In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
14.0.1
Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, Χαίρετε. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Ὁ Κύριος ἐγγύς· μηδὲν μεριμνᾶτε, ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεὸν, καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
14.1.1
Μακάριοι οἱ πενθοῦντες, καὶ, Οὐαὶ τοῖς γελῶσι, φησὶν ὁ Χριστός. Τί οὖν ὁ Παῦλός φησι, Χαίρετε ἐν Κυρίῳ πάντοτε; οὐκ ἐναντιούμενος τῷ Χριστῷ· μὴ γένοιτο. Οὐαὶ γὰρ τοῖς γελῶσιν, εἶπεν ὁ Χριστὸς, τὸν γέλωτα τοῦ κόσμου τούτου αἰνιττόμενος, τὸν ἐπὶ τοῖς παροῦσι γινόμενον πράγμασι· καὶ τοὺς πενθοῦντας ἐμακάρισεν, οὐ τοὺς ἁπλῶς πενθοῦντας ἐπὶ ταῖς τῶν οἰκείων ἀποβολαῖς, ἀλλὰ τοὺς κατανενυγμένους, καὶ τὰ οἰκεῖα πενθοῦντας κακὰ, τοὺς τὰ ἑαυτῶν ἁμαρτήματα ἀναλογιζομένους, ἢ καὶ τὰ ἀλλότρια. Οὐκ ἔστιδὲ αὕτη ἡ χαρὰ ἐναντία τῷ πένθει ἐκείνῳ· ἀλλὰ γὰρ ἀπ' ἐκείνου τοῦ πένθους καὶ αὕτη τίκτεται· ὁ γὰρ πενθῶν τὰ ἑαυτοῦ κακὰ, καὶ ἐξομολογούμενος, χαίρει. Ἄλλως δὲ, ἔνεστι πενθεῖν μὲν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, χαίρειν δὲ ἐπὶ τῷ Χριστῷ. Ἐπειδὴ οὖν συνεθλίβοντο δι' ὧν ἔπασχον (Ἐχαρίσθη γὰρ ὑμῖν, φησὶν, οὐ μόνον, τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν), διὰ τοῦτο λέγει, Ἐν Κυρίῳ χαίρετε. Ταῦτα γὰρ οὐδέν ἐστιν, ἢ ὅτι Τοιοῦτον ἐπιδείκνυσθε βίον, ὥστε χαίρειν. Ὅταν τοίνυν τὰ κατὰ Θεὸν ὑμῖν μὴ ᾖ ἐμπεποδισμένα, χαίρετε. Ἢ τοίνυν τοῦτό φησιν, ἢ τὸ, ἐν, ἀντὶ τοῦ, σὺν, ἐστὶν, ὡσεὶ ἔλεγε· Χαίρετε σὺν Κυρίῳ πάντοτε. Πάλιν ἐρῶ, Χαίρετε. Τοῦτο θαρσύνοντός ἐστι καὶ δεικνύντος, ὅτι ὁ ἐν Θεῷ ὢν, ἀεὶ χαίρει· κἄν τε θλίβηται, κἂν ὁτιοῦν πάσχῃ, ἀεὶ χαίρει ὁ τοιοῦτος. Ἄκουσον γὰρ περὶ τῶν ἀποστόλων τοῦ Λουκᾶ λέγοντος, ὅτι Ὑπέστρεφον ἀπὸ προσώπου τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ μαστιγωθῆναι. Εἰ μάστιγες καὶ δεσμὰ, ἃ πάντων εἶναι δοκεῖ λυπηρότερα, χαρὰν τίκτει, τί τῶν ἄλλων δυνήσεται ἐμποιῆσαι λύπην ἡμῖν; Πάλιν ἐρῶ, Χαίρετε. Καλῶς τὸν λόγον ἐδιπλασίασεν. Ἐπειδὴ γὰρ τῶν πραγμάτων ἡ φύσις λύπην ἔτικτε, διὰ τοῦ διπλασιασμοῦ δείκνυσιν, ὅτι πάντως δεῖ χαίρειν. Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις. Εἶπεν ἀνωτέρω, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, καὶ ὅτι τὰ ἐπίγεια φρονοῦσιν. Ἐπεὶ οὖν εἰκὸς αὐτοὺς πρὸς τοὺς πονηροὺς ἀπεχθῶς διακεῖσθαι, παραινεῖ τοίνυν αὐτοῖς μηδὲν ἔχειν πρὸς ἐκείνους κοινὸν, ἀλλὰ μετὰ πολλῆς αὐτοῖς κεχρῆσθαι ἐπιεικείας, οὐ μὴν τοῖς ἀδελφοῖς μόνον, ἀλλὰ καὶ τοῖς ἐχθροῖς καὶ τοῖς ἐναντίοις. Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, ἀλύετε; ὅτι ἀνθίστανται; ὅτι ὁρᾶτε τρυφῶντας αὐτούς; Μηδὲν μεριμνᾶτε. Ἤδη ἡ κρίσις ἐφέστηκεν· οὐκ εἰς μακρὰν δώσουσι λόγον τῶν πεπραγμένων αὐτοῖς. Ἀλλ' ὑμεῖς ἐν θλίψει, ἐκεῖνοι δὲ ἐν τρυφαῖς; Ἀλλ' ἤδη ταῦτα λήψεται τέλος. Ἀλλ' ἐπιβουλεύουσι, καὶ ἀπειλοῦσιν; Ἀλλ' οὐκ εἰς τέλος αὐτοῖς ταῦτα προχωρήσει· ἤδη ἐφέστηκεν ἡ κρίσις, ὅτε τἀναντία ἔσται. Μηδὲν μεριμνᾶτε· ἤδη τὰ τῆς ἀνταποδόσεως ἐφέστηκε. Κἂν ἐπιεικῶς προσενεχθῆτε τοῖς τὰ δεινὰ ὑμᾶς διατεθεῖσι, κἂν πενία, κἂν θάνατος, κἂν ὁτιοῦν ἄλλο δεινὸν ᾖ, πάντα οἰχήσεται. Μηδὲν μεριμνᾶτε· ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματα ὑμῶν γνωριζέσθω πρὸς τὸν Θεόν. Μία μὲν οὖν ἐκείνη παραμυθία, τὸ, Ὁ Κύριος ἐγγὺς, καὶ ἐκεῖνο, τὸ, Ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος. Ἰδοὺ καὶ ἄλλη παραμυθία, καὶ λύπης καὶ περιστάσεως καὶ πάντων τῶν ἀνιαρῶν λυτήριον φάρμακον. Ποῖον δὴ τοῦτο; Τὸ εὔχεσθαι, τὸ ἐν παντὶ εὐχαριστεῖν. Ὥστε τὰς εὐχὰς οὐ μόνον αἴτησιν εἶναι βούλεται, ἀλλὰ καὶ εὐχαριστίαν ὑπὲρ ὧν ἔχομεν. Πῶς γὰρ αἰτήσει τις τὰ μέλλοντα, ὁ τῶν προτέρων χάριν οὐκ εἰδώς; Ἀλλ' ἐν παντὶ, φησὶ, τουτέστι, πράγματι, τῇ προσευχῇ καὶ τῇ δεήσει. Ὥστε ὑπὲρ ἁπάντων εὐχαριστεῖν δεῖ, καὶτῶν δοκούντων εἶναι λυπηρῶν· τοῦτο γὰρ ὄντως εὐχαρίστου. Ἐκεῖνο μὲν γὰρ ἡ φύσις τῶν πραγμάτων ἀπαιτεῖ· τοῦτο δὲ ἀπὸ ψυχῆς γίνεται εὐγνώμονος, καὶ σφόδρα διακειμένης πρὸς τὸν Θεόν. Ταύτας ἐπιγινώσκει τὰς εὐχὰς ὁ Θεὸς, τὰς δὲ ἄλλας οὐκ οἶδεν. Οὐκοῦν τοιαῦτα εὔχεσθε, ὥστε ἐπιγινώσκεσθαι. Πάντα γὰρ ὑπὲρ τοῦ συμφέροντος οἰκονομεῖ, κἂν ἡμεῖς μὴ εἰδῶμεν. Καὶ τοῦτο τοῦ σφόδρα συμφέρειν ἡμῖν ἐστι τεκμήριον, τὸ ἡμᾶς μὴ εἰδέναι. Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Τί ἐστι τοῦτο; Ἡ εἰρήνη τοῦ Θεοῦ, φησὶν, ἣν πρὸς τοὺς ἀνθρώπους εἰργάσατο, πάντα νοῦν ὑπερέχει. Τίς γὰρ ἂν προσεδόκησε, τίς δὲ ἂν ἤλπισε τοσαῦτα ἔσεσθαι ἀγαθά; Ἅπασαν ἀνθρωπίνην ὑπερβαίνει διάνοιαν, οὐχὶ λόγον μόνον· ὑπὲρ τῶν ἐχθρῶν, ὑπὲρ τῶν μισούντων αὐτὸν, ὑπὲρ τῶν ἀποστρεφομένων, ὑπὲρ τούτων τὸν Υἱὸν ἐκδοῦναι τὸν μονογενῆ οὐ παρῃτήσατο, ὥστε εἰρήνην ποιῆσαι πρὸς ἡμᾶς. Αὕτη δὴ οὖν ἡ εἰρήνη, τουτέστιν, ἡ καταλλαγὴ, ἡ ἀγάπη τοῦ Θεοῦ, φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν.
14.2.1
Τοῦτο διδασκάλου, μὴ μόνον παραινεῖν, ἀλλὰ καὶ εὔχεσθαι, καὶ διὰ δεήσεως βοηθεῖν, ὥστε μήτε ὑπὸ πειρασμῶν καταβαπτίζεσθαι, μήτε ὑπὸ ἀπάτης περιφέρεσθαι· ὡς ἂν εἰ ἔλεγεν· Ὁ ῥυσάμενος ὑμᾶς οὕτως, ὡς οὐδὲ νοῦς καταλαβεῖν δύναται, αὐτὸς ὑμᾶς διαφυλάξειε, καὶ ἀσφαλίσαιτο, ὥστε μηδὲν παθεῖν. Ἢ οὖν τοῦτο δηλοῖ, ἢ ὅτι ἡ εἰρήνη, ἥν φησιν ὁ Χριστὸς, Εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, αὕτη φρουρήσει ὑμᾶς. Ἡ γὰρ εἰρήνη ὑπερέχει πάντα νοῦν ἀνθρώπινον. Εἰ δὲ λέγεις, πῶς; ἄκουε· Ὅταν λέγῃ πρὸς τοὺς ἐχθροὺς εἰρηνεύειν, πρὸς τοὺς ἀδικοῦντας, πρὸς τοὺς ἐκπεπολεμωμένους καὶ ἀπεχθῶς πρὸς ἡμᾶς ἔχοντας, πῶς οὐχ ὑπὲρ νοῦν ἐστιν ἀνθρώπινον τοῦτο; Μᾶλλον δὲ τὸ πρότερον ἴδωμεν Ἡ εἰρήνη ὑπερέχει πάντα νοῦν. Εἰ ἡ εἰρήνη, πολλῷ μᾶλλον αὐτὸς ὁ Θεὸς, ὁ τὴν εἰρήνην δοὺς, πάντα νοῦν, οὐ τὸν ἡμέτερον μόνον, ἀλλὰ καὶ τὸν τῶν ἀγγέλων καὶ τῶν ἄνω δυνάμεων. Τί δέ ἐστιν, Ἐν Χριστῷ Ἰησοῦ; Ἐν αὐτῷ φυλάξει, φησὶν, ὥστε μένειν, καὶ μὴ ἐκπεσεῖν αὐτοῦ τῆς πίστεως Τὸ λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶ σεμνὰ, ὅσα ἀληθῆ, ὅσα δίκαια. Τί ἐστι, Τὸ λοιπόν; Ἀντὶ τοῦ, Πάντα ἡμῖν εἴρηται. Ἐπειγομένου τὸ ῥῆμά ἐστι, καὶ οὐδὲν κοινὸν ἔχοντος πρὸς τὰ παρόντα. Λοιπὸν, ἀδελφοὶ, ὅσα ἐστὶν ἀληθῆ, ὅσα σεμνὰ, ὅσα δίκαια, ὅσα ἁγνὰ, ὅσα προσφιλῆ, ὅσα εὔφημα, εἴ τις ἀρετὴ καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε· ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε, καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοί. Τί ἐστιν, Ὅσα προσφιλῆ; Προσφιλῆ τοῖς πιστοῖς, προσφιλῆ τῷ Θεῷ. Ὅσα ἐστὶν ἀληθῆ. Ταῦτα γὰρ ὄντως ἀληθῆ, ἡ ἀρετή· ψεῦδος δὲ ἡ κακία· καὶ γὰρ ἡ ἡδονὴ αὐτῆς ψεῦδος, καὶ ἡ δόξα αὐτῆς ψεῦδος, καὶ πάντα τὰ τοῦ κόσμου ψεῦδος. Ὅσα ἁγνὰ, πρὸς τὸ, Τὰ ἐπίγεια φρονοῦντας. Ὅσα σεμνὰ, πρὸς τὸ, Ὧν ὁ θεὸς ἡ κοιλία. Ὅσα δίκαια, ὅσα εὔφημα, ταῦτά ἐστι, φησίν. Εἴ τις ἀρετὴ, καὶεἴ τις ἔπαινος. Ἐνταῦθα βούλεται αὐτοὺς καὶ τῶν πρὸς ἀνθρώπους προνοεῖν. Ταῦτα λογίζεσθε, φησίν. Ὁρᾷς ὅτι πᾶσαν ἔννοιαν βούλεται ἐξορίσαι πονηρὰν ἐκ τῶν ἡμετέρων ψυχῶν; ἀπὸ γὰρ ἐννοιῶν αἱ πράξεις αἱ πονηραὶ γίνονται. Ἃ καὶ ἐμάθετε καὶ παρελάβετε. Τοῦτο διδασκαλίας ἀρίστης, τὸ ἐν πάσαις ταῖς παραινέσεσιν ἑαυτὸν παρέχειν τύπον, καθὼς καὶ ἀλλαχοῦ φησι, Καθὼς ἔχετε τύπον ἡμᾶς· καὶ πάλιν ἐνταῦθα, Ἃ καὶ ἐμάθετε, καὶ παρελάβετε· τουτέστιν, Ἐδιδάχθητε· καὶ ἠκούσατε, καὶ εἴδετε ἐν ἐμοὶ, καὶ ῥημάτων ἕνεκεν, καὶ πράξεων, καὶ ἀναστροφῆς. Ὁρᾷς ὅτι μέχρι παντὸς πράγματος ταῦτα διατάττεται; Ἐπειδὴ γὰρ οὐκ ἐνῆν ἀκριβολογεῖσθαι περὶ πάντων, καὶ εἰσόδων καὶ ἐξόδων, καὶ ῥήματος καὶ σχήματος καὶ συνουσίας (πάντων γὰρ τούτων χρὴ προνοεῖν τὸν Χριστιανόν)· συντόμως εἶπε καὶ ὡς ἐν κεφαλαίῳ, Ἐν ἐμοὶ ἠκούσατε καὶ εἴδετε· τουτέστι, Παρ' ἐμοί· ὡσεὶ ἔλεγε· Καὶ διὰ τῶν ἔργων, καὶ διὰ τῶν ῥημάτων ὑμᾶς ἀνήγαγον. Ταῦτα πράσσετε· μὴ λέγετε μόνον, ἀλλὰ καὶ πράττετε· καὶ ὁ Θεὸς τῆς εἰρήνης ἔσται μεθ' ὑμῶν. Τουτέστιν, Ἐὰν οὕτω φυλάττητε ταῦτα, καὶ πρὸς ἀλλήλους εἰρηνεύητε, ἐν γαλήνῃ ἔσεσθε, ἐν ἀσφαλείᾳ πολλῇ· οὐδὲν πείσεσθε λυπηρὸν, οὐδὲ τῶν ἀβουλήτων. Ὅταν γὰρ ἡμεῖς εἰρηνεύωμεν πρὸς αὐτὸν, εἰρηνεύομεν δὲ διὰ τῆς ἀρετῆς, πολλῷ μᾶλλον αὐτὸς μεθ' ἡμῶν ἔσται. Ὁ γὰρ οὕτως ἡμᾶς ἀγαπήσας, ὡς καὶ μὴ βουλομένους προσίεσθαι, ἂν