In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
3.0.1
Καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, κατὰ τὴν ἀπο καραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς, εἴτε διὰ θανάτου.
3.1.1
Τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν οὐδὲν τῶν ἐν τῷ παρόντι βίῳ λυπηρῶν δύναται δακεῖν, οὐκ ἔχθραι, οὐ κατηγορίαι, οὐ διαβολαὶ, οὐ κίνδυνοι, οὐκ ἐπιβουλαί. Ὥσπερ γὰρ εἰς μεγάλην τινὰ ἀκρώρειαν καταφυγοῦσα, ἄληπτος πᾶσίν ἐστι τοῖς κάτωθεν ἀνιοῦσιν ἀπὸ τῆς γῆς. Τοιαύτη ἦν ἡ τοῦ Παύλου ψυχὴ, πάσης ἀκρωρείας ὑψηλότερον τόπον τὸν τῆς φιλοσοφίας καταλαβοῦσα τῆς πνευματικῆς, τῆς ὄντως φιλοσοφίας. Τὰ γὰρ τῶν ἔξωθεν, ῥήματα μόνον ἐστὶ καὶ παίδων ἀθύρματα. Ἀλλ' οὐ περὶ τούτων λόγος νῦν, τὰ δὲ Παύλου φθεγγόμεθα τέως. Ὁ μακάριος ἐκεῖνος καὶ τὸν βασιλέα ἔχων πολεμοῦντα αὐτῷ, πρὸς τούτῳ εἶχε καὶ ἑτέρους ἐχθροὺς διαφόρως αὐτὸν λυποῦντας, καὶ μετὰ πικρᾶς διαβολῆς· καὶ τί φησιν; Οὐ μόνον οὐκ ἀλγῶ τούτοις οὐδὲ καταπίπτω, ἀλλὰκαὶ χαίρω καὶ χαρήσομαι· οὐ πρὸς καιρὸν, φησὶν, ἀλλ' ἀεὶ ὑπὲρ τούτων χαρήσομαι. Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν τὴν μέλλουσαν. Πῶς γὰρ οὐκ ἀποβήσεται, ὅταν καὶ ἡ ἔχθρα μου τὸ κήρυγμα ὠφελῇ καὶ ὁ πρὸς ἐμὲ ζῆλος; Διὰ τῆς ὑμῶν δεήσεως, φησὶ, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Ὅρα τὴν ταπεινοφροσύνην τοῦ μακαρίου τούτου· ἐν τοῖς ἄθλοις ἦν ἀγωνιζόμενος, μυρία κατωρθώκει, πρὸς αὐτῷ τῷ στεφάνῳ λοιπὸν ἔκειτο· Παῦλος γὰρ ἦν· τί γὰρ ἄν τις εἴποι πλέον; καὶ Φιλιππησίοις γράφει, ὅτι Διὰ τῆς ὑμῶν δεήσεως δύναμαι σωθῆναι, ὁ ἀπὸ μυρίων κατορθωμάτων κεκτημένος τὴν σωτηρίαν. Καὶ ἐπιχορηγίας, φησὶ, τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ. Τί ἐστιν, Ἐπιχορηγίας; Ἂν διὰ τῶν ὑμετέρων εὐχῶν, φησὶ, καταξιωθῶ τῆς χάριτος. Τὸ γὰρ, Ἐπιχορηγίας, τοῦτό ἐστιν, ἂν ἐπιχορηγηθῇ, ἂν πλέον ἐπιδοθῇ μοι πνεῦμα· Εἰς σωτηρίαν, τουτέστι, τὴν ἀπαλλαγὴν, καὶ τὸν παρόντα διαφεύξομαι, ὡς τὸν πρῶτον κίνδυνον. Περὶ τούτου γάρ φησιν· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο· μὴ αὐτοῖς λογισθείη· ἀλλ' ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. Τοῦτο γοῦν καὶ νῦν ἤδη προφητεύει, Διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ Πνεύματος Ἰησοῦ Χριστοῦ, λέγων, κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου. Οὕτω γὰρ, φησὶν, ἐλπίζω. Ἵνα γὰρ πάλιν ἡμεῖς μὴ τὸ ὅλον