In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
13.0.1
Πολλοὶ γὰρ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ· ὧν τὸ τέλος ἀπώλεια, ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες. Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστὸν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα.
13.1.1
Οὐδὲν οὕτως ἀνάρμοστον καὶ ἀλλότριον Χριστιανοῦ, ὡς ἄνεσιν καὶ ἀνάπαυσιν ζητεῖν· οὐδὲν οὕτω τῆς ἐπαγγελίας καὶ στρατολογίας ἀλλότριον, ὡς τὸ τῷ παρόντι προστετηκέναι βίῳ. Ὁ Δεσπότης σουἐσταυρώθη, καὶ σὺ ἄνεσιν ζητεῖς; ὁ Δεσπότης σου προσηλώθη, καὶ σὺ τρυφᾷς; καὶ ποῦ ταῦτα στρατιώτου γενναίου; Διὰ τοῦτο καὶ ὁ Παῦλός φησι, Πολλοὶ περιπατοῦσιν, οὓς πολλάκις ἔλεγον ὑμῖν, νῦν δὲ καὶ κλαίων λέγω, τοὺς ἐχθροὺς τοῦ σταυροῦ τοῦ Χριστοῦ. Ἐπειδή τινες ἦσαν ὑποκρινόμενοι μὲν τὸν Χριστιανισμὸν, ἐν ἀνέσει δὲ ζῶντες καὶ τρυφῇ, τοῦτο δὲ ἐναντίον τῷ σταυρῷ· διὰ τοῦτο ταῦτα οὕτως ἔλεγεν. Ὁ γὰρ σταυρὸς ψυχῆς ἐστι παρατεταγμένης, θανατιώσης, οὐδὲν ἀνετὸν ἐπιζητούσης· ἐκεῖνοι δὲ ἀπεναντίας πολιτεύονται. Ὥστε κἂν λέγωσιν εἶναι τοῦ Χριστοῦ, ἀλλ' ὡς ἐχθροί εἰσι τοῦ σταυροῦ· ἦ γὰρ ἂν, εἰ τὸν σταυρὸν ἐφίλουν, ἐσπούδαζον τὸν ἐσταυρωμένον βίον ζῇν. Οὐκ ἀνεσκολοπίσθη σου ὁ Δεσπότης; Μίμησαι σὺ ἄλλως αὐτὸν, εἰ μὴ τὸν ἐκείνου δύνασαι τρόπον· σταύρωσον ἑαυτὸν, κἂν μηδείς σε σταυρώσῃ· σταύρωσον σεαυτὸν λέγω, οὐχ ἵνα σεαυτὸν ἀνέλῃς (μὴ γένοιτο, τοῦτο γὰρ ἀσεβὲς), ἀλλ' ὡς Παῦλος ἔλεγεν· Ἐμοὶ γὰρ, φησὶ, κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ. Εἰ φιλεῖς τὸν Δεσπότην σου, τὸν θάνατον ἀπόθανε τὸν ἐκείνου· μάθε πόση τοῦ σταυροῦ ἡ ἰσχὺς, πόσα κατώρθωσε, πόσα κατορθοῖ, πῶς ἐστιν ἀσφάλεια τοῦ βίου. Διὰ τούτου πάντα τελεῖται· βάπτισμα διὰ τοῦ σταυροῦ (δεῖ γὰρ ἀναλαβεῖν τὴν σφραγῖδα)· χειροτονία διὰ τοῦ σταυροῦ· κἂν ἐν ὁδοῖς ὦμεν, κἂν ἐν οἰκίᾳ, κἂν ὅπου ἄν ποτε, μέγα ἀγαθὸν ὁ σταυρὸς, σωτήριον ὅπλον, ἀσπὶς ἄμαχος, τῷ διαβόλῳ ἀντίπαλος. Τούτῳ οὖν ἐχθραίνων βαστάζεις τὸν σταυρὸν, μὴ ἁπλῶς σφραγιζόμενος, ἀλλὰ τὰ τοῦ σταυροῦ πάσχων. Οἶδε σταυρὸν ὁ Χριστὸς τὰ πάθη λέγειν, ὡς ὅταν λέγῃ· Ἐὰν μή τις ἄρῃ τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθήσῃ μοι· τουτέστιν, ἐὰν μή τις ᾖ παρεσκευασμένος πρὸς θάνατον. Οὗτοι δὲ ἀγενεῖς ὄντες καὶ φιλόζωοι καὶ φιλοσώματοι, ἐχθροὶ τοῦ σταυροῦ τυγχάνουσι· καὶ πᾶς, ὃς ἂν ᾖ τῆς τρυφῆς φίλος καὶ τῆς