Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 4 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.0.1
Καὶ τί αἱρήσομαι, οὐ γνωρίζω. Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι· πολλῷ γὰρ μᾶλ λον κρεῖσσον. Τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον δι' ὑμᾶς. Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μενῶ, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν, εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πί στεως· ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
4.1.1
Οὐδὲν τῆς Παύλου ψυχῆς μακαριώτερον, ἐπειδὴ μηδὲ γενναιότερον. Ἀλλὰ νῦν τὸ ἐναντίον εὔκαιρον εἰπεῖν περὶ πάντων· οὐδὲν ἡμῶν ἀσθενέστερον, οὐδὲ ταλαιπωρότερον. Διὰ τοῦτο πάντες πεφρίκαμεν τὸν θάνατον, οἱ μὲν διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος, ὧν καὶ αὐτὸς εἷς εἰμι, οἱ δὲ διὰ τὴν φιλοψυχίαν καὶ ταλαιπωρίαν, ὧν μήποτε γενοίμην ἐγώ· ψυχικοὶ γὰρ οἱ τοῦτον δεδοικότες τὸν φόβον. Τοῦτο τοίνυν, ὃ πάντες πεφρίκαμεν, ἐκεῖνος ηὔχετο, καὶ πρὸς ἐκεῖνον ἠπείγετο, Τὸ ἀναλῦσαι, λέγων, πολλῷ μᾶλλον κρεῖσσον, καὶ τί αἱρήσομαι, οὐκ οἶδα. Τί λέγεις; μέλλων ἐντεῦθεν πρὸς τὸν οὐρανὸν μεθίστασθαι, καὶ μετὰ Χριστοῦ εἶναι, οὐ γνωρίζεις τί αἱρήσῃ; Ἀλλὰ πόῤῥω τῆς Παύλου ταῦτα ψυχῆς. Τίνι γὰρ εἴ τις εἶπε τοῦτο καὶ διεβεβαιώσατο, οὐκ ἂν εὐθέως ἥρπασε; Ναὶ, φησίν· ἀλλ' ὥσπερ οὐκ ἔστιν ἡμῶν τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι· οὕτως οὐδὲ τὸ, παρὸν τούτου τυχεῖν, μεῖναι ἐνταῦθα ἡμῶν· ἀλλ' ἀμφότερα Παύλου καὶ τῆς ἐκείνου ψυχῆς. Τί λέγεις; οἶδας καὶ πέπεισαι, ὅτι μετὰ Χριστοῦ μέλλεις εἶναι, καὶ ἀμφιβάλλεις λέγων, Οὐκ οἶδα τί αἱρήσομαι; καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνταῦθα αἱρῇ, τὸ ἐπιμεῖναι λέγω τῇ σαρκί; Τί ποτε τοῦτό ἐστιν; Οὐχὶ κατάπικρον ἔζης βίον; ἐν ἀγρυπνίαις, ἐν ναυαγίοις, ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι, ἐν μερίμναις, ἐν φροντίσι; μετὰ τῶν ἀσθενούντων ἠσθένεις, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦ. Ἐν ὑπομονῇ πολλῇ, φησὶν, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν νηστείαις, ἐν ἁγνότητι· πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα· κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν ψευδαδέλφοις. Οὐχὶ, ὅτε τὸ Γαλατῶν ἅπαν ἔθνος ἐπὶ τὴν τοῦ νόμου παρατήρησιν ἐπανῆλθεν, ἐβόας λέγων, Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε; πόσα τότε οὐκ ἐπένθησας, καὶ ἔτι μᾶλλον τοῦτον ποθεῖς τὸν ἐπίκηρον βίον; Εἰ γὰρ μηδέν σοι τούτων συμβεβήκει, ἀλλὰ πάντα, ἅπερ κατωρθώκεις, κατώρθωσας μετὰ ἀδείας, μετὰ τρυφῆς, οὐκ ἐχρῆν τὸ ἄδηλον τοῦ μέλλοντος δεδοικότα πρός τινα λιμένα σπεύδειν; Τίς ἔμπορος, εἰπέ μοι, θησαυρῶν μυρίων πλήρη τὴν ὁλκάδα ἔχων, παρὸν εἰς λιμένα καταδραμεῖν καὶ ἀναπαύεσθαι, ἕλοιτο θαλαττεύειν ἔτι; τίς ἀγωνιστὴς, παρὸν στεφανωθῆναι, ἕλοιτο ἀγωνίζεσθαι; τίς πυκτεύων, παρὸν ἀναδήσασθαι τὸν στέφανον, ἕλοιτο πάλιν εἰς τὸν ἀγῶνα εἰσιέναι, καὶ κατακόπτειν τὴν ἑαυτοῦ κεφαλήν; ποῖος στρατηγὸς, ἐξὸν