In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
12.0.1
Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι· ἓν δὲ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
12.1.1
Οὐδὲν οὕτω κενοῖ κατορθώματα καὶ ἀποφυσᾷ, ὡς μνήμη τῶν εἰργασμένων ἡμῖν ἀγαθῶν. Δύο γὰρ τίκτει κακὰ, ῥᾳθυμοτέρους τε ἐργάζεται, καὶ εἰς ἀπόνοιαν αἴρει. Διόπερ ὁ Παῦλος, ἐπειδὴ οἶδεν ὀξύῤῥοπον οὖσαν τὴν ἡμετέραν φύσιν πρὸς ῥᾳθυμίαν, καὶ πολλὰ δὲ τοὺς Φιλιππησίους ἐπῄνεσεν, ὅρα πῶς αὐτῶν καταστέλλει τὸ φρόνημα, διὰ πολλῶν μὲν καὶ ἑτέρων ἀνωτέρω, μάλιστα δὲ διὰ τοῦ παρόντος. Τί λέγων; Ἀδελφοὶ, ἐγὼ ἐμαυτὸν οὐ λογίζομαι κατειληφέναι. Εἰ δὲ Παῦλος οὐδέπω κατέλαβεν, οὐδὲ θαῤῥεῖ περὶ τῆς ἀναστάσεως, οὐδὲ περὶ τῶν μελλόντων· σχολῇ γοῦν ἐκεῖνοι μηδὲ τὸ πολλοστὸν αὐτοῦ μέρος κατωρθωκότες τοῦτο ἂν ἔπραξαν. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐδέπω κατειληφέναι τὴν ἀρετὴν ἅπασαν ἡγοῦμαι· οὕτως εἰπὼν, ὡς ἂν εἰ περὶ δρομέως εἴποι τις, Οὔπω κατέλαβεν. Οὐδέπω τὸ πᾶν ἤνυσα, φησίν. Εἰ δὲ λέγει ἀλλαχοῦ, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνισμαι, καὶ ἐνταῦθα, Οὐδέπω λογίζομαι κατειληφέναι, ἀναγνούς τις ἀμφότερα, εἴσεται καλῶς τὴν αἰτίαν καὶ ἐκείνων καὶ τούτων τῶν ῥημάτων. Οὐ γὰρ δεῖ συνεχῶς τὰ αὐτὰ στρέφειν, καὶ ἡμᾶς πάντα διδάσκειν, καὶ ὅτι ταῦτα πολὺ πρότερον ἔλεγεν, ἐκεῖνα δὲ πρὸς τῷ τέλει. Οὔπω λογίζομαι κατειληφέναι, φησὶν, ἀλλ' ἑνός εἰμι μόνου, τοῦ τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Τοῦτο γάρ ἐστιν ὅ φησιν, Ἓν, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ. Ὅρα πῶς εἰπὼν τοῦτο, ἐδήλωσε τί ἦν ὃ ἐποίει αὐτὸν τοῖς ἔμπροσθεν ἐπεκτείνεσθαι. Ὁ μὲν οὖν ἤδη τετελειῶσθαι νομίζων, καὶ μηδὲν αὐτῷ λείπειν πρὸς ἀρετῆς κατόρθωσιν, κἂν ἐπαύσατο τρέχων, ὡς τὸ πᾶν κατειληφώς· ὁ δὲ ἀφεστάναι τοῦ τέρματος ἔτι νομίζων, οὐδέποτε παύσεται τρέχων. Τοῦτο οὖν ἡμᾶς ἀεὶ δεῖ λογίζεσθαι, κἂν μυρία κατορθώσωμεν ἀγαθά. Εἰ γὰρ Παῦλος μετὰ μυρίους θανάτους, μετὰ τοσούτους κινδύνους τοῦτο ἐλογίζετο, πολλῷ μᾶλλον ἡμεῖς. Οὐ μὴν ἀνέπεσον, φησὶν, ἐπειδὴ τοσοῦτον