ἐνταῦθα ἀσφαλείας, ἐχθρός ἐστι τοῦ σταυροῦ, ἐν ᾧ Παῦλος καυχᾶται καὶ περιπλέκεται, ᾧ σπουδάζει συνουσιωθῆναι, ὡς ὅταν λέγῃ· Ἐγὼ ἐσταύρωμαι τῷ κόσμῳ, καὶ ὁ κόσμος ἐμοί. Νῦν δέ φησι, Καὶ κλαίων λέγω. Διὰ τί; Ὅτι ἐπέτεινε τὸ κακὸν, ὅτι δακρύων ἄξιοι οἱ τοιοῦτοι. Ὄντως δακρύων ἄξιοι οἱ τρυφῶντες, τὸ μὲν περιβόλαιον, τουτέστι, τὸ σῶμα λιπαίνοντες, τῆς δὲ μελλούσης εὐθύνας διδόναι οὐδένα ποιούμενοι λόγον. Ἰδοὺ τρυφᾷς, ἰδοὺ μεθύεις, σήμερον καὶ αὔριον, καὶ δέκα ἔτη καὶ εἴκοσι καὶ τριάκοντα καὶ πεντήκοντα καὶ ἑκατὸν, ὅπερ ἀδύνατον· πλὴν ἀλλ', εἰ βούλει, θῶμεν· τί τὸ πέρας; τί τὸ κέρδος; Οὐδέν. Τὸ οὖν τοιοῦτον βίον ζῇν οὐ δακρύων ἄξιον καὶ θρήνων; Ἤγαγεν ἡμᾶς εἰς τὸ στάδιον τοῦτο ὁ Θεὸς, ἵνα στεφανώσῃ, καὶ ἡμεῖς ἄπιμεν μηδὲν ἐργασάμενοι γενναῖον. Κλαίει τοίνυν ὁ Παῦλος ἐφ' οἷς ἕτεροι γελῶσι καὶ σπαταλῶσιν· οὕτως ἐστὶ συμπαθητικὸς, οὕτω φροντίζει πάντων ἀνθρώπων. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Διὰ τοῦτό ἐστι θεὸς αὐτοῖς· τοῦτό ἐστι, Φάγωμεν καὶ πίωμεν. Ὁρᾷς ὅσον ἡ τρυφὴ κακόν; τοῖς μὲν τὰ χρήματα, τοῖς δὲ ἡ κοιλία ὁ θεός. Οὐχὶ εἰδωλολάτραι καὶ οὗτοι, καὶ ἐκείνων χείρους; Καὶ ἡ δόξα, φησὶν, ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τινὲς τὴν περιτομήν φασι δηλοῦν διὰ τούτου· ἐγὼ δὲ οὐ τοῦτό φημι, ἀλλὰ τοῦτό ἐστιν· Ἐφ' οἷς ἔδει ἐγκαλύπτεσθαι, ἐπὶ τούτοις σεμνύνονται. Τοῦτό ἐστιν ὅ φησιν ἀλλαχοῦ· Τίνα οὖν μισθὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Δεινὸν μὲν γὰρ τὸ αἰσχρὰ πράττειν, τὸ δὲ πράττοντα αἰσχύνεσθαι, ἐξ ἡμισείας ἐστὶ δεινόν· ὅταν μέντοι τις καὶ ἐγκαλλωπίζηται, ὑπερβολὴ ἀναισθησίας. Ἆρα περὶ ἐκείνων μόνον ταῦτα εἴρηται, οἱ δὲ παρόντες ἡμῖν ἐνταῦθα ἐξέφυγον τὸ ἔγκλημα; καὶ οὐδείς ἐστιν ὑπεύθυνος τούτῳ; οὐδὲ Θεὸν ἔχει τὴν κοιλίαν; οὐδὲ τὴν δόξαν ἐν τῇ αἰσχύνῃ; Βούλομαι, καὶ σφόδρα βούλομαι μηδὲν τούτων εἶναι πρὸς ἡμᾶς, μηδὲ εἰδέναι τινὰ ἔνοχον τοῖς λεγομένοις· δέδοικα δὲ μὴ πρὸςἡμᾶς μᾶλλον, ἢ τοὺς τότε λέγηται. Ὅταν γὰρ πάντα τὸν βίον ἐν πότοις καὶ κώμοις ἀναλίσκῃ τις, καὶ εἰς μὲν πένητας ὀλίγα τινὰ δαπανᾷ, τὸ δὲ πλέον ἀναλίσκῃ εἰς τὴν κοιλίαν, οὐκ εἰκότως καὶ περὶ αὐτοῦ λεχθήσεται;
13.2.1