ἴδῃ προστρέχοντας, οὐ πολλῷ πλέον αὐτὸς ἐπιδείξεται τὴν φιλίαν; Οὐδὲν οὕτως ἐχθρὸν τῆς ἡμετέρας φύσεως, ὡς κακία. Πῶς δὲ ἐχθρὸν ἡμῶν ἡ κακία, καὶ φίλον ἡ ἀρετὴ, πολλαχόθεν δῆλον· καὶ, εἰ βούλεσθε, σκοπήσωμεν τοῦτο πρῶτον ἀπὸ τῶν ἐναντίων ἑνὸς, τῆς πορνείας· Ἡ πορνεία ἐπονειδίστους καθίστησι, πένητας, καταγελάστους, εὐκαταφρονήτους πρὸς πάντας, ταῦτα διατιθεῖσα, ἅπερ ἐχθρῶν ἐστι διατιθέναι· πολλάκις δὲ καὶ νόσοις καὶ κινδύνοις περιέβαλεν αὕτη· πολλοὶ δὲ καὶ ὑπὲρ τῶν πορνῶν ἀπώλοντο, καὶ τραύματα ἔλαβον. Εἰ δὲ τὸ πορνεύειν ταῦτα προξενεῖ, τὸ μοιχεύειν πολλῷ μᾶλλον. Ἆρα οὖν καὶ ἐλεημοσύνη οὕτως; Οὐδαμῶς· ἀλλ' ὡς μήτηρ φιλόστοργος ἐν κοσμιότητι πολλῇ τὸ παιδίον καθίστησιν, ἐν εὐταξίᾳ, ἐν χρηστῇ δόξῃ, περὶ τὴν τῶν ἀναγκαίων ποιεῖ σχολάζειν διατριβὴν, οὐκ ἀφίησιν ἡμᾶς, οὐδὲ ἀπάγει τῶν ἀναγκαίων, ἀλλὰ καὶ τὴν ψυχὴν συνετωτέραν ἐργάζεται. Οὐδὲν γὰρ πορνῶν ἀσυνετώτερον. Ἀλλὰ τί; βούλει τὴν πλεονεξίαν ἰδεῖν; Καὶ αὕτη, ἅπερ ἂν ἐχθρὸς ἡμᾶς διέθηκε, διατίθησι. Πῶς; Μισεῖσθαι καὶ αὕτη ποιεῖ παρὰ πάντων· πάντας ἡμῶν κατεύχεσθαι παρασκευάζει, καὶ τοὺς ἠδικημένους, καὶ τοὺς οὐκ ἠδικημένους, ἐκείνοις μὲν συναλγοῦντας, ὑπὲρ δὲ ἑαυτῶν δεδοικότας· ὡς ἐχθροὺς κοινοὺς πάντες ὁρῶσιν, ὡς θηρία, ὡς δαίμονας· μυρίαι πανταχοῦ κατηγορίαι, ἐπιβουλαὶ, φθόνοι, ἅπερ ἐστὶν ἐχθρῶν. Ἡ δὲ δικαιοσύνη τοὐναντίον, πάντας φίλους, πάντας συνήθεις, πάντας εὐνοϊκῶς διατίθησι πρὸς ἡμᾶς· παρὰ πάντων ὑπὲρ ἡμῶν εὐχαὶ γίνονται. Ἐν ἀσφαλείᾳ πολλῇ ἐντεῦθεν τὰ καθ' ἡμᾶς, οὐδεὶς κίνδυνος, οὐδεμία ὑποψία, ἀλλὰ καὶ ὁ ὕπνος ἀδεῶς ἔπεισιμετὰ ἀσφαλείας, οὐδεμία φροντὶς, οὐδεὶς κοπετός.