δραμὼν οὐκ ἴσχυσα, οὐδὲ ἀπέγνων, ἀλλ' ἔτι τρέχω, ἔτι ἀγωνίζομαι· τοῦτο μόνον σκοπῶ, ὅπως δὴ προκόπτοιμι. Οὕτω καὶ ἡμᾶς χρὴ ποιεῖν, ἐπιλανθάνεσθαι τῶν κατορθωμάτων, καὶ ἀφιέναι αὐτὰ ὀπίσω. Καὶ γὰρ ὁ δρομεὺς οὐχ ὅσους ἤνυσεν ἀναλογίζεται διαύλους, ἀλλ' ὅσους λείπεται. Καὶ ἡμεῖς μὴ ὅσον ἠνύσαμεν τῆς ἀρετῆς ἀναλογιζώμεθα, ἀλλ' ὅσον ἡμῖν λείπει. Τί γὰρ ἡμᾶς ὠφελεῖ τὸ ἀνυσθὲν, ὅταν τὸ λειπόμενον μὴ προστεθῇ; Καὶ οὐκ εἶπεν, ὅτι Οὐκ ἀναλογίζομαι, οὐδὲ μέμνημαι, ἀλλ', Ἐκλανθανόμενος, ἡμᾶς προσεκτικωτέρους ποιῶν. Οὕτω γὰρ σφοδροὶ γινόμεθα, ὅταν πᾶσαν προθυμίαν εἰς τὸ λεῖπον ἀναλάβωμεν, ὅταν ἐκεῖνα λήθῃ παραδῶμεν. Ἐπεκτεινόμενοι, φησὶ, πρὶν ἢ παραγενέσθαι, λαβεῖν σπουδάζομεν. Ὁ γὰρ ἐπεκτεινόμενος οὗτός ἐστιν, ὁ τοὺς πόδας καίτοι τρέχοντας τῷ λοιπῷ σώματι προλαβεῖν σπουδάζων, ἐπεκτείνων ἑαυτὸν εἰς τὸ ἔμπροσθεν, καὶ τὰς χεῖρας ἐκτείνων, ἵνα καὶ τοῦ δρόμου πλέον τι ἐργάσηται. Τοῦτο δὲ ἀπὸ πολλῆς προθυμίας γίνεται, ἀπὸ πολλῆς θερμότητος. Οὕτω δεῖ τρέχειν τὸν τρέχοντα, μετὰ τοσαύτης σπουδῆς, μετὰ τοσαύτης προθυμίας, οὐκ ἀναπεπτωκότα. Ὅσον δὲ τοῦ οὕτω τρέχοντος καὶ τοῦ ὑπτίου κειμένου τὸ μέσον, τοσοῦτον τοῦ Παύλου καὶ ἡμῶν. Καθ' ἡμέραν ἀπέθνησκεν ἐκεῖνος, καθ' ἡμέραν εὐδοκίμει· οὐκ ἦν καιρὸς, οὐκ ἦν χρόνος, ἐν ᾧ οὐκ ηὔξετο αὐτῷ ὁ δρόμος· οὐ λαβεῖν ἠθέλησεν, ἀλλ' ἁρπάσαι τὸ βραβεῖον· οὕτω γὰρ ἔστι λαβεῖν. Ἄνω ὁ τὸ βραβεῖον διδοὺς ἕστηκεν, ἄνω κεῖται τὸ βραβεῖον.
12.2.1
Ὅρα πόσον τὸ διάστημα τοῦτο διαδραμεῖν, ὅρα πόσον τὸ ὕψος· ἐκεῖ δεῖ πετασθῆναι τοῖς τοῦ πνεύματος πτεροῖς· ἑτέρως γὰρ οὐκ ἔνι τὸ ὕψος τοῦτο τεμεῖν. Μετὰ τοῦ σώματος ἐκεῖ δεῖ βαδίσαι· ἔξεστι γάρ· Ἡμῶν γὰρ τὸ πολίτευμα, φησὶν, ἐν οὐρανῷ· ἐκεῖ τὸ βραβεῖόν ἐστιν. Ὁρᾷς τοὺς τρέχοντας πῶς νόμῳ ζῶσι; πῶς οὐδὲν τῶν ἐκλυόντων τὴν ἰσχὺν προσίενται; πῶς ἀγωνίζονται καθ' ἑκάστην ἡμέραν ἐν παλαίστρᾳ ὑπὸ παιδοτρίβῃ καὶ νόμῳ; Μίμησαι τούτους καὶ σὺ, μᾶλλον δὲ καὶ πλείονα ἐπίδειξαι προθυμίαν· οὐ γὰρ ἴσον τὸ βραβεῖον· πολλοὶ οἱ κωλύοντες· νόμῳ ζῆθι· πολλά ἐστι τὰ ἐκλύοντα τὴν ἰσχύν· εὐσκελῆ ποίησον αὐτὴν τῷ ποδί· ἔνεστι γάρ· οὐ γὰρ φύσεώς ἐστιν, ἀλλὰ προαιρέσεως. Κούφην αὐτὴν ἐργασώμεθα, ἵνα μὴ τῇ ταχύτητι τῶν ποδῶν τὸ λοιπὸν ἄχθος ἐμποδίζῃ· δίδαξον εἶναι τοὺς πόδας ἀσφαλεῖς· πολλοὶ γὰρ οἱ ὄλισθοι· κἂν καταπέσῃς, πολλὰ ἀπώλεσας. Πλὴν κἂν καταπέσῃς, διανάστηθι· ἔνι καὶ οὕτω νικῆσαι. Μηδέποτε τοῖς ὀλισθηροῖς ἐπιχείρει πράγμασι, καὶ οὐ καταπεσῇ· ἐπὶ τὰ βεβηκότα τρέχε· ἄνω τὴν κεφαλὴν, ἄνω τὸ ὄμμα. Τοῦτο καὶ τοῖς τρέχουσιν οἱ παιδοτρίβαι παρακελεύονται· οὕτω διαβαστάζεται ἰσχύς. Ἂν δὲ κάτω νεύσῃς, κατέπεσες, ἐξελύθης. Ἄνω βλέπε, ὅπου τὸ βραβεῖόν ἐστιν· αὐτὴ τοῦ βραβείου ἡ ὄψις μείζονα ποιεῖ τὴν προαίρεσιν· οὐκ ἀφίησιν αἰσθέσθαι τῶν πόνων ἡ τῆς θλίψεως ἐλπὶς, τὸ μῆκος μικρὸν ποιεῖ φαίνεσθαι. Τί ἐστι τὸ βραβεῖον; Οὐ κλάδος φοίνικος, ἀλλὰ τί; Βασιλεία οὐρανῶν, ἀνάπαυσις αἰώνιος, δόξα μετὰ Χριστοῦ, κληρονομία, ἀδελφότης, μυρία ἀγαθὰ, ἃ οὐκ ἔνι εἰπεῖν. Οὐκ ἔνι ἐκείνου τοῦ βραβείου τὸ κάλλος διηγήσασθαι· ὁ κρατῶν αὐτὸ οἶδε μόνος, καὶ ὁ μέλλων αὐτὸ λαμβάνειν. Οὐκ ἔστι χρυσοῦν, οὐκ ἔστι διάλιθον· πολλῷ τούτων τιμιώτερον. Ὁ χρυσὸς βόρβορος πρὸς ἐκεῖνο τὸ βραβεῖόν ἐστι· λίθοι τίμιοι πλίνθος πρὸς τὸ κάλλος ἐκείνου τοῦ βραβείου. Ἂν ἐκεῖνο ἔχων ἀπέλθῃς εἰς τὸν οὐρανὸν, μετὰ πολλῆς τῆς τιμῆς ἐκεῖ βαδίζειν δυνήσῃ, καὶ ἄγγελοί σε αἰδεσθήσονται τοῦτο φέροντα τὸ βραβεῖον· πᾶσι μετὰ παῤῥησίας προσελεύσῃ πολλῆς. Ἐν Χριστῷ Ἰησοῦ. Ὅρα τὸν εὐγνώμονα. Ἐν Χριστῷ Ἰησοῦ τοῦτο ποιῶ, φησίν. Οὐ γὰρ ἔνι χωρὶς τῆς ἐκείνου ῥοπῆς τοσοῦτον διελθεῖν διάστημα· πολλῆς δεῖ τῆς βοηθείας, πολλῆς τῆς συμμαχίας. Κάτω μέν σε ἀγωνίζεσθαι ἐβουλήθη, ἄνω δὲ στεφανοῖ· οὐχ ὡς ἐνταῦθα, ἔνθα ὁ ἀγὼν, ἐκεῖ καὶ ὁ στέφανος, ἀλλ' ἐν τῷ λαμπρῷ χωρίῳ ὁ στέφανος οὗτος. Οὐχ ὁρᾶτε καὶ ἐνταῦθα, ὅτι τοὺς μάλιστα τιμωμένους καὶ τῶν ἀθλητῶν καὶ ἡνιόχων, οὐ στεφανοῦσιν ἐν τῷ σταδίῳ κάτω, ἀλλ' ἄνω καλέσας ὁ βασιλεὺς ἐκεῖ στεφανοῖ; Οὕτω καὶ ἐνταῦθα, εἰς τὸν οὐρανὸν λαμβάνεις τὸ βραβεῖον. Ὅσοι οὖν τέλειοι, φησὶ, τοῦτο φρονῶμεν· καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ποῖον τοῦτο; Τὸ, ὅτι δεῖ τῶν ὄπισθεν ἐπιλανθάνεσθαι· ὥστε