Οὐδὲν ἐντρεπτικώτερον τῆς λέξεως, οὐδὲν πληκτικώτερον, Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν. Τίνες οὗτοί εἰσιν; Οἱ ἐπίγεια φρονοῦντες, οἱ λέγοντες· Οἰκοδομήσωμεν οἰκίας. Ποῦ; Ἐν τῇ γῇ, φησί· κτησώμεθα ἀγροὺς, ἐν τῇ γῇ πάλιν· ἐπιτύχωμεν ἀρχῆς, πάλιν ἐν τῇ γῇ· τύχωμεν δόξης, πάλιν ἐν τῇ γῇ· πλουτήσωμεν, πάντα ἐν τῇ γῇ. Οὗτοί εἰσιν ὧν ὁ θεὸς ἡ κοιλία. Οἱ γὰρ μηδὲν πνευματικὸν φρονοῦντες, ἀλλ' ἐνταῦθα πάντα κεκτημένοι, καὶ ταῦτα φρονοῦντες, εἰκότως τὴν κοιλίαν θεὸν ἔχουσι, λέγοντες, Φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀποθνήσκομεν. Εἶτα σὺ μὲν περὶ τοῦ σώματος ἀλγεῖς, ὅτι γήϊνόν ἐστι, καίτοι τοῦτό σε οὐδὲν παραβλάπτει εἰς ἀρετῆς λόγον· τὴν δὲ ψυχὴν εἰς γῆν κατασπῶν τῇ τρυφῇ, καὶ μηδένα λόγον τούτου ποιῶν, γελᾷς, εἰπέ μοι, καὶ διακέχυσαι; καὶ ποίας τεύξῃ συγγνώμης διακείμενος ἀναλγήτως, δέον καὶ τὸ σῶμα ποιῆσαι πνευματικόν; ἔξεστι γὰρ, ἂν θέλῃς. Κοιλίαν ἔλαβες, ἵνα τρέφῃς, οὐχ ἵνα διασπᾷς· ἵνα κρατῇς αὐτῆς, οὐχ ἵνα δέσποιναν ἔχῃς· ἵνα σοι ὑπηρετῇ πρὸς τὴν τῶν λοιπῶν μορίων διατροφὴν, οὐχ ἵνα σὺ αὐτῇ ὑπηρετῇς, οὐχ ἵνα τοὺς ὅρους ἐκβαίνῃς. Οὐ τοσαῦτα κακὰ ἐργάζεται ἡ θάλασσα τοὺς ὅρους ὑπερβαίνουσα, ὅσα ἡ γαστὴρ τὸ σῶμα τὸ ἡμέτερον μετὰ τῆς ψυχῆς· πᾶσαν ἐπικλύζει τὴν οἰκουμένην ἐκείνη, καὶ αὕτη ἅπαν τὸ σῶμα. Θὲς αὐτῇ ὅρον τὴν αὐτάρκειαν, καθὼς Θεὸς ἔθετο τῇ θαλάσσῃ τὴν ἄμμον· κἂν κυμαίνῃ, κἂν ἀγριαίνῃ, ἐπιτίμα αὐτῇ τῇ δυνάμει τῇ οὔσῃ ἐν σοί. Ὅρα πῶς λόγῳ σε ἐτίμησεν ὁ Θεὸς, ἵνα αὐτὸν μιμῇ· σὺ δὲ οὐ θέλεις, ἀλλ' ὁρῶν αὐτὴν ὑπερβλύζουσαν, καὶ πᾶσαν διαφθείρουσαν τὴν φύσιν, καὶ λιμνάζουσαν, οὐ τολμᾷς κατασχεῖν οὐδὲ σωφρονίσαι. Ὧν ὁ θεὸς, φησὶν, ἡ κοιλία. Ἴδωμεν πῶς Παῦλος ἐδούλευσε τῷ Θεῷ· ἴδωμεν πῶς καὶ οἱ γαστρίμαργοι τῇ κοιλίᾳ. Οὐχὶ μυρίους ὑπομένουσιν οὗτοι θανάτους; οὐχ, ἅπερ ἂν προστάττῃ, δεδοίκασι παρακοῦσαι; οὐχὶ τὰ ἀδύνατα διακονοῦνται αὐτῇ; Οὐχὶ ἀνδραπόδων χείρους εἰσίν; Ἀλλ' οὐχ ὁ Παῦλος τοιοῦτος· διὸ καὶ ἔλεγεν, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπάρχει. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐνταῦθα ζητῶμεν ἄνεσιν· ἐκεῖ θελήσωμεν γενέσθαι λαμπροὶ, ἔνθα καὶ πολιτευόμεθα. Ἐξ οὗ καὶ Σωτῆρα, φησὶν, ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Κατὰ μικρὸν ἀνήγαγεν ἡμᾶς· ἀπ' οὐρανοῦ, φησὶν, ὁ ἡμέτερος Σωτήρ· ἀπὸ τοῦ τόπου, ἀπὸ τοῦ προσώπου τὸ σεμνὸν δεικνύς. Ὃς μετασχηματίσει τὸ σῶμα, φησὶ, τῆς ταπεινώσεως ἡμῶν. Πολλὰ πάσχει νῦν τὸ ἡμέτερον σῶμα, δεσμεῖται, μαστίζεται, μυρία πάσχει δεινά· ἀλλὰ καὶ τὸ τοῦ Χριστοῦ τοσαῦτα ἔπαθε. Τοῦτο γοῦν ᾐνίξατο