Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
In epistulam ad Philippenses
John ChrysostomPhil 5 · pg-scrape-grcMore by John Chrysostom
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.0.1
Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τι παραμύθιον ἀγάπης, εἴ τις κοινωνία πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί· πληρώσατέ μου τὴν χαρὰν, ἵνα τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, σύμψυχοι, τὸ ἓν φρονοῦντες· μηδὲν κατ' ἐρίθειαν ἢ κενοδοξίαν, ἀλλὰ τῇ ταπεινοφροσύνῃ ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν· μὴ τὰ ἑαυτῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκαστος.
5.1.1
Οὐδὲν ἄμεινον, οὐδὲν φιλοστοργότερον διδασκάλου πνευματικοῦ· παντὸς πατρὸς εὔνοιαν παρέρχεται φυσικοῦ. Ὅρα γοῦν, ὁ μακάριος οὗτος οἵαν τίθησιν ἱκετηρίαν πρὸς Φιλιππησίους ὑπὲρ τῶν ἐκείνοις συμφερόντων. Τί γάρ φησι, περὶ ὁμονοίας παρακαλῶν, τοῦ πάντων αἰτίου τῶν καλῶν; ὅρα πῶς λιπαρῶς, πῶς σφοδρῶς, πῶς μετὰ συμπαθείας πολλῆς. Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, φησί. Τουτέστιν, εἴ τινα ἔχετε παράκλησιν ἐν Χριστῷ· ὡς ἂν εἰ ἔλεγεν· Εἴ τινά μου λόγον ἔχεις, εἴ τίς σοι φροντὶς ἐμοῦ, εἴ ποτε εὖ ἔπαθές τι παρ' ἐμοῦ, τόδε ποίησον. Τούτῳ δὲ κεχρήμεθα τῆς διαθέσεως τῷ τρόπῳ, ὅταν ὑπὲρ πράγματος ἀξιῶμεν, ὃ πάντων προτίθεμεν· οὐ γὰρ, εἰ μὴ πάντων αὐτὸ προετίθεμεν, πάντων τὴν ἀμοιβὴν ἐν ἐκείνῳ λαβεῖν ἐβουλόμεθα, καὶ δι' ἐκείνου τὸ πᾶν ἐλέγομεν δείκνυσθαι. Ἡμεῖς μὲν οὖν σαρκικῶν δικαιωμάτων ὑπομιμνήσκομεν. Ὡς ἂν εἰ πατὴρ πρὸς υἱὸν ἔλεγεν· Εἴ τις οὖν σοι πατρὸς αἰδὼς, εἴ τις ἀνατροφῆς μνήμη, εἴ τις φιλοστοργίας τῆς πρὸς ἐμὲ, εἴ τις τιμῆς ἧς ἔτυχες παρ' ἐμοῦ, εἴ τις εὐνοίας, μὴ ἔσο τῷ ἀδελφῷ ἐχθρός· τουτέστιν, Ἀντὶ πάντων ἐκείνων ταύτην αἰτῶ τὴν ἀμοιβήν. Ἀλλ' οὐχ ὁ Παῦλος οὕτως· οὐδενὸς γὰρ σαρκικοῦ ὑπομιμνήσκει, ἀλλὰ πάντων πνευματικῶν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἴ τινά μοι βούλεσθε παράκλησιν ἐν τοῖς πειρασμοῖς δοῦναι, καὶ προτροπὴν ἐν Χριστῷ, εἴ τινα παραμυθίαν ἀγάπης, εἴ τινα