, ἀλλὰ πίστις. Εἰ δὲ ἡ ἀνάστασις τοῦ κατὰ σάρκα Χριστοῦ, πίστει γινώσκεται, πῶς ἡ γέννησις τοῦ Θεοῦ Λόγου λογισμοῖς καταλαμβάνεται; τῆς γὰρ γεννήσεως ἐλάττων ἡ ἀνάστασις. Διὰ τί; Ὅτι ἐκείνης μὲν πολλὰ τὰ ὑποδείγματα γέγονε, ταύτης δὲ οὐδὲ ἕν. Νεκροὶ μὲν γὰρ ἀνέστησαν πολλοὶ πρὸ τοῦ Χριστοῦ, εἰ καὶ ἐτελεύτησαν ἀναστάντες· ἀπὸ δὲ παρθένου οὐδεὶς ἐτέχθη ποτέ. Εἰ τοίνυν ὃ καὶ τῆς κατὰ σάρκα γεννήσεως εὐτελέστερον, τοῦτο πίστει δεῖ παραλαμβάνειν, τὸ πολλῷ μεῖζον, καὶ ἀπείρως μεῖζον καὶ ἀσυγκρίτως, πῶς λογισμῷ καταλαμβάνεται; Ταῦτα ποιεῖ τὴν δικαιοσύνην. Τοῦτο γὰρ δεῖ πιστεῦσαι, ὅτι ἐδυνήθη· τὸ δὲ πῶς ἐδυνήθη, οὐκέτι ἔστι παραστῆσαι· ἀπὸ γὰρ πίστεως ἡ κοινωνία τῶν παθημάτων. Πῶς; Εἰ γὰρ μὴ ἐπιστεύομεν, οὐδ' ἂν ἐπάθομεν· εἰ μὴ ἐπιστεύομεν, ὅτι συνυπομένοντες συμβασιλεύσομεν, οὐδ' ἂν ἐπάθομεν τὰ παθήματα. Ἄρα πίστει καὶ ἡ γέννησις καὶ ἡ ἀνάστασις καταλαμβάνεται. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς δεῖ τὴν πίστιν εἶναι, ἀλλὰ δι' ἔργων; Οὗτος γὰρ μάλιστα πιστεύει, ὅτι ἀνέστη Χριστὸς, ὁ παραβόλως ἑαυτὸν τοῖς κινδύνοις ἐκδιδοὺς, ὁ κοινωνῶν αὐτῷ ἐν τοῖς παθήμασι· τῷ γὰρ ἀναστάντι κοινωνεῖ, τῷ ζῶντι. Διὰ τοῦτο ἔλεγε· Καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ τοῦ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ Θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει, τοῦ γνῶναι αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ, καὶ τὴν κοινωνίαν τῶν παθημάτων αὐτοῦ, συμμορφούμενος τῷ θανάτῳ αὐτοῦ, εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τῶν νεκρῶν.