ἀπαλλαγῆναι τοῦ πολέμου μετὰ εὐδοξίας καὶ τροπαίων, καὶ μετὰ τοῦ βασιλέως ἐν τοῖς βασιλείοις ἀναπαύεσθαι, καταδέξαιτο ἂν ἔτι καὶ ἱδροῦν καὶ παρατάττεσθαι; Πῶς οὖν τὸν οὕτω κατάπικρον ζῶν βίον, ἔτι ἐνταῦθα μένειν βούλει; οὐχὶ σὺ ἔλεγες, Φοβοῦμαι μή πως ἄλλοις κηρύξας, αὐτὸς ἀδόκιμος γένωμαι; Εἰ καὶ διὰ μηδὲν ἕτερον, διὰ τοῦτο γοῦν ἐχρῆν ἐπιθυμεῖν τῆς ἀπαλλαγῆς· εἰ μυρίων ἦν ἀγαθῶν μεστὰ τὰ παρόντα, διὰ γοῦν τὸν Χριστὸν τὸν ποθούμενον ἔδει ποθεῖν τὴν τούτων ἀπαλλαγήν. Βαβαὶ τῆς τοῦ Παύλου ψυχῆς! οὐδὲν ἴσον ἐκείνης γέγονεν, οὐδὲ ἔσται. Φοβῇ τὸ μέλλον, μυρίοις ἐνέχῃ δεινοῖς, καὶ οὐ βούλει εἶναι πρὸς τὸν Χριστόν; Οὒ, φησί· καὶ τοῦτο διὰ τὸν Χριστὸν, ἵνα οὓς εἰργασάμην αὐτοῦ δούλους, εὐνουστέρους καταστήσω· ἵνα ὅπερ ἐφύτευσα γεώργιον, καρποφορῆσαι ποιήσω. Οὐκ ἤκουσάς μου οὐχὶ τὸ ἐμαυτοῦ ζητοῦντος συμφέρον, ἀλλὰ τὸ τῶν πλησίον; οὐκ ἤκουσας, ὅτι ἀνάθεμα ηὐχόμην γενέσθαι ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τοῦ πολλοὺς αὐτῷ προσελθεῖν; Ὁ ἐκεῖνο ἑλόμενος, οὐ πολλῷ μᾶλλον τοῦτο αἱρήσομαι, ἡδέως ἐμαυτὸν ζημιῶν διὰ τῆς ἀναβολῆς καὶ ὑπερθέσεως, ἵνα ἐκείνοις γένηταί τις σωτηρία; Τίς λαλήσει τὰς δυναστείας σου, Κύριε, ὅτι Παῦλον οὐκ ἀφῆκας λαθεῖν, ὅτι ἔδειξας τῇ οἰκουμένῃ τοιοῦτον ἄνδρα; Ἤνεσάν σε πάντες ἄγγελοι ὁμοθυμαδὸν, ὅτε τὰ ἄστρα εἰργάσω, οὐκοῦν καὶ ὅτε τὸν ἥλιον· ἀλλ' οὐχ οὕτως, ὡς ὅτε τὸν Παῦλον ἔδειξας ἡμῖν καὶ τῇ οἰκουμένῃ πάσῃ. Διὰ τοῦτο λαμπροτέρα γέγονεν ἡ γῆ τοῦ οὐρανοῦ, φαιδρότερος οὗτος τοῦ ἡλιακοῦ φωτὸς ἀφῆκε λαμπροτέρας τὰς μαρμαρυγὰς, φαιδρὰς τὰς ἀκτῖνας ἥπλωσεν. Ἡλίκον ἡμῖν οὗτος ἔτεκε τὸν καρπὸν, οὐκ ἀστάχυς πιαίνων, οὐδὲ ῥοιὰς τρέφων, ἀλλὰ τὸν τῆς εὐσεβείας καρπὸν καὶ τίκτων, καὶ εἰς ἀκμὴν ἄγων, καὶ διαπίπτοντα συνεχῶς ἀνακτώμενος; Εἰκότως· οὗτος μὲν γὰρ ὁ ἥλιος τὸ ἅπαξ διασαπὲν τῶν ἀκροδρύων οὐδὲν ὀνῆσαι δυνήσεται. Παῦλος δὲ τοὺς μυρίας ἔχοντας σηπεδόνας, ἐξ ἁμαρτημάτων ἀνεκαλεῖτο· καὶ οὗτος μὲν παραχωρεῖ τῇ νυκτὶ, ἐκεῖνος δὲ τοῦ διαβόλου περιεγένετο. Οὐδὲν εἷλεν ἐκεῖνον, οὐδὲν ἐκράτησεν. Ἐκεῖνος ἀφ' ὕψους φερόμενος, κάτω τὰς ἀκτῖνας ἀφίησιν· αὐτὸς δὲ κάτωθεν ἀνατέλλων, οὐχὶ τὸ μέσον οὐρανοῦ καὶ τῆς γῆς τοῦ φωτὸς ἐπλήρωσεν, ἀλλὰ ἅμα τὸ στόμα ἀνέῳξε, καὶ τοὺς ἀγγέλους ἐνέπλησε πολλῆς τῆς ἡδονῆς. Πῶς; Εἰ γὰρ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς, αὐτὸς δὲ ἐκ πρώτης δημηγορίας πολλοὺς ἐθήρευσε, πῶς οὐκ ἐμπλήσει χαρᾶς τὰς ἄνω δυνάμεις;
4.2.1
Καὶ τί λέγω; ἁπλῶς ἀρκεῖ Παῦλον φθέγγεσθαι, καὶ τοὺς οὐρανοὺς ἐπὶ τούτῳ σκιρτᾷν καὶ εὐφραίνεσθαι. Εἰ γὰρ, ὅτε ἐξ Αἰγύπτου ἐξῄεσαν οἱ Ἰσραηλῖται, ἐσκίρτησαν τὰ ὄρη, ὡς κριοί· ὅτε ἀπὸ γῆς εἰς οὐρανὸν μετέστησαν ἄνθρωποι, πόσην οἴει εἶναι χαράν; Διὰ ταῦτα, Τὸ ἐπιμεῖναι τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς. Ποίαν ἕξομεν ἀπολογίαν λοιπὸν ἡμεῖς; Πολλάκις γὰρ ἄνθρωπος κληροῦται πόλιν μικρὰν καὶ πενιχρὰν, καὶ οὐχ αἱρεῖται ἀπελθεῖν ἑτέρωθι, τὴν οἰκείαν προκρίνων ἀνάπαυσιν· πρὸς τὸν Χριστὸν εἶχεν ἀπελθεῖν ὁ Παῦλος, καὶ οὐκ ἠθέλησε τὸν Χριστόν· Χριστὸν, ὃν οὕτως ἐπόθει, ὡς δι' αὐτὸν καὶ γέενναν αἱρεῖσθαι· καὶ ἔμενεν ἔτι ἀγωνιζόμενος διὰ τοὺς ἀνθρώπους. Τίς ἔσται ἡμῖν ἀπολογία; Ὅλως δὲ μεμνῆσθαι χρὴ Παύλου ἁπλῶς; Ὅρα τί εἰργάσατο· Ἔδειξεν, ὅτι κρεῖσσον τὸ ἀπελθεῖν, πείθων αὐτοὺς μὴ ἀλγεῖν· ἔδειξεν, ὅτι κἂν μένῃ, διὰ τοῦτο μένει, δι' ἐκείνους, ὅτι οὐκ ἀπὸ τῆς πονηρίας γίνεται τῶν ἐπιβουλευόντων. Ἵνα τοίνυν ἀξιοπίστους αὐτοὺς ἐργάσηται, καὶ τὴν αἰτίαν ἔθηκεν. Εἰ γὰρ ἀναγκαῖον τοῦτό ἐστι, πάντως ὅτι μενῶ, καὶ οὐχ ἁπλῶς μενῶ, ἀλλὰ μεθ' ὑμῶν· τοῦτο γάρ ἐστι τὸ, Καὶ συμπαραμενῶ, τουτέστιν, Ὄψομαι ὑμᾶς. Τίνος ἕνεκεν; Εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως. Ἐνταῦθα αὐτοὺς καὶ διανίστησιν, ὥστε προσέχειν ἑαυτοῖς. Εἰ γὰρ δι' ὑμᾶς, φησὶ, μενῶ, ὁρᾶτε μὴ καταισχύνητέ μου τὴν παραμονήν. Μέλλων Χριστὸν ὁρᾷν, εἱλόμην ἐπὶ τῇ ὑμετέρᾳ προκοπῇ μένειν. Ἐπειδὴ ἡ ἐμὴ παρουσία καὶ πρὸς πίστιν ὑμῖν συμβάλλεται καὶ πρὸς χαρὰν, διὰ τοῦτο εἱλόμην μένειν. Τί οὖν; Φιλιππησίων ἕνεκεν ἔμενε μόνων; Οὐκ ἐκείνων ἕνεκεν ἔμενε μόνων· λέγει δὲ τοῦτο, ἵνα αὐτοὺς θεραπεύσῃ. Πῶς δὲ ἦν τῇ πίστει προκόψαι; Ὥστε στηριχθῆναι μᾶλλον ὑμᾶς, καθάπερ νεοττοὺς δεομένους τῆς μητρὸς, ἕως ἂν αὐτοῖς παγῇ τὰ πτερά. Πολλῆς ἀγάπης τοῦτο τεκμήριον. Οὕτω καὶ ἡμεῖς τινας διεγείρομεν, ὡς ὅταν εἴπωμεν· Διὰ σὲ ἔμεινα, ἵνα σε ποιήσω χρηστόν. Ἵνα τὸ καύχημα ὑμῶν, φησὶ, περισσεύῃ ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Ὁρᾷς ὅτι τὸ, Συμπαραμενῶ, τοῦτό ἐστιν; Ὅρα τὴν ταπεινοφροσύνην· Ἐπειδὴ εἶπεν, Εἰς τὴν ὑμῶν προκοπὴν, δείκνυσιν ὅτι καὶ εἰς τὴν αὐτοῦ ὠφέλειαν. Ὅπερ καὶ πρὸς Ῥωμαίους γράφων ποιεῖ, λέγων· Τοῦτο δέ ἐστι, συμπαρακληθῆναι ἐν ὑμῖν· εἰπὼν πρῶτον, Ἵνα τι μεταδῶ χάρισμα ὑμῖν πνευματικόν. Τί δέ ἐστιν, Ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ; Ὅπερ καὶ τὸ καύχημα ἦν, τὸ ἐστηρίχθαι ἐν τῇ πίστει (τοῦτο γάρ ἐστι καύχημα ἐν Χριστῷ), τὸ ὀρθῶς βιοῦν. Τὸ ὑμῶν καύχημα ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς; Ναὶ, φησί. Τίς γὰρ ἡμῶν ἐλπὶς, ἢ στέφανος καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς; Ὅτι καύχημα ἡμῶν ὑμεῖς ἐστε, καθάπερ ἡμεῖς ὑμῶν· τουτέστιν, Ἵνα ἔχω καυχᾶσθαι ἐν ὑμῖν μειζόνως. Πῶς; Ἵνα περισσεύῃ τὸ καύχημα ὑμῶν. Μειζόνως γὰρ ἔχωκαυχᾶσθαι, ὑμῶν ἐπιδόντων. Διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς. Τί οὖν; ἦλθε πρὸς αὐτούς; Τοῦτο ζητεῖτε, εἰ ἦλθε. Μόνον ἀξίως, φησὶ, τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Ὁρᾷς ὅτι διὰ τοῦτο εἶπε πάντα, ἵνα εἰς τοῦτο αὐτοὺς προτρέψῃ ἐπιδοῦναι πρὸς ἀρετήν; Μόνον ἀξίως τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε. Τί ἐστι τὸ, Μόνον; Τοῦτό ἐστι τὸ ζητούμενον μόνον, καὶ οὐδὲν ἄλλο· ἂν τοῦτο ᾖ, οὐδὲν λυπηρὸν ἡμῖν συμβήσεται. Ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν ἀκούσω τὰ περὶ ὑμῶν. Οὐχ ὡς μεταθέμενος, οὐδὲ ὡς οὐκέτι ἥξων, ταῦτα λέγει· Ἀλλ' ἐὰν τοῦτο γένηται, φησὶ, καὶ ἀπὼν εὐφραίνεσθαι δύναμαι. Ἐὰν ἀκούσω, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι καὶ μιᾷ ψυχῇ.
