In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
500.0.1
Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
500.1.1
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς πρὸς τὰ μεγάλα προτρέπων τοὺς ἑαυτοῦ μαθητὰς, ἑαυτὸν ὑπόδειγμα τίθησι, καὶ τὸν Πατέρα, καὶ τοὺς προφήτας, ὡς ὅταν λέγῃ· Οὕτω γὰρ ἐποίησαν τοῖς προφήταις τοῖς πρὸ ὑμῶν· καὶ πάλιν, Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσι· καὶ, Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι· καὶ πάλιν, Οἰκτίρμονες γίνεσθε, ὡς ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς. Τοῦτο καὶ ὁ μακάριος Παῦλος ποιεῖ. Προτρέπων γὰρ αὐτοὺς εἰς ταπεινοφροσύνην, τὸν Χριστὸν εἰς μέσον παρήγαγε· καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ὅτε περὶ φιλοπτωχίας διαλέγεται, οὕτω πώς φησι· Γινώσκετε γὰρ τὴν χάριν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅτι δι' ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν. Οὐδὲν γὰρ οὕτω τὴν μεγάλην καὶ φιλόσοφον ψυχὴν διανίστησι πρὸς τὴντῶν ἀγαθῶν ἐργασίαν, ὡς τὸ μαθεῖν, ὅτι τῷ Θεῷ κατὰ τοῦτο ὁμοιοῦται. Τί γὰρ ἴσον τούτου εἰς προτροπήν; Οὐδέν. Ὃ δὴ καὶ Παῦλος εἰδὼς, προτρέπων αὐτοὺς εἰς ταπεινοφροσύνην, πρῶτον μὲν παρεκάλεσεν, ἱκετηρίαν ἔθηκεν· εἶτα καὶ ἐντρεπτικῶς εἶπεν, Ὅτι ἐν ἑνὶ πνεύματι στήκετε· εἶπεν, Ὅτι ἐκείνοις ἔνδειξις ἀπωλείας, ὑμῖν δὲ σωτηρίας. Καὶ τοῦτο λοιπὸν τίθησι· Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών. Προσέχετε, παρακαλῶ, καὶ διανάστητε. Καθάπερ γάρ τις μάχαιρα ὀξεῖα ἑκατέρωθεν ἠκονημένη, ὅπουπερ ἂν ἐμπέσῃ κἂν εἰς μυρίας φάλαγγας, εὐκόλως αὐτὰς διακόπτει καὶ ἀφανίζει, τῷ πάντοθεν ὀξεῖαν εἶναι, καὶ μηδὲν τὴν ἀκμὴν αὐτῆς φέρειν· οὕτω δὴ καὶ τὰ τοῦ Πνεύματος ῥήματα. Διὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τοὺς Ἀρείου τοῦ Ἀλεξανδρέως, καὶ τοὺς Παύλου τοῦ Σαμοσατέως, καὶ τοὺς Μαρκέλλου τοῦ Γαλάτου, καὶ τοὺς Σαβελλίου τοῦ Λίβυος, καὶ τοὺς Μαρκίωνος τοῦ Ποντικοῦ, καὶ τοὺς Οὐαλεντίνου, καὶ τοὺς τοῦ Μάνεντος καὶ τοὺς τοῦ Λαοδικέως Ἀπολλιναρίου, καὶ Φωτεινοῦ, καὶ Σωφρονίου, καὶ πάσας ἁπλῶς τὰςαἱρέσεις κατέβαλεν. Ὡς οὖν τοιαύτην ὀψόμενοι θέαν, καὶ μιᾷ πληγῇ τοσαύτας φάλαγγας πιπτούσας, διεγέρθητε, ὥστε μὴ τοῦ θεάματος παραδραμεῖν ὑμᾶς τὴν τέρψιν. Εἰ γὰρ ἐπὶ τῶν ἁμιλλητηρίων ἁρμάτων ἐν ταῖς τῶν ἵππων ἁμίλλαις οὐδὲν οὕτως ἐστὶ τερπνὸν, ὡς ὅταν ὁλόκληρα ἅρματα μετὰ τῶν ἡνιόχων κρούσας τις καταβάλῃ, καὶ πολλὰ τέθριππα ὕπτια ῥίψας μετὰ τῶν ἐφεστώτων ἡνιόχων παρελάσῃ μόνος πρὸς τὴν νύσσαν καὶ τὸ τέρμα τοῦ ἀγῶνος, καὶ πολὺς πάντοθεν ὁ κρότος καὶ ἡ κραυγὴ πρὸς οὐρανὸν ἀνίῃ· ὁ δὲ, ὥσπερ πτηνὸς ὑπὸ τῆς χαρᾶς ἐκείνης καὶ τῶν κρότων, οὕτω τὸ στάδιον ἅπαν διατρέχῃ μετὰ τῶν ἵππων· πόσῳ μᾶλλον ἐνταῦθα οὐχὶ πλείων ἔσται ἡ ἡδονὴ, ὅταν ὁλοκλήρων αἱρέσεων συστήματα καὶ διαβολικὰ ἐργαστήρια μετὰ τῶν ἡνιόχων αὐτῶν καταβάλωμεν τῇ τοῦ Θεοῦ χάριτι πάντα ἀθρόον καὶ ὁμοῦ; Καὶ, εἰ δοκεῖ, πρότερον στήσωμεν τὰς αἱρέσεις αὐτὰς κατὰ τάξιν. Βούλεσθε τὴν τῆς ἀσεβείας, ἢ τὴν τῶν χρόνων; Ἀλλ' ἴδωμεν τὴν τῶν χρόνων· τὴν γὰρ τῆς ἀσεβείας δύσκολον συνιδεῖν. Οὐκοῦν πρῶτος Σαβέλλιος ὁ Λίβυς παρήχθω. Τί οὖν οὗτός φησιν; Ὅτι τὸ Πατὴρ, καὶ Υἱὸς, καὶ ἅγιον Πνεῦμα, ὀνόματά ἐστι ψιλὰ καθ' ἑνὸς προσώπου κείμενα. Μαρκίων δὲ ὁ Ποντικός φησιν, ὅτι ὁ Θεὸς ὁ πάντα συστησάμενος οὐκ ἔστιν ἀγαθὸς, οὐδὲ Πατὴρ τοῦ ἀγαθοῦ Χριστοῦ, ἀλλ' ἕτερός τις δίκαιος, καὶ σάρκα οὐκ ἀνέλαβεν ὑπὲρ ἡμῶν ὁ Υἱός. Μάρκελλος δὲ καὶ Φωτεινὸς καὶ Σωφρόνιος τὸν Λόγον ἐνέργειαν εἶναί φασι, τὴν δὲ ἐνέργειαν ταύτην ἐνοικῆσαι τῷ ἐκ σπέρματος Δαυῒδ, οὐκ οὐσίαν ἐνυπόστατον. Ἄρειος Υἱὸν μὲν ὁμολογεῖ, ῥήματι δὲ μόνῳ· κτίσμα γὰρ αὐτὸν εἶναί φησι, καὶ τοῦ Πατρὸς ἐλάττονα πολύ. Ἕτεροι δὲ οὔ φασιν αὐτὸν ἔχειν ψυχήν. Εἶδες τὰ ἅρματα ἑστῶτα; θεώρει τοίνυν αὐτῶν καὶ τὰ πτώματα, πῶς ὁμοῦ πάντας κατακρούων βάλλει, καὶ μιᾷ πληγῇ καὶ ἀθρόον. Πῶς οὖν καταβάλλει; Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, φησὶν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐντεῦθεν καὶ Παῦλος ὁ Σαμοσατεὺς ἔπεσε καὶ Μάρκελλος καὶ Σαβέλλιος· Ἐν μορφῇ γὰρ, φησὶ, Θεοῦ ὑπάρχων. Εἰ ἐν μορφῇ, πῶς οὖν λέγεις, ὅτι ἀπὸ Μαρίας, ὦ μιαρὲ, ἤρξατο, καὶ πρὸ τούτου οὐκ ἦν; πῶς δὲ πάλιν, ὅτι ἐνέργεια ἦν; Ἐν μορφῇ γὰρ Θεοῦ, φησὶ, μορφὴν δούλου ἔλαβεν. Εἰπὲ γάρ μοι, ἡ μορφὴ τοῦ δούλου ἐνέργεια δούλου ἐστὶν, ἢ φύσις δούλου; Πάντως δήπου, Φύσις, ἐρεῖς, δούλου. Οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ, Θεοῦ φύσις· οὐκ ἄρα ἐνέργεια. Ἰδοὺ καὶ ὁ Μάρκελλος ὁ Γαλάτης καὶ Σωφρόνιος καὶ Φωτεινὸς κατέπεσον.