εἰπὼν, Εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Ἄρα τὸαὐτὸ μέν ἐστιν, ἐνδύεται δὲ ἀφθαρσίαν. Μετασχηματίσει, φησίν. Ἄρα καὶ τὸ σχῆμα ἕτερον, ἢ τὴν μεταβολὴν οὕτω καταχρηστικῶς ἐκάλεσε. Σῶμα δὲ ταπεινώσεως ἡμῶν εἶπεν, ὅτι τεταπείνωται νῦν, ὅτι τῇ φθορᾷ ἐστιν ὑπεύθυνον, τῇ ἀλγηδόνι, ὅτι δοκεῖ εὐτελὲς εἶναι, καὶ οὐδὲν τῶν λοιπῶν ἔχειν τι πλέον. Εἰς τὸ γενέσθαι αὐτὸ, φησὶ, σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ. Βαβαί! ἐκείνῳ, τῷ καθημένῳ ἐν δεξιᾷ τοῦ Πατρὸς, σύμμορφον τοῦτο τὸ σῶμα γίνεται· ἐκείνῳ, τῷ προσκυνουμένῳ ὑπὸ ἀγγέλων, ἐκείνῳ, ᾧ παρεστήκεσαν αἱ ἀσώματοι δυνάμεις, ἐκείνῳ τῷ ἐπάνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, ἐκείνῳ σύμμορφον γίνεται. Ἆρα ἂν ἡ οἰκουμένη πᾶσα λαβοῦσα δάκρυα, τοὺς ταύτης τῆς ἐλπίδος ἐκπεπτωκότας δακρύῃ, ἀξίως δακρύσει, ὅτι ἐπαγγελίας ἡμῖν κειμένης ἐκείνῳ γενέσθαι σύμμορφον, μετὰ τῶν δαιμόνων ἀπέρχεται; Οὐ μέλει μοι γεέννης λοιπόν· ὅσα ἂν εἴπῃς, οὐδὲν νομίζω πρὸς τὴν ἔκπτωσιν ταύτην. Τί λέγεις, ὦ Παῦλε; ἐκείνῳ σύμμορφον γίνεται; Ναὶ, φησίν. Εἶτα, ἵνα μὴ ἀπιστήσῃς, καὶ λογισμὸν ἐπήγαγε· Κατὰ τὴν ἐνέργειαν, φησὶ, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα. Δύναμιν ἔχει, φησὶν, ὥστε τὰ πάντα ὑποτάξαι, ὥστε καὶ τὴν φθορὰν καὶ τὸν θάνατον· μᾶλλον δὲ ἀπὸ τῆς αὐτῆς δυνάμεως καὶ τοῦτο ποιεῖ. Ποῖον γὰρ δυνάμεώς ἐστι μείζονος, εἰπέ μοι, ἀγγέλους καὶ ἀρχαγγέλους καὶ Χερουβὶμ καὶ Σεραφὶμ ὑποτάξαι καὶ δαίμονας, ἢ σῶμα ποιῆσαι ἄφθαρτον καὶ ἀθάνατον; Πολλῷ δὴ μᾶλλον τοῦτο, ἣ ἐκεῖνο. Ἔδειξε μείζονα ἔργα τῆς δυνάμεως αὐτοῦ, ἵνα καὶ τούτοις πιστεύσῃς. Ὥστε κἂν ὁρᾶτε τούτους χαίροντας, κἂν ὁρᾶτε δεδοξασμένους, στήκετε, μηδὲν παραβλάπτεσθε παρ' αὐτῶν, μηδὲν πτύρεσθε· ἱκαναὶ αὗται αἱ ἐλπίδες καὶ τὸν σφόδρα νωθρὸν καὶ ὑπνηλὸν ἀνορθῶσαι. Ὥστε, ἀδελφοί μου, φησὶν, ἀγαπητοὶ καὶ ἐπιπόθητοι, χαρά μου καὶ στέφανός μου, οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί. Οὕτω, πῶς; Ὡς ἑστήκατε ἀκλινεῖς. Ὅρα πῶς μετὰ τὴν παραίνεσιν τὰ ἐγκώμια· Χαρὰ καὶ στέφανός μου. Οὐχ ἁπλῶς χαρὰ, ἀλλὰ καὶ δόξα· οὐχ ἁπλῶς δόξα, ἀλλὰ καὶ στέφανος· ἧς δόξης οὐκ ἔστιν ἴσον, ὅταν Παύλου στέφανος ὦσιν. Οὕτω στήκετε ἐν Κυρίῳ, ἀγαπητοί· τουτέστιν, ἐν τῇ ἐλπίδι τοῦ Θεοῦ. Εὐοδίαν παρακαλῶ, καὶ Συντύχην παρακαλῶ τὸ αὐτὸ φρονεῖν ἐν Κυρίῳ. Καὶ ἐρωτῶ καὶ σὲ, σύζυγε γνήσιε, συναντιλαμβάνου αὐταῖς.