14.3.1
Ὁρᾷς ὅτι μᾶλλον αὕτη βελτίων; Τί δὲ, εἰπέ μοι; τὸ φθονεῖν, ἢ τὸ συνήδεσθαι βέλτιον; Ταῦτα πάντα ἐξετάσωμεν, καὶ εὑρήσομεν, ὅτι ἡ μὲν ἀρετὴ, καθάπερ μήτηρ ὄντως φιλόστοργος, ἐν ἀσφαλείᾳ καθίστησιν· ἡ δὲ κακία ἐν κινδύνοις, πρᾶγμα ἐπισφαλὲς ὑπάρχον καὶ ἐπικίνδυνον. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Κραταίωμα Κύριος τῶν φοβουμένων αὐτὸν, καὶ ἡ διαθήκη αὐτοῦ τοῦ δηλῶσαι αὐτοῖς. Οὐδένα δέδοικεν ὁ μηδὲν ἑαυτῷ συνειδὼς πονηρόν· οὐδενὶ πάλιν θαῤῥεῖ ὁ ἐν κακίᾳ ζῶν, ἀλλὰ καὶ τοὺς οἰκέτας τρέμει, καὶ μετὰ ὑποψίας ὁρᾷ. Τί δὲ λέγω τοὺς οἰκέτας; τοῦ συνειδότος οὐ φέρει τὸ δικαστήριον· οὐχ οἱ ἔξω μόνον, ἀλλὰ καὶ οἱ ἔνδον αὐτὸν κόπτουσι λογισμοὶ, οὐκ ἀφιέντες αὐτὸν ἠρεμεῖν. Τί οὖν, φησί; πρὸς ἐπαίνους προσέχοντα δεῖ ζῇν; Οὐκ εἶπε, Πρὸς ἔπαινον ὅρα, ἀλλὰ, Καὶ τὰ ἐπαινετὰ ποίει, μὴ πρὸς ἔπαινον μέντοι. Ὅσα ἀληθῆ· ψεῦδος γὰρ ταῦτα· Ὅσα σεμνά. Τὸ σεμνὸν τῆς ἔξω ἐστὶ δυνάμεως, τὸ δὲ ἁγνὸν, τῆς ψυχῆς. Μὴ δίδοτε, φησὶ, πρόσκομμα, μηδὲ λαβήν. Ἐπειδὴ εἶπεν, Ὅσα εὔφημα, ἵνα μὴ νομίσῃς, ὅτι τὰ παρὰ ἀνθρώποις ἁπλῶς φησιν, ἐπήγαγεν, Εἴ τις ἀρετὴ, καὶ εἴ τις ἔπαινος, ταῦτα λογίζεσθε, ταῦτα πράττετε. Διαπαντὸς βούλεται ἡμᾶς ἐν τούτοις εἶναι, ταῦτα μεριμνᾷν, ταῦτα ἐννοεῖν. Εἰ γὰρ μέλλοιμεν πρὸς ἑαυτοὺς εἰρηνεύειν, καὶ ὁ Θεὸς ἔσται μεθ' ἡμῶν. Ἂν δὲ πόλεμον ἐγείρωμεν, ὁ τῆς εἰρήνης Θεὸς οὐκ ἔσται μεθ' ἡμῶν. Οὐδὲν γὰρ οὕτω πολέμιον τῇ ψυχῇ, ὡς κακία· καὶ οὐδὲν αὐτὴν ἐν ἀσφαλείᾳ καθίστησι πάλιν, ὡς ἡ εἰρήνη καὶ ἡ ἀρετή· ὥστε τὰ παρ' ἡμῶν ἄρχεσθαι δεῖ, καὶ τότε τὸν Θεὸν ἐπισπασόμεθα. Οὐκ ἔστιν ὁ Θεὸς, πολέμου καὶ μάχης θεός. Οὐκοῦν κατάλυσον καὶ τὸν πόλεμον καὶ τὴν μάχην, καὶ τὴν πρὸς αὐτὸν, καὶ τὴν πρὸς τὸν πλησίον· εἰρηνικὸς ἔσο πρὸς πάντας· ἐννόησον τίνας ὁ Θεὸς σώζει· Μακάριοι οἱ εἰρηνοποιοὶ, φησὶν, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Διαπαντὸς τὸν Υἱὸν τοῦ Θεοῦ μιμοῦνται οἱ τοιοῦτοι, καὶ μίμησαι καὶ σὺ αὐτόν· εἰρήνευσον· ὅσῳ ἄν σε πολεμῇ ὁ ἀδελφὸς, τοσούτῳ μείζων ὁ μισθός. Ἄκουε γὰρ τοῦ προφήτου λέγοντος, Μετὰ τῶν μισούντων τὴν εἰρήνην, ἤμην εἰρηνικός. Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς τὸ μὴ εἶναι μνησίκακον· τοῦτο ἀφίησί σε τῶν ἁμαρτημάτων, τοῦτό σοι λύει τὰ ἐγκλήματα. Ἂν δὲ μαχώμεθα καὶ πυκτεύωμεν, μακρὰν γινόμεθα τοῦ Θεοῦ. Ἀπὸ μὲν γὰρ τῆς μάχης ἔχθραι τίκτονται, ἀπὸ δὲ τῆς ἔχθρας μνησικακίαι. Ἔκκοψον τὴν ῥίζαν, καὶ οὐκ ἔσται ὁ καρπός· οὕτω μαθησόμεθα τῶν βιωτικῶν καταφρονεῖν. Οὐ γὰρ ἔστιν, οὐκ ἔστιν ἐν τοῖς πνευματικοῖς μάχη, ἀλλ' ὅπερ ἂν ἴδῃς γενόμενον, ἢ μάχας, ἢ φθόνον, ἢ ὅπερ ἂν εἴποι τις, βιωτικῶν ἕνεκεν γίνεται· ἢ γὰρ πλεονεξίας, ἢ φθόνου, ἢ κενοδοξίας ἔχει ἀρχὴν πᾶσα μάχη. Ἂν τοίνυν εἰρηνεύσωμεν, μαθησόμεθα καὶ τῶν ἐν τῇ γῇ καταφρονεῖν. Ἥρπασέ τις τὰ χρήματα; Ἀλλ' οὐδὲν ἠδίκησε, μόνον μὴ τὸνἄνω πλοῦτον ἁρπάσῃ, φησίν. Ἐνεπόδισέ σου τῇ δόξῃ; Ἀλλ' οὐ τῇ πρὸς Θεὸν, ἀλλὰ τῇ οὐδαμινῇ· οὐδὲ γὰρ δόξα αὕτη ἐστὶν, ἀλλ' ὄνομα δόξης, μᾶλλον δὲ καὶ ἀδοξία. Ἥρπασέ σου τὴν τιμήν; Ἀλλ' οὐχὶ τὴν σὴν, ἀλλὰ τὴν ἑαυτοῦ. Ὥσπερ γὰρ ὁ ἀδικῶν οὐκ ἀδικεῖ, ἀλλ' ἀδικεῖται· οὕτω καὶ ὁ τῷ πλησίον ἐπιβουλεύων, ἑαυτὸν ἀναιρεῖ πρῶτον· ὁ γὰρ ὀρύσσων βόθρον τῷ πλησίον αὐτοῦ, εἰς αὐτὸν ἐμπίπτει. Μὴ τοίνυν ἐπιβουλεύωμεν ἑτέροις, ἵνα μὴ ἑαυτοὺς βλάπτωμεν. Ὅταν τὴν ἑτέρων δόξαν ὑποσκελίσωμεν, ἐννοήσωμεν ὅτι ἑαυτοὺς βλάπτομεν, ὅτι μᾶλλον ἑαυτοῖς ἐπιβουλεύομεν. Ἐκεῖνον μὲν γὰρ ἴσως, κἂν ἰσχύσωμεν, παρὰ τοῖς ἀνθρώποις βλάπτομεν· ἑαυτοὺς δὲ παρὰ τῷ Θεῷ ἀδικοῦμεν, παροξύνοντες αὐτόν. Μὴ δὴ βλάπτωμεν ἑαυτούς. Ὥσπερ γὰρ εἰ ἀδικοῦμεν τοὺς πλησίον, ἑαυτοὺς ἀδικοῦμεν· οὕτως αὐτοὺς εὖ ποιοῦντες, ἑαυτοὺς εὖ ποιοῦμεν. Ὅταν οὖν σε βλάψῃ ὁ ἐχθρὸς, ἐννοήσας, ὅτι εὐηργέτησέ σε, ἐὰν νήφῃς, μὴ μόνον τοῖς ἴσοις αὐτὸν ἀμύνῃ, ἀλλὰ καὶ εὐεργέτησον. Ἀλλ' ἡ πληγὴ μένει σφοδρὰ, φησί. Τοῦτο τοίνυν ἐννόησον, ὅτι οὐκ ἐκεῖνον εὖ ποιεῖς, ἀλλ' ἐκεῖνον μὲν κολάζεις, σαυτὸν δὲ εὖ ποιεῖς, καὶ ταχέως ἥξεις πρὸς τὸ εὖ ποιῆσαι. Τί οὖν; καὶ σκοπῷ, φησὶ, τοιούτῳ ποιεῖν δεῖ; Οὐ δεῖ μὲν τούτῳ ποιεῖν τῷ σκοπῷ· ὅταν δὲ μὴ φέρῃ ἡ καρδία, κἂν τούτῳ, φησὶν, αὐτὴν ἐνάγαγε, καὶ ταχέως αὐτὴν πείσεις ἀφεῖναι τὴν ἔχθραν, καὶ ὡς φίλον εὐεργετήσεις λοιπὸν τὸν ἐχθρὸν, καὶ οὕτω τῶν μελλόντων ἀγαθῶν ἐπιτεύξῃ· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν ἐν Χριστῷ Ἰησοῦ, καὶ τὰ ἑξῆς.