500.2.1
Ἰδοὺ καὶ Σαβέλλιος. Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἴσον δὲ ἐπὶ ἑνὸς οὐ λέγεται προσώπου· τὸ γὰρ ἴσον, τινί ἐστιν ἴσον. Ὁρᾷς δύο προσώπων ὑπόστασιν, οὐχὶ ὀνόματα ψιλὰ χωρὶς πραγμάτων λεγόμενα; ἤκουσας τὴν προαιώνιον ὕπαρξιν τοῦ Μονογενοῦς; Ἀλλὰ ταῦτα μὲν πρὸς ἐκείνους· τί οὖν πρὸς Ἄρειον εἴποιμεν λοιπὸν, τὸν λέγοντα ἑτέρας εἶναι οὐσίας τὸν Υἱόν; Εἰπὲ δή μοι, τὸ, Μορφὴνδούλου ἔλαβε, τί ἐστιν; Ἄνθρωπος ἐγένετο, φησίν. Οὐκοῦν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων, Θεὸς ἦν· μορφὴ γὰρ, καὶ μορφὴ κεῖται. Εἰ τοῦτο ἀληθὲς, κἀκεῖνο. Φύσει ἄνθρωπος, ἡ μορφὴ τοῦ δούλου· οὐκοῦν φύσει Θεὸς, καὶ ἡ μορφὴ τοῦ Θεοῦ. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἴσον αὐτῷ μαρτυρεῖ, ὥσπερ οὖν καὶ Ἰωάννης, καὶ ὅτι οὐδὲν ἐλάττων ἐστὶ τοῦ Πατρός· Οὐχ ἁρπαγμὸν ἡγήσατο, φησὶ, τὸ εἶναι ἴσα Θεῷ. Ἀλλὰ τίς ὁ σοφὸς αὐτῶν λόγος; Καὶ μὴν τοὐναντίον δείκνυσι, φησίν· εἶπε γὰρ, ὅτι ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ· καὶ μὴν εἰ ἦν Θεὸς, πῶς εἶχεν ἁρπάσαι; Καὶ πῶς οὐκ ἀπερινόητον τοῦτο; τίς γὰρ ἂν εἴποι, ὅτι ὁ δεῖνα ἄνθρωπος ὢν, οὐχ ἥρπασε τὸ εἶναι ἄνθρωπος; πῶς γὰρ ἄν τις ὅπερ ἐστὶν ἁρπάσειεν; Οὒ, φησίν· ἀλλ' ὅτι Θεὸς ὢν ἐλάττων, οὐχ ἥρπασε τὸ εἶναι ἴσα τῷ Θεῷ τῷ μεγάλῳ καὶ μείζονι. Καὶ μικρὸς καὶ μέγας Θεὸς ἔνι; καὶ τὰ Ἑλληνικὰ τοῖς τῆς Ἐκκλησίας δόγμασιν ἐπεισάγετε; Μέγας μὲν γὰρ καὶ μικρὸς παρ' αὐτοῖς θεός· εἰ δὲ καὶ παρ' ὑμῖν, οὐκ οἶδα. Παρὰ μὲν γὰρ ταῖς Γραφαῖς οὐδαμοῦ εὑρήσεις, ἀλλὰ μέγαν μὲν πανταχοῦ, μικρὸν δὲ οὐδαμοῦ. Εἰ γὰρ μικρὸς, πῶς καὶ Θεός; Εἰ μικρὸς οὐκ ἔστιν ἄνθρωπος καὶ μέγας, ἀλλὰ μία φύσις, καὶ εἴ τι οὐκ ἔστι τῆς φύσεως ταύτης μιᾶς, οὐκ ἄνθρωπος, πῶς ἂν εἴη μικρὸς Θεὸς καὶ μέγας ὁ μὴ ὢν ἐκείνης τῆς φύσεως; Ὁ μικρὸς ὢν, οὐ Θεός· πανταχοῦ γὰρ μέγας λέγεται παρὰ τῇ Γραφῇ· Μέγας Κύριος, φησὶν ὁ Δαυῒδ, καὶ αἰνετὸς σφόδρα. Ἰδοὺ καὶ περὶ τοῦ Υἱοῦ· πανταχοῦ γὰρ Κύριον αὐτὸν καλεῖ· καὶ πάλιν, Μέγας εἶ σὺ, καὶ ποιῶν θαυμάσια· σὺ εἶ ὁ Θεὸς μόνος· καὶ πάλιν, Μέγας ὁ Κύριος ἡμῶν, καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ, καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐκ ἔστι πέρας. Ἀλλὰ ταῦτα περὶ τοῦ Πατρός· ὁ δὲ Υἱὸς, φησὶ, μικρός. Ἀλλὰ σὺ τοῦτο λέγεις· ἡ δὲ Γραφὴ τοὐναντίον· ὥσπερ περὶ τοῦ Πατρὸς, οὕτω καὶ περὶ τοῦ Υἱοῦ φησιν. Ἄκουε γὰρ Παύλου λέγοντος, Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ. Ἀλλ' ἆρα μὴ περὶ τοῦ Πατρὸς ἐπιφάνειαν εἶπεν; Ἵνα δὲ καὶ μᾶλλον ὑμᾶς ἐλέγξῃ, κατὰ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ προσέθηκεν. Ἄρα οὖν μὴ περὶ τοῦ Πατρὸς εἴρηται; Οὐδαμῶς· ἡ γὰρ ἐπαγωγὴ οὐκ ἀφίησι, λέγουσα, Καὶ τὴν ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἰδοὺ καὶ ὁ Υἱὸς μέγας. Πῶς οὖν λέγεις μικρὸν, καὶ μέγαν; Ἄκουε καὶ τοῦ προφήτου λέγοντος αὐτὸν μεγάλης βουλῆς Ἄγγελον. Ὁ μεγάλης βουλῆς Ἄγγελος οὐ μέγας; ὁ ἰσχυρὸς Θεὸς οὐ μέγας, ἀλλὰ μικρός; Τί οὖν φασιν οἱ ἀναίσχυντοι καὶ ἰταμοὶ, ὅτι μικρὸς ὢν Θεός; λέγω ἃ λέγουσι πολλάκις, ἵνα μᾶλλον αὐτοὺς φύγητε· μικρὸς ὢν, φησὶ, Θεὸς, οὐχ ἥρπασε τὸ εἶναι κατὰ τὸν μέγαν. Τί γὰρ, εἰπέ μοι (ἀλλὰ μὴ νομίσητε ἡμῶν εἶναι τὰ ῥήματα); εἰ μικρὸς ἦν κατ' αὐτοὺς, καὶ πολὺ τῆς δυνάμεως ἀποδέων τῆς τοῦ Πατρὸς, πῶς ἂν ἠδυνήθη ἁρπάσαι τὸ εἶναι ἴσα Θεῷ; φύσει γὰρ ἐλάττων οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἐν τῇ μεγάλῃ· οἷον ὁ ἄνθρωπος οὐκ ἂν δύναιτο ἁρπάσαι τὸ εἶναι ἴσος ἀγγέλῳ κατὰ τὴν φύσιν· ὁ ἵππος οὐκ ἂν δύναιτο ἁρπάσαι, κἂν θέλῃ, τὸεἶναι ἴσος ἀνθρώπῳ κατὰ τὴν φύσιν. Χωρὶς δὲ τούτου, κἀκεῖνο ἐρῶ· Τί βούλεται κατασκευάσαι ὁ Παῦλος διὰ τούτου τοῦ ὑποδείγματος; Εἰς ταπεινοφροσύνην, πάντως ἐρεῖς, ἐναγαγεῖν τοὺς Φιλιππησίους. Τί οὖν, εἰπέ μοι, τοῦτο ἂν παρήνεγκεν εἰς μέσον; Οὐδεὶς γὰρ βουλόμενος προτρέψαι ταπεινοφρονεῖν, τοῦτό φησιν· Ἔσο ταπεινὸς, καὶ ἔλαττον φρόνει τῶν ὁμοτίμων· καὶ γὰρ ὁ δεῖνα ὁ δοῦλος οὐκ ἐπανέστη τῷ Δεσπότῃ· μιμοῦ τοίνυν ἐκεῖνον. Καὶ μὴν τοῦτο οὐκ ἔστι ταπεινοφροσύνης, εἴποι τις ἂν, ἀλλ' ἀπονοίας. Μάθετε τί ἐστι ταπεινοφροσύνη ὑμεῖς οἱ τῦφον ἔχοντες διαβολικόν. Τί οὖν ἐστι ταπεινοφροσύνη; Τὸ ταπεινὰ φρονεῖν· ταπεινὰ δὲ φρονεῖ, οὐχ ὁ ἀπὸ ἀνάγκης ὢν ταπεινὸς, ἀλλ' ὁ ἑαυτὸν ταπεινῶν. Οἷόν τι λέγω (προσέχετε δέ)· Ὅταν τις ὑψηλὰ δυνάμενος φρονῆσαι ταπεινοφρονῇ, οὗτος ταπεινόφρων ἐστίν· ὅταν δὲ παρὰ τὸ μὴ δύνασθαι ταπεινοφρονῇ, οὐκέτι ταπεινόφρων ἐστίν· οἷον ὁ βασιλεὺς τῷ ὑπάρχῳ ἂν ὑποτάττηται, ταπεινόφρων ἐστὶν, ὅτι ἀπὸ τοῦ ὕψους κατέβη· ὁ μέντοι ὕπαρχος ἐὰν τοῦτο ποιῇ, οὐ ταπεινοφρονεῖ· πῶς γάρ; οὐ γὰρ ἀπὸ τοῦ ὕψους ἐταπείνωσεν ἑαυτόν. Οὐκ ἔστι δὲ ἄλλως ταπεινοφρονῆσαι, εἰ μὴ ἐν ἐξουσίᾳ γένοιτο. Εἰ γὰρ ἀνάγκη ἐστὶ τεταπεινῶσθαι καὶ ἄκοντα, οὐκέτι τῆς φρονήσεώς ἐστι τὸ κατόρθωμα οὐδὲ τοῦ βουλήματος, ἀλλὰ τῆς ἀνάγκης· ταπεινοφροσύνη δὲ διὰ τοῦτο λέγεται, ὅτι τοῦ φρονήματός ἐστι ταπείνωσις.
500.3.1
Εἰπέ μοι, εἴ τις μὴ ἔχων ἐξουσίαν πλεονεκτεῖν, μένοι τὰ ἑαυτοῦ κεκτημένος, τοῦτον ἐπαινεσόμεθα ἐπὶ δικαιοσύνῃ; Οὐδαμῶς. Διὰ τί; Τῇ γὰρ ἀνάγκῃ τὸ τῆς προαιρέσεως ἐγκώμιον ἀφῄρηται. Εἰπέ μοι, εἴ τις μὴ δυνάμενος τυραννεῖν καὶ βασιλεύειν, μένοι ἰδιωτεύων, τοῦτον ἐπαινεσόμεθα, ὡς ἀπράγμονα; Οὐδαμῶς. Οὐκοῦν οὐδὲ ἐνταῦθα. Ὁ γὰρ ἔπαινος, ὦ πάντων ὑμεῖς ἀμαθέστατοι, οὐκ ἐν τῇ τούτων ἀποχῇ, ἀλλ' ἐν τῇ τῶν ἀγαθῶν ἐργασίᾳ γίνεται. Ἐκεῖνο μὲν γὰρ ψόγου ἀπήλλακται, οὔπω δὲ καὶ ἐπαίνου μετέχει· τὸ δὲ, ἐγκωμίων ἄξιόν ἐστιν. Ὅρα γοῦν καὶ τὸν Χριστὸν οὕτως ἐπαινοῦντα, ὅταν λέγῃ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με. Οὐκ εἶπεν, Ἐπειδὴ οὐκ ἐπλεονεκτήσατε, οὐδὲ, Ἐπειδὴ οὐχ ἡρπάσατε [μικρὰ γὰρ ταῦτα] ἀλλ' Ἐπειδὴ πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Καὶ τίς ἂν οὕτως ἐπῄνεσεν ἢ τοὺς φίλους, ἢ τοὺς ἐχθρούς; οὐκ ἂν οὐδὲ Παῦλον. Τί λέγω Παῦλον; οὐδὲ τὸν τυχόντα τις ἄνδρα, ὡς σὺ τὸν Χριστὸν ἐπαινεῖς, ἐπῄνεσεν, ὅτι μὴ προσήκουσαν ἀρχὴν οὐκ ἔλαβε. Τὸ γὰρ ἐπὶ τούτοις θαυμάζειν, πολλήν ἐστι κακίαν μαρτυρούντων. Πῶς; Ὅτι ἐπ' ἐκείνων τὸ τοιοῦτον ἔπαινός ἐστιν, οἷον ὁ κλέπτων, ἐὰν μηκέτι κλέπτῃ· ἐπὶ δὲ τῶν ἀγαθῶν οὐκέτι· οὐ γὰρ, ὅτι οὐχ ἥρπασε μὴ προσήκουσαν ἀρχὴν καὶ τιμὴν, ἐπαινετός. Καὶ ποίας ταῦτα ἀνοίας! Ἄλλως δὲ (ἀλλὰ προσέχετε, παρακαλῶ· μακρὸς γὰρ ὁ λόγος), τίς ἂν ἀπὸ τούτων εἰς ταπεινοφροσύνην προέτρεψε; Τὰ γὰρ ὑποδείγματα πολλῷ μείζονα δεῖ εἶναι τῆς ὑποθέσεως, εἰς ἣν παρακαλοῦμεν· οὐ γὰρ ἄν τις ἐξ ἀλλοτρίων προτραπείη· οἷον, προέτρεψεν ὁ Χριστὸς εὖ ποιεῖν τοὺς ἐχθρούς· ἤνεγκε παράδειγμα μέγα, τὸ τοῦ Πατρὸς, Ὅτι ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· προέτρεψεν εἰς ἀνεξικακίαν· ἤνεγκε παράδειγμα ἑαυτόν· Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ πάλιν, Εἰ ἐγὼ ὁ Κύριος καὶ ὁ διδάσκαλος ταῦτα ποιῶ, πόσῳ μᾶλλον ὑμεῖς; Ὁρᾷς πῶς οὐκ ἀφέστηκε τὰ παραδείγματα; οὐδὲ γὰρ τοσοῦτον ἀφεστάναι δεῖ· καὶ γὰρ καὶ ἡμεῖς οὕτω ποιοῦμεν. Ἄλλως δὲ καὶ ἐνταῦθα οὐδὲ ἐγγύς ἐστι τὸ παράδειγμα. Πῶς; Ὅτι εἰ δοῦλός ἐστι, καὶ ἐλάττων ἐστὶ καὶ ὑπήκοος τῷ μείζονι. Τοῦτο δὲ οὐ ταπεινοφροσύνη ἐστί· τοὐναντίον γὰρ ἔδει ποιῆσαι, μείζονά τινα τῷ ἐλάττονι ὑπακούσαντα δεῖξαι· ἀλλ' ἐπειδὴ τοῦτο οὐχ εὗρεν ἐπὶ Θεοῦ, μείζονα λέγω καὶ ἐλάττονα, τὸ γοῦν ἴσον ἐποίησεν. Εἰ δὲ ἐλάττων ἦν ὁ Υἱὸς, οὐχ ἱκανὸν εἰς ταπεινοφροσύνην προτρέψαι. Διὰ τί; Ὅτι οὐκ ἔστι ταπεινοφροσύνη τὸ τὸν ἐλάττονα μὴ ἐπαναστῆναι τῷ μείζονι, τὸ μὴ ἁρπάσαι τὴν ἀρχὴν, τὸ ὑπακοῦσαι μέχρι θανάτου. Ἄλλως δὲ, ὅρα καὶ μετὰ τὸ ὑπόδειγμα τί φησι· Τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Ἡγούμενοι, φησίν. Ἐπειδὴ γὰρ καὶ κατὰ τὴν οὐσίαν ἕν ἐστε, καὶ κατὰ τὴν τιμὴν τὴν παρὰ τοῦ Θεοῦ, δεῖ λοιπὸν τῆς ὑπολήψεως εἶναι τὸ πρᾶγμα. Ἐπὶ δὲ τῶν μειζόνων καὶ ἐλαττόνων οὐκ ἂν τοῦτο εἶπεν, ὅτι Ἡγούμενοι, ἀλλὰ, Τιμᾶτε τοὺς ὑπερέχοντας ὑμῶν· καθὼς καὶ ἀλλαχοῦ φησι, Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε. Ἐκεῖ τῆς φύσεως τοῦ πράγματός ἐστιν ἡ ὑποταγή· ἐνταῦθα τῆς κρίσεως δεῖ γενέσθαι τῆς ἡμετέρας. Τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν, ὥσπερ καὶ ὁ Χριστὸς ἐποίησε. Καὶ τὰ μὲν ἐκείνων οὕτως ἀνατέτραπται· τὰ δὲ ἡμέτερα λοιπὸν εἰπεῖν χρὴ, πρότερον ἐν κεφαλαίῳ τὰ ἐκείνων εἰπόντα, ὅτι εἰς ταπεινοφροσύνην παρακαλῶν οὐκ ἂν τὸν ἐλάττονα ὄντα καὶ τῷ μείζονι ὑπακούσαντα παρήγαγεν. Εἰ μὲν γὰρ δούλους δεσπόταις παρεκάλει ὑπακούειν, εἰκότως· εἰ δὲ ἐλευθέρους ἐλευθέροις, τί τοῦ δούλου πρὸς τὸν δεσπότην ὑποταγὴν ἔφερε; τί τοῦ ἐλάττονος πρὸς τὸν μείζονα; Μὴ γὰρ εἶπεν, Οἱ ἐλάττονες τοῖς μείζοσιν ὑπακουέτωσαν, ἀλλ' Ἰσότιμοι ἀλλήλων ὄντες, ὑπακούετε, Ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Διὰ τί δὲ μὴ παρήγαγε κἂν τὸ τῆς γυναικὸς, ὅτι Ὥσπερ ἡ γυνὴ ὑπακούει τῷ ἀνδρὶ, οὕτω καὶ ὑμεῖς ὑπακούετε; Εἰ δὲ ὅπερ ἴσον ἐστὶ καὶ ἐλευθέριον οὐ παρήγαγεν, ἐπειδὴ ὅλως μικρά τις ἦν ὑποταγὴ, πόσῳ μᾶλλον τὸ τοῦ δούλου οὐκἂν παρήγαγεν; Εἶπον φθάσας, ὅτι οὐδεὶς οὕτως ἐπαινεῖ τινα ἀπὸ τῆς τῶν κακῶν ἀποχῆς, οὐδὲ ὅλως αὐτοῦ μέμνηται· οὐδὲ σώφρονα βουλόμενος ἐπαινέσαι τις οὕτως ἐρεῖ, ὅτι οὐκ ἐμοίχευσεν, ἀλλ' ὅτι καὶ τῆς ἰδίας ἀπέστη γυναικός. Οὐδαμοῦ γὰρ τὴν τῶν κακῶν ἀποχὴν τίθεμεν· γέλως γὰρ τοῦτο. Εἶπον ὅτι ἡ μορφὴ τοῦ δούλου ἀληθὴς, καὶ οὐδὲ ἐλάττων· οὐκοῦν καὶ ἡ μορφὴ τοῦ Θεοῦ τελεία, καὶ οὐκ ἐλάττων. Διὰ τί μὴ εἶπεν, Ἐν μορφῇ Θεοῦ γενόμενος, ἀλλ', Ὑπάρχων; Ἴσον ἐστὶ τοῦτο τοῦ εἰπεῖν, Ἐγώ εἰμι ὁ ὤν. Τὸ ἀπαράλλακτον ἡ μορφὴ δείκνυσι, καθώς ἐστι μορφή. Οὐκ ἔστι δὲ, ἄλλης οὐσίας ὄντα, τὴν ἄλλης μορφὴν ἔχειν· οἷον οὐδεὶς ἀνθρώπων ἀγγέλου ἔχει μορφὴν, οὐδὲ ἄλογον ἀνθρώπου ἔχει μορφήν· πῶς οὖν ὁ Υἱός;
500.4.1
Εἶτα ἐπὶ μὲν ἡμῶν, ἐπειδὴ σύνθετοί ἐσμεν, ἡ μορφὴ τοῦ σώματός ἐστιν· ἐπὶ δὲ τοῦ ἁπλοῦ καὶ ἀσυνθέτου, πάντως τῆς οὐσίας. Εἰ δὲ τὸ χωρὶς ἄρθρου εἰρῆσθαι λέγεις ὅτι οὐ δείκνυσι τὸν Πατέρα, πολλαχοῦ τοῦτο δείκνυται χωρὶς ἄρθρου εἰρημένον. Καὶ τί λέγω πολλαχοῦ; ἐν γὰρ αὐτῷ εὐθέως τῷ χωρίῳ τούτῳ, Οὐχ ἁρπαγμὸν, φησὶν, ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ· καὶ οὐκ εἶπε μετὰ τοῦ ἄρθρου, περὶ τοῦ Θεοῦ τοῦ Πατρὸς λέγων. Βούλομαι καὶ τὰ ἡμέτερα προσθεῖναι, ἀλλὰ δέδοικα μὴ καταχώσωμεν ὑμῶν τὰς διανοίας. Τέως δὲ τὰ εἰρημένα μέμνησθε πρὸς ἀνατροπὴν ἐκείνων· τέως τὰς ἀκάνθας ἐκτέμωμεν, καὶ τότε τὸν σπόρον καταβαλοῦμεν τὸν καλὸν μετὰ τὸ τὰς ἀκάνθας ἐκτμηθῆναι, καὶ μικρὸν ἀναπνεῦσαι τὴν γῆν, ἵνα πᾶσαν τὴν ἐκεῖθεν ἀποθεμένη κακίαν, μετὰ πολλῆς τῆς ἀρετῆς δέχηται τὰ θεῖα σπέρματα. Εὐχαριστήσωμεν ὑπὲρ τῶν εἰρημένων τῷ Θεῷ· ἀξιώσωμεν αὐτὸν δοῦναι φυλακὴν καὶ διατήρησιν αὐτῶν, ἵνα καὶ ἡμεῖς καὶ ὑμεῖς εὐφραινώμεθα, καὶ οἱ αἱρετικοὶ καταισχύνωνται. Παρακαλέσωμεν αὐτὸν καὶ εἰς τὸ ἑξῆς ἡμῖν ἀνοῖξαι στόμα, ὥστε καὶ τὰ ἡμέτερα μετὰ τῆς αὐτῆς πάλιν σπουδῆς παρακαταθέσθαι· δεηθῶμεν αὐτοῦ, ὥστε καὶ τῆς πίστεως βίον ἄξιον ἡμῖν παρασχεῖν, ἵνα εἰς δόξαν αὐτοῦ ζῶμεν, ἵνα μὴ τὸ ὄνομα αὐτοῦ βλασφημῆται δι' ἡμᾶς. Οὐαὶ γὰρ ὑμῖν, φησὶ, δι' οὓς τὸ ὄνομα τοῦ Θεοῦ βλασφημεῖται. Εἰ γὰρ υἱὸν ἔχοντες· καίτοι τί υἱοῦ γνησιώτερον; εἰ υἱὸν τοίνυν ἡμεῖς ἔχοντες, ὅταν δι' αὐτὸν βλασφημώμεθα, ἀποκηρύττομεν αὐτὸν, ἀποστρεφόμεθα, οὐ προσιέμεθα· πόσῳ μᾶλλον ὁ Θεὸς δούλους ἔχων ἀγνώμονας, βλασφημοῦντας αὐτὸν καὶ ὑβρίζοντας, οὐκ ἀποστραφήσεται καὶ μισήσει; Ὃν δ' ἂν ὁ Θεὸς μισήσῃ καὶ ἀποστραφῇ, τίς προσλήψεται; Οὐδεὶς, ἀλλ' ἢ ὁ διάβολος, ἀλλ' ἢ οἱ δαίμονες. Ὃν δ' ἂν οἱ δαίμονες λάβωσι, ποίαν ἕξει σωτηρίας ἐλπίδα; ποίαν παραμυθίαν ζωῆς; Ἕως ἂν ἐν τῇ χειρὶ ὦμεν τοῦ Θεοῦ, οὐδεὶς ἡμᾶς ἁρπάζειν δύναται· ἰσχυρὰ γάρ ἐστιν· ὅταν δὲ τῆς χειρὸς ἐκείνης ἐκπέσωμεν καὶ τῆς βοηθείας, ἀπολώλαμεν, πᾶσιν ἕτοιμοι προκείμεθα εἰς ἁρπαγὴν, πᾶσιν εἰς καταπάτημα, ὡς τοῖχος κεκλιμένος καὶ φραγμὸς ὠσμένος. Ὅταν γὰρ ᾖ ἀσθενὴς ὁ τοῖχος, εὐεπίβατος ἔσται πᾶσι. Μὴ γὰρ ἐπὶ τῆς Ἱερουσαλὴμ οἴεσθε τοῦτο λέγεσθαι μόνον, ὃ μέλλω λέγειν, ἀλλὰ καὶ ἐπὶ παντὸς ἀνθρώπου. Τί δὲ ἐπὶ τῆς Ἱερουσαλὴμ ἐλέγετο; Ἄσω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου, τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι, ἐν τόπῳ πίονι. Καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα, καὶ ἐφύτευσα ἄμπελον Σωρὴκ, καὶ ᾠκοδόμησα πύργον ἐν μέσῳ αὐτοῦ, καὶ προλήνιον ὤρυξα ἐν αὐτῷ, καὶ ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Καὶ νῦν ἄνθρωποι τοῦ Ἰούδα, καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου. Τί ἔδει ποιῆσαι τῷ ἀμπελῶνί μου, καὶ οὐκ ἐποίησα αὐτῷ, Διότι ἔμεινα τοῦ ποιῆσαι σταφυλὴν, ἐποίησε δὲ ἀκάνθας. Νῦν οὖν ἀναγγελῶ ὑμῖν τί ποιήσω τῷ ἀμπελῶνί μου· ἀφελῶ τὸν φραγμὸν αὐτοῦ, καὶ ἔσται εἰς διαρπαγὴν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ, καὶ ἔσται εἰς καταπάτημα· καὶ ἀνήσω τὸν ἀμπελῶνά μου, καὶ οὐ μὴ τμηθῇ, οὐδ' οὐ μὴ σκαφῇ· καὶ ἀναβήσονται εἰς αὐτὸν, ὡς εἰς χέρσον, ἄκανθαι· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν. Ὁ γὰρ ἀμπελὼν Κυρίου Σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστι, καὶ ἄνθρωπος τοῦ Ἰούδα, νεόφυτον ἠγαπημένον. Ἔμεινα ἵνα ποιήσῃ κρίσιν· ἐποίησε δὲ ἀνομίαν, καὶ οὐ δικαιοσύνην, ἀλλὰ κραυγήν. Τοῦτο καὶ ἐφ' ἑκάστης λέγεται ψυχῆς. Ὅταν γὰρ πάντα πληρώσῃ, ἃ ἐχρῆν, ὁ φιλάνθρωπος Θεὸς, εἶτα ποιήσῃ ἀκάνθας ἀντὶ σταφυλῆς, ἀφελεῖ τὸν φραγμὸν, καὶ καθαιρεῖ τὸν τοῖχον, καὶ ἐσόμεθα εἰς ἁρπαγήν. Ἄκουε γὰρ πῶς καὶ ἕτερος προφήτης ὀδυρόμενος ἔλεγεν· Ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς, καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν; Ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν. Ἐκεῖ μὲν οὖν περὶ τοῦ Μήδου καὶ τοῦ Βαβυλωνίου φησίν· ἐνταῦθα δὲ περὶ τούτου οὐκ ἔστιν εἰπεῖν, ἀλλὰ ὗς καὶ μονιὸς ὁ διάβολός ἐστι, καὶ πᾶσα αὐτοῦ ἡ δύναμις. Μονιὸν δὲ αὐτὸν εἴρηκε, τὸ ἄγριον καὶ ἀκάθαρτον αὐτοῦ παραστῆσαι βουλόμενος. Ὅταν μὲν γὰρ αὐτοῦ τὸ ἁρπακτικὸν ἡ Γραφὴ βούληται δηλῶσαι, φησίν· Ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ὅταν δὲ τὸ ἰοβόλον καὶ θανάσιμον καὶ ὀλέθριον, ὄφιν αὐτὸν καλεῖ καὶ σκορπιόν· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἀντικειμένου· ὅταν δὲ τὸ ἰσχυρὸν ὁμοῦ καὶ ἰοβόλον, δράκοντα αὐτὸν καλεῖ, ὡς ὅταν λέγῃ· Δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ. Καὶ δράκοντα καὶ ὄφιν σκολιὸν καὶ ἀσπίδα αὐτὸν καλεῖ πανταχοῦ. Πολύπλοκον γὰρ τὸ θηρίον καὶ ποικίλον, καὶ πολλὴν ἔχει τὴν ἰσχύν· πάντα κινεῖ, πάντα θορυβεῖ, πάντα ἄνω καὶ κάτω στρέφει. Ἀλλὰ μὴ φοβηθῆτε, ἀλλὰ μὴ δείσητε· γρηγορεῖτε μόνον, καὶ ὡς στρουθίον ἔσται· Πατεῖτε γὰρ, φησὶν, ἐπάνω ὄφεων καὶ σκορπίων Καταπάτημα αὐτὸν τῶν ἡμετέρων ἐποίησε ποδῶν, ἂν βουλώμεθα.