τελείου τὸ μὴ νομίζειν ἑαυτὸν τέλειον εἶναι. Πῶς τοίνυν λέγεις, Ὅσοι τέλειοι; εἰπὲ γάρ μοι, τοῦτο φρονοῦμεν ὃ σὺ φρονεῖς; Εἰ γὰρ μὴ ἔλαβες, μηδὲ τετελείωσαι, πῶς τοὺς τελείους τοῦτο κελεύεις φρονεῖν, ὃ καὶ αὐτὸς φρονεῖς οὐδέπω τέλειος ὤν; Τοῦτο γάρ ἐστι, φησὶ, τελειότης; Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Τουτέστιν, Εἰ δέ τις νομίζει τὸ πᾶν κατωρθωκέναι. Ἀσφαλίζεται αὐτούς· ἀλλ' οὐκ εἶπεν οὕτως, ἀλλὰ τί· Καὶ εἴ τι ἑτέρως φρονεῖτε, καὶ τοῦτο ὁ Θεὸς ὑμῖν ἀποκαλύψει. Ὅρα πῶς συνεσταλμένως τοῦτό φησιν· Ὁ Θεὸς ὑμᾶς διδάξει· τουτέστιν, Ὁ Θεὸς ὑμᾶς πείσει, οὐχὶ διδάξει ἁπλῶς· ἐδίδασκε μὲν γὰρ ὁ Παῦλος, ἀλλ' ὁ Θεὸς ἐνῆγε. Καὶ οὐκ εἶπεν, Ἐνάξει, ἀλλ', Ἀποκαλύψει, ἵνα δόξῃ μᾶλλον ἀγνοίας εἶναι τὸ πρᾶγμα. Οὐ περὶ δογμάτων ταῦτα εἴρηται, ἀλλὰ περὶ βίου τελειότητος, καὶ τοῦ μὴ νομίζειν ἑαυτοὺς τελείους εἶναι. Ὡς ὅ γενομίζων τὸ πᾶν κατειληφέναι, οὐδὲν ἔχει. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Πλὴν εἰς ὃ ἐφθάσαμεν, τί ἐστι; Τέως φησὶν, ὃ κατωρθώσαμεν, κατέχωμεν, τὸ τῆς ἀγάπης, τὸ τῆς ὁμονοίας, τὸ τῆς εἰρήνης· τοῦτο ἡμῖν κατώρθωται. Εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ στοιχεῖν κανόνι, τὸ αὐτὸ φρονεῖν. Εἰς ὃ ἐφθάσαμεν· τουτέστι, Τοῦτο ἡμῖν ἤδη κατώρθωται. Ὁρᾷς ὅτι κανόνα βούλεται εἶναι τὰ παραγγέλματα; Ὁ κανὼν οὔτε πρόσθεσιν, οὔτε ἀφαίρεσιν δέχεται, ἐπεὶ τὸ κανὼν εἶναι ἀπόλλυσι. Τῷ αὐτῷ κανόνι· τουτέστι τῇ αὐτῇ πίστει, τῷ αὐτῷ ὅρῳ. Μιμηταί μου γίνεσθε, ἀδελφοὶ, καὶ σκοπεῖτε τοὺς οὕτω περιπατοῦντας, καθὼς ἔχετε τύπον ἡμᾶς. Εἶπεν ἀνωτέρω, Βλέπετε τοὺς κύνας, ἀπήγαγεν αὐτοὺς ἐκείνων· προσάγει τούτοις, οὓς δεῖ μιμεῖσθαι, λοιπόν. Εἴ τις ἡμᾶς μιμεῖσθαι βούλεται, φησὶν, εἴ τις τὴν αὐτὴν βαδίζειν ὁδὸν, ἐκείνοις προσέχετε· εἰ καὶ ἐγὼ μὴ πάρειμι, ἀλλ' ἴστε τῆς ἐμῆς βαδίσεως τὸν τρόπον, τουτέστι, τῆς ἀναστροφῆς τοῦ βίου. Οὐ γὰρ διὰ ῥημάτων μόνον ἐδίδασκεν, ἀλλὰ καὶ διὰ πραγμάτων· καθάπερ ἐν χορῷ καὶ στρατοπέδῳ τὸν χορηγὸν καὶ στρατηγὸν δεῖ μιμεῖσθαι τοὺς λοιποὺς, καὶ οὕτω βαδίζειν εὐτάκτως· ἔνι γὰρ καὶ ἀπὸ στάσεως διαλυθῆναι τάξιν.