– Συμμορφούμενος, φησὶ, τῷ θανάτῳ αὐτοῦ· τουτέστι, κοινωνῶν. Καθάπερ γὰρ ἐκεῖνος ὑπὸ τῶν ἀνθρώπων ἔπαθεν, οὕτω κἀγώ· διὰ τοῦτο εἶπε, Συμμορφούμενος· καὶ ἀλλαχοῦ πάλιν· Ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Τουτέστιν, οἱ διωγμοὶ καὶ τὰ παθήματα ταῦτα, τὴν εἰκόνα δημιουργοῦσιν ἐκείνην τοῦ θανάτου. Οὐ γὰρ τὸ ἑαυτοῦ ἐζήτει, ἀλλὰ τὸ τῶν πολλῶν. Ὥστε καὶ οἱ διωγμοὶ καὶ αἱ θλίψεις καὶ αἱ στενοχωρίαι οὐ μόνον ὑμᾶς οὐκ ὀφείλουσι θορυβεῖν, ἀλλὰ καὶ εὐφραίνειν, ὅτι διὰ τούτων συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ· ὡς ἂν εἰ ἔλεγεν, Ἐξεικονιζόμεθα· ὃ καὶ ἀλλαχοῦ λέγει γράφων, Τὴν νέκρωσιν τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες. Καὶ τοῦτο δὲ ἀπὸ πίστεως πολλῆς γίνεται. Οὐ γὰρ, ὅτι ἀνέστη μόνον, πιστεύομεν, ἀλλ' ὅτι καὶ μετὰ ἀνάστασιν πολλὴν ἔχει τὴν ἰσχύν. Διὰ τοῦτο τὴν αὐτὴν ὁδὸν ὁδεύομεν, ἥνπερ ὥδευσε, τουτέστιν, ἀδελφοὶ γινόμεθα αὐτῷ καὶ κατὰ τοῦτο· ὡς ἂν εἰ ἔλεγε· Χριστοὶ γινόμεθα κατὰ τοῦτο. Βαβαὶ, πόσον τῶν παθῶν τὸ ἀξίωμα! πιστεύομεν ὅτι συμμορφούμεθα τῷ θανάτῳ αὐτοῦ διὰ τῶν παθημάτων. Ὥσπερ γὰρ ἐν τῷ βαπτίσματι Συνετάφημεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, οὕτως ἐνταῦθα τῷ θανάτῳ συμμορφούμεθα αὐτοῦ. Ἐκεῖ εἰκότως εἶπε, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· οὐ γὰρ ὅλον τὸν θάνατον ἀπεθάνομεν· οὐ γὰρ σώματι ἐν σαρκὶ ἀπεθάνομεν, ἀλλ' ἁμαρτίᾳ. Ἐπεὶ οὖν θάνατος καὶ θάνατος λέγεται, ἀλλ' ἐκεῖνος μὲν ἀπέθανε σώματι, ἡμεῖς δὲ ἁμαρτίᾳ, καὶἐκεῖ ὁ ἄνθρωπος ἀπέθανεν, ὃν ἀνέλαβεν αὐτὸς, ὁ ἐν σώματι ἡμῶν, ὧδε ὁ ἄνθρωπος τῆς ἁμαρτίας· διὰ τοῦτο ἐκεῖ μέν φησι, Τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἐνταῦθα δὲ οὐκέτι ὁμοιώματι θανάτου, ἀλλ', αὐτῷ τῷ θανάτῳ.
11.3.1
Παῦλος γὰρ οὐκέτι ἁμαρτίᾳ ἀπέθανεν ἐν τοῖς διωγμοῖς, ἀλλ' αὐτῷ τῷ σώματι· ὥστε τὸν αὐτὸν ὑπέμεινε θάνατον. Εἴ πως καταντήσω, φησὶν, εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τί λέγεις; καὶ μὴν πάντες αὐτῆς τυγχάνουσι· Πάντες μὲν γὰρ οὐ κοιμηθησόμεθα, φησὶ, πάντες δὲ ἀλλαγησόμεθα· καὶ οὐκ ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας πάντες, οἱ μὲν εἰς τιμὴν, οἱ δὲ εἰς ἐφόδιον κολάσεως. Εἰ τοίνυν πάντες τῆς ἀναστάσεως τυγχάνουσι, καὶ οὐ τῆς ἀναστάσεως μόνης, ἀλλὰ καὶ ἀφθαρσίας, πῶς ὡς μέλλων ἐξαιρέτου τινὸς τυγχάνειν ἔλεγες, Εἴ πως καταντήσω; Διὰ τοῦτο ταῦτα πάσχω, φησὶν, Εἴ πως καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν· εἰ γὰρ μὴ ἀπέθανες, οὐκ ἀνίστασο. Τί οὖν ἐστι; Δοκεῖ μέγα τι ἐνταῦθα αἰνίττεσθαι· οὕτω γὰρ μέγα ἦν, ὅτι οὐδὲ ἐθάῤῥησεν ἀποφήνασθαι, ἀλλά φησιν ἁπλῶς, Εἴ πως. Ἐπίστευσα εἰς αὐτὸν καὶ τὴν αὐτοῦ ἀνάστασιν, ἀλλὰ καὶ πάσχω δι' αὐτὸν, ἀλλ' οὔπω δύναμαι θαῤῥῆσαι περὶ τῆς ἀναστάσεως. Ποίαν ἐνταῦθα ἀνάστασίν φησι; Τὴν πρὸς αὐτὸν ἄγουσαν τὸν Χριστόν. Εἶπον ὅτι ἐπίστευσα αὐτῷ καὶ τῇ τῆς ἀναστάσεως αὐτοῦ δυνάμει, καὶ ὅτι κοινωνός εἰμι τῶν παθημάτων αὐτοῦ, καὶ ὅτι συμμορφοῦμαι τῷ θανάτῳ αὐτοῦ· ἀλλ' ὅμως μετὰ ταῦτα πάντα οὔπω θαῤῥῶ· ὅπερ ἀλλαχοῦ λέγει, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· καὶ πάλιν, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι. Οὐχ ὅτι ἤδη ἔλαβον, ἢ ἤδη τετελείωμαι, διώκω δὲ εἰ καὶ καταλάβω, ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Χριστοῦ Ἰησοῦ.– Οὐχ ὅτι ἤδη ἔλαβον. Τί ἐστιν, Ἤδη ἔλαβον; Τὸ βραβεῖόν φησιν. Εἰ δὲ ὁ τοσαῦτα παθὼν, εἰ δὲ ὁ διωκόμενος, εἰ δὲ ὁ τὴν νέκρωσιν ἔχων, οὔπω ἐθάῤῥει περὶ τῆς ἀναστάσεως ἐκείνης, τί ἂν εἴποιμεν ἡμεῖς; Τί ἐστιν, Εἰ καταλάβω; Ὅπερ πρότερον ἔλεγον, Εἰ καταντήσω εἰς τὴν ἐξανάστασιν τὴν ἐκ νεκρῶν. Τὴν αὐτοῦ, φησὶν, ἀνάστασιν εἰ καταλάβω. Τουτέστιν, Ἐὰν δυνηθῶ τοσαῦτα παθεῖν, ἐὰν δυνηθῶ μιμήσασθαι αὐτὸν, ἂν δυνηθῶ σύμμορφος αὐτῷ γενέσθαι. Οἷον, πολλὰ ἔπαθεν ὁ Χριστὸς, ἐνεπτύσθη, ἐῤῥαπίσθη, ἐμαστιγώθη, ὕστερον ἀπέθανε. Τοῦτο στάδιόν ἐστι· διὰ πάντων τούτων δεῖ πρὸς τὴν ἀνάστασιν αὐτοῦ φθάσαι, πάντας τοὺς ἄθλους ἐνεγκόντας. Ἢ τοίνυν τοῦτό φησιν, ἢ ὅτι Ἐὰν καταξιωθῶ τῆς