ταῖς ἐκείνων ἐπιτρέπωμεν εὐχαῖς, αὐτοὶ μηδὲν εἰσφέροντες, ὅρα πῶς τίθησι τὸ αὑτοῦ, τὴν ἐλπίδα, τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, καθάπερ ὁ προφήτης φησί· Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σοί· καθάπερ καὶ ἑτέρωθί φησιν, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς ἤλπισεν ἐπὶ Κύριον, καὶ κατῃσχύνθη; καὶ πάλιν ὁ μακάριος οὗτός φησιν, Ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Κατὰ τὴν ἀποκαραδοκίαν, φησὶ, καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι. Αὕτη ἡ τοῦ Παύλου ἐλπὶς, τὸ ἐλπίζειν, ὅτι Οὐδαμοῦ αἰσχυνθήσομαι. Ὁρᾷς ὅσον ἐστὶν ἐλπίζειν ἐπὶ τὸν Θεόν; Κἂν ὁτιοῦν γένηται, φησὶν, οὐκ αἰσχυνθήσομαι· τουτέστιν, οὐ περιέσονται οὗτοι. Ἀλλ' ἐν πάσῃ παῤῥησίᾳ, καθὼς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Προσεδόκων ἐκεῖνοι διὰ τῆς παγίδος ταύτης δῆθεν ἑλεῖν μὲν τὸν Παῦλον, σβέννυσθαι δὲ τὸ κήρυγμα, ὡς τοῦ δόλου τοῦ αὐτῶν ἰσχύοντος. Τοῦτο οὖν φησιν, ὅτι Οὐκ ἔσται τοῦτο, οὐ νῦν ἀποθανοῦμαι· Ἀλλ' ὡς πάντοτε, καὶ νῦν μεγαλυνθήσεται Χριστὸς ἐν τῷ σώματί μου. Πῶς; Πολλάκις εἰς κινδύνους ἐνέπεσον, ἐν οἷς πάντες ἡμᾶς ἀπηγόρευσαν, μᾶλλον δὲ καὶ ἡμεῖς ἑαυτούς· Ἐν ἑαυτοῖς γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν· ἀλλ' ἐκ πάντων ἡμᾶς ἐῤῥύσατο ὁ Κύριος. Οὕτω καὶ νῦν μεγαλυνθήσεται ἐν τῷ σώματί μου. Ἵνα δὲ μή τις νομίσῃ καὶ εἴπῃ, Ἂν σὺ ἀποθάνῃς, οὐ μεγαλυνθήσεται; Ναὶ, φησὶν, οἶδα· ἀλλ' οὐ διὰ τοῦτο οὕτως εἶπον, ὅτι ἡ ζωὴ μόνη μεγαλυνεῖ αὐτὸν, ἀλλὰ καὶ ὁ θάνατος. Τέως δὲ, Διὰ ζωῆς, φησίν· οὐκ ἀναιροῦσί με, ἀλλὰ καὶ εἰ εἷλόν με, καὶ οὕτω μεγαλυνθήσεται ὁ Χριστός. Πῶς; Διὰ μὲν ζωῆς, ὅτι ἐξείλετο· διὰ θανάτου δὲ, ὅτι οὐδὲ θάνατος ἔπεισέ με ἀρνήσασθαι αὐτόν. Ὅτι μοι τοσαύτην προθυμίαν ἐχαρίσατο, καὶ θανάτου ἐποίησεν ἰσχυρότερον· ἐκεῖ μὲν, ὅτι με ἀπήλλαξε κινδύνων· ἐνταῦθα δὲ, ὅτι με οὐκ εἴασε φοβηθῆναι τοῦ θανάτου τὴν τυραννίδα. Οὕτω μεγαλυνθήσεται διὰ ζωῆς καὶ θανάτου.
3.2.1
Ταῦτα δὲ λέγει, οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ἀλλ' ὅταν ἀποθάνῃ, ἵνα μηδὲν ἀνθρώπινον πάθωσιν. Ὅτι γὰρ οὐχ ὡς μέλλων ἀποθανεῖσθαι, ὃ μάλιστα αὐτοὺς ἐλύπει, ταῦτα ἔλεγεν, ὅρα πῶς αὐτὸ παραμυθεῖται, μονονουχὶ λέγων· Ταῦτα δὲ λέγω, φησὶν, οὐχ ὡς ἀποθανούμενος. Διὰ τοῦτο ἐπήγαγε προϊών· Καὶ τοῦτο πεποιθὼς οἶδα ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν. Τὸ δὲ, Ἐν