12.3.1
Ἄρα τύπος ἦσαν οἱ ἀπόστολοι, ἀρχέτυπόν τινα εἰκόνα διασώζοντες. Ἐννοήσατε πῶς αὐτοῖς ὁ βίος ἀπηκριβωμένος ἦν, ὡς ἀρχέτυπον αὐτοὺς καὶ παράδειγμα κεῖσθαι καὶ νόμους ἐμψύχους. Ἅπερ γὰρ τὰ γράμματα ἔλεγε, ταῦτα διὰ τῶν πραγμάτων πᾶσιν ἐδήλουν οὗτοι. Τοῦτό ἐστι διδασκαλία ἀρίστη· οὕτω τὸν μαθητὴν ἐνάγειν ὁ διδάσκων δυνήσεται. Ἂν δὲ αὐτὸς μὲν λέγῃ καὶ φιλοσοφῇ, τοῖς δὲ ἔργοις τἀναντία ποιῇ, οὔπω διδάσκαλος. Τοῦτο γὰρ καὶ τῷ μαθητῇ κοῦφον, ἐν λόγοις φιλοσοφεῖν· ἀλλὰ δεῖ τῆς διὰ τῶν ἔργων νουθεσίας καὶ τῆς ἀγωγῆς· αὕτη γὰρ καὶ διδάσκαλον αἰδέσιμον ποιεῖ, καὶ μαθητὴν εἴκειν παρασκευάζει. Πῶς; Ὅταν μὲν γὰρ ἴδῃ ἐν λόγοις φιλοσοφοῦντα, ἐρεῖ, ὅτι ἀδύνατα ἐπέταξεν· ὅτι δὲ ἀδύνατα, πρῶτος αὐτὸς δείκνυσιν ὁ διδάσκαλος μὴ πράττων. Ἂν δὲ ἴδῃ διὰ τῶν ἔργων τὴν ἀρετὴν τετελειωμένην, οὐκ ἂν ἔχοι ταῦτα λέγειν. Πλὴν ἀλλὰ κἂν ἠμελημένος ὁ τοῦ διδασκάλου βίος ᾖ, ἡμεῖς ἑαυτοῖς προσέχωμεν, καὶ ἀκούωμεν τοῦ προφήτου λέγοντος, ὅτι Ἔσονται πάντες διδακτοὶ Θεοῦ· καὶ, Οὐ μὴ διδάξωσιν ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ, λέγοντες, Γνῶθι τὸν Κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν. Οὐκ ἔχεις ἐνάρετον διδάσκαλον; ἀλλ' ἔχεις τὸν ὄντως διδάσκαλον, ὃν καὶ μόνον διδάσκαλον χρὴ καλεῖν· ἀπ' ἐκείνου μάθετε· ἐκεῖνος ἔφησε, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι. Μὴ δὴ πρόσεχε τῷ διδασκάλῳ, ἀλλ' ἐκείνῳ καὶ τοῖς ἐκείνου μαθήμασιν· ἐκεῖθεν λάβε τὸν τύπον· ἔχεις εἰκόνα ἀρίστην· πρὸς ἐκείνην ῥύθμισον σαυτόν. Μυρίαι εἰσὶν αἱ εἰκόνες ἐν ταῖς Γραφαῖς κείμεναι βίων ἐναρέτων· οἷον, ἐὰν θέλῃς, ἐλθὲ καὶ μετὰ τὸν διδάσκαλον ἐν τοῖς μαθηταῖς· ὁ μὲν δι' ἀκτημοσύνηςἔλαμψε, ὁ δὲ διὰ χρημάτων· οἷον ὁ Ἠλίας δι' ἀκτημοσύνης, ὁ Ἀβραὰμ διὰ χρημάτων· οἵαν νομίζεις κουφοτέραν καὶ εὐεπιτηδειοτέραν, ταύτην ἐλθέ. Πάλιν ὁ μὲν διὰ γάμου, ὁ δὲ διὰ παρθενίας· ὁ Ἀβραὰμ διὰ γάμου, ἐκεῖνος διὰ παρθενίας· ἣν θέλεις, βάδισον· ἑκατέρα γὰρ φέρει πρὸς τὸν οὐρανόν. Ὁ μὲν διὰ νηστείας, ὁ Ἰωάννης, ὁ δὲ χωρὶς νηστειῶν, ὁ Ἰώβ. Πάλιν αὐτὸς οὗτος καὶ γυναικὸς φροντίζων καὶ παίδων καὶ θυγατέρων καὶ οἰκίας, καὶ πολὺν ἔχων πλοῦτον· ὁ ἄλλος οὐδὲν ἐκέκτητο, πλὴν τοῦ ἱματίου τοῦ τριχίνου. Καὶ τί λέγω οἰκίαν καὶ πλοῦτον καὶ χρήματα, ὅπου γε καὶ ἐν βασιλείᾳ ὄντα δυνατὸν τῆς ἀρετῆς ἐπιλαβέσθαι; Πάσης γὰρ οἰκίας ἰδιωτικῆς ἂν εὑρεθείη πολυπραγμονέστερος ὁ οἶκος ὁ βασιλικός. Ὁ τοίνυν Δαυῒδ ἔλαμψεν ἐν βασιλείᾳ, καὶ οὐδὲν αὐτὸν ἐξέλυσεν ἡ ἁλουργὶς καὶ τὸ διάδημα· ἄλλος ὁλοκλήρου δήμου προστασίαν ἐμπεπιστευμένος, ὁ Μωϋσῆς λέγω, ὅπερ καὶ δυσκολώτερον τυγχάνει. Ἐνταῦθα γὰρ μείζων ἡ ἐξουσία ἦν, ὅθεν καὶ πλείων ἡ δυσκολία ἐγίνετο. Εἶδες ἐν πλούτῳ εὐδοκιμηκότας, εἶδες καὶ ἐν πενίᾳ, εἶδες ἐν γάμῳ, εἶδες καὶ ἐν παρθενίᾳ· θέα τοὐναντίον πάλιν καὶ ἐν γάμῳ καὶ ἐν παρθενίᾳ ἀπολωλότας, καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ· οἷον ἐν γάμῳ μὲν πολλοὶ τῶν ἀνθρώπων ἀπώλοντο, οἷον Σαμψὼν, ἀλλ' οὐκ ἀπὸ τοῦ γάμου, ἀλλ' ἀπὸ τῆς ἰδίας προαιρέσεως· ἐν παρθενίᾳ δὲ, οἷον αἱ πέντε παρθένοι· ἐν πλούτῳ, ὁ πλούσιος ὁ τὸν Λάζαρον περιορῶν ἐν πενίᾳ μυρίοι ἔτι καὶ νῦν πένητες ἀπόλλυνται. Ἐν βασιλείᾳ δείκνυμι πολλοὺς ἀπολωλότας, ἐν δημαγωγίᾳ. Θέλεις δὲ καὶ ἐν στρατιωτικῇ τάξει ἰδεῖν σωζομένους; ὅρα τὸν Κορνήλιον· καὶ ἐν προστασίᾳ οἰκίας; βλέπε τὸν εὐνοῦχον τῆς Αἰθιοπίσσης. Οὕτω πάντοθεν ἐὰν εἰς δέον τῷ πλούτῳ χρώμεθα, οὐδὲν ἡμᾶς ἀπολεῖ· ἐὰν δὲ μὴ, ἅπαντα ἀπολεῖ, καὶ βασιλεία, καὶ πενία, καὶ πλοῦτος. Τὸν μέντοι νήφοντα οὐδὲν βλάψαι δυνήσεται. Εἰπὲ γάρ μοι, αἰχμαλωσία τί ἔβλαψεν; Οὐδέν· ἐννόει γάρ μοι τὸν Ἰωσὴφ δοῦλον γενόμενον, καὶ τὴν ἀρετὴν διασώζοντα· ἐννόει μοι τὸν Δανιὴλ, καὶ τοὺς τρεῖς παῖδας αἰχμαλώτους γενομένους, καὶ πῶς πολλῷ μᾶλλον ἔλαμψαν. Πανταχοῦ γὰρ ἡ ἀρετὴ λάμπει, καὶ ἀκαταγώνιστός ἐστι, καὶ οὐδὲν ταύτην ἐμποδίσαι δύναται. Τί λέγω πενίαν καὶ αἰχμαλωσίαν καὶ δουλείαν; οὐδὲ λιμὸς, οὐδὲ ἕλκωσις, οὐδὲ νόσος δύναται βλάψαι· δουλείας γὰρ νόσος χαλεπώτερον. Τοιοῦτος ἦν ὁ Λάζαρος, τοιοῦτος ἦν ὁ Ἰὼβ, τοιοῦτος ἦν καὶ ὁ Τιμόθεος πυκναῖς ἀσθενείαις συνεχόμενος. Ὁρᾷς ὅτι τῆς ἀρετῆς οὐδὲν δύναται περιγενέσθαι; οὐ πλοῦτος, οὐ πενία, οὐκ ἀρχὴ, οὐ τὸ ἄρχεσθαι, οὐ τὸ τῶν πραγμάτων προΐστασθαι, οὐ νόσος, οὐκ ἀδοξία, οὐ τὸ ἀπεῤῥῖφθαι· ἀλλὰ ταῦτα πάντα κάτω καὶ ἐπὶ γῆς ἀφεῖσα, φθάνει πρὸς τὸν οὐρανόν· μόνον ἔστω γενναία ψυχὴ, καὶ τὸ κωλύον οὐδὲν εἶναι ἐνάρετον. Ὅταν γὰρ ὁ ἐργάτης ἔῤῥωται, οὐδὲν τῶν ἔξωθεν ἐμποδίζει. Καὶ γὰρ καὶ ἐπὶ τῶν τεχνῶν, ὅταν ὁ τεχνίτης ἔμπειρος ᾖ καὶ καρτερικὸς καὶ πᾶσαν τὴν τέχνην ἐπιστάμενος, κἂν νόσος ἐπέλθῃ, ἔχει αὐτὴν, κἂν πένηται, ἔχει αὐτὴν, κἂν ἔχῃ τὸ ὄργανον μετὰ χεῖρας, κἂν μὴ ἔχῃ, κἂν ἐργάζηται, κἂν μὴ ἐργάζηται, οὐδὲν ἠλάττωται· ἡ γὰρ ἐπιστήμη ἔνεστιν ἐν αὐτῷ. Οὕτω καὶ ὁ ἐνάρετος καὶ Θεῷ ἀνακείμενος, κἂν εἰς πλοῦτον αὐτὸν ἐμβάλῃς, ἐπιδείκνυται τὴν ἀρετὴν, κἂν εἰς πενίαν ὁμοίως, κἂν εἰς νόσον, κἂν εἰς ὑγείαν, κἂν εἰς δόξαν, κἂν εἰς ἀδοξίαν.