4.3.1
Τοῦτό ἐστιν ὃ μάλιστα συγκροτεῖ τοὺς πιστοὺς, καὶ τὴν ἀγάπην συνέχει· διὰ τοῦτο, Ἵνα ὦσιν ἓν, φησὶν ὁ Χριστός. Καὶ γὰρ Βασιλεία μερισθεῖσα ἐφ' ἑαυτὴν, οὐ σταθήσεται. Διὰ τοῦτο πολλὴν ὑπὲρ ὁμονοίας ποιεῖται πανταχοῦ τὴν συμβουλὴν, καὶ ὁ Παῦλος· διὰ τοῦτο καὶ ὁ Χριστός φησιν, Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μού ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Τουτέστι, Μὴ εἰς τὴν προσδοκίαν τὴν ἐμὴν ἀφορῶντες καθεύδετε, οἷον προσδοκῶντες ἥξειν· εἶτα, ἐπειδὰν ἴδητε μὴ ἐρχόμενον, ἐκλυθῆτε. Καὶ γὰρ ἐξ ἀκοῆς εὐφραίνεσθαι δύναμαι ὁμοίως. Τί ἐστιν, Ἐν ἑνὶ πνεύματι; Τουτέστι, τῷ αὐτῷ χαρίσματι, τῷ τῆς ὁμονοίας, τῷ τῆς προθυμίας. Ἓν γάρ ἐστι τὸ πνεῦμα, καὶ δείκνυσι τοῦτο, τὸ πολλαχοῦ οὕτως εἰρῆσθαι. Οὕτω γὰρ ἔστι καὶ ἐν μιᾷ ἑστηκέναι ψυχῇ, ὅταν ἓν πνεῦμα οἱ πάντες ἔχωμεν. Ἰδοὺ τὸ, Μιᾷ, ἐπὶ ὁμονοίας εἴρηται· ἰδοὺ πολλαὶ μία λέγονται. Οὕτως ἦν τὸ παλαιόν· Ἦν ἡ καρδία πάντων, φησὶ, καὶ ἡ ψυχὴ μία. Συναθλοῦντες τῇ πίστει τοῦ Εὐαγγελίου. Ἆρα ὡς τῆς πίστεως ἀθλούσης, συναθλοῦντες, φησὶν, ἀλλήλοις; πῶς ἂν ἔχοι λόγον; μὴ γὰρ πρὸς ἀλλήλους ἐπάλαιον; Ἀλλὰ ὃ λέγει, τοῦτό ἐστι· Συμπαραλαμβάνετε ἀλλήλους, φησὶν, ἐν τῇ ἀθλήσει τῇ πίστει τοῦ Εὐαγγελίου. Καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς μὲν ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας. Πτυρόμενοι, καλῶς εἶπε· τοιαῦτα γὰρ τὰ παρὰ τῶν ἐχθρῶν· μόνον πτύρεται. Ἐν μηδενὶ οὖν, φησὶ, κἂν ὁτιοῦν γένηται, κἂν κίνδυνοι, κἂν ἐπιβουλαί· τοῦτο γάρ ἐστι τῶν ὀρθῶς ἑστώτων. Ἐκεῖνοι γὰρ οὐδὲν δύνανται, ἀλλὰ πτῦραι μόνον. Ἐπειδὴ εἰκὸς ἦν θορυβεῖσθαι αὐτοὺς, ἅτε τοῦ Παύλου μυρία πάσχοντος. Οὐ λέγω, φησὶν, ὅτι Μὴ σαλεύεσθε, ἀλλὰ Μὴ πτύρεσθε, ἀλλὰ καὶ σφόδρα αὐτῶν καταφρονεῖτε. Ἂν γὰρ οὕτω διακέησθε, ἐντεῦθεν ἤδη καὶ τὴν αὐτῶν ἀπώλειαν, καὶ τὴν ὑμετέραν σωτηρίαν δήλην ποιήσετε. Ὅταν γὰρ ἴδωσιν, ὅτι μυρία τεχνάζονται, καὶ οὐδὲ πτῦραι ὑμᾶς δύνανται, τεκμήρια λήψονται τῆς ἑαυτῶν ἀπωλείας. Ὅταν γὰρ οἱ διώκοντες τῶν διωκομένων μὴ περιγένωνται, οἱ ἐπιβουλεύοντες τῶν ἐπιβουλευομένων, οἱ κρατοῦντες τῶν κρατουμένων, οὐκ αὐτόθεν ἔσται δῆλον