οὐδενὶ αἰσχυνθήσομαι, τοῦτό ἐστιν, Οὐ φέρει μοι αἰσχύνην τὸ ἀποθανεῖν, ἀλλὰ καὶ μέγα κέρδος. Διὰ τί; Οὐ γὰρ ἀθάνατός εἰμι, ἀλλὰ καὶ λαμπρότερος ἔσομαι, ἢ εἰ καὶ ἀθάνατος ἤμην· οὐ γάρἐστιν ἴσον ἀθάνατον ὄντα καταφρονεῖν θανάτου, καὶ θνητόν. Ὥστε οὐδὲ τοῦτο αἰσχύνη, τὸ νῦν ἀποθανεῖν· πλὴν οὐκ ἀποθανοῦμαι. Ἐν οὐδενὶ αἰσχυνθήσομαι, οὔτε ἐν τῷ ζῇν, οὔτε ἐν τῷ ἀποθανεῖν, φησίν· ἀμφότερα γὰρ γενναίως ὑποίσω, εἴτε ζῇν, εἴτε ἀποθανεῖν. Καλῶς· τοῦτο Χριστιανῆς ψυχῆς. Ἀλλ' ἐν πάσῃ, φησὶ, παῤῥησίᾳ. Ὁρᾷς, πῶς οὐκ αἰσχύνομαι; Εἰ μὲν γὰρ ὁ τοῦ θανάτου φόβος περιέκοπτέ μου τὴν παῤῥησίαν, αἰσχύνης ἄξιον τὸ ἀποθανεῖν· εἰ δὲ οὐδὲν οὗτος ἐπελθὼν ἐφόβησεν, οὐκ αἰσχύνη τοῦτο· ἀλλ' εἴτε ζῶ, διὰ τοῦ ζῇν οὐκ αἰσχυνθήσομαι· κηρύττω γὰρ τὸ κήρυγμα· εἴτε ἀποθάνω, διὰ τοῦ ἀποθανεῖν οὐκ αἰσχυνθήσομαι· οὐ κατεῖχέ με γὰρ φόβος· τὴν γὰρ αὐτὴν παῤῥησίαν ἐπιδείκνυμαι. Μὴ γὰρ, ἐπειδὴ δεσμὰ εἶπον, αἰσχύνην τὸ πρᾶγμα νομίσητε. Τοσούτων ἀγαθῶν αἴτιόν μοι γέγονεν, ὅτι καὶ ἑτέροις ἔδωκε θαῤῥεῖν. Οὐ γὰρ τὸ δεθῆναι διὰ Χριστὸν, ἀλλὰ τὸ φοβηθέντα τὰ δεσμὰ, προδοῦναί τι τῶν τοῦ Χριστοῦ, τοῦτο αἰσχύνη· ὡς, ἂν τοῦτο μὴ ᾖ, καὶ παῤῥησίας πρόξενα τὰ δεσμά. Μὴ ἐπειδὴ πολλάκις διέφυγον κινδύνους (καὶ ἔχω ἐπὶ τούτοις καυχᾶσθαι πρὸς τοὺς ἀπίστους), ἂν μὴ συμβῇ τι τοιοῦτον, ἤδη νομίζετε αἰσχύνεσθαι· καὶ γὰρ καὶ τοῦτο οὐχ ἧττον ἐκείνου δίδωσιν ὑμῖν τὴν παῤῥησίαν. Ὅρα πῶς ἐπὶ τοῦ οἰκείου προσώπου αὐτὸ προάγει· ὅπερ πολλαχοῦ ποιεῖ καὶ ἀλλαχοῦ, καθάπερ ἐπὶ Ῥωμαίων, Οὐ γὰρ ἐπαισχύνομαι τὸ Εὐαγγέλιον, φησί· καθάπερ ἐπὶ Κορινθίων· Ταῦτα δὲ μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλώ. Εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου. Οὐχ ὡς ἀγνοῶν τοῦτό φησιν· οἶδε μὲν γὰρ, ὅτι οὐκ ἀποθανεῖται τότε, ἀλλὰ μετὰ ταῦτα· πλὴν αὐτῶν προπαρασκευάζει τὴν ψυχὴν ἤδη· Ἐμοὶ γὰρ, φησὶ, τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Καὶ γὰρ ἀποθανὼν, φησὶν, οὐ τεθνήξομαι, τὴν ζωὴν ἔχων ἐν ἐμαυτῷ. Τότε με ἀνεῖλον ἂν, εἰ ἴσχυσαν διὰ τοῦ φόβου τὴν πίστιν ἐκβαλεῖν τῆς ἐμῆς ψυχῆς· ἕως δ' ἂν Χριστὸς ᾖ μετ' ἐμοῦ, κἂν θάνατος ἐπέλθῃ, ζῶ. Καὶ ἐν τῇ ζωῇ δὲ ταύτῃ οὐ τοῦτό ἐστί μου τὸ ζῇν, ἀλλὰ ὁ Χριστός. Εἰ τοίνυν οὐδὲ ἐν τῇ ζωῇ ταύτῃ τοῦτό ἐστιν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ· τοῦτο κἀκεῖ λέγω· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Τοιοῦτον χρὴ εἶναι τὸν Χριστιανόν. Οὐ ζῶ, φησὶ, τὴν κοινὴν ζωήν. Πῶς οὖν ζῇς, ὦ μακάριε Παῦλε; οὐχὶ τὸν ἥλιον ὁρᾷς; οὐχὶ τὸν κοινὸν ἀέρα ἀναπνεῖς; οὐχὶ ταύταις ταῖς ἁπάντων τρέφῃ τροφαῖς; οὐχὶ τὴν γῆν πατεῖς, ὥσπερ ἡμεῖς; οὐχὶ ὕπνου δέῃ; οὐχὶ ἐνδυμάτων; οὐχὶ ὑποδημάτων; Τί λέγεις, Οὐ ζῶ; Πῶς οὐ ζῇς; τί μεγαλαυχεῖς; Οὐκ ἔστι μεγαληγορία ταῦτα. Εἰ μὲν γὰρ μὴ τὰ πράγματα ἐμαρτύρει, εἰκότως ἄν τις εἴποι μεγαληγορίαν εἶναι· εἰ δὲ τὰ πράγματα μαρτυρεῖ, ποία μεγαληγορία; Πῶς οὖν οὐ ζῇ, μάθωμεν· καὶ γὰρ ἀλλαχοῦ φησιν, Ἐγὼ τῷ κόσμῳ ἐσταύρωμαι, καὶ ἐμοὶ ὁ κόσμος. Πῶς οὖν φησιν, Οὐκέτι ζῶ, καὶ πῶς πάλιν, Ἐμοὶ τὸ ζῇν Χριστὸς, ἀκούσατε· Τὸ τῆς ζωῆς ὄνομα πολυσήμαντόν ἐστιν, ἀγαπητοὶ, τουτέστι, πολλὰ σημαίνει, ὥσπερ καὶ τὸ τοῦ θανάτου. Ἔστι ζωὴ αὕτη ἡ τοῦ σώματος, καὶ ἔστι ζωὴ ἡ τῆς ἁμαρτίας· καθώς φησιν αὐτὸς ἀλλαχοῦ· Εἰ δὲ ἀπεθάνομεν τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ; Ἄρα ἔστι ζῇν τὴν τῆς ἁμαρτίας ζωήν· προσέχετε ἀκριβῶς, παρακαλῶ, ἵνα μὴ εἰκῆ κοπτώμεθα· ἔστι ζωὴ ἡ ἀΐδιος καὶ ἀθάνατος, μετὰ δὲ ταύτης ἡ οὐράνιος· Ἡμῶν γὰρ, φησὶ, τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Ἔστι ζωὴ ἡ τοῦ σώματος, ἥν φησι, Δι' αὐτοῦ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν. Οὐ τὴν φυσικὴν οὖν φησι μὴ ζῇν ζωὴν, ἀλλὰ ταύτην τὴν τῶν ἁμαρτημάτων, ἣν ἅπαντες ἄνθρωποι ζῶσιν· εἰκότως. Ὁ γὰρ μὴ ἐπιθυμῶν τῆς παρούσης ζωῆς, πῶς ταύτην ζῇ; ὁ πρὸς ἑτέραν σπεύδων, πῶς ταύτην ζῇ; ὁ θανάτου καταφρονῶν, πῶς ταύτην ζῇ; ὁ μηδενὸς τῶν ἐνταῦθα ἐπιθυμῶν, πῶς ταύτην ζῇ; Ὥσπερ γὰρ ὁ ἐξ ἀδάμαντος συγκείμενος, κἂν μυριάκις πλήττοιτο, οὐκ ἂν ἐπιστραφείη ποτέ· οὕτως οὐδὲ ὁ Παῦλος· Ζῶ δὲ, φησὶν, οὐκέτι ἐγὼ, τουτέστιν, ὁ παλαιὸς ἄνθρωπος· καὶ πάλιν ἀλλαχοῦ, Ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; Οὕτως ὁ μηδὲν διὰ τροφὴν ποιῶν, ὁ μηδὲν δι' ἔνδυμα, ὁ μηδὲν διά τι τῶν παρόντων, πῶς οὗτος ζῇ; Οὗτος οὐδὲ τὴν φυσικὴν ζωὴν ζῇ· ὁ μηδενὸς φροντίζων τῶν βιωτικῶν, οὐ ζῇ. Ἡμεῖς ζῶμεν τοῦτον τὸν βίον, οἱ πάντα ὑπὲρ τούτου πράττοντες· ἐκεῖνος δὲ οὐκ ἔζη· οὐδὲν γὰρ ἐπραγματεύετο τῶν ἐνταῦθα. Πῶς οὖν ἔζη; Οὕτω καὶ ἡμεῖς ἐπί τινων λέγομεν· Ἐμοὶ ὁ δεῖνα οὐ πάρεστιν, ὅταν μηδὲν πράττῃ τῶν ἀνηκόντων εἰς ἐμέ· ἐμοὶ ὁ δεῖνα οὐ ζῇ, πάλιν ὁμοίως. Ὅτι γὰρ οὐ τὴν φυσικὴν παραιτεῖται ζωὴν, φησὶν ἀλλαχοῦ· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τουτέστι, Καινήν τινα ζωὴν ζῶ, ἐξηλλαγμένην.