500.5.1
Ὅρα τοίνυν πόσος γέλως, πόση ἀθλιότης, ὃν ἐλάβομεν πατεῖν, τοῦτον ὁρᾷν ὑπὲρ κεφαλῆς ἑστῶτα τῆς ἡμετέρας. Πῶς δὲ τοῦτο γίνεται; Παρ' ἡμῶν· ἂν ἡμεῖς βουλώμεθα, μέγας ἐστίν· ἂν ἡμεῖς βουλώμεθα, γίνεται μικρός. Ἐὰν προσέχωμεν ἑαυτοῖς, καὶ μετὰ τοῦ βασιλέως ὦμεν τοῦ ἡμετέρου, συστέλλεται καὶ παιδίου μικροῦ οὐδὲν ἄμεινον διακείσεται ἐν τῇ πρὸς ἡμᾶς μάχῃ· ὅταν ἀποστῶμεν αὐτοῦ, μεγάλα φυσᾷ, βρυχᾶται, τρίζει τοὺς ὀδόντας, ἅτε ἐρήμους ἡμᾶς τῆς μεγάλης συμμαχίας λαβών· οὐ γὰρ πρόσεισιν, ἐὰν μὴ συγχωρήσῃ ὁ Θεός. Εἰ γὰρ χοίρων ἀγέλαις οὐ κατετόλμησεν ἐπεμβῆναι, μὴ τοῦ Θεοῦ συγχωρήσαντος, πολλῷ μᾶλλον ψυχαῖς ἀνθρώπων. Συγχωρεῖ δὲ Θεὸς, ἢ παιδεύων, ἢ δίκην ἀπαιτῶν, ἢ δοκιμωτέρους ποιῶν, ὡς τὸν Ἰώβ. Ὁρᾷς αὐτὸν μὴ προσερχόμενον, μηδὲ τολμῶντα γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέμοντα; Καὶ τί λέγω περὶ τοῦ Ἰώβ; τῷ γὰρ Ἰούδᾳ ἐφαλλόμενος, οὐκ ἐτόλμησεν, ἕως αὐτὸν τοῦ ἱεροῦ χοροῦ ἀπέσχισεν ὁ Χριστὸς, λαβεῖν ὁλόκληρον, καὶ εἰσελθεῖν εἰς αὐτόν. Τότε μὲν οὖν ἔξωθεν προσέβαλλεν, ἔνδον δὲ εἰσελθεῖν οὐκ ἐτόλμα· ἐπειδὴ δὲ εἶδεν ἀποσχισθέντα τῆς ἱερᾶς ἀγέλης, παντὸς λύκου σφοδρότερον ἐφήλατο, καὶ οὐ πρότερον ἀπέστη, ἕως αὐτὸν ἀνεῖλε θάνατον διπλοῦν. Ταῦτα πρὸς νουθεσίαν ἡμῶν γέγραπται. Ἐπεὶ ποῖον κέρδος τὸ γνῶναι, ὅτι εἷς τῶν δώδεκα προέδωκε; ποία ὄνησις; ποία ὠφέλεια; Μεγάλη. Ὅταν γὰρ μάθωμεν πόθεν ἐκεῖνος ἐπὶ τὴν ὀλέθριον ἦλθε βουλὴν ταύτην, φυλαξόμεθα ἀπὸ ταύτης καὶ αὐτοὶ μὴ τὰ αὐτὰ παθεῖν. Πόθεν οὖν ἦλθεν ἐπὶ τοῦτο; Ἀπὸ φιλαργυρίας· κλέπτης ἦν· ἀπὸ ταύτης οὕτως ἐμέθυε τῷ πάθει, ὅτι τὸν τῆς οἰκουμένης Δεσπότην τριάκοντα ἀργυρίων προέδωκε. Τί τῆς μανίας ταύτης χεῖρον; Οὗ οὐδὲν ἀντάξιον οὐδὲ ἴσον, ᾧ τὰ ἔθνη εἰς οὐδὲν ἐλογίσθη, τοῦτον τριάκοντα ἀργυρίων προέδωκε. Χαλεπὴ γὰρ τῆς φιλαργυρίας ἡ τυραννὶς, δεινὴ ψυχὴν ἐκστῆσαι. Οὐχ οὕτω τις ὑπὸ τῆς μέθης παραπλὴξ γίνεται, ὡς ὑπὸ φιλαργυρίας· οὐχ οὕτως ὑπὸ μανίας καὶ παραπληξίας, ὡς ὑπὸ φιλαργυρίας. Διὰ τί γὰρ, εἰπέ μοι, προδίδως; Ἄσημον ὄντα σε καὶ ἀγνῶτα ἐκάλεσε, καὶ ἕνα τῶν δώδεκα ἐποίησε, διδασκαλίας σοι μετέδωκεν, ὑπέσχετο μυρία ἀγαθὰ, θαύματά σε ἐργάζεσθαι πεποίηκε, τραπέζης, ὁδῶν, ὁμιλίας, συνουσίας, πάντων ἐκοινώνησας, ὧν καὶ οἱ λοιποί. Ταῦτα οὐκ ἦν ἱκανὰ κατασχεῖν; τίνος οὖν ἕνεκεν προέδωκας; τί ἔχων ἐγκαλεῖν, ὦ μιαρέ; τί δὲ οὐκ εὖ παθών; Ἤδει σου τὴν διάνοιαν, οὐκ ἐπαύσατο τὰ παρ' ἑαυτοῦ εἰσφέρων· πολλάκις εἶπεν, ὅτι Εἷς ἐξ ὑμῶν παραδώσει με· πολλάκις ἔστιξε, καὶ ἐφείσατό σου, καὶ εἰδώς σε τοιοῦτον, οὐκ ἐξέβαλέ σε τοῦ χοροῦ· ἔτι διεβάσταζεν, ἔτι ὡς γνήσιον καὶ ἕνα τῶν δώδεκα, οὕτως ἐτίμα, οὕτως ἐφίλει. Τὸ τελευταῖον, ὢ τῆς μιαρίας! καὶ λέντιον λαβὼν ἔνιψε ταῖς ἀχράντοις ἐκείναις χερσὶ τοὺς μιαρούς σου πόδας, καὶ οὐδὲ τοῦτό σε κατέσχεν. Ἔκλεπτες τὰ τῶν πενήτων· καὶ ἵνα μὴ προέλθῃς εἰς μεῖζον κακὸν, καὶ τοῦτο ἔφερεν· ἀλλ' οὐδέν σε ἔπεισεν. Εἰ γὰρ θηρίον ἦς, εἰ γὰρ λίθος, οὐ ταῖς εὐεργεσίαις ταῖς εἰς σὲ, οὐ τοῖς θαύμασιν, οὐ ταῖς διδασκαλίαις ἔδει μεταβληθῆναι; Ἀλλὰ καὶ οὕτως ἐκτεθηριωμένον ἐκάλει, καὶ διὰ τῶν θαυμασίων ἔργων ἐπήγετό σε τὸν λίθων ἀναισθητότερον. Σὺ δὲ οὐδενὶ τούτων γέγονας βελτίων. Θαυμάζετε ἴσως τὴν τοσαύτην ἄνοιαν τοῦ προδότου. Οὐκοῦν φοβήθητε τὸ ἐκείνου τραῦμα· ἀπὸ φιλαργυρίας τοιοῦτος ἐγένετο, ἀπὸ τοῦ τῶν χρημάτων ἔρωτος. Ἔκκοψον τὸ πάθος· τοιαῦτα γὰρ τίκτει νοσήματα· ἀσεβεῖς ποιεῖ, καὶ τὸν Θεὸν ἀγνοεῖν παρασκευάζει, κἂν μυριάκις εὐεργετηθῶμεν. Ἔκκοψον, παρακαλῶ· οὐκ ἔστι τῶν τυχόντων, θανάτους οἶδε τίκτειν ὀλεθρίους μυρίους. Εἴδομεν τὸ ἐκείνου πάθος· φοβηθῶμεν μὴ τοῖς αὐτοῖς αὐτοὶ περιπέσωμεν. Διὰ τοῦτο γέγραπται, ἵνα μὴ τὰ αὐτὰ πάθωμεν καὶ ἡμεῖς· διὰ τοῦτο πάντες οἱ εὐαγγελισταὶ τοῦτο διηγήσαντο, ἵνα ἡμᾶς σωφρονίσωσι. Πόῤῥωθεν φεῦγε· οὐκ ἔστι τοῦτο μόνον φιλαργυρία, τὸ πολλῶν ἐρᾷν, ἀλλὰ τὸ ὅλως χρημάτων ἐρᾷν. Φιλαργυρία δεινὴ, τὸ πλέον τῆς χρείας αἰτεῖν. Μὴ γὰρ τάλαντα χρυσοῦ ἦν τότε τὰ πείσαντα τὸν προδότην; Τριάκοντα ἦσαν ἀργύρια· τριάκοντα ἀργυρίων προέδωκε τὸν Δεσπότην. Ἆρα μέμνησθε, ὅτε ἔλεγον πρὸ τούτου, ὅτι οὐκ ἐν τῷ λαμβάνειν πολλὰ ἡ πλεονεξία δείκνυται, ἀλλὰ πολλῷ μᾶλλον ἐν τῷ ὀλίγα; Ἰδοὺ ὅσον κακὸν οὗτος εἰργάσατο δι' ὀλίγον χρυσίον· μᾶλλον δὲ οὐ διὰ χρυσίον, ἀλλὰ δι' ἀργύρια. Οὐκ ἔστιν, οὐκ ἔστιν ἄνδρα φιλάργυρον ἰδεῖν ποτε τοῦ Χριστοῦ τὸ πρόσωπον· ἓν τῶν ἀδυνάτων τοῦτο. Ῥίζα ἐστὶ τῶν κακῶν. Εἰ δὲ ἕν τις ἔχων κακὸν, ἐκπίπτει τῆς δόξης ἐκείνης, ὁ τὴν ῥίζαν ἐπιφερόμενος ποῦ στήσεται; Οὐκ ἔστι τὸν χρημάτων ὄντα δοῦλον, δοῦλον εἶναι Χριστοῦ γνήσιον. Αὐτὸς ὁ Χριστὸς ἀπεφήνατο, ὅτι τὸ πρᾶγμα ἀδύνατον· Οὐ δύνασθε, φησὶ, Θεῷ δουλεύειν καὶ μαμωνᾷ· καὶ, Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἐναντία γὰρ ἐπιτάττουσιν. Ὁ Χριστὸς λέγει, Φείδου τῶν πενομένων· ὁ μαμωνᾶς λέγει, Ἀπόδυσον καὶ αὐτὰ ἃ ἔχουσιν· ὁ Χριστὸς λέγει, Κένωσον ἅπερ ἔχεις· ὁ μαμωνᾶς λέγει, Λάβε καὶ ἅπερ ἔχουσιν. ʹ. Εἶδες ἐναντίωσιν, εἶδες πόλεμον; Βούλεσθε δείξωμεν πῶς οὐ δύναταί τις ἀμφοτέρων ῥᾳδίως ὑπακούειν, ἀλλ' ἑνὸς δεῖ καταφρονῆσαι; ἢ οὐ δεῖ λόγου; Πῶς; Ἐν τοῖς ἔργοις οὐχ ὁρῶμεν τοῦτο, τὸν Χριστὸν μὲν καταφρονούμενον, τὸν δὲ μαμωνᾶν τιμώμενον; Ὁρᾶτε πῶς καὶ τὰ ῥήματα φορτικά; πόσῳ μᾶλλον τὰ πράγματα; Ἀλλ' ἐπὶ τῶν πραγμάτων οὐ φαίνεται φορτικὰ ὁμοίως, ἐπειδὴ τῷ πάθει κατεχόμεθα. Νῦν μὲν γὰρ κἂν ὀλίγον ᾖ καθαρεύουσα τοῦ πάθους ἡ ψυχὴ, ἕως ἂν ἐνταῦθα ἑστήκῃ, δύναται κρίνειν ὀρθῶς· ἐκεῖ δὲ ἀπελθοῦσα, καὶ κατασχεθεῖσα τῷ πυρετῷ, καὶ ἐν τῇ ἡδονῇ τοῦ πράγματος γενομένη, οὐκ ἔχει καθαρὸν τὸ κριτήριον, οὐκ ἔχει τὸ δικαστήριον ἀδέκαστον· ὁ Χριστός φησιν, Ἐὰν μή τις ἀποτάξηται πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου μαθητής· ὁ μαμωνᾶς φησι, Λάβε ἀπὸ τοῦ πεινῶντος τὸν ἄρτον· ὁ Χριστὸς λέγει, Περίβαλε τὸν γυμνόν· οὗτος λέγει, Τὸν γυμνὸν ἀπόδυσον· ὁ Χριστὸς λέγει, Τοῦ σπέρματός σου τοὺς οἰκείους οὐχ ὑπερόψει· ὁ μαμωνᾶς λέγει, Οὐκ ἐλεήσεις τοὺς οἰκείους τοῦ σπέρματός σου, ἀλλὰ κἂν μητέρα ἴδῃς, κἂν πατέρα, καταφρόνει. Καὶ τί λέγω πατέρα καὶ μητέρα; καὶ τὴν σαυτοῦ ψυχὴν, καὶ ταύτην ἀπόλλυε· ἀλλ' ὅμως ἀκούεται. Οἴμοι! ὅτι ὠμὰ καὶ ἀπηνῆ καὶ θηριώδη προστάττων ἀκούεται μᾶλλον τοῦ τὰ ἐπιεικῆ καὶ σωτήρια ἡμῖν κελεύοντος. Διὰ τοῦτο γέεννα, διὰ τοῦτο πῦρ, διὰ τοῦτο ποταμὸς πυρὸς, διὰ τοῦτο σκώληξ ἀτελεύτητος. Οἶδα ὅτι πολλοὶ ταῦτα οὐχ ἡδέως ἀκούουσιν ἡμῶν λεγόντων. Οὐδὲ γὰρ ἐγὼ ἡδέως αὐτὰ λέγω· τίς γὰρ χρεία ταῦτα λέγειν; Ἐβουλόμην