κοινωνίαν δεῖξαι τὴν ἐν πνεύματι, εἴ τινα ἔχετε σπλάγχνα καὶ οἰκτιρμοὺς, πληρώσατέ μου τὴν χαράν. Εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί. Οἰκτιρμούς φησιν ἑαυτοῦ τῶν μαθητῶν τὴν ὁμόνοιαν ὁ Παῦλος, δεικνὺς ὡς ἐν τοῖς ἐσχάτοις ὁ κίνδυνος, ἐὰν μὴ ὁμονοῶσιν. Εἰ ἔστι, φησὶ, τυχεῖν παρακλήσεως παρ' ὑμῶν, εἰ ἔστι τυχεῖν ἀπὸ τῆς ἀγάπης ὑμῶν παραμυθίας τινὸς, εἰ ἔστιν ὑμῖν κοινωνῆσαι ἐν πνεύματι, εἰ ἔστι κοινωνῆσαι ὑμῖν ἐν Κυρίῳ, εἰ ἔστιν ἐλεηθῆναι παρ' ὑμῶν καὶ οἰκτειρηθῆναι, πάντων τούτων τὴν ἀντίδοσιν ἐν τῇ ἀγάπῃ δείξατε· πάντων τούτων ἔτυχον, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Πληρώσατέ μου τὴν χαράν. Ὅρα, ἵνα μὴ δόξῃ ἡ παραίνεσις ὡς πρὸς ἐλλείποντας ἔτι γεγενῆσθαι, οὐκ εἶπε, Ποιήσατέ μοι, ἀλλὰ, Πληρώσατε· τουτέστιν, Ἤρξασθε φυτεύειν ἐν ἐμοί, ἤδη μοι μετεδώκατε τὸ εἰρηνεύειν, ἀλλ' εἰς τέλος ἐπιθυμῶ ἐλθεῖν. Τί βούλει, εἰπέ μοι, ἵνα σε κινδύνων ἀπαλλάξωμεν; ἵνα σοί τι χορηγήσωμεν; Οὐδὲν τούτων, φησὶν, ἀλλ', Ἵνα ὑμεῖς τὸ αὐτὸ φρονῆτε, τὴν αὐτὴν ἀγάπην ἔχοντες, ἐνᾗ ἤρξασθε, σύμψυχοι, τὸ ἓν φρονοῦντες. Βαβαὶ, ποσάκις τὸ αὐτὸ λέγει ἀπὸ διαθέσεως πολλῆς! Ἵνα τὸ αὐτὸ φρονῆτε, φησὶ, μᾶλλον δὲ, ἵνα τὸ ἓν φρονῆτε. Τοῦτο γὰρ προϊὼν ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ὃ τοῦ, Τὸ αὐτὸ, μεῖζόν ἐστι. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστι, μὴ ἁπλῶς περὶ πίστιν μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. Ἔστι γὰρ καὶ τὸ αὐτὸ φρονεῖν, καὶ μὴ ἀγάπην ἔχειν. Τὴν αὐτὴν ἀγάπην ἔχοντες· τουτέστιν, ὁμοίως καὶ φιλεῖν καὶ φιλεῖσθαι. Μὴ σὺ μὲν ἀπόλαυε τῆς πολλῆς, ἐλάττονα δὲ τοῖς ἄλλοις πάρεχε, ἵνα καὶ ἐν τούτῳ ᾖς πλεονέκτης. Εἰ γάρ τινες τοῦτο, ἀλλὰ σὺ μὴ ἀνέχου. Σύμψυχοι, φησί· τουτέστι, μιᾷ ψυχῇ τὰ πάντων οἰκειούμενοι σώματα, οὐ τῇ οὐσίᾳ (οὐ γάρ ἐστι δυνατὸν), ἀλλὰ τῇ προαιρέσει καὶ τῇ γνώμῃ· ὡς ἐκ μιᾶς ψυχῆς τὰ πάντα γινέσθω. Τί ἐστι, Σύμψυχοι; Ἐδήλωσεν εἰπὼν, Τὸ ἓν φρονοῦντες· ἓν ἔστω τὸ φρόνημα, ὥσπερ μιᾶς ψυχῆς. Μηδὲν κατὰ ἐρίθειαν. Ἀξιοῖ λοιπὸν καὶ τὸν τρόπον λέγει, πῶς ἂν τοῦτο γένοιτο· Μηδὲν