3.3.1
Ταῦτα δὴ πάντα πρὸς παραμυθίαν τῶν Φιλιππησίων λέγει. Μὴ νομίσητε, φησὶν, ὅτι τῆς ζωῆς ἀποστεροῦμαι ταύτης· ἐπεὶ μηδὲ ζῶν, ταύτην ἔζων τὴν ζωὴν, ἀλλ' ἐκείνην, ἢν ὁ Χριστὸς ἐβούλετο. Εἰπὲ γάρ μοι, ὁ χρημάτων καταφρονῶν, ὁ τρυφῆς, ὁ λιμοῦ καὶ δίψης, ὁ κινδύνων, ὁ ὑγείας, ὁ σωτηρίας, ταύτην ζῇ τὴν ζωήν; ὁ μηδὲν ἐνταῦθα ἔχων, ὁ πολλάκις αὐτὴν ῥῖψαι βουλόμενος, ἀνάγκης οὔσης, καὶ μὴ ἀντιποιηθεὶς, ταύτην ζῇ τὴν ζωήν; Οὐδαμῶς. Ὡς ἐπὶ ὑποδείγματος δὲ ὑμῖν χρὴ τοῦτο ποιῆσαι φανερόν· οἷον, ἔστω τις ἐν πλούτῳ πολλῷ, καὶ οἰκέτας ἐχέτω καὶ χρυσίον, καὶ μηδενὶ τούτων κεχρήσθω· ἆρα οὗτος πλουτεῖ τὸν πλοῦτον ἐκεῖνον; Οὐδαμῶς. Ὁράτω δὲ καὶ διασπαθῶντας τὰ ὑπάρχοντα τοὺς παῖδας, εἰκῆ ῥεμβομένους, καὶ μηδενὸς αὐτῶν φροντιζέτω· εἰ βούλει δὲ, καὶ τυπτόμενος μὴ ἀλγείτω· ἆρα φήσομεν αὐτὸν εἶναι ἐν πλούτῳ; Οὐδαμῶς· καίτοι γε αὐτοῦ ἐστιν. Οὕτω καὶ Παῦλος, Ἐμοὶ, φησὶ, τὸ ζῇν Χριστός. Εἰ βούλει τὴν ζωὴν ἐξετάσαι τὴν ἐμὴν, ἐκεῖνός ἐστι. Καὶ τὸ ἀποθανεῖν κέρδος. Διὰ τί; Ὅτι σαφέστερον αὐτῷ συνέσομαι μᾶλλον· ὥστε μᾶλλόν ἐστι ζῆσαι τὸ ἀποθανεῖν. Οὐδὲν δεινὸν ἐργάσονταί με οἱ ἀποκτενοῦντές με, τῇ ζωῇ παραπέμποντες τῇ ἐμῇ, καὶ ταύτης τῆς οὐ προσηκούσης ἀπαλλάττοντες. Τί οὖν; ἐνταῦθα ὢν, οὐκ ἦς τοῦ Χριστοῦ. Καὶ σφόδρα. Εἰ δὲ τὸ ζῇν ἐν σαρκὶ, τοῦτό μοι καρπὸς ἔργου, καὶ τί αἱρήσομαι οὐ γνωρίζω. Ἵνα μή τις εἴποι· Εἰ τοίνυν ἐκεῖνο ζωὴ, τίνος ἕνεκεν ὁ Χριστὸς εἴασέ σε ἐνταῦθα; Καρπὸς ἔργου, φησὶν, ἐστίν. Ὥστε ἔνεστι καὶ τῇ παρούσῃ ζωῇ εἰς δέον χρήσασθαι, μὴ ζῶντας αὐτὴν, ὡς οἱ πολλοί. Τοῦτό φησιν, ἵνα μὴ νομίσῃς διαβεβλῆσθαι τὴν ζωὴν, μηδὲ εἴπῃς· Εἰ γὰρ οὐδὲν χρησιμεύο [ι] μεν ἐνταῦθα, τίνος ἕνεκεν οὐκ ἀναιροῦμεν ἑαυτοὺς, οὐδὲ ἀποκτείνομεν; Μηδαμῶς, φησίν· ἔνεστι καὶ ἐνταῦθα ὄντα κερδαίνειν, ἐὰν μὴ ζῶμεν τὴν ζωὴν ταύτην, ἀλλ' ἑτέραν. Ἀλλ' ἴσως ἐρεῖ τις· Τοῦτο καρπόν σοι φέρει; Ναὶ, φησί. Ποῦ νῦν οἱ αἱρετικοί; ἰδοὺ νῦν τὸ, Ζῇν ἐν σαρκὶ, τοῦτό φησι καρπὸν ἔργου· καὶ γὰρ ἔργου. Πῶς καρπὸς ἔργου; Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Διὰ τοῦτο καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Βαβαὶ, πόση ἦν ἡ φιλοσοφία! Πῶς καὶ τὴν ἐπιθυμίαν ἐξέβαλε τῆς παρούσης ζωῆς, καὶ οὐ διέβαλεν αὐτήν! Τῷ μὲν γὰρ εἰπεῖν, ὅτι Τὸ ἀποθανεῖν κέρδος, τούτῳ τὴν ἐπιθυμίαν ἐξέβαλε· τῷ δὲ εἰπεῖν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ, καρπὸς ἔργου, τούτῳ ἔδειξε καὶ τὴν παροῦσαν ἀναγκαίαν ζωήν. Πῶς; Ἐὰν εἰς