12.4.1
Οὐχὶ διὰ πάντων ἦλθον οἱ ἀπόστολοι; Διὰ δόξης, φησὶ, καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας. Τοῦτό ἐστι τὸ ποιοῦν ἀθλητὴν, τὸ πρὸς πάντα εἶναι ἐπιτήδειον· τοιαύτη καὶ ἡ τῆς ἀρετῆς φύσις. Ἂν δὲ εἴπῃς, ὅτι Οὐ δύναμαι προεστάναι πολλῶν, μονάζειν ὀφείλω, ὕβρισας τὴν ἀρετήν· αὕτη γὰρ πᾶσι κεχρῆσθαι δύναται, καὶ διαφαίνειν, μόνον ἔστω ἐν τῇ ψυχῇ. Λιμός ἐστι; πλησμονή ἐστιν; Αὕτη γὰρ ἰσχὺν ἐπιδείκνυται τὴν αὑτῆς, καθὼς Παῦλός φησιν, Οἶδα καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Ἔδει ἐργάζεσθαι; οὐκ ἐπῃσχύνθη, ἀλλὰ δύο ἔτη εἰργάζετο. Ἔδει λιμῶξαι; οὐκ ἐτάκη, οὐδὲ ἐδίστασεν. Ἔδει ἀποθανεῖν; οὐκ ἐγένετο ταπεινός· διὰ πάντων τὸ φρόνημα τὸ γενναῖον καὶ τὴν τέχνην ἐπεδείξατο. Τοῦτον οὖν ζηλώσωμεν, καὶ οὐκ ἔσται λύπης ἡμῖν ὑπόθεσις. Τί γὰρ, εἰπέ μοι, λυπῆσαι δυνήσεται τὸν τοιοῦτον; Οὐδέν. Ἕως ἂν μὴ ταύτην ἡμᾶς ἀφέληταί τις, πάντων ἀνθρώπων μακαριώτεροι ἐσόμεθα, καὶ ἐνταῦθα, οὐχὶ ἐκεῖ μόνον. Ἔστω γὰρ ὁ ἐνάρετος καὶ γυναῖκα ἔχων καὶ παιδία καὶ χρήματα καὶ δόξαν πολλήν· περὶ ταῦτα πάντα ὁμοίως ἐνάρετος μένει· ἄφελε αὐτὰ, καὶ πάλιν ὁμοίως ἐνάρετος ἔσται, οὔτε ὑπὸ τῶν θλίψεων καταβαπτιζόμενος, οὔτε ὑπὸ τῆς εὐπραγίας ὀγκούμενος· ἀλλ' ὥσπερ πέτρα, καὶ κυμαινούσης τῆς θαλάσσης, καὶ γαλήνης οὔσης, ὁμοίως ἕστηκεν ἀπαθὴς, οὔτε ὑπὸ τῶν κυμάτων θρυπτομένη, οὔτε ὑπὸ τῆς γαλήνης ἄλλο τι πάσχουσα· οὕτω καὶ ἡ ψυχὴ ἡ στεῤῥὰ ἕστηκε βεβαία καὶ ἐν γαλήνῃ καὶ ἐν κύμασι. Καὶ καθάπερ τὰ μὲν παιδία ἐν πλοίῳ πλέοντα θορυβεῖται, ὁ δὲ κυβερνήτης κάθηται γελῶν καὶ ἀκλινὴς ὢν, τὸν θόρυβον ἐκείνων ὁρῶν, καὶ τερπόμενος· οὕτω καὶ ψυχὴ φιλόσοφος, πάντων τῶν ἄλλων θορυβουμένων, καὶ γελώντων πάλιν ἀκαίρως, ἐν ταῖς τῶν πραγμάτων μεταβολαῖς, αὐτὸς ὥσπερ ἐπί τινος αὐχένος καὶ οἴακος τῆς εὐλαβείας κάθηταιἀκλινής. Τί γὰρ, εἰπέ μοι, ταράξαι δύναται ψυχὴν