ἀναστάσεως τυχεῖν εὐδοκίμου, παῤῥησίαν ἐχούσης, εἰς τὴν ἐξανάστασιν φθάνω τὴν αὐτοῦ. Ἂν γὰρ δυνηθῶ τοὺς ἀγῶνας πάντας ἐνεγκεῖν, καὶ τὴν ἀνάστασιν αὐτοῦ δυνήσομαι σχεῖν, καὶ μετὰ δόξης ἀναστῆναι. Οὐδέπω γὰρ, φησὶν, ἄξιός εἰμι· Διώκω δὲ, εἰ καὶ καταλάβω. Ἔτι ἐναγώνιός μοι ὁ βίος, ἔτι τοῦ τέλους εἰμὶ πόῤῥω, ἔτι τῶν βραβείων ἀφέστηκα, ἔτι τρέχω, ἔτι διώκω. Καὶ οὐκ εἶπε, Τρέχω, ἀλλὰ, Διώκω· εἰκότως. Ὁ γὰρ διώκων, ἴστε μεθ' ὅσου τόνου διώκει· οὐδένα ὁρᾷ, πάντας μετὰ πολλῆς τῆς ῥύμης τοὺς διακόπτοντας ἀπωθεῖται, καὶ διάνοιαν καὶ ὄμμα καὶἰσχὺν καὶ ψυχὴν καὶ σῶμα συστρέφει, πρὸς ἕτερον μὲν οὐδὲν ὁρῶν, πρὸς δὲ τὸ βραβεῖον μόνον. Εἰ δὲ ὁ διώκων Παῦλος, ὁ τοσαῦτα παθὼν, ἔτι φησὶν, Εἰ καὶ καταλάβω· τί ἂν εἴποιμεν ἡμεῖς οἱ ἀναπεπτωκότες; Εἶτα δεικνὺς, ὅτι ὀφειλῆς τὸ πρᾶγμά ἐστι, φησὶν, Ἐφ' ᾧ καὶ κατελήφθην ὑπὸ Ἰησοῦ Χριστοῦ. Τῶν ἀπολλυμένων ἤμην, φησὶν, ἐπνιγόμην, ἔμελλον ἀπόλλυσθαι· κατέλαβέ με ὁ Θεός· καὶ γὰρ αὐτὸς ἡμᾶς ἐδίωκε φεύγοντας αὐτὸν μετὰ πολλῆς τῆς σπουδῆς. Διὰ τούτου ταῦτα πάντα παρίστησι· τῷ γὰρ εἰπεῖν, ὅτι Κατελήφθην, ἔδειξε καὶ τοῦ βουλομένου καταλαβεῖν τὴν σπουδὴν, καὶ ἡμῶν τὴν ἀποστροφὴν τὴν πολλὴν καὶ τὴν πλάνην, καὶ ὅτι αὐτὸν ἐφεύγομεν.
11.4.1
Διὸ καὶ δακρύειν ἄξιον, ὅτι πάντων εἰς τὴν προτέραν κατάστασιν πάλιν ἐλθόντων, καὶ ὅτι πολλῆς ὀφειλῆς ὄντων ἡμῶν ὑπευθύνων, οὐδεὶς πενθεῖ, οὐδεὶς δακρύει, οὐδεὶς στενάζει. Καὶ μὴ καταγνῷς εἰρωνείαν τοῦ λόγου· ὥσπερ γὰρ πρὸ τῆς παρουσίας τοῦ Χριστοῦ τὸν Θεὸν ἐφεύγομεν, οὕτω φεύγομεν αὐτὸν καὶ νῦν· φεύγειν γὰρ ἔστι τὸν Θεὸν, οὐ τόπῳ (πανταχοῦ γάρ ἐστι), ἀλλὰ τοῖς ἔργοις. Καὶ ὅτι οὐκ ἔστι φεύγειν, ἄκουε τοῦ προφήτου λέγοντος, Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; Πῶς οὖν ἔστι φυγεῖν τὸν Θεόν; Ὡς ἔστι πόῤῥω γενέσθαι τοῦ Θεοῦ, ὡς ἔστι μακρυνθῆναι· Οἱ γὰρ μακρύνοντες ἑαυτοὺς, φησὶν, ἀπὸ σοῦ, ἀπολοῦνται· καὶ πάλιν, Οὐχὶ τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν; Πῶς οὖν γίνεται τὸ μακρυνθῆναι; πῶς γίνεται διάστασις; Προαιρέσει καὶ ψυχῇ· τόπῳ γὰρ οὐκ ἔνι· πῶς γὰρ ἄν τις τὸν πανταχοῦ παρόντα φεύγοι; Ὁ τοίνυν ἁμαρτωλὸς φεύγει. Τοῦτό ἐστιν ὅ φησιν ἡ Γραφὴ, Φεύγει ὁ ἀσεβὴς, μηδενὸς διώκοντος. Σφόδρα φεύγομεν τὸν Θεὸν, καίτοι ἀεὶ διώκοντα ἡμᾶς αὐτόν. Ὁ Ἀπόστολος ἐδίωκεν, ἵνα ἐγγὺς αὐτοῦ γένηται· ἡμεῖς διώκομεν, ἵνα πόῤῥω γενώμεθα· ἆρα οὐκ ἄξια ταῦτα θρήνων; ἆρα οὐκ ἄξια δακρύων; Ποῦ φεύγεις, ἄθλιε καὶ ταλαίπωρε; ποῦ φεύγεις τὴν ζωὴν καὶ τὴν σωτηρίαν τὴν σήν; Ἂν τὸν Θεὸν φύγῃς, πρὸς τίνα καταφεύξῃ; ἂν τὸ φῶς φύγῃς, ποῦ διαβλέψεις; ἂν τὴν ζωὴν φύγῃς, πόθεν ζήσῃ λοιπόν; Φύγωμεν τὸν ἐχθρὸν τῆς σωτηρίας τῆς ἡμετέρας. Ὅταν ἁμαρτάνωμεν, φεύγομεν ἀπὸ τοῦ Θεοῦ, δραπετεύομεν, εἰς ἀλλοτρίαν ἀπερχόμεθα γῆν, καθάπερ ἐκεῖνος ὁ καταφαγὼν τὰ ὑπάρχοντα τὰ πατρῷα, καὶ ἀπελθὼν εἰς ἀλλοτρίαν γῆν, ὁ καταναλώσας πᾶσαν τὴν πατρικὴν οὐσίαν, καὶ ἐν λιμῷ ζῶν. Ἔχομεν οὖν πατρικὴν οὐσίαν καὶ ἡμεῖς. Ποίαν δὴ ταύτην; Ἀπήλλαξεν ἡμᾶς τῶν ἁμαρτημάτων, ἐχαρίσατο ἡμῖν δύναμιν, ἰσχὺν πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν, ἐχαρίσατο ἡμῖν προθυμίαν, ὑπομονὴν, ἐν τῷ βαπτίσματι ἐχαρίσατο ἡμῖν Πνεῦμα ἅγιον· ἂν ταῦτα καταναλώσωμεν, ἐν λιμῷ λοιπὸν ἐσόμεθα. Καθάπερ γὰρ οἱ νοσοῦντες, ἕως μὲν ἂν πυρετοῖς ἐνοχλῶνται καὶ χυμῶν κακίᾳ, οὐδὲ διαναστῆναι, οὐδὲ ἐργάσασθαι, οὐδὲ πρᾶξαί τι δύνανται· ἂν δέ τις αὐτοὺς ἀπαλλάξῃ καὶ εἰς ὑγείαν ἀγάγῃ, εἶτα μὴ ἐργάζωνται, παρὰ τὴν οἰκείαν αὐτῶν τοῦτο γίνεται ῥᾳθυμίαν· οὕτω δὴ καὶ ἐφ' ἡμῶν. Ἐπέκειτο ἡμῖν νόσος χαλεπὴ καὶ πυρετὸς σφοδρός· καὶἐκείμεθα οὐκ ἐπὶ κλίνης, ἀλλ' ἐπὶ τῆς κακίας αὐτῆς, καθάπερ ἐν κοπρίᾳ, τῇ πονηρίᾳ ἐῤῥιμμένοι, ἡλκωμένοι, δυσωδίας ἀνάπλεῳ, αὐχμῶντες, κατατρυχόμενοι, εἴδωλα μᾶλλον ὄντες, ἢ ἄνθρωποι. Περιειστήκεσαν ἡμᾶς δαίμονες πονηροὶ, ὁ ἄρχων τοῦ κόσμου τούτου γελῶν, ἐπεμβαίνων. Ἦλθεν ὁ τοῦ Θεοῦ Μονογενὴς, ἀφῆκε τὰς ἀκτῖνας τῆς παρουσίας αὐτοῦ, καὶ τὸν ζόφον εὐθέως ἀπήλασεν· ἦλθε πρὸς ἡμᾶς ὁ βασιλεὺς ὁ ὢν ἐν τῷ θρόνῳ πατρικῷ, τὸν θρόνον ἀφεὶς τὸν πατρικὸν (ὅταν δὲ, ἀφεὶς, εἴπω, μὴ πάλιν μετάστασιν νομίσῃς· τὸν γὰρ οὐρανὸν καὶ τὴν γῆν αὐτὸς πληροῖ· ἀλλὰ διὰ τὴν οἰκονομίαν τοῦτό φημι)· ἦλθε πρὸς ἐχθρὸν τὸν μισοῦντα αὐτὸν, τὸν ἀποστρεφόμενον, τὸν οὐδὲ ἰδεῖν αὐτὸν ἀνεχόμενον, τὸν καθ' ἑκάστην αὐτὸν βλασφημοῦντα τὴν ἡμέραν. Εἶδεν ἐν κοπρίᾳ κείμενον, σκώληξιν ἡλκωμένον, πυρετοῖς, λιμῷ κατεχόμενον, πᾶν εἶδος ἔχοντα νόσου. Καὶ γὰρ καὶ πυρετὸς ἠνώχλει, τοῦτο γὰρ ἐπιθυμία πονηρὰ, καὶ φλεγμοναὶ ἐπέκειντο, τοῦτο γὰρ ἡ ἀπόνοια, καὶ ἡ βουλιμία τις ἡ λεγομένη κατεῖχε, τοῦτο γὰρ ἡ πλεονεξία, καὶ σηπεδόνες πάντοθεν, τοῦτο γὰρ ἡ πορνεία, καὶ πήρωσις ὀφθαλμῶν, τοῦτο γὰρ εἰδωλολατρεία, καὶ κώφωσις καὶ παραπληξία, τοῦτο γὰρ τὸ προσκυνεῖν λίθοις καὶ ξύλοις καὶ ἐκείνοις προσφθέγγεσθαι, καὶ δυσείδεια πολλὴ, τοῦτο γὰρ κακία· ἀηδές τι, καὶ νόσος χαλεπωτάτη. Εἶδε χεῖρον πάλιν τῶν μαινομένων φθεγγομένους ἡμᾶς, καὶ τὸ ξύλον θεὸν καλοῦντας, καὶ τὸν λίθον ὁμοίως· εἶδεν ἐν τοσαύτῃ κακίᾳ, καὶ οὐκ ἐβδελύξατο, οὐκ ἐδυσχέρανεν, οὐκ ἀπεστράφη, οὐκ ἐμίσησε· Δεσπότης γὰρ ἦν, καὶ τὸ ἴδιον πλάσμα οὐκ ἂν ἐμίσησεν. Ἀλλὰ τί ποιεῖ; Καθάπερ ἄριστος ἰατρὸς κατασκευάζει φάρμακα πολλοῦ ἄξια, καὶ πρῶτος αὐτῶν ἀπογεύεται· τὴν γὰρ ἀρετὴν αὐτὸς πρῶτος μετῆλθε, καὶ οὕτως ἡμῖν ἔδωκε. Καὶ πρῶτον καθάπερ ἀντίδοτόν τι φάρμακον ἔδωκε τὸ λουτρὸν, καὶ οὕτω πᾶσαν ἠμέσαμεν κακίαν, καὶ πάντα ἐφυγαδεύθη ἀθρόον, καὶ ἡ φλεγμονὴ ἐπαύσατο, καὶ ὁ πυρετὸς ἐσβέσθη, καὶ αἱ σηπεδόνες ἐκαύθησαν. Πάντα γὰρ καὶ τὰ ἀπὸ πλεονεξίας, καὶ τὰ ἀπὸ θυμοῦ, καὶ τὰ ἄλλα κακὰ ἐκενώθη διὰ τοῦ πνεύματος· ἀνεῴχθησανοἱ ὀφθαλμοὶ, ἀνεῴγη τὰ ὦτα, ἐλάλησεν εὔφημον φωνὴν ἡ γλῶσσα, ἔλαβεν ἰσχὺν ἡ ψυχὴ, ἔλαβε κάλλος καὶ ἄνθος τὸ σῶμα τοιοῦτον, οἷον εἰκὸς Υἱὸν Θεοῦ τεχθέντα κάλλος ἔχειν ἀπὸ τῆς τοῦ Πνεύματος χάριτος, οἵαν εἰκὸς δόξαν ἔχειν υἱὸν ἄρτι τεχθέντα βασιλεῖ, καὶ ἐν ἁλουργίδι τρεφόμενον. Οἴμοι, πόσην εὐγένειαν ἡμῖν ἐχαρίσατο! ἡμεῖς δὲ περὶ τὸν οὕτως ἡμᾶς φιλήσαντα ἀχάριστοι μένομεν. Ἐτέχθημεν, ἐτράφημεν, εὐεργετήθημεν· τί πάλιν φεύγομεν τὸν εὐεργέτην; Ὁ τοίνυν ταῦτα πάντα ποιήσας, καὶ ἰσχὺν δίδωσιν· οὐ γὰρ ἐνῆν κατεχομένους τῷ νοσήματι ἐνεγκεῖν, εἰ μὴ αὐτὸς ἡμῖν ἔδωκε τὴν ἰσχύν. Ἔδωκε τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, ἠθετήσαμεν τὴν δωρεάν· ἔδωκεν ἡμῖν πλοῦτον, ἐσκορπίσαμεν αὐτὸν, κατεφάγομεν ἅπαντα· ἔδωκεν ἡμῖν ἰσχὺν, ἀνηλώσαμεν αὐτήν· ἔδωκεν ἡμῖν χάρισμα, ἐσβέσαμεν αὐτό. Πῶς; Ἀνηλώσαμεν εἰς οὐδὲν δέον, ἐχρησάμεθα ἐν οὐδενὶ χρησίμῳ. Ταῦτα ἡμᾶς ἀπώλεσε, καὶ τὸ πάντων δεινότερον, ὅτι ἐν ἀλλοτρίᾳ ὄντες, καὶ κεράτια ἐσθίοντες, οὐ λέγομεν· Ἐπιστρέψωμεν πρὸς τὸν Πατέρα καὶ εἴπωμεν· Ἡμάρτομεν εἰς τὸν οὐρανὸν καὶ εἰς σὲ, καὶ Πατέρα οὕτως ἔχοντες φιλόστοργον, σφόδρα ποθοῦντα ἡμῶν τὴν ἐπάνοδον· ὡς ἂν μόνον ἀποστῶμεν τῆς κακίας, ἂν πρὸς αὐτὸν ἐπανέλθωμεν μόνον, οὐδὲ ἐγκαλέσαι λοιπὸν ὑπὲρ τῶν προτέρων ἀνέχεται· μόνον ἀποστῶμεν· ἱκανὴ γὰρ ἀπολογία τὸ ἐπανελθεῖν. Τί λέγω, ἐγκαλέσαι οὐκ ἀνέχεται; οὐ μόνον αὐτὸς οὐκ ἐγκαλεῖ, ἀλλὰ, κἂν ἕτερος ἐγκαλῇ, ἐπιστομίζεται, κἂν εὐδοκιμηκὼς ᾖ ὁ ἐγκαλῶν. Οὐκοῦν ἐπανέλθωμεν· μέχρι τίνος ἀφιστάμεθα; λάβωμεν αἴσθησιν τῆς ἀτιμίας, λάβωμεν αἴσθησιν τῆς εὐτελείας· ἡ κακία χοίρους εἶναι ποιεῖ, ἡ κακία λιμὸν φέρει τῇ ψυχῇ. Ἀνακτησώμεθα ἑαυτοὺς καὶ ἀναλήψωμεν, καὶ ἐπανέλθωμεν ἐπὶ τὴν προτέραν εὐγένειαν, ἵνα τύχωμεν τῶν μελλόντων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Intertext edge

Open linked passage

Note