In epistulam ad Philippenses
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-chrysostom" aria-label="More works by John Chrysostom">
—
⋯
Original / primary: Pg Scrape Grc
9.0.1
Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Οὐδένα γὰρ ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ τοῦ Χριστοῦ Ἰησοῦ.
9.1.1
Εἶπεν, ὅτι τὰ κατ' ἐμὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθεν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· εἶπεν, ὅτι Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· ἐστήριξεν αὐτοὺς διὰ τούτων. Ἴσως ἂν ὑπώπτευσαν τὰ πρότερα παραμυθίας ἕνεκεν εἰρῆσθαι. Τί οὖν ποιεῖ, καὶ πῶς λύει τὴν ὑποψίαν; Τιμόθεον πέμπω πρὸς ὑμᾶς, φησί· καὶ γὰρ ἐπόθουν πάντα ἀκοῦσαι τὰ κατ' αὐτόν. Καὶ τίνος ἕνεκεν οὐκ εἶπεν, Ἵνα γνῶτε τὰ περὶ ἐμοῦ, ἀλλ', Ἵνα γνῶ τὰ ὑμέτερα; Τὰ μὲν γὰρ αὐτοῦ Ἐπαφρόδιτος πρὸ Τιμοθέου ἔμελλεν ἀπαγγέλλειν· διὸ προϊών φησιν, Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν πέμψαι πρὸς ὑμᾶς. Τὰ δὲ ὑμέτερα βούλομαι, φησὶ, μαθεῖν. Πολὺν γὰρ εἰκὸς αὐτὸν πεποιηκέναι χρόνον παρὰ τῷ Παύλῳ διὰ τὴν ἀσθένειαν τὴν σωματικήν. Ὥστε ἀναγκαίως βούλομαι, φησὶ, μαθεῖν τὰ καθ' ὑμᾶς. Ὅρα πῶς πάντα ἀνατίθησι τῷ Χριστῷ, καὶ τὴν ἀποστολὴν τοῦ Τιμοθέου, λέγων, Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ, τουτέστι, θαῤῥῶ, ὅτι ἐξευμαρίσει μοι ὁ Θεὸς τοῦτο, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Ὥσπερ ὑμᾶς, φησὶν, ἀνεκτησάμην ταῦτα ἀκούσαντας, ἅπερ ηὔχεσθε περὶ ἐμοῦ, ὅτι τὸ Εὐαγγέλιον ἐπέδωκεν, ὅτι κατῃσχύνθησαν ἐκεῖνοι, ὅτι δι' ὧν ἐνόμιζον βλάπτειν, διὰ τούτων εὔφραναν· οὕτω βούλομαι καὶ τὰ καθ' ὑμᾶς μαθεῖν, ἵνα κἀγὼ εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν. Δεικνύει ἐνταῦθα, ὅτι ἐκείνους χαίρειν ἔδει ἐπὶ τοῖς δεσμοῖς, καὶ τούτοις κατακολουθεῖν· πολλὴν γὰρ ἔτικτον αὐτῷ τὴν ἡδονήν· τὸ γὰρ, Ἵνα κἀγὼ εὐψυχῶ, τοῦτό ἐστιν, Ὥσπερ ὑμεῖς. Βαβαὶ, πόσον εἶχε τῆς Μακεδονίας πόθον! Καὶ Θεσσαλονικεῦσι τὸ αὐτὸ μαρτυρεῖ, ὡς ὅταν λέγῃ, Ἡμεῖς δὲ ἀποφανισθέντες ἀφ' ὑμῶν πρὸς καιρὸν ὥρας. Καὶ ἐνταῦθα, Ἐλπίζω, φησὶ, πέμψαι Τιμόθεον, ἵνα γνῶ τὰ περὶ ὑμῶν· ὃ κηδεμονίας ἦν μεγίστης. Ὅτε γὰρ αὐτὸς οὐκ ἐδύνατο παραγενέσθαι, τοὺς μαθητὰς ἔπεμπε, μὴ καρτερῶν μηδὲ ὀλίγον χρόνον ἀγνοεῖν τὰ κατ' αὐτούς· οὐ γὰρ δὴ τῷ πνεύματι πάντα ἐμάνθανε· καὶ τοῦτο δὲ εἰκότως ἐγίνετο. Εἰ γὰρ τοῦτο ἐπείσθησαν οἱ μαθηταὶ, ἀναίσχυντοι ἂν ἐγένοντο· νῦν δὲ προσδοκῶντες λανθάνειν, ῥᾷον ἐπανωρθώσαντο. Καὶ τούτῳ αὐτοὺς μάλιστα ἐπέστρεψε, τῷ εἰπεῖν, Ἵνα κἀγὼ εὐψυχῶ, καὶ σπουδαιοτέρους αὐτοὺς ἐποίησεν, ὥστε μὴ ἐλθόντα Τιμόθεον, ἀλλά τινα εὑρεῖν, καὶ ἀπαγγεῖλαι αὐτῷ. Φαίνεται δὲ καὶ αὐτὸς τούτῳ κεχρημένος τῷ τρόπῳ, καὶ ἀναβαλλόμενος αὑτοῦ τὴν παρουσίαν, ὥστε μεταβαλέσθαι Κορινθίους. Διὰ τοῦτο καὶ ἔγραφε· Φειδόμενος ὑμῶν, οὐκέτι ἦλθον εἰς Κόρινθον, Οὐ γὰρ τούτῳ μόνον ἡ ἀγάπη δείκνυται, τῷ τὰ οἰκεῖα ἀπαγγέλλειν, ἀλλὰ καὶ τῷ τὰ ἐκείνων ζητεῖν μαθεῖν· μεριμνώσης γὰρ τοῦτο ψυχῆς καὶ πεφροντισμένης καὶ ἀεὶ ἐναγωνίου οὔσης. Ἅμα δὲ καὶ τιμᾷ αὐτοὺς, Τιμόθεον πέμπων. Τί λέγεις; Τιμόθεον πέμπεις; τί δήποτε; Ναὶ, φησίν· Οὐδένα γὰρ ἔχω ἰσόψυχον, τουτέστι, τῶν ὁμοίως μοι μεριμνώντων, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει. Οὐδένα οὖν οὐκ εἶχε τῶν μετ' αὐτοῦ ἰσόψυχον; Οὐδένα. Τί δὲ τοῦτό ἐστιν; Ἀντὶ τοῦ, Ὁμοίως ἐμοὶ κηδόμενον ὑμῶν καὶ φροντίζοντα. Οὐκ ἄν τις εὐκόλως ἕλοιτο, φησὶ, ταύτης ἕνεκεν τῆς αἰτίας ὁδοιπορίαν τοσαύτην ποιήσασθαι. Ὁ φιλῶν ὑμᾶς μετ' ἐμοῦ, Τιμόθεός ἐστιν· ἐνῆν μὲν γὰρ καὶ ἄλλουςπέμψαι, ἀλλ' οὐδεὶς τοιοῦτός ἐστιν. Ἄρα τοῦτο ἰσοψύχου ἐστὶ, τὸ τοὺς μαθητευομένους αὐτῷ ὁμοίως φιλεῖν. Ὅστις, φησὶ, γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· τουτέστι, πατρικῶς. Οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Ἰησοῦ Χριστοῦ· τουτέστι, τὴν οἰκείαν ἀνάπαυσιν καὶ τὸ ἐν ἀσφαλείᾳ εἶναι. Τοῦτο καὶ Τιμοθέῳ γράφων λέγει. Τί δήποτε δὲ ἀποδύρεται ταῦτα; Παιδεύων ἡμᾶς τοὺς ἀκούοντας μὴ τοῖς αὐτοῖς περιπεσεῖν, παιδεύων τοὺς ἀκούοντας μὴ ζητεῖν ἄνεσιν. Ὁ γὰρ ἄνεσιν ζητῶν, οὐ ζητεῖ τὰ Χριστοῦ, ἀλλὰ τὰ ἑαυτοῦ· δεῖ γὰρ παρεσκευάσθαι πρὸς πάντα πόνον, πρὸς πᾶσαν ταλαιπωρίαν. Τὴν δὲ δοκιμὴν αὐτοῦ, φησὶ, γινώσκετε, ὅτι ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Καὶ ὅτι οὐχ ἁπλῶς λέγω, ὑμεῖς, φησὶν, αὐτοὶ ἐπίστασθε, ὅτι, ὡς πατρὶ τέκνον, σὺν ἐμοὶ ἐδούλευσεν εἰς τὸ Εὐαγγέλιον. Παρατίθεται ἐνταῦθα τὸν Τιμόθεον, εἰκότως, ὥστε πολλῆς ἀπολαῦσαι παρ' αὐτῶν τιμῆς. Τοῦτο καὶ πρὸς Κορινθίους ἐπιστέλλων ποιεῖ, λέγων, Μή τις αὐτοῦ καταφρονήσῃ· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται, ὡς καὶ ἐγώ· οὐκ ἐκείνου κηδόμενος, ἀλλὰ τῶν δεχομένων αὐτὸν, ὥστε πολὺν ἀπενέγκασθαι τὸν μισθόν. Τοῦτον μὲν οὖν, φησὶν, ἐλπίζω πέμψαι, ὡς ἂν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξ αὐτῆς. Τουτέστιν, Ὅταν ἴδω ἐν τίνι ἕστηκα, καὶ ποῖον ἕξει τέλος τὰ κατ' ἐμέ. Πέποιθα δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς. Οὐ διὰ τοῦτο πέμπω αὐτὸν, ὡς μὴ ἐλευσόμενος,
9.61.1
Ἵνα εὐψυχῶ, γνοὺς τὰ περὶ ὑμῶν, ἵνα μηδὲ τὸν ἐν τῷ μεταξὺ χρόνον ὦ ἐν ἀγνοίᾳ. Πέποιθα δὲ ἐν Κυρίῳ, φησί· τουτέστιν, ἂν ὁ Θεὸς βούληται.
9.2.1
Ὅρα πῶς πάντα ἐξαρτᾷ τοῦ Θεοῦ, καὶ οὐδὲν ἐξ οἰκείας φθέγγεται διανοίας. Ἀναγκαῖον δὲ ἡγησάμην Ἐπαφρόδιτον τὸν ἀδελφὸν καὶ συνεργὸν καὶ συστρατιώτην μου. Καὶ τοῦτον πάλιν μετὰ ἐγκωμίων τῶν αὐτῶν, ὧν καὶ τὸν Τιμόθεον, ἀποστέλλει. Ἐκεῖνον γὰρ ἀπὸ δύο τούτων συνέστησεν, ὅτι τε αὐτοὺς ἀγαπᾷ, εἰπὼν, Ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει, καὶ ὅτι ἐν τῷ Εὐαγγελίῳ ηὐδοκίμησε· καὶ τοῦτον ἀπὸ τῶν αὐτῶν πάλιν διὰ τὴν αὐτὴν αἰτίαν, ἣν καὶ ἐκεῖνον, ἐπῄνεσε. Πῶς; Τὸ γὰρ εἰπεῖν ἀδελφὸν καὶ συνεργὸν, καὶ μὴ μέχρι τούτου μόνον στῆναι, ἀλλὰ καὶ συστρατιώτην προσθεῖναι, δεικνύντος ἐστὶ τὴν πολλὴν αὐτοῦ κοινωνίαν τὴν ἐν τοῖς κινδύνοις, καὶ τὰ αὐτὰ αὐτῷ μαρτυροῦντος, ἅπερ καὶ ἑαυτῷ. Τὸ δὲ, Συστρατιώτην, πλέον ἐστὶ τοῦ, Συνεργόν. Ἴσως γάρ τις ἐν μὲν ψιλοῖς πράγμασι συνήργησεν, ἐν δὲ πολέμῳ καὶ κινδύνοις οὐκέτι· τῷ δὲ εἰπεῖν, Συστρατιώτην, καὶ τοῦτο ἐδήλωσεν. Ὑμῶν δὲ, φησὶν, ἀπόστολον, καὶ λειτουργὸν τῆς χρείας μου, πέμψαι πρὸς ὑμᾶς. Τουτέστι, Τὰ ὑμέτερα ὑμῖν χαρίζομαι. Ἤτοι τὸν ὑμέτερον ὑμῖν πέμπομεν, ἢ τὸν ὑμᾶς διδάσκοντα. Πάλιν πολλὰ περὶ τῆς ἀγάπης αὐτοῦ προστίθησι, λέγων· Ἐπειδὴ ἐπιποθῶν ἦν πάντας ὑμᾶς, καὶ ἀδημονῶν, διότι ἠκούσατε ὅτι ἠσθένησε. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου· ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Ἐνταῦθα δὲ καὶ ἕτερον κατασκευάζει, δηλῶν ὅτι καὶαὐτὸς σφόδρα οἶδε, φησὶν, ὅτι ἀγαπᾶται παρ' ὑμῶν. Οὐ μικρὸν δὲ τοῦτο εἰς τὸ φιλεῖν ἐπισπάσασθαι. Πῶς; Ἠσθένησε, φησὶ, καὶ ἠλγεῖτε· ὑγίαινε, καὶ ἀπήλλαξεν ὑμᾶς τῆς λύπης, ἣν εἴχετε διὰ τὴν ἀσθένειαν αὐτοῦ· οὐ μὴν οὐδὲ οὕτως ἔξω λύπης ἦν, ἀλλ' ἤλγει, διότι ὑγιάνας οὐκ εἶδεν ὑμᾶς. Ἐνταῦθα καὶ ἄλλο κατασκευάζει, ἀπολογούμενος ὅτι διὰ χρόνου πέμπει πρὸς αὐτοὺς, Οὐ διὰ ῥᾳθυμίαν, φησὶν, ἀλλὰ τὸν μὲν Τιμόθεον διὰ τὸ μηδένα ἔχειν κατεῖχον· Οὐκ ἔχω γὰρ, φησὶν, ἰσόψυχον· τὸν δὲ Ἐπαφρόδιτον διὰ τὴν ἀσθένειαν. Εἶτα δεικνὺς, ὅτι μακρὰ αὕτη γέγονε, καὶ πολὺν χρόνον ἀνάλωσε, φησί· Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Ὁρᾷς ὅσην ποιεῖται Παῦλος σπουδὴν ὑπὲρ τοῦ πάσης ῥᾳθυμίας καὶ ὀλιγωρίας πρόφασιν ἐκκόψαι ἐκ τῆς τῶν μαθητῶν διανοίας, καὶ μὴ ὑποπτευθῆναι, ὅτι καταφρονῶν αὐτῶν οὐκ ἦλθεν; Οὐδὲν γὰρ οὕτω τὸν μαθητὴν ἐπαγαγέσθαι δυνήσεται, ὡς τὸ πεπεῖσθαι, καὶ ὅτι φροντίζει αὐτοῦ ὁ προεστὼς, καὶ ὅτι ἀδημονεῖ ὑπὲρ αὐτοῦ, ὅπερ ὑπερβαλλούσης ἀγάπης ἐστίν. Ἠκούσατε, φησὶν, ὅτι ἠσθένησε· καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου. Καὶ ὅτι οὐ προφασίζομαι, ἀκούσατε· Ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησε. Τί λέγεις, ὦ αἱρετικέ; Ἐνταῦθα ἔλεόν φησι τοῦ Θεοῦ εἶναι τὸ τὸν μέλλοντα ἀπιέναι κατέχειν καὶ ὑποστρέψαι πάλιν. Καὶ μὴν εἰ πονηρὸν ὁ κόσμος, οὐκ ἔλεος οὗτός ἐστι τὸ ἐν τῷ πονηρῷ ἀφιέναι. Ἀλλὰ πρὸς μὲν τὸν αἱρετικὸν εὔκολον εἰπεῖν, πρὸς δὲ τὸν Χριστιανὸν τί ἐροῦμεν; Καὶ γὰρ ὁ αὐτὸς ἀμφισβητήσει ἴσως, καὶ ἐρεῖ· Εἰ τὸ ἀναλῦσαι σὺν Χριστῷ πολλῷ μᾶλλον κρεῖσσον, τίνος ἕνεκέν φησιν αὐτὸν ἐλεεῖσθαι; Ἐγὼ δὲ μᾶλλον ἐρήσομαι· Τίνος ἕνεκεν ὁ αὐτός φησιν ἀναγκαιότερον εἶναι τὸ ἐπιμεῖναι δι' ὑμᾶς; Ὥσπερ γὰρ αὐτῷ ἀναγκαῖον ἦν ἐκεῖνο, οὕτω καὶ τούτῳ μετὰ πλείονος πλούτου καὶ μείζονος παῤῥησίας μέλλοντι πρὸς τὸν Θεὸν ἀπιέναι. Ἐκεῖνο μὲν γὰρ κἂν μὴ νῦν ἐγένετο, ὕστερον ἔμελλε· τὸ δὲ κερδᾶναι ψυχὰς οὐκ ἔνι λοιπὸν ἀπελθόντας ἐκεῖ. Τὰ πολλὰ καὶ κατὰ τὴν κοινὴν συνήθειαν τῶν ἀκουόντων ὁ Παῦλος φθέγγεται, καὶ οὐ πανταχοῦ φιλοσοφεῖ· πρὸς γὰρ ἀνθρώπους κοσμικοὺς ὁ λόγος ἦν αὐτῷ, δεδοικότας ἔτι τὸν θάνατον. Εἶτα δείκνυσιν ἐν ὅσῳ λόγῳ ἐστὶν αὐτῷ ὁ Ἐπαφρόδιτος, καὶ ἀπὸ τούτου αἰδέσιμον αὐτὸν ποιῶν, εἴ γε τὴν ἐκείνου σωτηρίαν οὕτω χρησίμην ἑαυτῷ φησιν εἶναι, ὡς ἠλεῆσθαι καὶ αὐτὸν δι' ἐκείνου. Ἄλλως δὲ, καὶ χωρὶς τούτου καλὸν ἡ παροῦσα ζωή· ἐπεὶ εἰ μὴ καλὸν, διὰ τί ἐν τάξει τιμωρίας τίθησι τοὺς ἀώρους θανάτους; ὡς ὅταν λέγῃ, Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Ἡ μὲν γὰρ μέλλουσα ζωὴ οὐχὶ πονηροῦ κρείττων, ἐπεὶ οὐκ ἀγαθὴ, ἀλλὰ καλοῦ κρείττων. Ἵνα μὴ λύπην, φησὶν, ἐπὶ λύπῃ σχῶ, τὴν ἀπὸ τῆς τελευτῆς ἐπὶ τῇ διὰ τὴν ἀῤῥωστίαν γενομένῃ αὐτῷ. Διὰ τούτων δείκνυσιν, ὅσου τιμᾶται τὸν Ἐπαφρόδιτον. Σπουδαιοτέρως οὖν ἔπεμψα αὐτόν. Τί ἐστι, Σπουδαιοτέρως; Τουτέστιν, Ἀνυπερθέτως, χωρὶς μελλήσεως, μετὰ πολλοῦ τοῦ τάχους, κελεύσας πάντα ὑπερθέμενον ἐλθεῖν πρὸς ὑμᾶς, ἵνα τῆς ἀδημονίας ἀπαλλαγῇ. Οὐ γὰρ οὕτω τοὺς ποθουμένους ἀκούοντες ἐν ὑγείᾳ ὄντας χαίρομεν, ὡς ὅταν ἴδωμεν, καὶ μάλιστα, ὅταν παρ' ἐλπίδας ἐκβῇ τὸ πρᾶγμα· ὅπερ ἐπὶ Ἐπαφροδίτου τότε γέγονε. Σπουδαιοτέρως οὖν, φησὶν, ἔπεμψα αὐτὸν, ἵνα ἰδόντες αὐτὸν χαρῆτε, κἀγὼ ἀλυπότερος ὦ. Πῶς ἀλυπότερος; Ὅτι ἐὰν ὑμεῖς χαίρητε, κἀγὼ χαίρω, καὶ οὗτος χαίρει ἐπὶ τοιαύτῃ ἡδονῇ, καὶ ἐγὼ ἀλυπότερος ἔσομαι. Καὶ οὐκ εἶπεν, Ἄλυπος, ἀλλ', Ἀλυπότερος, δεικνὺς ὅτι οὐδέποτε ἡ ψυχὴ αὐτοῦ ἦν λύπης ἐκτός. Ὁ γὰρ λέγων, Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; πότε λύπης ἐκτὸς ἦν; Ὡσεὶ ἔλεγε· Ταύτην ἀποτίθεμαι τὴν ἀθυμίαν. Προσδέχεσθε οὖν αὐτὸν ἐν Κυρίῳ μετὰ πάσης χαρᾶς. Ἐν Κυρίῳ, ὅ ἐστι, πνευματικῶς. Τουτέστι, μετὰ πολλῆς τῆς σπουδῆς· μᾶλλον δὲ τὸ, Ἐν Κυρίῳ, τοῦτό ἐστι, τοῦ Θεοῦ θέλοντος. Ἀξίως τῶν ἁγίων ὑποδέξασθε, καὶ ὥσπερ τοὺς ἁγίους ὑποδέχεσθαι προσῆκε, Μετὰ πάσης, φησὶ, χαρᾶς.
9.3.1
Ταῦτα πάντα ποιεῖ ὑπὲρ αὐτῶν ἐκείνων, οὐχ ὑπὲρ τῶν πεμπομένων. Μεῖζον γὰρ τὸ κέρδος τῷ ποιοῦντι, ἢ τῷ πάσχοντι εὖ. Καὶ τοὺς τοιούτους ἐντίμους ἔχετε. Τουτέστι, Προσδέχεσθε αὐτὸν ἀξίως τῶν ἁγίων. Ὅτι διὰ τὸ ἔργον τοῦ Χριστοῦ μέχρι θανάτου ἤγγισε, παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπληρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρὸς ἐμὲ λειτουργίας. Οὗτος κοινῇ παρὰ τῆς πόλεως ἦν ἀπεσταλμένος τῶν Φιλιππησίων, ὥστε τῷ Παύλῳ διακονεῖν, ἢ καὶ ἴσως τι ἀποκομίζων αὐτῷ ἐληλύθει. Ὅτι γὰρ καὶ χρήματα ἐκόμισε, δείκνυσι πρὸς τῷ τέλει λέγων· Δεξάμενος γὰρ παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν. Εἰκὸς οὖν αὐτὸν ἐπιστάντα τῇ πόλει Ῥωμαίων, ἐν οὕτω πολλῷ τὸν Παῦλον κινδύνῳ καταλαβεῖν καὶ σφοδρῷ, ὡς μηδὲ τοὺς πλησιάζοντας αὐτῷ μετὰ ἀσφαλείας δύνασθαι τοῦτο ποιεῖν, ἀλλὰ καὶ αὐτοὺς ἐπισφαλῶς προσιέναι· ὅπερ εἴωθε γίνεσθαι μάλιστα ἐν τοῖς κινδύνοις τοῖς μεγάλοις, καὶ ταῖς ὀργαῖς τῶν βασιλέων ταῖς ὑπερβαλλούσαις. Ὅταν γάρ τις βασιλεῖ προσκεκρουκὼς εἰς δεσμωτήριον ἐμβληθῇ, καὶ ἐν πολλῇ γένηται φυλακῇ, τότε καὶ τοῖς οἰκέταις ἡ πρόσοδος ἀποτετείχισται, ὅπερ εἰκὸς τὸν Παῦλον τότε πάσχειν· τὸν δὲ Ἐπαφρόδιτον ἄνδρα γενναῖον ὄντα, παντὸς καταφρονῆσαι κινδύνου, ὥστε προσελθεῖν καὶ ὑπηρετήσασθαι, καὶ πάντα πρᾶξαι, ἅπερ ἐχρῆν. Δύο τοίνυν τίθησιν, ἀφ' ὧν ποιεῖ αὐτὸν αἰδέσιμον· ἓν μὲν, ὅτι μέχρι θανάτου ἐκινδύνευσε, φησὶ, δι' ἐμέ· δεύτερον δὲ, ὅτι τὸ πρόσωπον τῆς πόλεως περιθέμενος ταῦτα ἔπαθεν, ὡς ἐν τῷ κινδύνῳ ἐκείνῳ τοῖς πέμψασι λογίσασθαι τὸν μισθὸν, ὡς ἂν ἡ πόλις πρεσβευτὴν ἔπεμψεν. Ὥστε τὸ μετὰ θεραπείας ὑποδέξασθαι, καὶ ὑπὲρ τῶν γεγενημένων εὐχαριστῆσαι, μᾶλλόν ἐστι κοινωνῆσαι τοῖς τετολμημένοις. Καὶ οὐκ εἶπε, Δι' ἐμὲ, ἀλλ' ἀξιοπιστότερον αὐτὸ ποιεῖ λέγων, ὅτι Διὰ τὸ ἔργον τοῦ Θεοῦ. Οὐδὲ γὰρ δι' ἐμὲ ποιεῖ, ἀλλὰ διὰ τὸν Θεὸν ἤγγισε μέχρι θανάτου. Τί γάρ; εἰ μὴ ἀπέθανε, τοῦ Θεοῦ οἰκονομήσαντος, ἀλλ' αὐτὸς παρεβουλεύσατο καὶ ἐξέδωκεν ἑαυτὸν, ὡς κἂν ὁτιοῦν δέῃ παθεῖν, οὐκ ἀποστησόμενος τῆς πρός με θεραπείας. Εἰ δὲ ὑπὲρ τοῦ Παύλου θεραπεῦσαι εἰς θάνατον ἑαυτὸν ἐξέδωκε, πολλῷ μᾶλλον ὑπὲρ τοῦ κηρύγματος τοῦτο ἂν ἔπαθε· μᾶλλον δὲ καὶ τοῦτο ὑπὲρ τοῦ κηρύγματος ἦν, τὸ ὑπὲρ ἐκείνου ἀποθανεῖν. Οὐ γὰρ μόνον ὑπὲρ τοῦ μὴ θῦσαι μαρτυρίου στέφανον ἔστιν ἀναδήσασθαι, ἀλλὰ καὶ αἱ τοιαῦται προφάσεις μαρτύριον ποιοῦσι· καὶ εἰ δεῖ τι θαυμαστὸν εἰπεῖν, πολλῷ μᾶλλον αἱ τοιαῦται, ἢ ἐκεῖναι. Ὁ γὰρ ὑπὲρ τοῦ ἐλάττονος κατατολμῶν τοῦ θανάτου, πολλῷ μᾶλλον ὑπὲρ τοῦ μείζονος. Ὥστε καὶ ἡμεῖς, ὅταν ἴδωμεν ἁγίους ἐν κινδύνοις, παραβουλευώμεθα. Οὐ γὰρ ἔνι μὴ τολμῶντα, γενναῖόν τι πρᾶξαί ποτε, ἀλλὰ ἀνάγκη τὸ [ν] τῆς ἐνταῦθα ἀσφαλείας προνοούμενον ἐκπεσεῖν τῆς μελλούσης· Ἵνα ἀναπληρώσῃ, φησὶ, τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Τί ἐστι τοῦτο; Οὐ παρῆν ἡ πόλις, ἀλλ' ἐλειτούργησέ μοι δι' ἐκείνου πᾶσαν λειτουργίαν τῷ ἐκεῖνον πέμψαι. Τὸ οὖν ὑστέρημα τῆς ὑμετέρας λειτουργίας αὐτὸς ἐνεπλήρωσεν, ὥστε καὶ κατὰ τοῦτο δίκαιος ἂν εἴη ἀπολαῦσαι τιμῆς πολλῆς, ὅτι ὅπερ ἐχρῆν πάντας ποιῆσαι, τοῦτο ἔπραξεν αὐτὸς ὑπὲρ ὑμῶν. Καὶ δείκνυσι καὶ πρώτην οὖσαν λειτουργίαν παρὰ τῶν ἐν ἀσφαλείᾳ τοῖς κινδυνεύουσι· Τὸ γὰρ ὑστέρημα τῆς λειτουργίας οὕτως εἴρηται, ὡς πρὸς ἐκείνην. Ὁρᾷς φρόνημα ἀποστολικόν; Τοῦτο οὐκ ἐξ ἀπονοίας γίνεται, ἀλλὰ ἀπὸ πολλῆς κηδεμονίας. Ἵνα γὰρ μὴ ἐπαίρωνται, ἀλλὰ μετριάζωσι, μηδὲ μέγα τι παρεσχηκέναι νομίζωσιν, ἀλλὰ ταπεινῶνται, λειτουργίαν τὸ πρᾶγμα καλεῖ καὶ ὑστέρημα. Μὴ τοίνυν μηδὲ ἡμεῖς μέγα φρονῶμεν, τοῖς ἁγίοις παρέχοντες, μηδὲ χαρίζεσθαι αὐτοῖς ἐν τούτῳ νομίζωμεν· καὶ γὰρ ὀφείλεται τοῖς ἁγίοις παρ' ἡμῶν τὸ πρᾶγμα, καὶ οὐδὲν αὐτοῖς χαριζόμεθα. Ὥσπερ γὰρ τοῖς ἐν στρατοπέδῳ ἑστῶσι καὶ πολεμοῦσι παρὰ τῶν ἐν εἰρήνῃ ὄντων καὶ μὴ πολεμούντων ὀφείλεται τὰ τελέσματα (ὑπὲρ γὰρ ἐκείνων ἑστήκασιν οὗτοι), οὕτω καὶ ἐνταῦθα. Εἰ μὴ γὰρ ἐδίδασκεν ὁ Παῦλος, τίς ἂν αὐτὸν τότε ἐνέβαλεν εἰς δεσμωτήριον; Ὥστε λειτουργεῖν χρὴ τοῖς ἁγίοις. Πῶς γὰρ οὐκ ἄτοπον τῷ μὲν στρατευομένῳ βασιλεῖ τῷ ἐπιγείῳ πάντα εἰσφέρειν, καὶ ἐνδύματα καὶ τροφὰς, οὐ κατὰ τὴν χρείαν μόνον, ἀλλὰ καὶ κατὰ τὴν περιουσίαν, τῷ δὲ στρατευομένῳ βασιλεῖ τῷ ἐπουρανίῳ, καὶ παραταττομένῳ πρὸς πολλῷ χαλεπωτέρους (Ἡ πάλη γὰρ, φησὶν, οὐ πρὸς αἷμα καὶ σάρκα), μηδὲ τὴν ἀναγκαίαν χρείαν χορηγεῖν; πόσης ἀγνωμοσύνης, πόσης τοῦτο ἀχαριστίας, πόσης μικρολογίας;
9.4.1
Ἀλλ', ὡς ἔοικε, πλέον ὁ τῶν ἀνθρώπων ἰσχύει φόβος παρ' ἡμῖν τῆς γεέννης καὶ τῶν μελλουσῶν κολάσεων. Διὰ δὴ τοῦτο πάντα ἀνατέτραπται, ὅτι τὰ μὲν πολιτικὰ πράγματα μετὰ πολλῆς τῆς ἐντρεχείας καθ' ἑκάστην ἡμέραν ἀνύεται, καὶ ἐλλειφθῆναι οὐκ ἔνι· τῶν δὲ πνευματικῶν οὐδεὶς οὐδαμοῦ λόγος· ἀλλὰ τὰ μὲν μετ' ἀνάγκης ἀπαιτούμενα καὶ βασάνων, καὶ ὡς παρὰ δούλων καὶ ἀκόντων, κατατίθεται μετὰ πολλῆςτῆς εὐγνωμοσύνης· τὰ δὲ παρὰ ἑκόντων, καὶ ὡς παρὰ ἐλευθέρων, πάντα ἐλλιμπάνεται. Οὐ κατὰ πάντων λέγω, ἀλλὰ κατὰ τῶν τὰ τελέσματα ταῦτα ἐγκαταλιμπανόντων. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ἀνάγκῃ ταῦτα ποιεῖν; Ἀλλ' οὐ βούλεται· ὑμῶν γὰρ φείδεται μᾶλλον, ἢ τῶν τρεφομένων. Διὰ τοῦτο ὑμᾶς οὐκ ἀνάγκη βούλεται κατατιθέναι, ἐπειδὴ οὐκ ἔστι μισθός. Καὶ ὅμως πολλοὶ τῶν ἐνταῦθα, τῶν Ἰουδαίων εἰσὶ ταπεινότεροι. Ἐννόησον ὅσα Ἰουδαῖοι ἐδίδοσαν, δεκάτας, ἀπαρχὰς, πάλιν δεκάτας, καὶ πάλιν ἄλλας δεκάτας, καὶ πάλιν ἑτέρας τρισκαιδεκάτας, καὶ τὸ σίκλον· καὶ οὐδεὶς ἔλεγεν, ὅτι πολλὰ κατεσθίουσιν. Ὅσῳ ἂν πλείονα λάβωσι, τοσούτῳ καὶ πλείων ὁ μισθός. Οὐκ ἔλεγον, Πολλὰ λαμβάνουσι, γαστρίζονται, ἃ νῦν ἀκούω λεγόντων τινῶν. Καὶ οἱ μὲν οἰκοδομοῦντες οἰκίας, καὶ ἀγροὺς ὠνούμενοι, οὐδὲν ἡγοῦνται ἔχειν· ἂν δέ τις τῶν ἱερέων λαμπρότερον ἱμάτιον περιβάληται, ἢ τῆς ἀναγκαίας εὐπορήσῃ τροφῆς, ἢ τὸν διακονούμενον ἔχῃ, ἵνα μὴ ἀναγκάζηται αὐτὸς ἀσχημονεῖν, πλοῦτον τὸ πρᾶγμα τίθενται. Ὄντως πλουτοῦμεν καὶ ἐν τούτοις, καὶ ἄκοντες ὁμολογοῦσιν. Ἡμεῖς μὲν γὰρ κἂν μικρὰ ἔχωμεν, πλουτοῦμεν· ἐκεῖνοι δὲ κἂν πάντα περιβάλωνται, πένονται. Μέχρι τίνος ἀνοηταίνομεν; οὐκ ἀρκεῖ τὸ μηδὲν ποιεῖν εἰς κόλασιν ὑμῖν, ἀλλὰ χρὴ καὶ τὴν ἀπὸ τῆς κακηγορίας προστιθέναι ζημίαν; Εἰ μὲν γὰρ αὐτὸς ἔδωκας αὐτῷ, ἅπερ κέκτηται, τὸν μισθὸν ἀπώλεσας, ὑπὲρ ὧν ἔδωκας ἐγκαλῶν· ὅλως δὲ εἰ σὺ ἔδωκας, τί ἐγκαλεῖς; Πρότερον μὲν οὖν αὐτῷ πενίαν ἐμαρτύρεις, λέγων ἅπερ ἔχει δεδωκέναι αὐτός· τί τοίνυν ἐγκαλεῖς; Οὐκ ἐχρῆν δοῦναι, εἴ γε ἔμελλες ἐγκαλεῖν. Ἀλλ' ἑτέρου δόντος ταῦτα λέγεις; Χαλεπώτερον τὸ πρᾶγμα, ὅτι οὐδὲ διδοὺς ἐγκαλεῖς ὑπὲρ ὧν ἕτερος ποιεῖ εὖ. Πόσον οἴει τοὺς ταῦτα ἀκούοντας μισθὸν ἔχειν; Διὰ γὰρ τὸν Θεὸν ταῦτα πάσχουσι. Πῶς καὶ διὰ τί; Ἐξῆν, εἴ γε ἐβούλοντο, καπηλικὸν ἀναδέξασθαι βίον, εἰ καὶ μὴ ἀπὸ προγόνων εἶχον. Καὶ γὰρ ἀκούω καὶ ταῦτα πολλῶν λεγόντων ἰταμῶς, ὅταν εἴπωμεν, ὅτι ὁ δεῖνα πένεται· Εἰ γὰρ ἐβούλετο, φησὶν, ἠδύνατο πλουτεῖν· εἶτα ὑβριστικῶς, Ὁ προγόνος αὐτοῦ, καὶ ὁ πάππος αὐτοῦ, καὶ ὁ δεῖνα, τοιόσδε ἦν· νῦν δὲ τοιαύτην ἐσθῆτα περιβέβληται. Ἀλλὰ τί; εἰπέ μοι, γυμνὸν αὐτὸν ἐχρῆν περιιέναι; Σὺ μὲν οὖν ὑπὲρ τούτων ἀκριβολογῇ· ὅρα δὲ μὴ κατὰ σαυτοῦ ταῦτα λέγῃς. Ἀλλ' ἄκουε τῆς παραινέσεως τοῦ Χριστοῦ τῆς λεγούσης, Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ἀλλ' ἐξῆν, εἴ γε ἐβούλετο, καπηλικὸν καὶ ἐμπορικὸν βίον ζῇν, καὶ πάντως οὐκ ἂν ἠπόρησεν· ἀλλ' οὐκ ἠθέλησε. Τί οὖν ἐνταῦθα κερδαίνει, εἰπέ μοι; σηρικὰ ἱμάτια περίκειται; πλῆθος ἀκολούθων ἔχων σοβεῖ κατὰ τὴν ἀγοράν; ἐπὶ ἵππου φέρεται; οἰκίας οἰκοδομεῖ, ἔχων ὅπου