αὐτοῖς, ὅτι ἀπολοῦνται, ὅτι οὐδὲν ἰσχύουσιν, ὅτι τὰ αὐτῶν ψευδῆ, ὅτι τὰ ἐκείνων ἀσθενῆ; Καὶ τοῦτο ἀπὸ Θεοῦ, φησίν· ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Πάλιν αὐτῶν παιδεύει τὸ φρόνημα μετριάζειν, τὸ πᾶν ἀνατιθεὶς τῷ Θεῷ, καὶ χάριν εἶναι λέγων καὶ χάρισμα καὶ δωρεὰν τὸ πάσχειν ὑπὲρ Χριστοῦ. Ὥστε μὴ αἰσχύνεσθε χάρισμα· καὶ γάρ ἐστιν ὄντως τοῦ νεκροὺς ἀνιστᾷν πολλῷ καὶ σημεῖα ποιεῖν θαυμαστότερον. Ἐκεῖ μὲν γὰρ ὀφειλέτης εἰμὶ, ἐνταῦθα δὲ ὀφειλέτην ἔχω τὸν Χριστόν. Ὥστε οὐ μόνον αἰσχύνεσθαι οὐ χρὴ, ἀλλὰ καὶ ἀγάλλεσθαι, ὡς χάρισμα ἔχοντας. Τὰς ἀρετὰς χαρίσματά φησιν, οὐχ ὁμοίως μέντοι, ὡς καὶ τὰ ἄλλα· ἐκεῖνα μὲν γὰρ ὁλόκληρα τοῦ Θεοῦ, ταῦτα δὲ καὶ ἡμῶν. Ἀλλ' ἐπειδὴ καὶ ἐνταῦθα τὸ πλέον τοῦ Θεοῦ ἐστι, διὰ τοῦτο ὅλον αὐτοῦ φησιν εἶναι, οὐ τὸ αὐτεξούσιον ἀνατρέπων, ἀλλὰ μετριόφρονας καὶ εὐγνώμονας κατασκευάζων. Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοί. Τουτέστι, Καὶ τὸ παράδειγμα ἔχετε. Πάλιν αὐτοὺς ἐπαίρει ἐνταῦθα. Δείκνυσι γὰρ πανταχοῦ τὰ αὐτὰ ἀγωνιζομένους αὐτῷ, τὰ αὐτὰ ἀθλοῦντας, καὶ ἰδίᾳ καὶ καθ' ἑαυτοὺς τῷ συνδιαφέρειν αὐτῷ τοὺς πειρασμούς. Οὐκ εἶπεν, Ἀκηκόατε,
4.61.1
Εἴδετε· καὶ γὰρ ἐκεῖ ἤθλησεν ἐν Φιλίπποις. Ἄρα μεγάλη ἀρετὴ τοῦτό ἐστι. Διὸ καὶ πρὸς Γαλάτας γράφων ἔλεγε, Τοσαῦτα ἐπάθετε εἰκῆ, εἴ γε καὶ εἰκῆ· καὶ Ἑβραίοις πάλιν γράφων ἔλεγεν, Ἀναμιμνήσκεσθε δὲ τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτως ἀναστρεφομένων γενηθέντες. Καὶ Μακεδόσι πάλιν, τουτέστι, Θεσσαλονικεῦσι γράφων ἔλεγεν· Αὐτοὶ γὰρ περὶ ἡμῶν ἀπαγγέλλουσιν, ὁποίαν εἴσοδον ἔσχομεν πρὸς ὑμᾶς· καὶ πάλιν· Αὐτοὶ γὰρ οἴδατε, ἀδελφοὶ, τὴν εἴσοδον ἡμῶν τὴν πρὸς ὑμᾶς, ὅτι οὐ κενὴ γέγονε. Καὶ πᾶσιν ὁμοίως τὸ αὐτὸ μαρτυρεῖ, ἄθλους καὶ ἀγῶνας. Ἀλλ' οὐ νῦν τοῦτο εὑρήσετε παρ' ἡμῖν· νῦν γὰρ ἀγαπητὸν τὸ κἂν ἐν χρήμασι τινά τι παθεῖν. Καὶ ἐν χρήμασι δὲ μεγάλα αὐτοῖς μαρτυρεῖ· τοῖς μὲν γάρ φησιν, ὅτι Τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν μετὰ χαρᾶς προσεδέξασθε· τοῖς δέ φησιν, ὅτι Εὐδόκησαν Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχούς· καὶ πάλιν, Ὁ ἐξ ὑμῶν ζῆλος ἠρέθισε τοὺς πλείονας.
4.4.1
Ὁρᾷς τὰ ἐγκώμια τῶν τότε ἀνδρῶν; Ἡμεῖς δὲ οὐδὲ μέχρι ῥαπισμάτων, οὐδὲ μέχρι πληγῆς φέρομεν, οὐδὲ ὕβριν οὐδὲ χρημάτων ζημίαν ὑπομένομεν. Ἐκεῖνοι ἤδη ζηλωταὶ, καὶ μάρτυρες πάντες ἦσαν ἀγωνιζόμενοι· ἡμεῖς δὲ τὴν ἀγάπην ἐψύξαμεν τὴν εἰς τὸν Χριστόν. Πάλιν ἀναγκάζομαι κατηγορεῖν τῶν παρόντων πραγμάτων. Καὶ τί πάθω; οὐκ ἐβουλόμην, ἀλλ' ἀναγκάζομαι. Εἰ μὲν γὰρ ἦν σιγήσαντα, καὶ μηδὲν εἰπόντα, τῶν γενομένων ἀφανίσαι διὰ τῆς σιγῆς τὰ γινόμενα, ἔδει σιγᾷν· εἰ δὲ τοὐναντίον γίνεται (οὐ γὰρ μόνον οὐκ ἀφανίζεται, ἡμῶν σιγώντων, ἀλλὰ καὶ χαλεπώτερα γίνεται), ἀναγκαῖον εἰπεῖν. Ὁ γὰρ κατηγορῶν τῶν ἁμαρτανόντων, εἰ καὶ μηδὲν ἕτερον, οὐκ ἀφίησι περαιτέρω προελθεῖν. Οὐδεμία γάρ ἐστιν οὕτως ἀναίσχυντος ψυχὴ καὶ ἰταμὴ, ὡς συνεχῶς ἀκούουσα κακιζόντων αὐτήν τινων, μὴ ἐντρέπεσθαι, μηδὲ καθυφεῖναι τῆς κακίας τῆς πολλῆς. Ἔνι γὰρ, ἔνι καὶ τοῖς ἀναισχύντοις μικρόν τι αἰδοῦς· ὁ Θεὸς γὰρ ἐνέσπειρε τὴν αἰδὼ τῇ φύσει τῇ ἡμετέρᾳ. Ἐπειδὴ γὰρ οὐκ ἤρκει ὁ φόβος ῥυθμίσαι ἡμᾶς, καὶ πολλὰς ἑτέρας κατεσκεύασεν ὁδοὺς τοῦ μὴ ἁμαρτάνειν· οἷον, τὸ κατηγορεῖσθαι παρὰ ἀνθρώπων, τὸ δεδοικέναι νόμους τοὺς κειμένους, τὸ δόξης ἐρᾷν, τὸ φιλίας ἀντιποιεῖσθαι. Πᾶσαι γὰρ αὗται αἱ ὁδοὶ τοῦ μὴ ἁμαρτάνειν εἰσί. Πολλάκις γὰρ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, δι' αἰδὼ γέγονε· καὶ ἃ διὰ τὸν Θεὸν οὐκ ἐγένετο, διὰ φόβον ἀνθρώπων ἐγένετο. Τὸ γὰρ ζητούμενον τοῦτό ἐστι· Πρότερον, μὴ ἁμαρτάνειν μαθεῖν· εἶτα, τὸ διὰ τὸν Θεὸν τοῦτο ποιεῖν ὕστερον κατορθώσομεν· ἐπεὶ διὰ τί Παῦλος τοὺς μέλλοντας κρατεῖν τῶν ἐχθρῶν, οὐκ ἀπὸ τοῦ φόβου προτρέπει τοῦ Θεοῦ, ἀλλὰ καὶ ἀπὸ τοῦ τὴν ἐκδικίαν ἀναμένειν; Τοῦτο γὰρ ποιῶν, φησὶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Τέως γὰρ τοῦτο βούλεται, κατορθωθῆναι τὴν ἀρετήν. Ὅπερ οὖν ἔλεγον, ἔνεστί τι αἰσχυντηρὸν ἐν ἡμῖν· πολλὰ γὰρ καὶ φυσικὰ ἀγαθὰ ἔχομεν πρὸς τὴν ἀρετήν· οἷον πρὸς τὸ ἐλεεῖν ἀπὸ φύσεως κινούμεθα πάντες ἄνθρωποι, καὶ οὐδὲν οὕτως ἀγαθὸν ἐν τῇ φύσει ἡμῶν ἐστιν ἄλλο, ὡς τοῦτο. Ὅθεν ἄν τις εἰκότως καὶ ἐξετάσειε, διὰ τί τοῦτο μάλιστα τῇ φύσει ἡμῶν ἐνέσπαρται, τὸ κατακλᾶσθαι λέγω δάκρυσι, τὸ ἐπικάμπτεσθαι, τὸ ἑτοίμους εἶναι πρὸς ἔλεον. Οὐδεὶς φύσει ἐστὶν ἀργὸς, οὐδεὶς φύσει ἐστὶν ἀκενόδοξος, οὐδεὶς φύσει ἐστὶ ζήλου κρείττων· ἀλλὰ τὸ ἐλεεῖν πᾶσιν ἔγκειται φύσει, κἂν ὠμός τις ᾖ, κἂν ἀπηνής. Καὶ τί θαυμαστὸν, εἰ ἐπὶ ἀνθρώπων τοῦτο ἐπιδεικνύμεθα; καὶ θηρία ἐλεοῦμεν· οὕτως ἐκ περιουσίας ἡμῖν ὁ ἔλεος ἔγκειται. Κἂν σκύμνον ἴδωμεν λέοντος, πάσχομέν τι· ἐπὶ δὲ ὁμοφύλου πολλῷ πλέον. Ὅρα πόσοι ἀνάπηροι, πολλάκις λέγομεν, εἰδότες ὅτι καὶ τοῦτο ἱκανὸν εἰς ἔλεον ἡμᾶς ἀγαγεῖν. Οὐδὲν οὕτως εὐφραίνει τὸν Θεὸν, ὡς ἐλεημοσύνη. Διὸ οἱ ἱερεῖς τούτῳ ἐχρίοντο, καὶ οἱ βασιλεῖς, καὶ οἱ προφῆται· τῆς γὰρ τοῦ Θεοῦ φιλανθρωπίας εἶχον σύμβολον τὸ ἔλαιον. Πάλιν ἐμάνθανον, ὅτι τὸν ἄρχοντα πλέον ἐλέου δεῖ ἔχειν· ἐδήλου ὅτι τὸ πνεῦμα εἰς ἄνθρωπον δι' ἔλεον μέλλει ἔρχεσθαι· ἐπειδὴ ὁ Θεὸς ἐλεεῖ τοὺς