δέον αὐτῇ χρώμεθα, ἐὰν καρποφορῶμεν· ὡς ἐὰν ἄκαρπος ᾖ, οὐκ ἔστιν ἔτι ζωή. Καὶ γὰρ τῶν δένδρων τὰ μὴ φέροντα καρπὸν, ὁμοίως τῶν ξηρῶν ἀποστρεφόμεθα, καὶ πυρὶ παραδίδομεν. Τὸ γὰρ ζῇν πάλιν τῶν μέσων ἐστὶ καὶ ἀδιαφόρων· τὸ δὲ καλῶς ἢ κακῶς, ἐν ἡμῖν ἐστιν. Ὥστε οὐ μισῶμεν τὸ ζῇν· ἔνεστι γὰρ ζῇν καὶ καλῶς· ὡς ἐὰν κακῶς αὐτῷ χρησαίμεθα, οὐδὲ οὕτω διαβαλοῦμεν αὐτό. Διὰ τί; Ὅτι οὐκ αὐτὸ αἴτιον γέγονεν, ἀλλ' ἡ προαίρεσις τῶν κακῶς χρωμένων αὐτῷ. Ὁ μὲν γὰρ Θεός σε ἐποίησε ζῇν, ἵνα αὐτῷ ζῇς· σὺ δὲ ὑπὸ τῆς κακίας τῇ ἁμαρτίᾳ ζήσας, ὑπεύθυνον σαυτὸν πάσης αἰτίας ποιεῖς. Τί λέγεις, εἰπέ μοι, ὦ Παῦλε; οὐ γνωρίζεις τί αἱρήσῃ; Ἐνταῦθα μέγα ἀπεκάλυψε μυστήριον, ὅτι κύριος ἦν τοῦ ἀπελθεῖν· ὅταν γὰρ αἵρεσις ᾖ, κύριοί ἐσμεν. Τί αἱρήσομαι, φησὶν, οὐ γνωρίζω. Ἐν σοὶ οὖν ἐστι; Ναὶ, φησὶν, εἰ βουλοίμην αἰτῆσαι τὸν Θεὸν χάριν. Συνέχομαι γὰρ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων. Ὅρα τὴν φιλοστοργίαν τοῦ μακαρίου τούτου· καὶ ταύτῃ αὐτοὺς παραμυθεῖται, ὅταν ἴδωσιν, ὅτι αὐτὸς κύριός ἐστι τῆς αἱρέσεως, ὅτι οὐκ ἀνθρωπίνῃ πονηρίᾳ τοῦτο γίνεται, ἀλλὰ Θεοῦ οἰκονομίᾳ. Τί τοίνυν ἀλγεῖτε, φησὶν, ἐπὶ τῷ θανάτῳ; πολλῷ κρεῖττον ἦν πάλαι ἀπελθεῖν. Τὸ ἀναλῦσαι γὰρ, φησὶ, καὶ σὺν Χριστῷ εἶναι, πολλῷ μᾶλλον κρεῖσσον· τὸ δὲ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Ταῦτα προπαρασκευαστικὰ τῆς μελλούσης αὐτοῦ τελευτῆς, ἵνα φέρωσιν αὐτὴν γενναίως· ταῦτα φιλοσοφίας διδακτικά. Καλὸν, φησὶ, τὸ ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι· καὶ γὰρ ὁ θάνατος τῶν ἀδιαφόρων ἐστίν. Οὐ γὰρ κακὸν ὁ θάνατος, ἀλλὰ κακὸν τὸ ἀποθανόντακολάζεσθαι· οὐδὲ καλὸν ὁ θάνατος, ἀλλὰ καλὸν τὸ ἀπελθόντα σὺν Χριστῷ εἶναι· τὰ μετὰ θάνατον, ἢ καλὰ ἢ κακά. Μὴ τοίνυν ἐπὶ τοῖς ἀποθνήσκουσι πενθῶμεν ἁπλῶς, μηδὲ ἐπὶ τοῖς ζῶσι χαίρωμεν ἁπλῶς· ἀλλὰ τί; Πενθῶμεν τοὺς ἁμαρτωλοὺς μὴ ἀποθνήσκοντας μόνον, ἀλλὰ καὶ ζῶντας. Χαίρωμεν δὲ ἐπὶ τοῖς δικαίοις, μὴ ζῶσι μόνον, ἀλλὰ καὶ τετελευτηκόσιν. Ἐκεῖνοι μὲν γὰρ καὶ ζῶντες τεθνήκασιν, οὗτοι δὲ καὶ ἀποθανόντες ζῶσιν· ἐκεῖνοι καὶ ἐνταῦθα ὄντες ἐλεεινοὶ πᾶσίν εἰσιν, ἐπειδὴ Θεῷ προσκρούουσιν· οὗτοι καὶ ἐκεῖ μεταστάντες μακάριοι, ὅτι πρὸς τὸν Χριστὸν ἀπῆλθον. Οἱ ἁμαρτωλοὶ, ὅπου ἂν ὦσι, πόῤῥω τοῦ βασιλέως εἰσί. Διὰ τοῦτο δακρύων ἄξιοι· οἱ δὲ δίκαιοι, ἄν τε ἐνταῦθα, ἄν τε ἐκεῖ, μετὰ τοῦ βασιλέως εἰσὶ, κἀκεῖ μᾶλλον καὶ ἐγγύτερον, οὐ διὰ εἴδους, οὐ διὰ πίστεως, ἀλλὰ, Πρόσωπον, φησὶ, πρὸς πρόσωπον.