καταμείνῃ; Ἂν ταῦτα ποιῇ, καὶ ἐγὼ κατηγορῶ, καὶ οὐ φείδομαι, ἀλλ' ἀνάξιον αὐτὸν εἶναι τῆς ἱερωσύνης φημί. Πῶς γὰρ ἑτέροις δυνήσεται παραινεῖν μὴ περὶ τὰ περιττὰ ταῦτα ἐσχολακέναι, αὐτὸς ἑαυτῷ παραινέσαι μὴ δυνάμενος; Εἰ δὲ ὅτι τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς, διὰ τοῦτο ἀδικεῖ· ἀλλὰ περιιέναι ἐχρῆν αὐτὸν, καὶ προσαιτεῖν; καὶ οὐκ ἂν σὺ κατῃσχύνθης, εἰπέ μοι, ὁ μαθητής; Ἀλλ' ὁ μὲν πατὴρ ὁ σαρκικὸς ἂν τοῦτο ποιῇ, αἰσχύνην τὸ πρᾶγμα ἡγῇ· ἂν δὲ ὁπνευματικὸς ἀναγκάζηται τοῦτο ποιεῖν, οὐκ ἐγκαλύψῃ; μᾶλλον οὐδὲ ἡγήσῃ ἄξιον καταδύεσθαι; Ἀδοξία, φησὶ, πατρὸς, ὄνειδος τέκνων. Ἀλλὰ τί; τῷ λιμῷ φθείρεσθαι ἔδει; Ἀλλ' οὐδὲ τοῦτο εὐσεβοῦς· οὐ γὰρ βούλεται ὁ Θεός. Ἀλλὰ ὅταν εἴπωμεν πρὸς αὐτοὺς ταῦτα, εὐθέως φιλοσοφοῦσι· Γέγραπται, φησὶ, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ ῥάβδον. Οὗτοι δὲ καὶ τρία καὶ τέσσαρα ἱμάτια ἔχουσι, καὶ κλίνας ἐστρωμένας. Ἐπῆλθέ μοι στενάξαι πικρὸν νῦν· εἰ δὲ μὴ ἀσχημονεῖν ἔμελλον, κἂν ἐδάκρυσα· τί δήποτε; Ὅτι περὶ μὲν τὰ τῶν ἄλλων κάρφη οὕτως ἐσμὲν ἀκριβεῖς ἐξετασταὶ, τὰς δὲ δοκοὺς ἔχοντες αὐτοὶ ἐν τοῖς ὀφθαλμοῖς οὐδὲ αἰσθανόμεθα. Εἰπέ μοι, διὰ τί γὰρ σαυτῷ τοῦτο μὴ λέγεις; Ὅτι τοῖς διδασκάλοις προστέτακται μόνον, φησίν· ὅταν οὖν ὁ Παῦλος λέγῃ, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα, πρὸς τοὺς διδασκάλους λέγει μόνους; Οὐδαμῶς, ἀλλὰ πρὸς πάντας ἀνθρώπους. Καὶ δῆλον ἄνωθεν τὸ χωρίον διεξιοῦσιν· εἰπὼν γὰρ, Πορισμὸς μέγας ἐστὶν ἡ εὐσέβεια μετὰ αὐταρκείας· εἶτα, Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον τοῦτον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα· εὐθέως ἐπήγαγεν· Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Οἱ δὲ βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν καὶ παγίδα, καὶ ἐπιθυμίας πολλὰς ἀνοήτους καὶ βλαβεράς.
9.5.1
Εἶδες ὅτι πρὸς πάντας ὁ λόγος εἴρηται; Τί δέ; ὅταν λέγῃ πάλιν, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, οὐχὶ πᾶσιν ἁπλῶς διαλέγεται; Τί δὲ ὅταν λέγῃ, Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην, καὶ ταῦτα καταργήσει; τί δὲ ὅταν λέγῃ, Ἡ δὲ σπαταλῶσα, ζῶσα τέθνηκε, περὶ χήρας διαλεγόμενος; μὴ καὶ ἡ χήρα διδάσκαλός ἐστιν; οὐχὶ αὐτὸς εἶπεν, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός; Εἰ δὲ ἡ χήρα, ἔνθα καὶ ἡ ἡλικία γηραλέα· τὸ γὰρ γῆρας πολλῆς δεῖται θεραπείας, καὶ αὐτὴ ἡ φύσις· τὸ γὰρ τῶν γυναικῶν γένος πλείονος δεῖται ἀναπαύσεως, ἅτε ἀσθενὲς ὅν· εἰ τοίνυν, ἔνθα καὶ ἡ ἡλικία καὶ ἡ φύσις κώλυμα, οὐκ ἀφίεται αὐτὴν σπαταλᾷν, ἀλλὰ καὶ τεθνηκέναι αὐτήν φησιν (οὐ γὰρ ἁπλῶς εἶπε μὴ σπαταλᾷν, ἀλλ', Ἡ σπαταλῶσα, ζῶσα τέθνηκε· καὶ ἐξέκοψεν αὐτήν· ἡ γὰρ τεθνηκυῖα ἐκκέκοπται)· ποίαν ἕξει συγγνώμην ἄνθρωπος ταῦτα ποιῶν, ἐφ' οἷς ἡ γυνὴ ἡ γεγηρακυῖα κολάζεται; Ἀλλὰ ταῦτα οὐδεὶς οὐδὲ εἰς ἔννοιαν λαμβάνει, ταῦτα οὐδεὶς ἐξετάζει. Ἐγὼ δὲ νῦν ταῦτα εἰπεῖν ἠναγκάσθην, οὐχὶ τοὺς ἱερέας ἀπαλλάξαι ἐγκλημάτων βουλόμενος, ἀλλ' ὑμῶν φειδόμενος. Ἐκεῖνοι μὲν οὖν, ἂν μὲν προσηκόντως καὶ δικαίως ταῦτα ἀκούωσιν, ἅτε χρηματιζόμενοι, οὐδὲν παρ' ὑμῶν βλάπτονται· ἀλλ' ἄν τε εἴπητε, ἄν τε μὴ εἴπητε, λόγον τῷ δικαστῇ διδόασιν ἐκεῖ· ὥστε οὐδὲν αὐτοὺς τὰ ὑμέτερα βλάπτει ῥήματα. Ἂν δὲ καὶ ψευδῆ ᾖ τὰ παρ' ὑμῶν λεγόμενα, ἐκεῖνοι μὲν οὖν ἐκέρδανον συκοφαντούμενοι εἰκῆ, ὑμεῖς δὲ ἑαυτοὺς ἐντεῦθεν βλάπτετε. Ἐπὶ δὲ ὑμῶν οὐχ οὕτως ἐστίν· ἀλλ' ἄν τε ἀληθῆ ᾖ, ἄν τεψευδῆ τὰ κατ' αὐτῶν, λέγοντες αὐτοὺς κακῶς, βλάπτεσθε. Τί δήποτε; Ἄν τε γὰρ ἀληθῆ ᾖ, καὶ οὕτω βλάπτεσθε, κρίνοντες τοὺς διδασκάλους, καὶ τὴν τάξιν ἀνατρέποντες· εἰ γὰρ ἀδελφὸν οὐ δεῖ κρίνειν, πολλῷ μᾶλλον διδάσκαλον· ἂν δὲ ψευδῆ, ἀφόρητος ἡ κόλασις καὶ ἡ τιμωρία· παντὸς γὰρ ῥήματος ἀργοῦ δώσετε λόγον. Ὥστε ὑμῶν ἕνεκεν