ἀνθρώπους, καὶ φιλανθρωπεύεται· Ἐλεεῖς γὰρ, φησὶ, πάντας, ὅτι πάντα δύνασαι. Διὰ τοῦτο ἐλαίῳ ἐχρίοντο. Καὶ γὰρ καὶ τὴν ἱερωσύνην ἀπὸ ἐλέους ἐποίησε, καὶ οἱ βασιλεῖς ἐλαίῳ ἐχρίοντο. Κἂν ἄρχοντά τις ἐπαινῇ, οὐδὲν οὕτως αὐτῷ πρέπον ἐρεῖ, ὡς ἔλεος· τοῦτο γὰρ ἀρχῆς ἴδιον, τὸ ἐλεεῖν. Ἐννόησον ὅτι δι' ἔλεον ὁ κόσμος συνεστάθη, καὶ μίμησαι τὸν Δεσπότην. Ἔλεος ἀνθρώπου ἐπὶ τὸν πλησίον αὐτοῦ, ἔλεος δὲ Κυρίου ἐπὶ πᾶσαν σάρκα. Πῶς, Ἐπὶ πᾶσαν σάρκα; Κἂν ἁμαρτωλοὺς εἴπῃς, κἂνδικαίους εἴπῃς, πάντες τοῦ ἐλέους τοῦ Θεοῦ δεόμεθα· πάντες ἀπολαύομεν αὐτοῦ, κἂν αὐτὸς ᾖ Παῦλος, κἂν Πέτρος, κἂν Ἰωάννης. Καὶ ἄκουσον αὐτῶν λεγόντων· οὐδὲν γὰρ δεῖ λόγων τῶν ἡμετέρων. Τί γάρ φησιν ὁ μακάριος οὗτος; Ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα. Τί οὖν; μετὰ ταῦτα οὐκ ἐδεῖτο ἐλέους; Ἄκουσον τί φησι πάλιν· Περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί. Καὶ περὶ Ἐπαφροδίτου φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτῳ, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ· καὶ πάλιν, Ἐβαρήθημεν, φησὶν, ὑπὲρ δύναμιν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῇν. Ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ, ὃς ἐκ τηλικούτων θανάτων ἐῤῥύσατο ἡμᾶς, καὶ ῥύσεται· καὶ πάλιν, Ἐῤῥύσθην ἐκ στόματος λέοντος, καὶ ῥύσεταί με ὁ Κύριος. Καὶ πανταχοῦ εὑρήσομεν τοῦτο αὐτὸν καυχώμενον, ὅτι ἐλέῳ ἐσώθη.
4.5.1
Καὶ Πέτρος δὲ ἀπὸ τοῦ ἐλεηθῆναι τοιοῦτος ἦν. Ἄκουε γὰρ τοῦ Χριστοῦ πρὸς αὐτὸν λέγοντος· Πέτρε, Πέτρε, ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι ὑμᾶς, ὡς τὸν σῖτον, καὶ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλείπῃ ἡ πίστις σου. Καὶ Ἰωάννης ἐλέῳ τοιοῦτος ἦν, καὶ πάντες δὲ ἁπλῶς οἱ ἀπόστολοι. Ἄκουε γὰρ τοῦ Χριστοῦ τοῦτο αἰνιττομένου καὶ λέγοντος· Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς. Πάντες γὰρ δεόμεθα τοῦ ἐλέους τοῦ Θεοῦ· Ἔλεος γὰρ Θεοῦ, φησὶν, ἐπὶ πᾶσαν σάρκα. Εἰ δὲ οὗτοι ἐδέοντο τοῦ ἐλέους τοῦ Θεοῦ, τί ἄν τις εἴποι περὶ τῶν λοιπῶν; Πόθεν γὰρ, εἰπέ μοι, τὸν ἥλιον ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθούς; Τί δέ; εἰ μόνον ἐνιαυτὸν ὑετὸν ἐπέσχεν, οὐκ ἂν ἅπαντας ἀπώλεσε; τί δὲ, εἰ ἐπομβρίαν εἰργάσατο; τί δὲ, εἰ πῦρ ἔβρεξε; τί δὲ, εἰ μυίας ἔπεμψεν; Ἀλλὰ τί ταῦτα λέγω; εἰ σκότος ἐποίησεν, οἷόν ποτε, οὐκ ἂν ἅπαντας ἀπώλεσεν; εἰ τὴν γῆν ἐτίναξεν, οὐκ ἂν ἅπαντες ἀπώλοντο; Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; Εὔκαιρον εἰπεῖν νῦν· ἂν ἀπειλήσῃ τῇ γῇ μόνον, πάντες εἷς ἐγένοντο τάφος. Ὡς σταγὼν ὕδατος ἀπὸ κάδου, φησὶν, οὕτω τὰ ἔθνη ἐνώπιον αὐτοῦ· ὡς σίελος λογισθήσονται, ὡς ῥοπὴ ζυγοῦ. Ὡς εὔκολον ἡμῖν τὴν τρυτάνην κινῆσαι, οὕτως αὐτῷ πάντα ἀπολέσαι, καὶ ποιῆσαι πάλιν. Ὁ τοίνυν τοσαύτην ἔχων ἐξουσίαν ἡμῶν, καὶ ὁρῶν ἡμᾶς καθ' ἑκάστην ἁμαρτάνοντας, καὶ μὴ κολάζων, οὐχὶ ἐλέῳ διαβαστάζει; Ἐπεὶ καὶ τὰ κτήνη ἐλέῳ ἔστι τε καὶ σώζεται· Ἀνθρώπους γὰρ, φησὶ, καὶ κτήνη σώσεις, Κύριε. Εἶδεν ἐπὶ τὴν γῆν, καὶ ἔπλησεν αὐτὴν