3.4.1
Μὴ τοίνυν ἁπλῶς κλαίωμεν τοὺς ἀποθανόντας, ἀλλὰ τοὺς ἐν ἁμαρτίαις· οὗτοι θρήνων ἄξιοι, οὗτοι κοπετῶν καὶ δακρύων. Ποία γὰρ ἐλπὶς, εἰπέ μοι, μετὰ ἁμαρτημάτων ἀπελθεῖν, ἔνθα οὐκ ἔστιν ἁμαρτήματα ἀποδύσασθαι; Ἕως μὲν γὰρ ἦσαν ἐνταῦθα, ἴσως ἦν προσδοκία πολλὴ, ὅτι μεταβαλοῦνται, ὅτι βελτίους ἔσονται· ἂν δὲ ἀπέλθωσιν εἰς τὸν ᾅδην, ἔνθα οὐκ ἔστιν ἀπὸ μετανοίας κερδᾶναί τι (Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι;), πῶς οὐ θρήνων ἄξιοι; Κλαίωμεν τοὺς οὕτως ἀπερχομένους, οὐ κωλύω, κλαίωμεν, ἀλλὰ μὴ ἀσχημόνως, μὴ τρίχας τίλλοντες, μὴ βραχίονας γυμνοῦντες, μὴ ὄψιν σπαράττοντες, μὴ μελανειμονοῦντες, ἀλλὰ μόνον κατὰ ψυχὴν ἠρέμα δάκρυον ἀφιέντες πικρόν. Ἔνεστι γὰρ καὶ ταύτης χωρὶς τῆς πομπῆς κλαῦσαι πικρῶς, καὶ μὴ παῖξαι μόνον· παιγνίων γὰρ οὐδὲν διενήνοχε τὰ ὑπό τινων γινόμενα. Καὶ γὰρ οὐ συμπαθείας ἐκεῖνοι οἱ κοπετοὶ οἱ ἐπ' ἀγορᾶς, ἀλλ' ἐπιδείξεως καὶ φιλοτιμίας καὶ κενοδοξίας εἰσί· πολλαὶ διὰ τέχνην τοῦτο ποιοῦνται. Κλαῦσον πικρὸν, στέναξον κατ' οἰκίαν, μηδενὸς ὁρῶντος· τοῦτο συμπαθείας ἐστὶ, τοῦτο καὶ σὲ ὠφελεῖ. Ὁ γὰρ ἐκεῖνον πενθῶν οὕτω, πολλῷ μᾶλλον αὐτὸς σπουδάσει μηδέποτε τοῖς αὐτοῖς περιπεσεῖν· φοβερά σοι ἔσται ἡ ἁμαρτία λοιπόν. Κλαῦσον τοὺς ἀπίστους, κλαῦσον τοὺς οὐδὲν ἐκείνων ἀπέχοντας, τοὺς χωρὶς φωτίσματος ἀπερχομένους, τοὺς χωρὶς σφραγῖδος· οὗτοι ὄντως θρήνων ἄξιοι, οὗτοι ὀδυρμῶν· ἔξω τῶν βασιλείων εἰσὶ μετὰ τῶν καταδίκων, μετὰ τῶν κατεγνωσμένων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Κλαῦσον τοὺς ἐν πλούτῳ τετελευτηκότας, καὶ μηδεμίαν ἀπὸ τοῦ πλούτου παραμυθίαν ταῖς ἑαυτῶν ψυχαῖς ἐπινοήσαντας, τοὺς λαβόντας ἐξουσίαν ἀπολούσασθαι αὑτῶν τὰ ἁμαρτήματα, καὶ μὴ βουληθέντας. Τούτους κλαίωμεν καὶ ἰδίᾳ καὶ κοινῇ πάντες, ἀλλὰ μετὰ κοσμιότητος, ἀλλὰ μετὰ σεμνότητος, ἀλλὰ μὴ ὥστε παραδειγματίζειν ἑαυτούς. Τούτους κλαίωμεν μὴ μίαν ἡμέραν, μηδὲ δευτέραν, ἀλλὰ τὸν πάντα βίον ἡμῶν. Τοῦτο οὐκ ἔστι πάθους ἀλόγου τὸ δάκρυον, ἀλλὰ φιλοστοργίας· ἐκεῖνο δὲ πάθους ἀλόγου· διὰ τοῦτο καὶ ταχέως σβέννυται. Ὅταν γὰρ διὰ τὸν τοῦ Θεοῦ φόβον γίνηται, ἀεὶ παραμένει. Κλαίωμεν οὖν τούτους, βοηθῶμεν αὐτοῖς κατὰ δύναμιν, ἐπινοήσωμεν αὐτοῖς τινα βοήθειαν, μικρὰν μὲν, βοηθεῖν δὲ ὅμως δυναμένην. Πῶς καὶ τίνι τρόπῳ; Αὐτοί τε εὐχόμενοι, καὶ ἑτέρους παρακαλοῦντες εὐχὰς ὑπὲρ αὐτῶν ποιεῖσθαι, πένησιν ὑπὲρ αὐτῶν διδόντες συνεχῶς. Ἔχει τινὰ τὸ πρᾶγμα παραμυθίαν· ἄκουε γὰρ τοῦ Θεοῦ λέγοντος· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν δοῦλόν μου. Εἰ μνήμη μόνον δικαίου τοσοῦτον ἴσχυσεν, ὅταν καὶ ἔργα γένηται ὑπὲρ αὐτοῦ, πῶς οὐκ ἰσχύσει; Οὐκ εἰκῆ ταῦτα ἐνομοθετήθη ὑπὸ τῶν ἀποστόλων, τὸ ἐπὶ τῶν φρικτῶν μυστηρίων μνήμην γίνεσθαι τῶν ἀπελθόντων· ἴσασιν αὐτοῖς πολὺ κέρδος γινόμενον, πολλὴν τὴν ὠφέλειαν. Ὅταν γὰρ ἑστήκῃ λαὸς ὁλόκληρος χεῖρας ἀνατείνοντες, πλήρωμα ἱερατικὸν, καὶ προκέηται ἡ φρικτὴ θυσία, πῶς οὐ δυσωπήσομεν ὑπὲρ τούτων τὸν Θεὸν παρακαλοῦντες; Ἀλλὰ τοῦτο μὲν περὶ τῶν ἐν πίστει παρελθόντων· οἱ δὲ κατηχούμενοι οὐδὲ ταύτης καταξιοῦνται τῆς παραμυθίας, ἀλλὰ ἀπεστέρηνται πάσης τῆς τοιαύτης βοηθείας, πλὴν μιᾶς τινος. Ποίας δὴ ταύτης; Ἔνεστι πένησιν ὑπὲρ αὐτῶν διδόναι· ποιεῖ τινα αὐτοῖς παραψυχὴν τὸ πρᾶγμα· καὶ γὰρ παρ' ἀλλήλων ἡμᾶς ὠφελεῖσθαι βούλεται ὁ Θεός. Διὰ τί γὰρ ὑπὲρ εἰρήνης καὶ εὐσταθείας τοῦ κόσμου ἐκέλευσεν εὔχεσθαι; διὰ τί ὑπὲρ πάντων ἀνθρώπων; Καίτοι γε ἐνταῦθα ἐν πᾶσίν εἰσι καὶ λῃσταὶ καὶ τυμβωρύχοι καὶ κλέπται, καὶ μυρίων κακῶν γέμοντες· ἀλλ' ὅμως ὑπὲρ πάντων εὐχόμεθα· ἴσως γὰρ ἔσται τις αὐτῶν ἐπιστροφή. Ὥσπερ οὖν ὑπὲρ τῶν ζώντων εὐχόμεθα τῶν οὐδὲν διαλλαττόντων τῶν νεκρῶν, οὕτως ἔνεστι καὶ ὑπὲρ ἐκείνων εὔχεσθαι. Ὁ Ἰὼβ ὑπὲρ τῶν παίδων ἐποίει θυσίας, καὶ ἀπήλλαττεν αὐτοὺς τῶν ἁμαρτημάτων· Μή ποτε ἐνενόησαν, φησὶ, τὶ ἐν τῇ καρδίᾳ αὐτῶν. Οὕτω τις προνοεῖται παίδων. Οὐκ εἶπε, καθάπερ οἱ πολλοὶ τῶν νῦν ἀνθρώπων· Καταλείπω αὐτοῖς ὑπάρχοντα· οὐκ εἶπε· Δῶ αὐτοῖς δόξαν· οὐκ εἶπεν· Ἀρχὴν ὠνήσομαι· οὐκ εἶπεν· Ἀγροὺς πρίωμαι· ἀλλὰ τί; Μή τι ἐνενόησαν ἐν τῇ καρδίᾳ αὐτῶν. Τί γὰρ ὄφελος ἐκείνων πάντων ἐνταῦθα μενόντων; Οὐδέν. Τὸν Βασιλέα πάντων ἵλεων ποιήσω, φησὶν, αὐτοῖς, καὶ οὐδὲν αὐτοῖς λείπει λοιπόν· Κύριος γὰρ, φησὶ, ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. Οὗτος πλοῦτος μέγας, οὗτος θησαυρός· ἂν τὸν τοῦ Θεοῦ φόβον ἔχωμεν, οὐδενὸς ἡμῖν δεῖ· ἂν δὲ τοῦτο μὴ ἔχωμεν, καὶ τὴν βασιλείαν αὐτὴν ἐὰν ἔχωμεν, πάντων ἐσμὲν πενέστεροι. Οὐδὲν ἴσον τοῦ φοβουμένου τὸν Κύριον· Ὁ φόβος γὰρ, φησὶ, τοῦ Κυρίου πάντα ὑπερέβαλε. Τοῦτον κτησώμεθα, ὑπὲρ τούτου πάντα πράττωμεν· κἂν τὴν ψυχὴν ἀποδόσθαι δέῃ, μὴ φεισώμεθα, κἂν τὸ σῶμα κατακόψαι· πάντα πράττωμεν, ἵνα τοῦ φόβου τούτου ἐπιτύχωμεν. Οὕτω γὰρ ἐσόμεθα πάντων εὐπορώτεροι, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ τῷ Πατρὶἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.