πάντα ποιοῦμεν καὶ κάμνομεν. Ὅπερ δὲ ἔφην, οὐδεὶς ταῦτα ἐξετάζει, οὐδεὶς ταῦτα πολυπραγμονεῖ, οὐδεὶς λέγει πρὸς ἑαυτὸν τούτων οὐδέν. Βούλεσθε καὶ ἕτερα προσθῶ; Ἐὰν μή τις ἀποτάξηται, φησὶν ὁ Χριστὸς, πᾶσιν αὑτοῦ τοῖς ὑπάρχουσιν, οὐκ ἔστι μου ἄξιος. Τί ὅταν λέγῃ, Δύσκολον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν; τί δὲ ὅταν λέγῃ, Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν; Οὐδεὶς τοῦτο ἐξετάζει, οὐδεὶς τοῦτο ἐννοεῖ, οὐδεὶς πρὸς ἑαυτὸν διαλέγεται, ἀλλ' ἐν τοῖς ἑτέρων σφοδροὶ κάθηνται πάντες ἐξετασταί. Ἀλλὰ τοῦτο μέν ἐστι κοινωνοὺς ποιῆσαι τῶν ἐγκλημάτων. Ἵνα δὲ καὶ αὐτῶν, ὧν φατε τοὺς ἱερεῖς ὑπευθύνους εἶναι, ἀπαλλάξω δι' ὑμᾶς, ἀκούσατε· τὸ γὰρ περὶ τούτων πεπεῖσθαι, ὡς παραβαινόντων τὸν νόμον τοῦ Θεοῦ, πολλὴ πρὸς τὸ κακόν ἐστι ῥοπή. Φέρε οὖν κἀκεῖνα ἐξετάσωμεν· Εἶπεν ὁ Χριστὸς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μὴ ζώνην, μὴ ῥάβδον. Τί οὖν, εἰπέ μοι; Πέτρος παρὰ τὸ πρόσταγμα ἐποίει; πῶς γὰρ οὒ, ὁ καὶ ζώνην ἔχων καὶ ἱμάτιον καὶ ὑποδήματα; ὅτι γὰρ εἶχεν, ἄκουε τοῦ ἀγγέλου λέγοντος πρὸς αὐτὸν, Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου· καίτοι οὐ τοσαύτη χρεία τούτων τῶν ὑποδημάτων ἦν· ἔνεστι γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν καὶ ἀνυπόδετον εἶναι, ἡ δὲ πολλὴ χρεία ἐν τῷ χειμῶνί ἐστιν· ἀλλ' ὅμως εἶχε. Τί δὲ ὁ Παῦλος; Ὅταν λέγῃ Τιμοθέῳ γράφων, Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν· εἶτα παραγγέλλει καὶ λέγει· Τὸν φελώνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας· Ἰδοὺ φελώνην εἶπε· καὶ οὐκ ἂν ἔχοι τις εἰπεῖν, ὅτι καὶ ἕτερον οὐκ εἶχεν, ὃν ἐφόρει. Εἰ μὲν γὰρ μηδὲ ὅλως ἐφόρει, περιττῶς ἐκέλευσε τοῦτον ἀπενεχθῆναι· εἰ δὲ οὐκ ἐνῆν μὴ φορεῖν, δῆλον ὅτι ἕτερον εἶχε. Τί δὲ, ὅτι διετίαν ὅλην ἐν οἰκείῳ μισθώματι ἔμενεν; ἆρα παρήκουσε τοῦ Χριστοῦ τὸ σκεῦος τῆς ἐκλογῆς, ὁ λέγων· Ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός; περὶ οὗ ὁ Χριστὸς ἐμαρτύρησε λέγων, ὅτι Σκεῦος ἐκλογῆς μοί ἐστιν οὗτος; Ἔδει ταύτην ἀφεῖναι τὴν ἀμφιβολίαν παρ' ὑμῖν, καὶ μηδεμίαν ἐπαγαγεῖν τῷ ζητήματι λύσιν, ἀλλὰ ταύτην ὑμᾶς δίκην εἰσπράξασθαι τῆς περὶ τὰς Γραφὰς ὀλιγωρίας· πάντα γὰρ ταῦτα ἐκ τούτου γίνεται. Διὰ τοῦτο καὶ ἐν τοῖς ἑτέρων ἁμαρτήμασίν ἐσμεν πικροὶ ἐξετασταὶ, καὶ τῶν ἡμετέρων οὐδένα λόγον ποιούμεθα, ὅτι τὰς Γραφὰς οὐκ ἴσμεν, ὅτι τοὺς θείους οὐ παιδευόμεθα νόμους. Ἔδει μὲν οὖν ταύτην ὑμᾶς εἰσπράξασθαι τὴν δίκην· ἀλλὰ τί πάθω; πατήρ εἰμι· πολλὰ καὶ πέρα τοῦ δέοντος οἱ πατέρες χαρίζονται τοῖς παισὶ, τῶν σπλάγχνων αὐτοῖς διαθερμαινομένων [ἐκεῖνοι] τῶν πατρικῶν· κἂν ἴδωσι τὸ παιδίον κατηφιάσαν, τηκόμενον, αὐτοὶ μᾶλλον ἐκείνου δάκνονται, καὶ οὐ παύονται, ἕως ἂν τῆς ἀθυμίας τὴν ὑπόθεσιν ἀνέλωσι. Πλὴν κἂν τοῦτο γενέσθω, κἂν κατηφιάσατε ἐπὶ τῷ μὴ λαβεῖν, ἵνα λάβητε καλῶς. ʹ. Τί οὖν ἔστιν εἰπεῖν; Οὐκ ἠναντιώθησαν, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἠκολούθησαν τοῖς ἐπιτάγμασι τοῦ Χριστοῦ· τὰ γὰρ ἐπιτάγματα ἐκεῖνα πρόσκαιρα ἦν, καὶ οὐ διαπαντός. Καὶ τοῦτο οὐ στοχαζόμενος λέγω, ἀλλ' ἀπὸ τῶν θείων Γραφῶν. Πῶς; Φησὶν ὁ Λουκᾶς εἰρηκέναι τὸν Χριστὸν τοῖς μαθηταῖς, Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας καὶ ζώνης καὶ ὑποδημάτων, μήτι ὑστέρησεν ὑμῖν; Λέγουσιν αὐτῷ· Οὔ. Οὐκοῦν λοιπὸν κτήσασθε. Ἀλλὰ τί ἔδει, εἰπέ μοι; ἕνα χιτῶνα ἔχειν; Τί οὖν; εἰ πλύνεσθαι τοῦτον ἔδει, γυμνὸν ἐχρῆν οἴκοι καθέζεσθαι; ἢ γυμνὸν περιιέναι καὶ ἀσχημονεῖν, χρείας καλούσης; Ἐννόησον οἷον ἦν Παῦλον τὸν ἐπὶ τοσούτοις κατορθώμασι περιιόντα τὴν οἰκουμένην διὰ ἱματίου ἔνδειαν οἴκοι καθῆσθαι, καὶ τηλικούτοις πράγμασιν ἐμποδίζειν. Τί δέ; εἰ κρυμὸς ἐπετέθη σφοδρὸς, καὶ κατέβρεξεν, ἢ καὶ ἐπάγωσε, πῶς ξηραίνεσθαι ἐνῆν; πάλιν γυμνὸν ἐχρῆν καθῆσθαι; τί δέ; εἰ ψῦχος κατέτεινε τὸ σῶμα, τήκεσθαι ἔδει, καὶ μὴ φθέγγεσθαι; Ὅτι γὰρ οὐκ ἀδαμάντινα σώματα αὐτοῖς κατεσκεύαστο, ἄκουσον τί φησι περὶ Τιμοθέου· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου ἀσθενείας· καὶ πάλιν περὶ ἑτέρου, Ἀναγκαῖον ἡγησάμην ἀποστεῖλαι ὑμῖν τὸν ὑμῶν ἀπόστολον καὶ λειτουργὸν τῆς χρείας μου. Καὶ γὰρ ἠσθένησε παραπλήσιον θανάτου, ἀλλ' ὁ Θεὸς αὐτὸν ἠλέησεν· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμέ. Ὥστε ἁλώσιμοι πᾶσιν ἦσαν τοῖς πάθεσι. Τί οὖν; ἀπόλλυσθαι ἐχρῆν; Οὐδαμῶς. Τίνος οὖν ἕνεκεν τότε τοῦτο ἐπέταξε; Τὴν δύναμιν αὐτοῦ θέλων δεῖξαι, ὅτι καὶ μετὰ ταῦτα ἐδύνατο οὕτω ποιῆσαι, ἀλλ' οὐκ ἐποίησε. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησε; Πολλῷ τῶν Ἰσραηλιτῶν ἦσαν οὗτοι θαυμασιώτεροι, ὧν τὰ ὑποδήματα οὐ κατετρίβετο, οὐδὲ τὰ ἱμάτια, καὶ ταῦτα ἐκείνην τὴν ἔρημον διοδευόντων, ἔνθα θερμοτέρα ἐπιπίπτουσα ἡ ἀκτὶς ἡ ἡλιακὴ καὶ λίθους αὐτοὺς καταφρύγειν δύναται. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε; Διὰ σέ. Ἐπειδὴ γὰρ οὐκ ἔμελλες ὑγιαίνειν, ἀλλὰ τραυματίζεσθαι, τῶν φαρμάκων σοι τὴν ὑπόθεσιν παρέσχε· καὶ τοῦτο δῆλον ἐκεῖθεν. Εἰπὲ γάρ μοι, οὐκ ἠδύνατο αὐτὸς αὐτοὺς θρέψαι; εἰ σοὶ τῷ προσκεκρουκότι ἔδωκεν, οὐ πολλῷ μᾶλλον Παύλῳ ἂν ἔδωκεν; ὁ τοῖς Ἰσραηλίταις διδοὺς τοῖς γογγυσταῖς, τοῖς πόρνοις, τοῖς εἰδωλολάτραις, οὐ πολλῷ μᾶλλον ἂν Πέτρῳ τῷ καταλείψαντι ἅπαντα δι' αὐτὸν ἀφῆκεν; ὁ μιαροὺς ἀφεὶς ἔχειν ἄνδρας, οὐ πολλῷ μᾶλλον ἂν Ἰωάννῃ ἐχαρίσατο, τῷ καὶ τὸν πατέρα δι' αὐτὸν καταλείποντι; Ἀλλ' οὐκ ἠθέλησεν· ἀλλὰ διὰ σοῦ αὐτοὺς τρέφει, ἵνα σὺ ἁγιασθῇς. Καὶ θέα μοι τὴν ὑπερβολὴν τῆς φιλανθρωπίας. Εἵλετο τοὺς αὑτοῦ μαθητὰς ἐλαττωθῆναι, ἵνα σὺ μικρὸν ἀναπνεύσῃς. Ἀλλ' εἰ ἐποίησεν αὐτοὺς ἀνενδεεῖς, φησὶ, πολλῷ θαυμαστότεροι ἂν ἦσαν, πολλῷ ἐπιδοξότεροι. Ἀλλὰ σοῦ ἡ σωτηρία ἐξεκέκοπτο. Οὐχ εἵλετο τοίνυν ἐκείνους γενέσθαι θαυμαστοὺς, ἀλλ' ἐλαττοῦσθαι μᾶλλον, ἵνα σὺ σωθῇς· καὶ ἐλαττωθῆναι ἐκείνους συνεχώρησεν, ἵνα σὺ δυνηθῇς σωθῆναι. Οὐ γὰρὁμοίως αἰδέσιμός ἐστι διδάσκαλος λαμβάνων, ἀλλ' ἐκεῖνος μάλιστα τιμᾶται ὁ μὴ λαμβάνων· ἀλλ' ὁ μαθητὴς οὐκ ὠφελεῖται, ἀλλὰ τὸν καρπὸν ἐγκόπτεται. Ὁρᾷς τὴν σοφίαν τοῦ φιλανθρώπου Θεοῦ; Ὥσπερ γὰρ αὐτὸς οὐχὶ τὴν ἰδίαν δόξαν ἐζήτησεν, οὐδὲ τὸ ἑαυτοῦ ἐσκόπησεν, ἀλλὰ ἐν δόξῃ ὢν εἵλετο ἀτιμασθῆναι διὰ σὲ, οὕτω καὶ ἐπὶ τῶν διδασκάλων· δυνάμενος αὐτοὺς ποιῆσαι αἰδεσίμους, εἵλετο εἶναι εὐκαταφρονήτους διὰ σὲ, ἵνα σὺ ἔχῃς κερδαίνειν, ἵνα σὺ ἔχῃς πλουτεῖν. Ἵνα γὰρ σὺ εὐπορῇς ἐν τοῖς πνευματικοῖς, διὰ τοῦτο ἐκεῖνος ἀπορεῖ ἐν τοῖς βιωτικοῖς. Ὅτι τοίνυν ἐδύνατο ποιῆσαι αὐτοὺς ἀνενδεεῖς, ἔδειξε διὰ πολλῶν· ὅτι δὲ διὰ σὲ ἀφίησιν αὐτοὺς ἐν ἐνδείᾳ εἶναι, καὶ τοῦτο δείκνυται ὁμοίως. Ταῦτα οὖν εἰδότες, μὴ πρὸς κατηγορίας, ἀλλὰ πρὸς εὐποιίας τραπῶμεν· μὴ τὰ ἑτέρων κακὰ περιεργαζώμεθα, ἀλλὰ τὰ ἡμέτερα αὐτῶν ἀναλογιζώμεθα· τὰ ἑτέρων κατορθώματα ἐννοῶμεν, τὰ δὲ ἡμέτερα ἁμαρτήματα ἀναλογιζώμεθα· καὶ οὕτως εὐαρεστήσομεν τῷ Θεῷ. Ὁ μὲν γὰρτὰ ἑτέρων ἁμαρτήματα ὁρῶν, καὶ τὰ αὑτοῦ κατορθώματα, διπλῇ βλάπτεται· ἀπό τε γὰρ τούτων εἰς ἀπόνοιαν αἴρεται, ἀπό τε ἐκείνων εἰς ῥᾳθυμίαν ἐμπίπτει. Ὅταν γὰρ ἐννοήσῃ, ὅτι ὁ δεῖνα ἥμαρτεν, εὐκόλως ἁμαρτήσει καὶ αὐτός· ὅταν ἐννοήσῃ, ὅτι αὐτὸς κατώρθωσεν, εὐκόλως ἀπονοεῖται. Ὁ δὲ τὰ μὲν αὐτοῦ κατορθώματα λήθῃ παραδιδοὺς, τὰ δὲ ἁμαρτήματα βλέπων μόνα, καὶ τὰ ἑτέρων ἁμαρτήματα μὴ περιεργαζόμενος, ἀλλὰ τὰ κατορθώματα, πολλὰ κερδανεῖ. Πῶς, ἄκουε· Ὅταν ἴδῃ, ὅτι ὁ δεῖνα κατώρθωσε, πρὸς τὸν ἴσον αἴρεται ζῆλον· ὅταν ἴδῃ, ὅτι αὐτὸς ἥμαρτε, ταπεινοφρονήσει καὶ μετριάσει. Ἂν οὕτω ποιῶμεν, καὶ οὕτω τὰ καθ' ἑαυτοὺς οἰκονομῶμεν, δυνησόμεθα τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.