εὐλαβῆ; Θάνατος; ἀλλὰ τοῦτο ζωῆς βελτίονος ἀρχὴν οἶδεν. Ἀλλὰ πενία; ἀλλὰ τοῦτο συμπράττει αὐτῇ πρὸς ἀρετήν. Ἀλλὰ νόσος; ἀλλ' οὐδὲν ἡγεῖται αὐτὴν παροῦσαν. Τί λέγω νόσον; οὐδὲ τὴν ἄνεσιν, οὐδὲ τὴν θλῖψιν· προλαβοῦσα γὰρ ἑαυτὴν ἔθλιψεν. Ἀλλ' ἀδοξία; ἀλλὰ ὅλος ὁ κόσμος αὐτῇ ἐσταύρωται. Ἀλλὰ παίδων ἀποβολή; ἀλλ' οὐ δέδοικεν· ὅταν γὰρ περὶ ἀναστάσεως ᾖ πεπληροφορημένη, τί αὐτὴν ἑλεῖν δύναται; Οὐδὲν τῶν πάντων. Ἀλλὰ πλοῦτος ἐπαίρει; οὐδαμῶς· οἶδε γὰρ ὅτι οὐδὲν τὰ χρήματα. Ἀλλὰ δόξα; ἀλλὰ πεπαίδευται, ὅτι πᾶσα δόξα ἀνθρώπου, ὡς ἄνθος χόρτου. Ἀλλὰ τρυφή; ἀλλ' ἤκουσε Παύλου λέγοντος, ὅτι Ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν. Ὅταν οὖν μήτε φλεγμαίνῃ, μήτε συστέλληται, τί τῆς ὑγείας ταύτης ἴσον ἂν εἴη; ἀλλ' οὐχ αἱ ἄλλαι ψυχαὶ τοιαῦται, ἀλλὰ τῆς θαλάττης καὶ τοῦ χαμαιλέοντος πυκνότερον τρέπονται. Ὥστε πολὺν εἶναι γέλωτα, ὅταν ἴδῃς τὸν αὐτὸν νῦν μὲν γελῶντα, νῦν δὲ κλαίοντα, νῦν δὲ φροντίζοντα, νῦν δὲ ὑπὲρ τὸ μέτρον ἐκκεχυμένον. Καίτοι ὁ Παῦλος οὐ δι' ἄλλο τί φησι, Μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλ' ἢ ὅτι ἐν τῷ οὐρανῷ πολιτευόμεθα, ἔνθα οὐκ ἔστι τροπή. Ἐπήγγελται ἡμῖν ἔπαθλα οὐ τρεπόμενα· οὐκοῦν τοιαύτην πολιτείαν ἐπιδειξώμεθα, ἐντεῦθεν ἤδη λάβωμεν τὰ ἀγαθά. Τί εἰς εὔριπον ἑαυτοὺς ῥιπτοῦμεν, καὶ εἰς κλυδώνιον, καὶ εἰς χειμῶνα, καὶ εἰς ζάλην; Γενώμεθα ἐν γαλήνῃ. Οὐ παρὰ τὸν πλοῦτόν ἐστιν, οὐ παρὰ τὴν πενίαν, οὐ παρὰ τὴν δόξαν, οὐ παρὰ τὴν ἀδοξίαν, οὐ παρὰ τὴν νόσον, οὐ παρὰ τὴν ὑγείαν, οὐ παρὰ τὴν ἀσθένειαν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ταῦτα πάντα ψυχήν. Ἂν αὐτὴ στεῤῥὰ ᾖ καὶ καλῶς πεπαιδευμένη τὴν τῆς ἀρετῆς ἐπιστήμην, πάντα εὔκολα αὐτῇ ἔσται. Καὶ ἐντεῦθεν ἤδη τὴν ἀνάπαυσιν ὄψεται, καὶ τὸν λιμένα τὸν εὔδιον, καὶ μυρίων ἀπελθοῦσα ἐκεῖ ἀγαθῶν ἐπιτεύξεται· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.