κατὰ ἐρίθειαν, ἢ κενοδοξίαν, φησίν. Ὅπερ ἀεί φημι, ὅτι πάντων αἴτιον τῶν κακῶν τοῦτό ἐστιν· ἐντεῦθεν αἱ μάχαι καὶ αἱ ἔρεις, ἐντεῦθεν αἱ βασκανίαι καὶ φιλονεικίαι, ἐντεῦθεν τῆς ἀγάπης ἡ ψύξις, ὅταν τῆς τῶν ἀνθρώπων δόξης ἐρῶμεν, ὅταν δοῦλοι τῆς τῶν πολλῶν ὦμεν τιμῆς· οὐ γὰρ ἔνι δόξης ὄντα δοῦλον, εἶναι καὶ Θεοῦ δοῦλον γνήσιον. Πῶς οὖν τὴν κενοδοξίαν φύγωμεν, φησίν; οὐδέπω γὰρ εἶπας ὁδόν. Ἄκουε τῶν ἐπαγομένων· Ἀλλὰ τῇ ταπεινοφροσύνῃ, φησὶν, ἀλλήλους ἡγούμενοι ὑπερέχοντας ἑαυτῶν. Βαβαὶ, πῶς δόγμα φιλοσοφίας γέμον πάσης, καὶ ἡμῶν τῆς σωτηρίας συγκρότημα ἐξέθετο! Ἐὰν ὑπολάβῃς, φησὶν, ὅτι ὁ δεῖνά σου μείζων ἐστὶ, καὶ τοῦτο πείσῃς σαυτὸν, μᾶλλον δὲ οὐκ ἐὰν εἴπῃς μόνον, ἀλλὰ καὶ πληροφορηθῇς, ἀπονέμεις αὐτῷ καὶ τὴν τιμήν· εἰ δὲ σὺ ἀπονέμεις αὐτῷ τὴν τιμὴν, οὐκ ἀγανακτήσεις ὁρῶν αὐτὸν παρ' ἑτέρου τιμώμενον. Μὴ τοίνυν ἁπλῶς νόμιζε μείζονά σου εἶναι, ἀλλὰ καὶ ὑπερέχειν, ὅπερ ἐστὶ σφοδρᾶς ὑπερβολῆς, καὶ οὐ ξενισθήσῃ τιμώμενον ὁρῶν, οὐδὲ ἀλγήσεις· κἂν ὑβρίσῃ, οἴσεις γενναίως· μείζονα γάρ σου αὐτὸν νενόμικας· κἂν λοιδορῇ, πείθῃ, κἂν ποιήσῃ κακῶς, φέρεις σιγῇ. Ὅταν γὰρ ἅπαξ πληροφορηθῇ ἡ ψυχὴ, ὅτι μείζων ἐστὶν, οὐκ εἰς ὀργὴν ἐμπίπτει ἐν οἷς ἂν παρ' αὐτοῦ πάθῃ κακῶς, οὐκ εἰς βασκανίαν. Τοῖς γὰρ σφόδρα ὑπερέχουσιν οὐδεὶς ἂν φθονήσειε· τῆς γὰρ ὑπεροχῆς τὰ πάντα ἡγεῖται.
5.2.1
Ἐνταῦθα μὲν οὖν τοῦτον παιδεύει οὕτω διακεῖσθαι. Ὅταν δὲ κἀκεῖνος ὁ τοσαύτης ἀπολαύων τιμῆς παρὰ σοῦ, φησὶν, οὕτω πρὸς σὲ διακέηται, ἐννόησον πῶς τεῖχός ἐστι διπλοῦν ἐπιεικείας. Ὅταν γὰρ σὺ τέως ἄξιον τιμῆς ἔχῃς, κἀκεῖνος οὕτως, οὐδὲν οὐδέποτεἔσται λυπηρόν. Εἰ γὰρ παρὰ τοῦ ἑνὸς τοῦτο γινόμενον ἀρκεῖ λῦσαι πᾶσαν ἐρεσχελίαν, ὅταν παρὰ ἀμφοτέρων ᾖ, τίς διακόψει ταύτην τὴν ἀσφάλειαν; Οὐδὲ αὐτὸς ὁ διάβολος· τριπλοῦν γὰρ ἔσται, καὶ τετραπλοῦν, καὶ πολλαπλάσιον τὸ ὀχύρωμα. Πάντων γὰρ τῶν ἀγαθῶν αἰτία ἡ ταπεινοφροσύνη. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, ὅτι Εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Οὐχ ἁπλῶς δὲ ταπεινοφροσύνην ἀπαιτεῖ, ἀλλ' ἐπίτασιν ταπεινοφροσύνης. Καθάπερ γὰρ ἐπὶ τῶν σωμάτων τὸ συντετριμμένον οὐκ ἂν ἐπανασταίη ποτὲ τῷ στεῤῥῷ, ἀλλ' ὅσα ἂν πάθῃ δεινὰ, πρότερον αὐτὸ ἀπολεῖται, ἢ ἑτέρῳ ἐπεξελεύσεται· οὕτω καὶ ἐπὶ τῆς ψυχῆς, αἱρήσεται μᾶλλον κακῶς πάσχουσα διαπαντὸς καὶ ἀποθανεῖν, ἢ ἐπεξελθεῖν καὶ ἀμύνασθαι. Μέχρι τίνος φυσώμεθα φύσημα γέλωτος ἄξιον; Ὥσπερ γὰρ τὰ παιδία, ὅταν ὁρῶμεν ἀνατεινόμενα καὶ γαυρούμενα γελῶμεν, ἢ καὶ λίθον αἴροντα καὶ ῥιπτοῦντα πάλιν γελῶμεν· οὕτως ἐστὶν ἡ ἀπόνοια ἡ ἀνθρωπίνη, παιδικῆς ὂν διανοίας καὶ ἀτελοῦς φρενὸς γέννημα. Τί γὰρ ὑπερηφανεύεται γῆ καὶ σποδός; Μέγα φρονεῖς, ἄνθρωπε; διὰ τί; τί τὸ κέρδος, εἰπέ μοι; πόθεν δὲ καὶ μέγα φρονεῖς κατὰ τῶν ὁμοφύλων; οὐχὶ τῆς αὐτῆς μετέχεις φύσεως; οὐχὶ τῆς αὐτῆς ψυχῆς; οὐχ ὁμοίως τετίμησαι παρὰ τοῦ Θεοῦ; Ἀλλὰ σοφὸς εἶ; Οὐκοῦν εὐχαριστεῖν, οὐ φυσᾶσθαι ὀφείλεις. Πρώτη ἀχαριστία, ἀπόνοια· ἀφαιρεῖται γὰρ τῆς εὐεργεσίας τὸ δῶρον. Ὁ γὰρ ἐπαιρόμενος, ὡς αὐτὸς κατορθώσας ἐπαίρεται· ὁ δὲ νομίζων κατωρθωκέναι, ἀχάριστός ἐστι περὶ τὸν δεδωκότα τὴν τιμήν. Ἔνεστί σοί τι ἀγαθόν; Εὐχαρίστει τῷ δεδωκότι. Ἄκουσον τί φησιν ὁ Ἰωσὴφ, τί δὲ ὁ Δανιήλ. Τοῦ γὰρ βασιλέως Αἰγύπτου μεταπεμψαμένου αὐτὸν ἀπὸ τοῦ δεσμωτηρίου, καὶ ἐπὶ πάσης τῆς στρατιᾶς πυνθανομένου ἐπὶ πράγματι, ἐφ' ᾧ πάντες παρεχώρησαν Αἰγύπτιοι οἱ περὶ ταῦτα μάλιστα δεινοὶ, μέλλων αὐτὸς κατὰ πᾶν ὑπεραίρειν, καὶ σοφώτερος φανήσεσθαι τῶν ἀστρολόγων, τῶν μάντεων, τῶν γοήτων, τῶν μάγων, πάντων τῶν φιλοσόφων τῶν τότε, ἀπὸ τῆς αἰχμαλωσίας καὶ δουλείας, παιδίον ὢν (καὶ γὰρ τότε μείζων ἡ δόξα· οὐ γάρ ἐστιν ἴσον φαινόμενον λάμπειν, καὶ παρὰ προσδοκίαν· ὥστε καὶ τὸ παρ' ἐλπίδας ἐποίει αὐτὸν θαυμαστότερον)· τί οὖν οὗτος παρελθὼν εἶπε τῷ Φαραώ; ὅτι Ναὶ, οἶδα; Οὐχ οὕτως· ἀλλὰ τί; Οὐδενὸς αὐτὸν ἐλέγχοντος, ἀπὸ πολλῆς τῆς εὐγνωμοσύνης τί φησιν; Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν; Ὅρα· τὸν Δεσπότην εὐθέως ἐδόξασε· διὰ τοῦτο καὶ αὐτὸς ἐδοξάσθη. Οὐ μικρὸν δὲ τοῦτο εἰς δόξης λόγον· τοῦ γὰρ αὐτὸν κατωρθωκέναι τὸ τὸν Θεὸν ἀποκαλύψαι μεῖζον πολλῷ. Ἄλλως δὲ καὶ τὰ λεγόμενα ἐντεῦθεν ἀξιόπιστα ἔδειξε, καὶ τοῦτο τῆς οἰκειώσεως τοῦ Θεοῦ τεκμήριον μέγιστον. Οὐδὲν γὰρ οὕτως ἀγαθὸν, ὡς τὸ οἰκειοῦσθαι τῷ Θεῷ. Εἰ γὰρ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα, φησὶν, ἀλλ' οὐ πρὸς τὸν Θεόν. Εἰ γὰρ ὁ χάριτος ἀξιωθεὶς καυχᾶται ἐπὶ τῷ Θεῷ, ὅτι ἀγαπᾶται, ἐπειδὴ συνεχωρήθη αὐτῷ, καὶ ἔχει καύχημα ὁ ἐργαζόμενος, ἀλλ' οὐ πρὸς τὸν Θεὸν, ὡς ἐκεῖνος· τῆς γὰρ πολλῆς ἀσθενείας τεκμήριον τοῦτο τῆς ἡμετέρας· ὁ καὶ σοφίαν λαβὼν παρὰ τοῦ Θεοῦ, πόσῳ μᾶλλον ἂν εἴη θαυμαστός; Ἐδόξασε τὸν Θεὸν, καὶ ἐδοξάσθη ὑπ' αὐτοῦ· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάλιν ὁ ἀπόγονος ὁ τούτου, οὗ σοφώτερος οὐδεὶς (Μὴ γὰρ σοφώτερος εἶ, φησὶ, σὺ τοῦ Δανιήλ;), οὗτος δὴ ὁ Δανιὴλ τῶν ἐν Βαβυλῶνι πάντων σοφῶν, καὶ αὐτῶν πάλιν ἀστρολόγων, μάντεων, μάγων, γοήτων, πάσης φιλοσοφίας. οὐ μόνον ἐλεγχομένης, ἀλλὰ καὶ ἀναιρουμένης (τὸ γὰρ ἀναιρεῖσθαι τεκμήριον ἦν τοῦ καὶ πρότερον αὐτοὺς ἠπατηκέναι), παρελθὼν καὶ μέλλων ἐπιλύεσθαι τὸ ἐρώτημα, οὐδὲ αὐτὸς καλλωπίζεται, ἀλλὰ πρότερον ἀνατίθησι τῷ Θεῷ τὸ πᾶν, καί φησιν· Ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ παρὰ πάντας ἀνθρώπους ἀπεκαλύφθη, ὦ βασιλεῦ. Καὶ προσεκύνησεν αὐτῷ ὁ βασιλεὺς, καὶ εἶπε μαναὰ σπεῖσαι. Ὁρᾷς ταπεινοφροσύνην; ὁρᾷς εὐγνωμοσύνην; ὁρᾷς ἄτυφον ἦθος; Ἄκουε καὶ τῶν ἀποστόλων λεγόντων, ποτὲ μὲν, Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; ποτὲ δὲ πάλιν, Ἡμεῖς ὁμοιοπαθεῖς ὑμῖν ἐσμεν ἄνθρωποι. Εἰ δὲ ἐκεῖνοι δεδομένας τιμὰς οὕτως ἀπεκρούοντο, ἄνθρωποι μείζονα τοῦ Χριστοῦ διὰ τὴν τοῦ Χριστοῦ ταπεινοφροσύνην ἐργαζόμενοι, καὶ διὰ τὴν αὐτοῦ δύναμιν (Ὁ γὰρ πιστεύων ἐμοὶ, φησὶ, μείζονα ποιήσει ὧν ἐγὼ ποιῶ)· πῶς οὐκ ἄθλιοι καὶ ταλαίπωροι, οἱ μηδὲ κώνωπας σοβῆσαι δυνάμενοι, μήτι γε δαίμονας; οἱ μηδὲ ἕνα ἄνθρωπον ὠφελῆσαι ἰσχύοντες, μήτι γε τὴν οἰκουμένην ἅπασαν, καὶ τοσοῦτον φρονοῦντες, ὅσον οὐδὲ αὐτὸς ὁ διάβολος;
5.3.1