13.3.1
Τινὲς τὴν γυναῖκα αὐτοῦ παρακαλεῖν ἐνταῦθά φασιν, Σύζυγε γνήσιε· ἀλλ' οὐκ ἔστιν, ἀλλά τινα γυναῖκα, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν. Συναντιλαμβάνου αὐταῖς, φησὶν, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι, μετὰ καὶ Κλήμεντος καὶ τῶν λοιπῶν συνεργῶν μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Ὁρᾷς ὅσην αὐτοῖς ἀρετὴν μαρτυρεῖ; Ὅπερ τοῖς ἀποστόλοις εἶπεν ὁ Χριστὸς, Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλ' ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγεγραμμένα ἐν βίβλῳ ζωῆς, τοῦτο αὐτοῖς μαρτυρεῖ καὶ οὗτος λέγων, Ὧν τὰ ὀνόματα ἐν βίβλῳ ζωῆς. Δοκοῦσι δέ μοι αὗται αἱ γυναῖκες τὸ κεφάλαιον εἶναι τῆς Ἐκκλησίας τῆς ἐκεῖ, καὶ παρατίθεται αὐτὰς ἀνδρὶ ἴσως θαυμαστῷ, ὃν καὶ σύζυγον καλεῖ· ᾧ ἴσως εἰώθει παρατίθεσθαι, ὡς συνεργῷ καὶ στρατιώτῃ καὶ κοινωνῷ καὶ ἀδελφῷ· ὅπερ καὶ ἐν τῇ πρὸς Ῥωμαίους ποιεῖ, λέγων· Συνίστημι ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, διάκονον οὖσαν τῆς Ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς. Σύζυγε. Ἢ ἀδελφόν τινα αὐτῶν, ἢ καὶ ἄνδρα μιᾶς αὐτῶν οὕτω καλεῖ· ὡς ἂν εἰ ἔλεγε· Νῦν ἀδελφὸς εἶ γνήσιος, νῦν ἀνὴρ γνήσιος, ὅτι μέλος γέγονας. Αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάν μοι. Οἴκοθεν ἡ προστασία σου, οὐκ ἀπὸ φιλίας, ἀλλ' ἀπὸ κατορθωμάτων. Συνήθλησάν μοι. Τί λέγεις; γυναῖκες συνήθλησαν; Ναὶ, φησίν. Οὐ μικρὸν καὶ αὗται συνεβάλοντο μέρος· καίτοι δὲ πολλῶν ὄντων τῶν συνεργούντων αὐτῷ, ὅμως ἐν πολλοῖς καὶ αὗται συνέπραττον. Οὐ μικρῶς οὖν τότε συνεκροτοῦντο αἱ Ἐκκλησίαι· τῷ γὰρ τοὺς εὐδοκίμους, εἴτε ἄνδρας, εἴτε γυναῖκας, τοσαύτης παρὰ τῶν λοιπῶν ἀπολαύειν τιμῆς, πολλὰ ἐγίνετο τὰ καλά. Πρῶτον μὲν γὰρ οἱ λοιποὶ πρὸς τὸν ἴσον ἤγοντο ζῆλον· δεύτερον δὲ καὶ ἐκέρδαινον διὰ τῆς τιμῆς· τρίτον καὶ αὐτοὺς ἐκείνους προθυμοτέρους ἐποίουν καὶ σφοδροτέρους. Διὰ τοῦτο πανταχοῦ ὁρᾷς ἐπιμελούμενον τούτου τὸν Παῦλον, καὶ παρατιθέμενον τοὺς τοιούτους· ὅπερ καὶ ἐν τῇ πρὸς Κορινθίους φησὶν, Οἵτινές εἰσιν ἀπαρχὴ τῆς Ἀχαΐας. Τινὲς δέ φασιν ὄνομα ἐκεῖνο κύριον εἶναι τὸ, Σύζυγε· πλὴν εἴτε τοῦτο, εἴτε ἐκεῖνο, οὐ σφόδρα ἀκριβολογεῖσθαι δεῖ, ἀλλ' ὅτι πολλῆς κελεύει αὐτὰς προστασίας ἀπολαῦσαι, θαυμάζειν.