ζώων. Διὰ τί; Διὰ σέ. Σὲ δὲ διὰ τί ἐποίησεν; ἆρα οὐ δι' ἀγαθότητα; Οὐδὲν ἐλαίου κρεῖττον· φωτός ἐστιν αἴτιον καὶ ἐκεῖ καὶ ἐνταῦθα. Καὶ ἀνατελεῖ, φησὶν ὁ προφήτης, πρώϊμον τὸ φῶς σου, ἐὰν ποιήσῃς ἔλεον εἰς τὸν πλησίον· καὶ εἰκότως. Ὥσπερ τὸ ἔλαιον τοῦτο τὸ φῶς παρέχει τοῖς θαλαττεύουσιν, οὕτως ἡ ἐλεημοσύνη ἐκεῖ φῶς μέγα ἡμῖν χαρίζεται καὶ θαυμάσιον. Καὶ πολὺς τοῦ ἐλέου τούτου ὁ λόγος τῷ Παύλῳ ἦν. Ἄκουε γὰρ αὐτοῦ ποτὲ μὲν λέγοντος, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· ἄλλοτε δὲ, Ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι. Καὶ πανταχοῦ ἄνω καὶ κάτω περὶ τούτου ὁρᾷς αὐτὸν μεριμνῶντα. Καὶ πάλιν, Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι· καὶ πάλιν, Ταῦτα γάρ ἐστι καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις. Ἄκουε δὲ καὶ ἄλλου τινὸς λέγοντος, Ἐλεημοσύνη ἐκ θανάτου ῥύεται· καὶ ἄλλου, Ἐὰν δὲ τὸν ἔλεον ἀνέλῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται; καὶ, Ἐὰν εἰσέλθῃς, φησὶν, εἰς κρίσιν μετὰ τοῦ δούλου σου· καὶ ἄλλος, Μέγα τι ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων. Τοῦτο γὰρ ἄνθρωπος, ἐλεήμων· μᾶλλον δὲ τοῦτο ὁ Θεὸς, τὸ ἐλεεῖν. Ὁρᾷς ὅση τοῦ ἐλέους τοῦ Θεοῦ ἡ ἰσχύς; τοῦτο πάντα ἐποίησε, τοῦτο τὸν κόσμον εἰργάσατο, τοῦτο ἀγγέλους ἐποίησε, δι' ἀγαθότητα μόνον. Διὰ τοῦτο καὶ γέενναν ἠπείλησεν, ἵνα βασιλείας τύχωμεν· βασιλείας δὲ τυγχάνομεν δι' ἔλεον. Διὰ τί γὰρ, εἰπὲ, μόνος ὢν ὁ Θεὸς τοσούτους ἐποίησεν; οὐ δι' ἀγαθότητα; οὐ διὰ φιλανθρωπίαν; Ἂν ἐρωτήσῃς, διὰ τί τόδε καὶ τόδε, πανταχοῦ τὴν ἀγαθότητα εὑρήσεις. Οὐκοῦν ἐλεήσωμεν τοὺς πλησίον, ἵνα ἐλεηθῶμεν αὐτοί. Οὐκ ἐκείνοις μᾶλλον, ἢ ἡμῖν αὐτοῖς συνάγομεν τὸν ἔλεον τοῦτον ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ὅταν σφοδρὰ ᾖ τοῦ πυρὸς ἡ φλὸξ, τὸ ἔλεος τοῦτο τοῦ μὲν πυρός ἐστι σβεστικὸν, ἡμῖν δὲ φωτὸς αἴτιον. Οὕτω τοῦ πυρὸς τῆς γεέννης διὰ τούτου ἀπαλλαγησόμεθα· ἐπεὶ πόθεν σπλαγχνισθήσεται καὶ ἐλεήσει; Ἀπὸ τῆς ἀγάπης ὁ ἔλεος γίνεται. Οὐδὲν οὕτω παροξύνει τὸν Θεὸν, ὡς τὸ ἀνελεήμονα εἶναι. Προσηνέχθη αὐτῷ τις ὀφείλων μυρία τάλαντα, καὶ σπλαγχνισθεὶς συνεχώρησε· καὶ ἐκείνῳ ὠφείλετο παρὰ τοῦ συνδούλου ἑκατὸν δηνάρια, καὶ ἦγχεν αὐτόν· διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ κύριος τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ταῦτα ἀκούοντες, ἐλεήμονες ὦμεν περὶ τοὺς ὀφείλοντας ἐν χρήμασιν, ἐν ἁμαρτήμασι· μηδεὶς μνησίκακος ἔστω, εἴ γε μὴ βούλοιτο ἑαυτὸν ἀδικεῖν. Οὐ γὰρ ἐκεῖνον τοσοῦτον μὴ ἀφιεὶς λυπεῖς, ὅσον ἑαυτὸν ἀδικεῖς. Ἐκείνῳ μὲν γὰρ, ἐπεξιόντος σου, οὐκ ἐπέξεισιν ὁ Θεός· σοῦ δὲ καταλιπόντος, ἢ ἐπέξεισιν αὐτὸς, ἣ τὰς ἁμαρτίας σου ἀφίησι. Πῶς δὲ μὴ ἀφιεὶς σὺ τῷ πλησίον, βασιλείαν ζητεῖς; Ὅπερ ἵνα μὴ πάθωμεν, πᾶσιν ἀφῶμεν· ἑαυτοῖς γὰρ ἀφίεμεν· καὶ συγχωρήσωμεν, ἵνα ὁ Θεὸς συγχωρήσῃ ἡμῖν τὰ ἁμαρτήματα ἡμῶν, καὶ οὕτω τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τὰ ἑξῆς.

Intertext edge

Open linked passage

Note