τὰ περὶ βασιλείας ὑμῖν διηγεῖσθαι ἀεὶ, τὴν ἀνάπαυσιν, τὸ ὕδωρ τὸ τῆς ἀναπαύσεως, τὸν τόπον τῆς χλόης. Ἐπὶ ὕδατος γὰρ, φησὶν, ἀναπαύσεως ἐξέθρεψέ με, καὶ εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν. Ἐβουλόμην ἐπὶ τοῦ τόπου λέγειν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· ἐβουλόμην διηγεῖσθαι τῆς τοῦ Χριστοῦ συνουσίας τὴν ἡδονήν· καίτοι γε πάντα ὑπερβαίνει λόγον, καὶ πάντα νοῦν· ἀλλ' ὅμως κατὰ δύναμιν ἐβουλόμην ταῦτα λέγειν. Ἀλλὰ τί πάθω; Οὐκ ἔνι τῷ πυρέττοντι καὶ κακῶς διακειμένῳ περὶ βασιλείας λέγειν· τέως γὰρ περὶ ὑγείας χρὴ διαλέγεσθαι. Οὐκ ἔνι τῷ δίκης ὑπευθύνῳ περὶ τιμῆς διαλέγεσθαι· τέως γὰρ τὸ ζητούμενον, δίκης ἀπαλλαγῆναι, καὶ τῆς κολάσεως καὶ τῆς τιμωρίας· ἂν μὴ τοῦτο γένηται, πῶς ἐκεῖνο ἔσται; Διὰ τοῦτο ταῦτα λέγω συνεχῶς, ἵνα ἐπ' ἐκεῖνα ἔλθωμεν ταχέως. Καὶ γὰρ ὁ Θεὸς διὰ τοῦτο γέενναν ἠπείλησεν, ἵνα μηδεὶς εἰς γέενναν ἐμπέσῃ, ἵνα πάντες βασιλείας ἐπιτύχωμεν. Καὶ ἡμεῖς διὰ τοῦτο συνεχῶς γεέννης μεμνήμεθα, ἵνα πρὸς τὴν βασιλείαν ὑμᾶς ὠθήσωμεν, ἵνα τῷ φόβῳ μαλάξαντες ὑμῶν τὴν διάνοιαν, παρασκευάσωμεν ἄξια τῆς βασιλείας ποιεῖν. Μὴ τοίνυν δυσχεραίνετε πρὸς τὸ τῶν ῥημάτων βαρύ· τὸ γὰρ βαρὺ τῶν ῥημάτων κούφας ἡμῖν ἐργάζεται ἀπὸ τῶν ἁμαρτημάτων ψυχάς. Ἐπεὶ καὶ ὁ σίδηρος βαρύς ἐστι, καὶ ἡ σφῦρα βαρεῖα, ἀλλὰ κατασκευάζει σκεύη εὔχρηστα χρυσᾶ καὶ ἀργυρᾶ, καὶ τὰ διεστραμμένα ὀρθοῖ· ὡς εἰ μὴ βαρεῖα ἦν, οὐκ ἂν ἴσχυσε διορθῶσαι τὴν διεστραμμένην ὕλην. Οὕτω καὶ ὁ λόγος ἡμῶν ὁ βαρὺς ῥυθμίσαι τὴν ψυχὴν ἰσχύει. Μὴ τοίνυν φεύγωμεν τὴν βαρύτητα τῶν ῥημάτων, μηδὲ τὰς ἀπὸ τούτων πληγάς. Οὐχ ἵνα διακλάσῃ, οὐδ' ἵνα διαθρύψῃ τὴν ψυχὴν, καταφέρεται ἡ πληγὴ, ἀλλ' ἵνα διορθώσηται. Οἴδαμεν πῶς πλήττομεν, πῶς ἐπάγομεν τὴν πληγὴν τῇ τοῦ Θεοῦ χάριτι, ὥστε μὴ συντρίψαι τὸ σκεῦος, ἀλλ' ὥστε λεᾶναι, ὥστε ὀρθῶσαι, ὥστε ποιῆσαι εὔχρηστον τῷ Δεσπότῃ, ὥστε αὐτὸ προσενεγκεῖν ἀποστίλβον τὴν ὑγείαν, καὶ καλῶς ἐκτετορευμένον κατ' ἐκείνην τὴν ἡμέραν, καθ' ἣν ὁ ποταμὸς τοῦ πυρὸς, ὥστε προσενεγκεῖν μὴ δεόμενον τῆς ἐκεῖ πυρᾶς. Ἂν γὰρ μὴ πυρώσωμεν ὑμᾶς ἐνταῦθα, ἀνάγκη πάντως πυρωθῆναι ἐκεῖ, καὶ οὐκ ἔνι ἄλλως· Ἡ γὰρ ἡμέρα Κυρίου ἐν πυρὶ ἀποκαλύπτεται. Κρεῖσσον τοῖς ἡμετέροις λόγοις ὑμᾶς κατακαυθῆναι πρὸς βραχὺ, ἢ διαπαντὸς ἐκείνῃ τῇ φλογί. Πάντως γὰρ ὅτι τοῦτο ἔσται, δῆλον, καὶ πολλάκις ὑμῖν εἶπον λογισμοὺς ἀναντιῤῥήτους. Ἔδει μὲν γὰρ ἀπὸ τῶν Γραφῶν πείθεσθαι μόνον· ἐπειδὴ δὲ φιλονείκως τινὲς διάκεινται, καὶ ἀπὸ τῶν λογισμῶν ἐκινήσαμεν πολλά. Οὐδὲν δὲ κωλύει καὶ νῦν τοὺς αὐτοὺς εἰπεῖν. Τίνες δὲ ἦσαν; Δίκαιός ἐστιν ὁ Θεός· πάντες ὁμολογοῦμεν τοῦτο, καὶ Ἕλληνες καὶ Ἰουδαῖοι καὶ αἱρετικοὶ καὶ Χριστιανοί. Ἀλλ' ἐνταῦθα πολλοὶ μὲν τῶν ἡμαρτηκότων ἀπῆλθον μὴ κολασθέντες· πολλοὶ δὲ καὶ τῶν κατορθωσάντων ἀπῆλθον μυρία παθόντες δεινά. Εἰ τοίνυν δίκαιος ὁ Θεὸς, ποῦ τούτοις τὰ ἀγαθὰ ἀποδώσει, ποῦ ἐκείνοις τὰς τιμωρίας, εἰ γέεννα μὴ ἔστιν, εἰ ἀνάστασις μὴ ἔστι; Τοῦτο [ν] οὖν ἀεὶ καὶ ἐκείνοις καὶ ἑαυτοῖς τὸν λόγον κατεπᾴδετε, καὶ οὐκ ἀφήσει ὑμᾶς διαπιστῆσαι τῇ ἀναστάσει. Ὁ δὲ μὴ ἀπιστῶν τῇ ἀναστάσει, σπουδάσει μετὰ πολλῆς ζῇν τῆς προσοχῆς· ὥστε τῶν αἰωνίων τυχεῖν ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.