13.4.1
Πάντα ἡμῖν ἐν οὐρανοῖς ἐστι, καὶ Σωτὴρ καὶ πόλις, καὶ ὅ τι ἂν εἴποι τις· Ἐξ οὗ, φησὶ, καὶ Σωτῆρα ἀπεκδεχόμεθα Κύριον Ἰησοῦν Χριστόν. Καὶ τοῦτο τῆς φιλανθρωπίας αὐτοῦ. Αὐτὸς πάλιν ἔρχεται πρὸς ἡμᾶς, οὐχ ἡμᾶς ἕλκει ἐκεῖ, καὶ οὕτω λαβὼν ἡμᾶς ἄπεισι· καὶ τοῦτο πολλῆς τῆς τιμῆς. Εἰ γὰρ πρὸς ἐχθροὺς ὄντας ἦλθε, πολλῷ μᾶλλον πρὸς φίλους γενομένους. Οὐκ ἐπιτρέπει τοῦτο ἀγγέλοις, οὐδὲ δούλοις, ἀλλ' αὐτὸς ἐπὶ τῶν νεφελῶν ἔρχεται καλέσων ἡμᾶς εἰς τὰ βασίλεια αὐτοῦ. Τάχα δὲ καὶ οἱ αὐτοῦ, τιμώμενοι ὑπ' αὐτοῦ, ἀρθήσονται διὰ νεφελῶν. Καὶ ἡμεῖς γὰρ, φησὶν, ἐν νεφέλαις ἁρπαγησόμεθα οἱ τιμῶντες αὐτὸν, καὶ οὕτω πάντοτε σὺν Κυρίῳ ἐσόμεθα. Τίς ἄρα εὑρεθῇ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος; τίνες ἄρα οἱ καταξιούμενοι τῶν τοσούτων ἀγαθῶν; πῶς ἐλεεινοὶ οἱ ἀποπίπτοντες; Εἰ γὰρ τὸν πάντα χρόνον ἐκλαίομεν τῆς βασιλείας ἀποτυχόντες, ἆρά τι ἄξιον ἐποιοῦμεν; Εἰ γὰρ μυρίας γεέννας εἴπῃς, οὐδὲν ἴσον ἐρεῖς τῆς ὀδύνης ἐκείνης, ἣν ὑφίσταται τότε ἡ ψυχὴ, τῆς οἰκουμένης κλονουμένης ἁπάσης, τῶν σαλπίγγων ἠχουσῶν, τῶν ἀγγέλων προτρεχόντων, τῶν πρώτων, εἶτα δευτέρων, εἶτα τρίτων, εἶτα μυρίων ταγμάτων ἐκχεομένων εἰς τὴν γῆν, εἶτα τῶν Χερουβὶμ (πολλὰ δὲ ταῦτά ἐστι καὶ ἄπειρα)· εἶτα τῶν Σεραφὶμ, αὐτοῦ ἐρχομένου ἐπὶ τῆς δόξης ἐκείνης τῆς ἀφράστου, ἀπαντώντων, τῶν ἀφικομένων τοὺς ἐκλεκτοὺς ἄγειν εἰς μέσον· εἶτα τῶν περὶ Παῦλον, καὶ πάντων ὅσοι εὐδοκίμησαν κατ' αὐτὸν, στεφανουμένων, ἀνακηρυττομένων, τιμωμένων παρὰ τοῦ Βασιλέως ἐπὶ πάσης τῆς στρατιᾶς τῆς οὐρανίου. Εἰ γὰρ μὴ γέεννα ἦν, τὸ τοὺς μὲν τιμᾶσθαι, ἐκείνους δὲ ἀτιμάζεσθαι, πόσον ἐστίν; Ἀφόρητος ἡ γέεννα, ὁμολογῶ. καὶ σφόδρα ἀφόρητος· πλὴν ἀφορητοτέρα αὐτῆς, τῆς βασιλείας ἡ ἔκπτωσις. Εἰπὲ γάρ μοι· εἴ τις βασιλεὺς, ἢ υἱὸς βασιλέως ἀπελθὼν, καὶ πολέμους κατορθώσας μυρίους, καὶ θαυμασθεὶς, καὶ ἔχων στρατόπεδον ὁλόκληρον, ἐπιβαίνοι πόλεώς τινος μετὰ τοῦ ζεύγους, μετὰ τροπαίων, μετὰ μυρίων ταγμάτων