Οὐδὲν οὕτω ψυχῆς ἀλλότριον Χριστιανῆς, ὡς ἀπόνοια· ἀπόνοιαν λέγω, οὐ παῤῥησίαν οὐδὲ ἀνδρείαν· ἐκεῖνα γὰρ οἰκεῖα. Ἕτερον γάρ τι τοῦτό ἐστι, καὶ ἕτερον ἐκεῖνο· ὥστε ἕτερον μὲν ταπεινοφροσύνη, ἕτερον δὲ ἀνελευθερία καὶ κολακεία καὶ θωπεία. Καὶ, εἰ βούλεσθε, πάντων τούτων ὑμῖν τὰ ὑποδείγματα παρέξω. Δοκεῖ γάρ πως παρυφεστάναι τὰ ἐναντία, ὥσπερ τῷ σίτῳ τὰ ζιζάνια, καὶ τῷ ῥόδῳ αἱ ἄκανθαι. Ἀλλὰ παῖδες μὲν εὐκόλως ἂν ἀπατηθεῖεν, οἱ δὲ ὄντως ἄνδρες, τῆς πνευματικῆς ὄντες γεωργίας ἔμπειροι ἴσασι τὰ ὄντως ἀγαθὰ ἀποκρίνειν τῶν κακῶν. Φέρε οὖν, ὑμῖν τὰ ὑποδείγματα αὐτῶν ἀπὸ τῶν Γραφῶν παραστήσωμεν. Τί ποτέ ἐστι κολακεία, καὶ ἀνελευθερία, καὶ θωπεία; Ὁ Σιβᾶ τὸν Δαυῒδ ἐκολάκευε παρὰ καιρὸν, καὶ τὸν δεσπότην διέβαλε τὸν ἑαυτοῦ· μᾶλλον δὲ ὁ Ἀχιτόφελ τὸν Ἀβεσσαλώμ. Ἀλλ' οὐχ ὁ Δαυῒδτοιοῦτος, ἀλλὰ ταπεινόφρων. Κόλακες γάρ εἰσιν οἱ ὕπουλοι· οἷον, ὡς ὅταν λέγωσιν οἱ μάγοι, Βασιλεῦ, ζῆθι εἰς τοὺς αἰῶνας. Καὶ ἐπὶ τοῦ Παύλου ἐν ταῖς Πράξεσι πολλὰ τοιαῦτα εὑρήσομεν, ὅταν Ἰουδαίοις διαλέγηται, οὐ κολακεύων, ἀλλὰ ταπεινοφρονῶν· οἶδε γὰρ καὶ παῤῥησιάζεσθαι· ὡς ὅταν λέγῃ, Ἄνδρες ἀδελφοὶ, οὐδὲν ἐναντίον ποιήσας τῷ λαῷ, ἢ τοῖς πατρῴοις ἔθεσι, δέσμιος ἐξ Ἱερουσαλὴμ παρεδόθην. Ὅτι γὰρ ταπεινοφροσύνης ἦν τὰ ῥήματα, ἄκουσον πῶς αὐτοῖς ἐπιτιμᾷ διὰ τῶν ἑξῆς οὕτω λέγων· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Εἶδες ἀνδρείαν; Ὅρα καὶ Ἰωάννου τοῦ Βαπτιστοῦ τὴν ἀνδρείαν, ᾗ πρὸς τὸν Ἡρώδην ἐχρήσατο λέγων· Οὐκ ἔξεστί σοι ἔχειν τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ σου. Τοῦτο παῤῥησία, τοῦτο ἀνδρεία· ἀλλ' οὐκ ἐκεῖνο τὸ τοῦ Σεμεεὶ, ὅτε ἔλεγεν, Ἔξελθε, ὁ ἀνὴρ τῶν αἱμάτων· καίτοι κἀκεῖνος ἐπαῤῥησιάσατο. Ἀλλ' οὐκ ἔστι τοῦτο ἀνδρεία, ἀλλὰ θρασύτης καὶ ὕβρις καὶ γλῶττα ἀκόλαστος. Ὕβρισε καὶ Ἰεζάβελ τὸν Ἰηοῦ λέγουσα· Ὁ φονεὺτοῦ κυρίου αὐτοῦ· ἀλλὰ θρασύτης ἦν, οὐ παῤῥησία. Ὕβρισε καὶ ὁ Ἠλίας, ἀλλὰ παῤῥησία καὶ ἀνδρεία ἦν· Οὐκ ἐγὼ γὰρ διαστρέφω τὸν λαὸν, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Ἐπαῤῥησιάσατο πάλιν πρὸς ὁλόκληρον δῆμον ὁ Ἠλίας, λέγων· Ἕως πότε χωλανεῖτε ἐπ' ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; Τοῦτο παῤῥησία καὶ ἀνδρεία, τὸ καθάψασθαι· τοῦτο καὶ οἱ προφῆται ἐποίουν· ἀλλ' ἐκεῖνο θρασύτητος