πάντων χρυσοφορούντων, μετὰ τῶν δορυφόρων τῶν περὶ αὐτὸν ἁπάντων ἀσπίδας ἐχόντων χρυσᾶς, καὶ πᾶσα ἡ πόλις ἐστεφανωμένη εἴη, καὶ πάντες οἱ τῆς οἰκουμένης ἄρχοντες μετ' αὐτοῦ, ἕποιτο δὲ αὐτῷ καὶ πᾶσα ἡλικία, ὀπίσω ἀλλογενῶν ἐθνῶν δεσμωτῶν, ὑπάρχων, σατραπῶν, ὑπάτων, τυράννων, ἀρχόντων· εἶτα ἐπὶ ἁπάσης τῆς λαμπρότητος ἐκείνης, τοὺς ἀπαντῶντας τῶν πολιτῶν δέχοιτο καὶ καταφιλοίη, καὶ χεῖρα ὀρέγοι, καὶ πάσης μεταδιδοῖ παῤῥησίας, ἢ καὶ πάντων ἑστώτων διαλέγοιτο, ὡς πρὸς φίλους, καὶ λέγοι πᾶσαν τὴν ὁδὸν ἐκείνην δι' αὐτοὺς πεποιῆσθαι, καὶ τοὺς μὲν εἰς τὰ βασίλεια ἄγοι τὰ ἑαυτοῦ, τοὺς δὲ καταλιμπάνοι, πόσης κολάσεως τοῦτο οὐκ ἄξιον, εἰ καὶ μὴ κολάζονται; Εἰ δὲ ἐπ' ἀνθρώπου οὕτω πικρὸν τὸ τῆς δόξης ταύτης ἀποπεσεῖν, πολλῷ μᾶλλον ἐπὶ Θεοῦ, ὅταν αἱ ἄνω δυνάμεις πᾶσαι παρῶσι μετὰ τοῦ Βασιλέως, ὅταν οἱ δαίμονες δεδεμένοι καὶ κάτω νεύοντες, καὶ ὁ διάβολος αὐτὸς δέσμιος ἄγηται, καὶ πᾶσα ἰσχὺς ἡ ἀντικειμένη, ὅταν αἱ δυνάμεις τῶν οὐρανῶν, ὅταν αὐτὸς ἔρχηται ἐπὶ τῶν νεφελῶν. Πιστεύσατέ μοι, ὑπὸ τῆς ὀδύνης τῆς κατεχούσης μου τὴν ψυχὴν τῷ διηγήματι τούτῳ οὐδὲ ἐξανύσαι τὸν λόγον δύναμαι. Ἐννοήσωμεν πόσης ἀποστερούμεθα δόξης, ἐξὸν μὴ ἀποστερηθῆναι. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι κύριοι ὄντες τοῦ μὴ ταῦτα παθεῖν, πάσχομεν. Ὅταν γὰρ τοὺς μὲν δέχηται καὶ ἀπάγῃ πρὸς τὸν Πατέρα εἰς τοὺς οὐρανοὺς, τοὺς δὲ ἀφιῇ, καὶ λαβόντες ἄγγελοί τινες ἕλκωσιν ἄκοντας καὶ δεδακρυμένους καὶ κάτω νεύοντας ἐπὶ τὸ τῆς γεέννης πῦρ, πρῶτον παραδειγματισθέντας ἐπὶ τῆς οἰκουμένης ἁπάσης, πόσην οἴει τὴν ὀδύνην εἶναι; Σπεύδωμεν οὖν ἕως ἐστὶ καιρὸς, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας τὴν φροντίδα ποιώμεθα. Πόσα τοιαῦτα ἔχομεν εἰπεῖν οἷα ὁ πλούσιος Εἴ τις ἡμᾶς νῦν συνεχώρει, ἐβουλευσάμεθα ἄν τι τῶν συμφερόντων· ἀλλ' οὐδεὶς ἀφίησι! Καὶ ὅτι ἐροῦμεν, οὐχὶ ἀπ' ἐκείνου μόνου δῆλον, ἀλλὰ καὶ ἀπὸ ἄλλων πολλῶν. Καὶ ἵναμάθῃς, πόσοι ἐν πυρετῷ ἐγένοντο, καὶ εἶπον, Ἐὰν ἀνακτησώμεθα ἑαυτοὺς, οὐκέτι τοῖς αὐτοῖς περιπεσούμεθα! Πολλὰ τοιαῦτα ἐροῦμεν τότε, ἀλλὰ ἀκουσόμεθα ἅπερ ὁ πλούσιος, ὅτι χάσμα ἐστὶν, ὅτι ἀπελάβομεν τὰ ἀγαθὰ ἐνταῦθα. Στένωμεν οὖν, παρακαλῶ, πικρόν· μᾶλλον δὲ μὴ μόνον στένωμεν, ἀλλὰ καὶ μετέλθωμεν τὴν ἀρετήν. Πενθήσωμεν νῦν ἐπὶ σωτηρίᾳ, ἵνα μὴ τότε πενθήσωμεν εἰκῆ· κλαύσωμεν νῦν, καὶ μὴ τότε κλαύσομεν ἐπὶ κακίᾳ· οὗτος ὁ κλαυθμὸς ἀρετῆς, ἐκεῖνος ἀνωφελοῦς μετανοίας· θλίψωμεν ἑαυτοὺς νῦν, ἵνα μὴ τότε θλιβῶμεν. Οὐκ ἔστιν ἴσον ἐνταῦθα θλιβῆναι, κἀκεῖ. Ἐνταῦθα μὲν γὰρ πρὸς βραχὺν θλίβῃ χρόνον, μᾶλλον δὲ οὐδὲ αἴσθησιν λαμβάνεις τῆς θλίψεως, εἰδὼς ὅτι ἐπ' ἀγαθῷ θλίβῃ· ἐκεῖ δὲ χαλεπωτέρα ἡ θλῖψις, ὅτι οὐκ ἐπ' ἐλπίδι, οὐδὲ ἐπί τινι διεξόδῳ, ἀλλὰ ἀπείρως καὶ διαπαντός ἐστι. Γένοιτο δὲ πάντας ἡμᾶς ἀπαλλαγέντας τυχεῖν τῆς ἀνέσεως. Ἀλλ' ἐπεὶ πρὸς τὸ μὴ ταύτης διαμαρτεῖν χρεία συντόνου σπουδῆς καὶ ἀδιαλείπτων εὐχῶν, σπουδάζωμεν, παρακαλῶ· ἂν γὰρ σπουδάζωμεν, καὶ εὐχόμενοι ἀνύομεν· ἐὰν εὐχώμεθα ἐκτενῶς, δίδωσιν ὁ Θεός. Ἂν δὲ μήτε αἰτῶμεν αὐτὸν, μήτε ἐνεργῶμέν τι τοιοῦτον, μηδὲ ἐργαζώμεθα, πῶς ἔνι κατορθῶσαί ποτε καθεύδοντας; Οὐδαμῶς. Ἀγαπητὸν γὰρ τρέχοντας καὶ ἐπεκτεινομένους καὶ συμμορφουμένους τῷ θανάτῳ αὐτοῦ, ὡς Παῦλος εἶπε, δυνηθῆναι ἐπιτυχεῖν, μήτι γε δὴ καθεύδοντας. Εἴ πως καταντήσω, φησίν. Εἰ δὲ Παῦλος ἔλεγεν, Εἴ πως καταντήσω, τί ἡμεῖς ἐροῦμεν; Καθεύδοντας γὰρ οὐδὲ κοσμικὰ πράγματα ἔστιν ἀνύσαι ποτὲ, μήτι γε πνευματικά· καθεύδοντας οὐδὲ παρὰ τῶν φίλων ἔστι τι λαβεῖν ποτε, μήτι γε παρὰ Θεοῦ· καθεύδοντας οὐδὲ πατέρες τιμῶσι, μήτι γε ὁ Θεός. Μικρὸν πονήσωμεν, ἵνα διαπαντὸς ἀναπαυσώμεθα. Πάντως θλιβῆναι δεῖ· κἂν μὴ θλιβῶμεν ἐνταῦθα, ἐκεῖ τοῦτο μένει. Διὰ τί μὴ αἱρούμεθα ἐνταῦθα θλιβῆναι, ἵνα ἐκεῖ ἀναπαυσώμεθα; Γένοιτο δὲ πάντας ἡμᾶς ἀξίως πολιτευσαμένους Χριστοῦ, καὶ τῷ θανάτῳ αὐτοῦ συμμορφωθέντας, τῶν ἀποῤῥήτων τυχεῖν ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.