ἦν. Θέλεις ἰδεῖν καὶ ταπεινοφροσύνης καὶ ἐλευθερίας ῥήματα; ἄκουε Παύλου λέγοντος· Ἐμοὶ δὲ εἰς ἐλάχιστόν ἐστιν, ἵνα ὑφ' ὑμῶν ἀνακριθῶ, ἢ ὑπὸ ἀνθρωπίνης ἡμέρας· ἀλλ' οὐδὲ ἐμαυτὸν ἀνακρίνω. Οὐδὲν γὰρ ἐμαυτῷ σύνοιδα· ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι. Τοῦτο φρονήματος Χριστιανῷ πρέποντος. Καὶ πάλιν, Τολμᾷ τις ὑμῶν πρὸς τὸν ἕτερον πρᾶγμα ἔχων κρίνεσθαι ἐπὶ τῶν ἀδίκων, καὶ οὐχὶ ἐπὶ τῶν ἁγίων; Βούλει κολακείαν ἰδεῖν τῶν ἀνοήτων Ἰουδαίων; ἄκουε λεγόντων, Ἡμεῖς οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Βούλειταπεινοφροσύνην ἰδεῖν; ἄκουε πάλιν τοῦ Παύλου λέγοντος· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Βούλει καὶ κολακείαν ἰδεῖν, καὶ θρασύτητα; θρασύτητα μὲν τὴν τοῦ Νάβαλ, κολακείαν δὲ τὴν τῶν Ζιφαίων; καὶ πῶς ὁ μὲν ὠνείδιζεν, οἱ δὲ προδεδώκασι τῇ γνώμῃ τὸν Δαυΐδ; Βούλει φιλοσοφίαν, καὶ οὐ κολακείαν ἰδεῖν τὴν τοῦ Δαυΐδ; πῶς εἷλε τὸν Σαοὺλ, καὶ ἐφείσατο; Βούλει κολακείαν ἰδεῖν τῶν ἀποκτεινάντων τὸν Μεμφιβοσθὲ, οὓς καὶ ἀνεῖλεν ὁ Δαυΐδ; Ἁπλῶς δὲ, καὶ ὡς ἐν ὑποτυπώσει, ἐν κεφαλαίῳ εἰπεῖν, θρασύτης μέν ἐστιν, ὅταν τις ὀργίζηται καὶ ὑβρίζῃ ἐπὶ μηδενὶ προσήκοντι, ἢ ἑαυτὸν ἐκδικῶν, ἢ ἀδίκως πως θρασυνόμενος· παῤῥησία δὲ καὶ ἀνδρεία, ὅταν κινδύνων καὶ θανάτων κατατολμᾷ, καὶ φιλίας καὶ ἀπεχθείας ὑπερορᾷ ὑπὲρ τῶν δοκούντων τῷ Θεῷ. Πάλιν κολακεία μέν ἐστι καὶ ἀνελευθερία, ὅταν τις θεραπεύῃ τινὰς ἐπὶ μηδενὶ τῶν δεόντων, ἀλλὰ θηρώμενός τι τῶν βιωτικῶν· ταπεινοφροσύνη δὲ, ὅταν τις ὑπὲρ τῶν τῷ Θεῷ δοκούντων τοῦτο ποιῇ, καὶ, ὥστε ἀνύσαι τι μέγα καὶ θαυμαστὸν, ἀπὸ τοῦ ἀξιώματος καταβῇ τοῦ ἑαυτοῦ. Ἂν ταῦτα εἰδῶμεν, μακάριοί ἐσμεν, ἐὰν ποιῶμεν αὐτά. Οὐ γὰρ ἀρκεῖ τὸ εἰδέναι· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου, φησὶν, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται· μᾶλλον δὲ καὶ κατακρίνει τὸ εἰδέναι, ὅταν χωρὶς τῆς πράξεως ᾖ καὶ τῶν κατορθωμάτων. Ἵνα οὖν τὴν κατάκρισιν φύγωμεν, μετέλθωμεν τὴν πρᾶξιν, ἵνα τύχωμεν τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Intertext edge

Open linked passage

Note